Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in libros Regnorum et Paralipomenon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More

Original: Pg Scrape Grc

Ἐπειδὴ τῆς θείας χάριτος ἀπολαύσαντες, Μωσέως τοῦ νομοθέτου βίβλον, καὶ Ἰησοῦ τοῦ προ φήτου, καὶ τῶν Κριτῶν, καὶ τῆς Ῥοὺθ ἡρμηνεύ σαμεν, φέρε πάλιν τοῦδε τοῦ φωτὸς τὴν αἴγλην λα βεῖν ἱκετεύσαντες, τὰς τῶν Βασιλειῶν ἀναπτύξωμεν ἱστορίας· τὰ μὲν σαφῆ παριόντες, τὰ δὲ σαφηνείας δεόμενα δῆλα τοῖς ἐντυγχάνουσιν ἀποφαίνοντες· ἵνα σου τὴν αἴτησιν, ἐρασμιώτατε παίδων Ὑπάτιε, μὴκαταλείπωμεν ἀτελῆ. Αἴτιον δέ γε τῆς ἀσαφείας, καὶ τὸ σπουδάσαι τοὺς ἑρμηνεύσαντας περὶ πόδα τὴν ἑρμηνείαν ποιήσασθαι· ταυτὸ δὲ τοῦτο πάσχουσι καὶ οἱ τὴν Ἰταλῶν φωνὴν εἰς τὴν Ἑλλάδα μεταφέροντες γλῶτταν. Πολλῆς γὰρ ἀσαφείας ἐκεῖνα μεστά. Πρῶτον δὲ τῆς ἱστορίας ἐρῶ τὴν ὑπόθεσιν. Πλεῖστοι προφῆται γεγένηνται, ὧν τὰς μὲν βίβλους οὐχ εὕρομεν, τὰς δὲ προσηγορίας ἐκ τῆς τῶν Παρα λειπομένων μεμαθήκαμεν ἱστορίας. Τούτων ἕκαστος εἰώθει συγγράφειν ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν. Αὐτίκα γοῦν καὶ ἡ πρώτη τῶν Βασιλειῶν, καὶ παρ' Ἑβραίοις, καὶ παρὰ Σύροις, προφητεία Σαμουὴλ ὀνομάζεται. Ἀλλὰ τοῦτο γνῶ ναι ῥᾴδιον τῷ βουλομένῳ τὸ προειρημένον ἀναγνῶ ναι βιβλίον. Οἱ τοίνυν τῶν Βασιλειῶν τὴν βίβλον συγγεγραφότες, ἐξ ἐκείνων τῶν βιβλίων τὰς ἀφορ μὰς εἰληφότες, μετὰ πλεῖστον συνέγραψαν χρόνον. Πῶς γὰρ οἷόν τε ἦν τῷ Σαοὺλ, ἢ τῷ Δαβὶδ συνηκ μακότι τὰ ἐπὶ Ἐζεκίου καὶ Ἰωσίου γεγονότα συγγράψαι· καὶ τὴν τοῦ Ναβουχοδονόσορ στρατιὰν, καὶ τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμὸν, καὶ τὴν εἰς Βαβυλῶνα μετά στασιν, καὶ τοῦ Ναβουχοδονόσορ τὴν τελευτήν; Δῆ λον τοίνυν, ὡς τῶν προφητῶν ἕκαστος συνέγραψε τὰ ἐν τοῖς οἰκείοις πεπραγμένα καιροῖς. Ἄλλοι δέ τινες ἐκεῖνα συναγαγόντες, τὴν τῶν Βασιλειῶν συντε θείκασι βίβλον. Καὶ αὖ πάλιν, τῶν ὑπὸ τούτων πα ραλειφθέντων ἕτεροί τινες ἱστοριογράφοι γεγένην ται· καὶ τὴν παρὰ σφῶν συγγραφεῖσαν Παραλειπο μένων προσηγόρευσαν βίβλον· ὡς τὰ παρὰ τῶν προτέρων παραλειφθέντα διδάσκουσαν. ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Ὁ Σαμουὴλ ἱερεὺς ἦν, ἢ Λευΐτης; ΑΠΟΚΡΙΣΙΣ. Τριῶν ὁ Λευῒ γεγένηται παίδων πατήρ· τοῦ Γηρ σὼν, τοῦ Καὰθ, καὶ τοῦ Μεραρή. Τοῦ δὲ Καὰθ ἐγένοντο παῖδες Ἀμβρὰμ, καὶ Ἰσαὰρ, καὶ Χεβρὼμ, καὶ Ὀζιήλ· τοῦ δὲ Ἀμβρὰμ Ἀαρὼν, Μωσῆς, καὶ Μαριάμ. Τοῦ δὲ Ἰσαὰρ ἔκγονος μὲν ὁ Κορὲ, ἀπόγονος δὲ Ἑλκανὰ τοῦ Σαμουὴλ ὁ πατήρ. Ὁ τοίνυν Σαμουὴλ πέμπτος καὶ δέκατος μὲν ἀπὸ Λευΐ· τῆς δὲ Καὰθ ἦν πατριᾶς· ἣ τῶν ἄλλων προεκέκριτο, τῷ τοὺς ἀρχιερέας ἐξ αὐτῆς ἠνθηκέναι· διὸ δὴ καὶ φέρειν αὐτοῖς ἀπενεμήθη τὰ σκεύη τὰ ἅγια. ΕΡΩΤ. Βʹ. Διατί ὁ Ἑλκανὰ δύο εἶχε γυναῖκας; Οὔτε ἐπέτρεψεν ὁ νόμος δυσὶν ἢ πλείοσι γυ ναιξὶν ἐννόμως συναφθῆναι, οὔτε μὴν ἐκώλυσε· συγχωρῶν τὸ ἔλαττον, ἵνα κωλύσῃ τὸ μεῖζον. Τῇ δυνάμει γὰρ τῶν δεχομένων ἐμέτρει τοὺς νόμους. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος·" Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος." ΕΡΩΤ. Γʹ. Τί ἐστι τὸ," Ἀπέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς;" Διδάσκει τοὺς ἐντυγχάνοντας οὗτος ὁ λόγος, μὴ τῷ γάμῳ θαῤῥεῖν, ἀλλὰ τὸν ποιητὴν εἰς ἐπικουρίαν κα λεῖν. Ὥσπερ γὰρ ἴδιον μὲν τοῦ γεωργοῦ τὸ κατα βάλλειν τὰ σπέρματα, τοῦ δὲ Θεοῦ τὸ τελεσιουργεῖν τὰ σπειρόμενα· οὕτως ἴδιον τοῦ γάμου μὲν ἡ κοινω νία, τοῦ δὲ Θεοῦ τὸ νεῦσαι τῇ φύσει, καὶ διαπλάσαι τὸ ζῶον. Τοῦτο ἡ Ἄννα σαφῶς ἐπισταμένη (πολὺν γὰρ τῷ ἀνδρὶ συνοικήσασα χρόνον, καρπὸν οὐκ ἐβλάστησε), πρὸς αὐτὸν ἔδραμε τὸν Δημιουργὸν, καὶ τῇ σπουδαίᾳ προσευχῇ, καὶ τοῖς δάκρυσι, τὴν πε πηρωμένην ἐθεράπευσε μήτραν, καὶ κεκλεισμένην ἀνέῳξεν. Ἄξιον δὲ αὐτῆς θαυμάσαι καὶ τὴν τῶν ἠθῶν μετριότητα. Παροινουμένη γὰρ ὡς μεθύουσα πράως ἤνεγκε, καὶ τὴν ὑποψίαν ἀποσκευασαμένη τὴν ἐψευσμένην, τὸ πάθος ἐδίδαξε, καὶ τῆς ἀρχ ιερατικῆς ἔτυχεν εὐλογίας. Ἤκουσε γὰρ," Πο ρεύου ἐν εἰρήνῃ, Κύριος ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, οὗ ᾐτήσω παρ' αὐτοῦ." Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤ ῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι. Καὶ τεκοῦσα δὲ πεπλήρωκε τὴν ὑπόσχεσιν. Ἐφύ- λαξε γὰρ αὐτοῦ τὴν κόμην, καὶ τὴν ὑδροποσίαν ἐδί δαξεν. Οὗτος γὰρ τῶν Ναζιραίων ὁ νόμος. Εὐ θὺς δὲ μετὰ τὴν θηλὴν αὐτὸν προσενήνοχε τῷ Θεῷ, καὶ σὺν αὐτῷ μόσχον ὁμόχρονον, τὴν ὑπὲρ αὐτοῦ σφαγὴν καὶ ἱερουργίαν δεξάμενον. Ἀντέλαβε δὲ παρὰ τοῦ Θεοῦ παῖδας ἑτέρους· τρεῖς μὲν υἱοὺς, θυγατέ ρας δύο. Φιλότιμος γὰρ καὶ μεγαλόδωρος ὁ Κύριος περὶ τοὺς μεμνημένους τῶν προτέρων χαρίτων. Ἀξιάγαστος δὲ αὐτῆς καὶ ἡ ὑμνῳδία. Οὐ γὰρ μόνον ἐφ' οἷς ἔλαβεν ἀνύμνησε τὸν δοτῆρα, ἀλλὰ καὶ προφητείᾳ τὸν ὕμνον ἐκέρασε, καὶ τῆς τοῦ παιδὸς μετ έλαχε χάριτος. Κυήσασα γὰρ προφήτην, προφητεύει μετὰ τὸν τόκον. Τὸ γὰρ," Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ," προδηλοῖ τὴν τοῦ διαβόλου κατάλυσιν· καὶ τὸ," Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε," τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν προθεσπίζει, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπι φοίτησιν, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων τὸ με γαλόφωνον. Καὶ μέντοι καὶ τὴν δευτέραν ἐπιφάνειαν τοῦ Δεσπότου προαγορεύει Χριστοῦ·" Αὐτὸς γὰρ, φησὶ, κρινεῖ ἄκρα γῆς δίκαιος ὤν." Προλέγει δὲ αὐτοῦ καὶ τοὺς κατὰ σάρκα γεγενημένους προγό νους, οἳ ἀπὸ Δαβὶδ μέχρι τῆς αἰχμαλωσίας διήρκεσαν." Δώσει γὰρ, φησὶν, ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν." Καὶ διδάσκουσα τὴν αἰτίαν, δι' ἣν ἐκεῖνοι τῆς θείας ἀπήλαυσαν προμηθείας, ἐπήγαγε·" Καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ." Πρὸς δὲ τούτοις, ἐδίδαξε μὴ πλούτῳ θαῤῥεῖν, μὴ σοφίᾳ, μὴ δυναστείᾳ, ἀλλὰ μόνῳ τῷ δυναμένῳ καὶ ζωὴν χορηγεῖν, καὶ θάνατον ἐπάγειν, καὶ τὴν εὐπραξίαν μεταβάλλειν εἰς δυσ πραγίαν, καὶ τὴν εὐκληρίαν εἰς δυσκληρίαν. Καὶ μέντοι καὶ τὸ," Στεῖρα ἔτεκεν ἑπτὰ," τὴν τῆς Ἐκκλησίας προκηρύττει πολυγονίαν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς τοῦ πλήθους δηλωτικός. Ἐν ἑπτὰ γὰρ ἡμέ ραις ἅπας χρόνος ἀνακυκλεῖται, καὶ τῆς Ἐκκλησίας οἱ παῖδες τὴν οἰκουμένην ἐπλήρωσαν." Ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε." Πολύπαις γὰρ οὖσα ἡ Ἰου δαία, καὶ πολλοὺς προφήτας καὶ δικαίους γεγεννη κυῖα, νῦν ἀκαρπίαν νοσεῖ. ΕΡΩΤ. Δʹ. Ἡλεὶ ὁ ἀρχιερεὺς ἐκ ποίας ἦν πατριᾶς; Ἐκ τῆς τοῦ Ἰθάμαρ· ἀλλὰ διὰ τὴν τῶν παίδων πονηρίαν, ἅπαν αὐτοῦ τὸ γένος τῆς ἀρχιερατικῆς ἐστερήθη τιμῆς. Ἡλίκας γὰρ ἐτόλμων παρανομίας, ἡ ἱστορία διδάσκει. ΕΡΩΤ. Εʹ. Τί ἐστιν Ἐφούδ, Ὁ Ἀκύλας ἐπένδυμα ἐξαίρετον τοῦτο κέκληκεν. Εἰρήκαμεν δὲ ἤδη, καὶ τὴν Ἔξοδον ἑρμηνεύοντες, καὶ μέντοι καὶ τοὺς Κριτὰς, ὡς διὰ τούτου πλεῖστα προεδήλου τῶν ἀγνοουμένων ὁ Δεσπότης Θεός. ΕΡΩΤ. ϛʹ. Τί δήποτε Λευΐτης ὢν ὁ Σαμουὴλ τῷ ἐφοὺδ ἐκέ χρητο; μόνῳ γὰρ ἀφώριστο τῷ ἀρχιερεῖ. Εἰκὸς τὸν Ἡλεὶ, τὴν θείαν αὐτῷ χάριν ἐπαν θοῦσαν ἑωρακότα, καὶ παραδόξως τεχθέντα, καὶ πρὸ ὠδίνων ἐπαγγελθέντα, καὶ ἔνδον τρεφόμενον ἐν τῇ θείᾳ σκηνῇ, ὡς ἁγίῳ καὶ Ναζιραίῳ, καὶ θεαιτήτῳ· τοῦτο γὰρ ἑρμηνεύει τοῦ Σαμουὴλ τοὔνομα· καὶ κομιδῇ νέῳ μεταδοῦναι ταύτης τῆς τιμῆς. [Διοδώρου.] Οἰκονομίας δὲ Θεοῦ ἦν, τὸ τὸν Σαμουὴλ καλούμενον ὑπ' αὐτοῦ, ἀπιέναι πρὸς Ἡλεὶ οἰόμενον ὑπ' αὐτοῦ καλεῖσθαι, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον. Ἐπειδὴ γὰρ ἤμελλεν ὁ Θεὸς τῷ Ἡλεὶ κακὰ προλέγειν διὰ τοῦ Σαμουὴλ, ἵνα μὴ νομισθῇ πλάσαι ὁ Σαμουὴλ τὴν ἀποκάλυψιν, ᾠκονόμει ὁ Θεὸς ἐκεῖνον οἰηθέντα ὑπὸ τοῦ Ἡλεὶ καλεῖσθαι πρὸς αὐτὸν ἀπιέναι· ἵνα ὅτ' ἂν ὁ μὲν Ἡλεὶ νοήσῃ ὅτι Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ τοῦ Θεοῦ διαγγέλλων, μὴ ὑποπτευθῇ, ὡς πλασάμενος τὴν ἀποκάλυψιν· ἀλλὰ πιστευθῇ, ὅτι ἀληθῶς ὁ Θεὸς ἀπο κάλυψιν ἀνήγγειλεν. ΕΡΩΤ. Ζʹ. Τίνος χάριν ὁ Ἡλεὶ δίκας ὑπὲρ τῶν παίδων ἔτισε, καὶ ταῦτα παραινέσας αὐτοὺς τὰ προσ ήκοντα; Οὐκ ἠπίων ἐδεῖτο φαρμάκων ἡ τῶν παίδων παρα νομία, ἀλλ' αὐστηροτάτων καὶ δριμυτάτων. Ἔδει τοίνυν μετὰ τὴν πρώτην καὶ δευτέραν παραίνεσιν τῇ πονηρίᾳ προσμείναντας ἐξελάσαι τῶν ἱερῶν περιβόλων. Οὐ γὰρ μόνον αὐτοὶ παρηνόμουν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνοντο παρανομίας ἀρχέτυπον. Ἐπειδὴ δὲ προτετίμηκε τοῦ πεποιηκότος τὴν φύσιν, τῆς θεοσδότου χάριτος ἐγυμνώθη. Τοῦτο γὰρ αὐτῷ καὶ διὰ τοῦ προφήτου δεδήλωκεν ὁ Θεός·" Ἵνα τί γὰρ, φησὶν, ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου, καὶ ἐπὶ τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ, καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ, ἐν εὐλογεῖσθαι ἀπαρχὴν πάσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου; Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἶπον, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος. Καὶ νῦν οὐχ οὕτω, φησὶ Κύριος, μηδαμῶς ἐμοὶ, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθή σονται." Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν· αἰνίττεται δὲ πά σης τῆς Ἰουδαϊκῆς ἱερωσύνης τὴν παῦλαν." Εἶπον γὰρ, φησὶν, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος." Τοῦτο δὲ οὐ τῷ Ἰθάμαρ ὑπέσχετο, ἀλλὰ τῷ Ἀαρών. Οὐκοῦν κατὰ πάσης αὐτῶν ἀπεφήνατο τῆς φυλῆς. Καὶ μαρτυρεῖ τὰ ὁρώμενα. Ἐξ οὗ γὰρ ὁ Δεσπότης ἐσταυ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται. Τοῦτο δηλοῖ καὶ τὰ ἐπ αγόμενα." Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, καὶ ἐξολο θρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα τοῦ οἴκου τοῦ πατρός σου, καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ. Καὶ ἐπιβλέψει κραταίωμα ὂν ἐν πᾶσιν οἷς ἀγαθύνει τὸν Ἰσραήλ. Καὶ οὐκ ἔσται πρεσβύ της πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ σου."–" Κρα ταίωμα δὲ ὂν" τοῦ ὄντος λέγει Θεοῦ." Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν." Καὶ Ἱερεμίας," Ὁ ὢν, Δέσποτα Κύριε." Τούτου κραταίωμα κέκληκε τὴν ἱε ρωσύνην, τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο δὲ σαφέστερον μετ' ὀλίγα δεδήλωκεν." Ἀναστήσω γὰρ, ἔφη, ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρ δίᾳ μου, καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκο δομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον τῶν χριστῶν μου πάσας τὰς ἡμέρας." Ταῦτα δὲ ἁρμόττει ἀνθρώπων μὲν οὐδενὶ, μόνῳ δὲ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὃς ἀρχιερεὺς ἡμῶν κατὰ τὸ ἀνθρώπινον ὠνομάσθη." Ἔχοντες γὰρ, φησὶν, ἀρχ ιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Κύριον ἡμῶν." Καὶ πάλιν·" Οὐ γὰρ ἔχομεν ἀρχιε ρέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χω ρὶς ἁμαρτίας." Καὶ τὸ" πάσας τὰς ἡμέρας," οὐ προσῆκεν ἀνθρώποις θνητοῖς ὀλίγον βιοτεύουσι χρό νον. Χριστοὺς δὲ αὐτοὺς κέκληκε τοὺς ἱεροὺς ἀπο στόλους, καὶ τοὺς τὴν ἐκείνων διαδεξαμένους δι δασκαλίαν. Οὐκοῦν ἡ πρόῤῥησις κυρίως μὲν ἁρμότ τει τῷ Σωτῆρι Χριστῷ· κατὰ δὲ ἱστορίαν τῷ Σα δοὺκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχ ιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο. ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον τὸ," Ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἢ κατασκευασθῆναι;" Αἰνίττεται ὁ λόγος, ὡς εὐθὺς μετὰ τὴν ἑσπέραν, ἀρξαμένων τῶν ἀνθρώπων καθεύδειν, ἐπεφάνη τῷ Σαμουὴλ ὁ Δεσπότης Θεός. Ἐν ἑσπέρᾳ γὰρ τὸν ἱερὸν λύχνον ἅπτειν εἰώθασι· περὶ μέσας δὲ τὰς νύ κτας ἐπέβαλλον ἔλαιον. Τὸν καιρὸν τοίνυν ὁ συγ γραφεὺς δηλῶσαι θελήσας, ἔφη μηδέπω κατασκευα σθῆναι τὸν λύχνον. ΕΡΩΤ. Θʹ. Τί δήποτε κομιδῇ νέῳ ὄντι τῷ Σαμουὴλ ὁ τῶν ὅλων ὤφθη Θεός; Εἰς ἔλεγχον τοῦ γεγηρακότος ἀρχιερέως τὸ μει ράκιον ἠξιώθη τῆς θείας ἐπιφανείας. Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι. Αὐτίκα γοῦν ὁ Ἡλεὶ μετὰ τὴν τρίτην κλῆσιν συνεὶς ὡς ὁ Θεός ἐστιν ὁ κα λῶν, περιττὸν μὲν εἰπεῖν, καὶ ὑπέλαβεν ὡς ὁ Θεός ἐστιν ὁ καλῶν· ἔφη δέ·" Ἐὰν καλέσῃ σε ὁ καλῶν, ἐρεῖς, Λάλει, Κύριέ μου, ὅτι ἀκούει ὁ δοῦλός σου." Ἀλλ' ὅμως καὶ τὴν τοιαύτην ἡλικίαν τῆς πολιᾶς προτετίμηκεν ὁ Θεός· καὶ τὸν ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βεβιωκότα, καὶ τεσσαράκοντα ἔτη ἀρχῆς ἀξιωθέντα διπλῆς (καὶ κριτὴς γὰρ ἦν, καὶ ἀρχιερεὺς) καταλιπὼν, τῷ σμικροτάτῳ διειλέχθη παιδίῳ· διδάσκων ὅσῳ πολιᾶς ἀμείνων νεότης ἀρετῇ κοσμουμένη. Ὁ μέντοι Ἡλεὶ δῆλός ἐστιν οἰκείοις μὲν κοσμούμενος κατορθώμασι· διὰ δὲ τὴν τῶν παί δων πονηρίαν τῆς πανωλεθρίας τὴν ψῆφον δεξάμε νος. Δηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν καὶ τὰ ῥήματα. Πρῶτον μὲν γὰρ οὐκ ᾐσχύνθη παρακαλέσαι τὸν νέον μηνῦσαι τὰ θεόθεν ἀπαγγελθέντα· ἀλλὰ καὶ ὅρκοις αὐτὸν κατέδησε καὶ ἀραῖς, ὥστε μηδὲν ἀποκρύψαι τῶν δηλωθέντων. Εἶτα τὴν ἐξενεχθεῖσαν ψῆφον μα θὼν, τὴν ἀξιέπαινον ἀφῆκε φωνήν·" Κύριός ἐστι, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει." Καὶ μέντοι καὶ τῶν υἱῶν τὴν σφαγὴν ἐγνωκὼς, οὐκ ἀγεν νῶς ἤνεγκεν ὁ πατὴρ καὶ πρεσβύτης· τὴν δέ γε κι βωτὸν δορυάλωτον γεγενῆσθαι μαθὼν, κατέπεσε μὲν ἀπὸ τοῦ δίφρου, τῇ δὲ τῆς ἀθυμίας ὑπερβολῇ τοῦ βίου τὸ τέλος ἐδέξατο. ΕΡΩΤ. Ιʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς δορυάλωτον γε νέσθαι τὴν κιβωτόν; Διπλῆν τὸ γεγονὸς ὠφέλειαν ἐβλάστησε. Τοὺςμὲν γὰρ Ἑβραίους ἐδίδαξεν, ἐννόμως μὲν βιοῦν τας τῇ τοῦ Θεοῦ προμηθείᾳ θαῤῥεῖν· παρανομοῦν τας δὲ μήτ' αὐτῷ, μήτε τῇ ἀψαύστῳ κιβωτῷ πε ποιθέναι· τί δήποτε γὰρ εἰς ἐπικουρίαν ἔλαβον παρανομοῦντες τὴν τὸν νόμον ἔνδον ἔχουσαν ἀποκεί μενον; Οὗτοι μὲν οὖν ταύτην ἐντεῦθεν τὴν ὠφέ λειαν ἐδέχοντο. Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτοῦ ἠλάλαξαν οἱ Ἑβραῖοι· καταφρονήσαντες δὲ μετὰ τὴν νίκην, καὶ οἱονεὶ ἀκρο θίνιον ταύτην τοῖς οἰκείοις ἀνατεθεικότες εἰδώλοις, ἔμαθον τῇ πείρᾳ τοῦ Θεοῦ τὴν ἰσχύν. Πρῶτον μὲν γὰρ εἶδον πρὸ τῆς κιβωτοῦ πεπτωκότα τὸν οἰκεῖον θεὸν, καὶ τῆς προσκυνήσεως ἐπιδεικνύντα τὸ σχῆμα. Εἶτα τοῦτον ἀναστήσαντες εὗρον τῇ ὑστεραίᾳ συν τετριμμένον, καὶ τῶν ἄκρων πάντων ἐστερημένον. Ἔπειτα τὸ διάφορον γνῶναι μὴ βουληθέντες, καὶ τῇ κιβωτῷ τὸ προσῆκον μὴ ἀπονείμαντες σέβας, ποι κίλοις νοσήμασι περιέπεσον. Ὡς μὲν γὰρ οἱ Ἑβδομήκοντα ἡρμήνευσαν," Εἰς τὰς ἕδρας ἐπλήγησαν·" ὡς δὲ ὁ Ἀκύλας," τὸ τῆς φαγεδαίνης ἐσχήκασιν ἕλκος." Ὁ δέ γε Ἰώσηπος τὸ τῆς δυσεντερίας αὐτοῖς ἐγγενέσθαι πάθος ἐδίδαξεν· ἀλλὰ μηδεὶς δια φωνίαν νομιζέτω τὰς διαφόρους ἐκδόσεις. Τὴν γὰρ δυσεντερίαν τὸ τῆς ἕδρας διεδέξατο πάθος. Τὸ γὰρ συχνὸν τῆς ἐκκρίσεως τὸ τῆς ἐκκρίσεως κατ έκαυσε μόριον· εἰς φαγέδαιναν δὲ τῷ χρόνῳ τὸ ἕλ κος μετέπεσε. Τὸ δὲ τῆς ἕδρας ὑπέμειναν πάθος, ὡς δυσσεβῶς τὴν κιβωτὸν τὴν θείαν ἑδράσαντες παρὰ τὸν θεὸν τὸν ψευδώνυμον. Ταύτην οἱ Ἀζώτιοι πρῶ τοι τὴν τιμωρίαν ἐδέξαντο. Τοπάσαντες γὰρ οἱ Γετ θαῖοι, μὴ θεήλατον εἶναι τὴν πληγὴν, ἀλλὰ νό σον ἐκ λοιμικῆς τινος καταστάσεως γενομένην, μετ έθεσαν εἰς τὴν Γὲθ τὴν τοῦ Θεοῦ κιβωτόν· ἀλλὰ παραυτίκα ταῖς αὐταῖς ὑπεβλήθησαν συμφοραῖς. Τὸ δὲ," Ἐποίησαν ἑαυτοῖς οἱ Γετθαῖοι ἕδρας χρυσᾶς," οἱ λοιποὶ οὕτως ἡρμήνευσαν," Καὶ περιελύ θησαν αὐτῶν αἱ ἕδραι." Τῶν δὲ Γετθαίων εἰς Ἀσκάλωνα μεταθεῖναι τὴν κιβωτὸν πειραθέντων, ἀντεῖπον ἐκεῖνοι, δείσαντες τὰς θεηλάτους πληγάς. Εἶτα μηδεμιᾶς πόλεως δέξασθαι τολμώσης τὴν κι βωτὸν, ἐν ὑπαίθρῳ ταύτην ἔξω κατέλιπον τόπῳ. Τοῦτο γὰρ ὁ ἱστοριογράφος ἐδίδαξεν·" Ἐγένετο γὰρ, φησὶν, ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν τῷ πεδίῳ τῶν ἀλλοφύλων μῆνας ἑπτά." Ἐπειδὴ δὲ ᾠήθησαν ἔξω μενούσης τῆς κιβωτοῦ τῶν θεηλάτων ἀπηλλάχθαι πληγῶν, ἐπήγαγεν ὁ Θεὸς καὶ Δεσπότης, καὶ τοῖς ἀψύχοις τὰς τιμωρίας. Μυῶν γάρ τι πλῆθος καὶ ταῖς ἀμπέλοις, καὶ τοῖς ληΐοις ἐπέπεμψεν, οἳ πάντας αὐτῶν ἐλυμήναντο τοὺς καρπούς. Ἐδίδαξε δὲ διὰ τούτων, ὡς αὐτὸς καὶ τοῖς Αἰγυπτίοις τὰς δια φόρους ἐπενήνοχε πληγάς. Ὅτι γὰρ ἔναυλον εἶχον ἐκείνων τὴν μνήμην, μαρτυρεῖ τὰ παρ' αὐτῶν εἰρημένα. Καὶ γὰρ ἐν τῷ πολέμῳ τὴν κιβωτὸν θεα σάμενοι, δέους ἐπλήσθησαν, καὶ θρηνοῦντες ἐβόων·" Οὐαὶ ἡμῖν, τίς ἐξέληται ἡμᾶς ἐκ χειρὸς τοῦ Θεοῦ τοῦ στερεοῦ τούτου; Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ." Καὶ μετὰ τὴν πεῖ ραν δὲ τῶν κακῶν, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ χρησμῳδοὶ πρὸς αὐτοὺς ἔλεγον, μετὰ δώρων ἐκπέμψαι τὴν κιβω τὸν," Ὅπως κουφίσῃ Κύριος ὁ Θεὸς Ἰσραὴλ τὴν χεῖρα αὐτοῦ ἀφ' ὑμῶν, καὶ ἀπὸ τῶν θεῶν ὑμῶν," καὶ ἀπὸ τῆς γῆς ὑμῶν· καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὰς καρδίας αὐτῶν; Οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλε τὸν λαὸν αὐ τοῦ, καὶ ἀπῆλθον;" Ἀλλὰ ταῦτα συμβεβουλευ κότες οἱ ἀσεβεῖς, καὶ δείξαντες τῶν οἰκείων θεῶν τὴν ἀσθένειαν (πρῶτον γὰρ αὐτοὺς συνέτριψεν ὁ Θεὸς, εἶτα τοὺς προσκυνοῦντας ἐπαίδευσε· καὶ τότε τοὺς μῦς κατὰ τῶν τῆς γῆς βλαστημάτων ἐξέπεμψε), πείρᾳ μαθεῖν ἠβουλήθησαν, εἴτε θεήλατος ἡ πληγὴ, εἴτε κατά τι συμβεβηκὸς γενομένη. Καινὴν γὰρ κατα σκευάσαντες ἅμαξαν, καὶ βοῦς ἀρτιτόκους ὑποζευ ξαντες τῶν μόσχων κεχωρισμένας, ἐπέθεσαν τὴν κι βωτὸν, καὶ τῶν πέντε πόλεων ἰσαρίθμους μῦς τε καὶ ἕδρας ἐκ χρυσοῦ κατεσκευασμένας, δῶρα τῷ πεπαιδευκότι Θεῷ. Ἐνέθεσαν δὲ ταῦτα σκεύει τινὶ, ὃ οἱ μὲν Ἑβδομήκοντα προσηγόρευσαν βοερ γὰς, Ἰώσηπος δὲ γλωσσόκομον. Ἐν τριόδῳ δὲ ἡνιόχου δίχα τὰς βοῦς ἀπολύσαντες, ἀνέμενον ἰδεῖν, εἴτε πρὸς τὸν τῶν μόσχων μυκηθμὸν ἀποστρέ φονται, εἴτε πρὸς ἄλλην ὁδὸν ἀποκλίνουσι, τὴν πρὸς Ἑβραίους φέρουσαν καταλιποῦσαι· ἵνα εἰ μὲν τούτων δυοῖν θάτερον γένοιτο, ὡς ἀσθενοῦς κα ταγνῶσι τῆς κιβωτοῦ. Εἰ δὲ τὰς ἄλλας ὁδοὺς αἱβόες καταλιποῦσαι, καὶ τῶν οἰκείων καταφρονήσασαι μόσχων, πρὸς τὴν Ἰσραηλῖτιν ἀπίωσι γῆν, γνῶσιν ἀληθῶς θεηλάτους εἶναι καὶ τὰς γεγενημένας πλη γάς. Οὗ δὴ χάριν, καὶ πόῤῥωθεν εἴποντο, καὶ οὐ πρότερον ἀπέστησαν, ἕως τῶν Ἑβραίων οἱ ἀγχιτέρμονες τὸ ξένον θεασάμενοι πρᾶγμα, ἄμαξαν ὑπ' οὐδενὸς ἀνθρώπων ἰθυνομένην, φορτίον δὲ καὶ ἡνίοχον τὴν κιβωτὸν ἔχουσαν, προσέδραμον ἄσμενοι, καὶ τοῦ Θεοῦ τὴν νίκην ἐθαύμασαν. ΕΡΩΤ. ΙΑʹ. Διατί τὸν λαὸν ἐπάταξεν ὁ Θεὸς ἐπανελθούσης τῆς κιβωτοῦ; Σαφῶς ἐδίδαξεν ἡ ἱστορία." Οὐκ ἠσμένισαν γὰρ, φησὶν, υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βεθσάμοις, ὅτι εἶδον τὴν κιβωτὸν τοῦ Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χι λιάδας ἀνδρῶν ἐκ τοῦ λαοῦ." Ἀλλ' οἱ μὲν Ἰεχονίου παῖδες, ὡς δυσσεβεῖς, καὶ τοῖς εἰδώλοις λατρεύοντες, ἐδυσφόρησαν ἰδόντες τὴν κιβωτὸν, καὶ μάλα εἰ κότως τὴν τιμωρίαν ἐδέξαντο· ὁ δὲ λαὸς ἐπαιδεύθη, ὡς τῆς κιβωτοῦ προκινδυνεῦσαι μὴ βουληθεὶς, καὶ ἑπτὰ μῆνας αὐτὴν παρὰ τοῖς ἀλλοφύλοις καταλι πὼν, καὶ τὸν ὑπὲρ αὐτῆς οὐκ ἀναδεξάμενος πόλε μον. Δείξας τοίνυν ὁ Δεσπότης Θεὸς, ὡς τῆς αὐ τῶν συμμαχίας οὐ δεῖται· καὶ δείξας ὅσον ἔσχε σέβας παρὰ τῶν δυσσεβῶν ἀλλοφύλων, ἐκόλασεν αὐ τοὺς ὡς τῶν ἀλλοφύλων δυσσεβεστέρους. Ἐπειδὴ δὲ οἱ ἐν Βεθσάμοις δείσαντες τὴν κιβωτὸν ἀπέπεμ ψαν, εἰρηκότες," Τίς δυνήσεται παραστῆναι ἐνώπιον Κυρίου τοῦ ἁγίου τούτου; προθύμως δὲ ταύτην ὁ Ἀμιναδὰβ ἀπεδέξατο· πάσης αὐτοῦ τὴν οἰκίαν εὐλογίας ἐνέπλησεν. Ὅτι δὲ ἀσεβῶς ὁ λαὸς τῆς κιβωτοῦ κατεφρόνησε, τὰ ἑξῆς μαρτυρεῖ. Ὁ γὰρ θειότατος Σαμουὴλ παρῄνεσεν αὐτοῖς ἐπι στρέψαι πρὸς Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ, καὶ ἐξ ᾶραι τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ τὰ ἄλση. Τὰ δὲ ἄλση Ἀσταρὼθ ὁ Ἀκύλας ἡρμήνευσε, τουτέστι τὰ τῆς Ἀστάρτης ἀγάλματα. Ἀστάρτην δὲ καλοῦσι τὴν Ἀφροδίτην, ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκότες. Αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι. ΕΡΩΤ. ΙΒʹ. Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ νόμου ἐν ἑνὶ τόπῳ λατρεύειν, θυσιαστήριον ὁ Σαμουὴλ ᾠκοδόμησεν; Οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, καὶ ἐν διαφόροιςτόποις ἐλάτρευον τῷ Θεῷ. Πλὴν καὶ ἐντεῦθεν μαν θάνομεν, ὡς τοῦ λαοῦ τὸ πρόχειρον εἰς ἀσέβειαν ἐπι στάμενος ὁ Θεὸς, ἑνὶ τὴν θείαν λατρείαν περιώρισε τόπῳ. Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν καθ ιέρωτο τόπος. Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε. ΕΡΩΤ. ΙΓʹ. Τίνος χάριν Σαμουὴλ διὰ τὰς τῶν παίδων παρα νομίας οὐκ ἔτισε δίκας; Ἀδικήματα ἦν, οὐκ ἀσεβήματα, τὰ παρὰ τούτων γινόμενα. Οὔτε γὰρ γάμους διέῤῥηξαν, καὶ ταῖς τοιαύταις λαγνείαις καθύβρισαν τὴν θείαν σκηνήν· οὔτε τῇ γαστρὶ τὰ πρωτεῖα τῶν ἱερείων ἀπένειμαν, τὴν τῶν θυσιῶν ἀναστρέψαντες τάξιν. Δωροδοκίαν δὲ μόνον αὐτῶν ἡ ἱστορία κατηγορεῖ. Καὶ οὐδὲ ταύτην ὁ προφήτης ἠπίστατο. Πόῤῥωθεν γὰρ αὐτῶν διῆγεν. Αὐτὸς μὲν γὰρ ᾤκει τὴν Ἀρμαθὲμ, ἐκεῖνοι δὲ τὴν Βερσαβεέ. ΕΡΩΤ. ΙΔʹ. Τίνος ἕνεκεν ἤλγησεν αἰτήσαντος τοῦ λαοῦ βασιλέα; Ἐπειδὴ παρὰ τὸν θεῖον νόμον ἡ αἴτησις ἦν. Ὁ Δεσπότης γὰρ Θεὸς καὶ Θεοῦ καὶ βασιλέως ἐπλήρου τὴν χρείαν· ὁ δὲ προφήτης ὑπουργὸς ἦν, οἷόν τις ὕπαρχος, ἢ στρατηγὸς, ἢ δημαγωγός. Καὶ τοῦτο δε δήλωκεν ὁ Θεὸς εἰπὼν πρὸς αὐτόν·" Ἄκουε τῆς φω νῆς τοῦ λαοῦ· διότι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμὲ ἐξουθένησαν, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτοὺς, κατὰ πάντα τὰ ἔργα αὐτῶν, ἃ ἐποίησάν μοι, ἀφ' ἧς ἡμέ ρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέ ρας ταύτης," καὶ τὰ ἑξῆς. ΕΡΩΤ. ΙΕʹ. Ἀγαθὸν πῶς ὠνόμασε τὸν Σαούλ; Οὐ ψυχῆς ἀρετὴν αὐτῷ μεμαρτύρηκεν, ἀλλ' εἶ δος καὶ μέγεθος. Τοῦτο γὰρ λέγει·" Οὐκ ἦν ἀνὴρ ἀγα θὸς οὐδεὶς ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ αὐτόν· ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ἐπὶ πᾶσαν τὴν γῆν." ΕΡΩΤ. Ιϛʹ. Τινές φασι τὸν Σαμουὴλ ἐπὶ χρήμασι προφητεῦ σαι, τῷ εἰπεῖν τὸν Σαοὺλ," Ἰδοὺ πορευσόμε θα, καὶ τί ἀποίσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, ὅτι οἱ ἄρτοι ἡμῶν ἐκλελοίπασι;" Τοῦτο τῆς τοῦ Σαοὺλ ὑποψίας, οὐ τῆς τοῦ προφή του δωροδοκίας τεκμήριον. Ἐτόπασε γὰρ χρῆναί τι αὐτῷ προσενεχθῆναι, ὡς ἄρχοντι καὶ προφήτῃ· ἀλλ' οὐδὲν προσενήνοχεν· ἀλλὰ τοὐναντίον φιλοφροσύνης παμπόλλης ἀπήλαυσε. Τοῦ δὲ προφήτου τὸ ἀδωρο δόκητον διδάσκουσιν αὐτοῦ οἱ λόγοι ἐπὶ τοῦ λαοῦ παντὸς εἰρημένοι." Μόσχον γὰρ, φησὶ, τίνος ὑμῶν εἴληφα; ἢ τίνα ὑμῶν καταδεδυνάστευκα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξ ίλασμα, ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; εἴπατε κἀμοὶ, καὶ ἀποδώσω ὑμῖν." Καὶ ἐβεβαίωσε τοῦ προφήτου τοὺς λόγους ἡ τοῦ λαοῦ μαρτυρία. ΕΡΩΤ. ΙΖʹ. Διατί βλέποντα τὸν προφήτην ἐκάλουν; Ὡς τὰ μέλλοντα προορῶντα. Οὐ γὰρ τῶν τοῦ σώ ματος ὀφθαλμῶν τοῦτο τὸ ὄνομα· ἀλλὰ τῆς πνευμα τικῆς θεωρίας. Τὴν μέντοι βαμὰ, ὑψηλὴν ὁ Ἀκύ λας ἡρμήνευσε· γαβαὰ δὲ, τὸν βουνόν· ξέ νους δὲ, τοὺς κεκλημένους· τὴν δὲ κωλέαν, κνή μην. Ταύτην δὲ αὐτῷ παρατέθεικεν, ὡς μέλλοντι βασιλεύειν καὶ τοῦ λαοῦ προκινδυνεύειν. Τοῦτο γὰρ ἐπήγαγεν·" Ἰδοὺ μαρτύριον, παράθες αὐτὸ ἐν ώπιόν σου, καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοῦ λαοῦ. ΕΡΩΤ. ΙΗʹ. Τίνος χάριν χρίσας αὐτὸν κατεφίλησε; Τῆς ἐνούσης αὐτῷ χάριτος μεταδέδωκε. Καὶ γὰρ καὶ ὁ Κύριος ἐμφυσήσας τοῖς ἀποστόλοις ἔφη·" Λά βετε Πνεῦμα ἅγιον."–" Ἐκ γὰρ τοῦ πληρώματος αὐ τοῦ ἡμεῖς πάντες ἐλάβομεν." Οὕτως ὁ προφήτης τὸν χειροτονηθέντα κατεφίλησε βασιλέα, ἵνα τῆς ἐνοικού σης αὐτῷ χάριτος μεταδῷ. ΕΡΩΤ. ΙΘʹ. Τί δήποτε πολλὰ δέδωκεν αὐτῷ σημεῖα; Εἶδεν αὐτὸν ἀμφιβάλλοντα, καὶ τὴν οἰκείαν ὁμολο γοῦντα πενίαν." Οὐχ υἱὸς γὰρ, φησὶν, Ἰεμιναίουἀνδρὸς ἐγώ εἰμι, τοῦ σμικροτέρου σκήπτρου ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ ἡ πατριά μου ὀλιγοστὴ παρὰ πάσας τὰς πατριὰς τοῦ Βενιαμίν;" Τούτου χάριν βεβαιοῖ τὴν τῆς βασιλείας ἐπαγγελίαν ταῖς περὶ τῶν ἁπάντων προῤῥήσεσι. Καὶ πρῶτον τοὺς τὰ περὶ τῶν ὄνων αὐτῷ κομίζοντας εὐαγγέλια. Εἶτα τοὺς εἰς τὴν τοῦ Θεοῦ προσκύνησιν εἰς Βαιθὴλ ἀπιόν τας, καὶ ἐκ τῶν τῷ Θεῷ κομιζομένων ἀπαρχὰς αὐτῷ προσκομίζοντας." Ἐρωτήσουσι γάρ σε, φησὶ, τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν." Ἔπειτα τῶν προφητῶν τὸν χορὸν, καὶ τῶν σὺν αὐτοῖς χορευόντων τὸν θίασον, αὐλοῖς καὶ κινύρᾳ κεχρημένων, καὶ ναύλαις, καὶ τυμπάνοις, καὶ τὴν ἐκεῖθεν ἐκπηδῶσαν τοῦ Πνεύμα τος χάριν, καὶ αὐτὸν προφητεῦσαι παρασκευάζου σαν. ΕΡΩΤ. Κʹ. Τί ἐστι," Μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἑτέραν;" Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μό νον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδωκε. ΕΡΩΤ. ΚΑʹ. Τί ἐστι," Συνετέλεσε προφητεύων;" Οὐκ ἔσχε διηνεκὲς τῆς προφητείας τὸ χάρισμα. Εἰς ἔμφασιν δὲ καὶ δήλωσιν τῆς πνευματικῆς δωρεᾶς κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν. Οὕτω καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι, οὓς ὁ μέγας ἐξελέξατο Μωσῆς, εὐθὺς μὲν ἐκλεγέντες προφητικῆς ἠξιώθησαν ἐνεργείας. Μετὰ δὲ ταῦτα προεφήτευον μὲν ἥκιστα· ὑπὸ δὲ τῆς θείας σοφιζόμενοι δωρεᾶς, τοῦ λαοῦ τὰς ἀμφισβητήσεις διέλυον. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε χρίσας ὁ Σαμουὴλ τὸν Σαοὺλ, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀκούσας, ὡς αὐτὸν προσήκει βασιλέα χειροτονεῖν, κλήρους βαλεῖν ἐκέλευσε τὰς φυλάς, Οὐδὲ τοῖς θείοις προφήταις ἐπίστευον οἱ πονηρίᾳ συζῶντες. Ἵνα τοίνυν μὴ τοπάσωσι χάριτος ἀνθρω πίνης εἶναι τὴν ψῆφον, κλήρους βληθῆναι προσέτα ξεν. Εἶτα τῆς Βενιαμίτιδος κατακληρωθείσης φυ λῆς, καὶ πάλιν εἰς πατριὰς, καὶ οἴκους, καὶ ἄνδρας διαιρεθείσης, τῷ Σαοὺλ ψῆφος ἀπεκληρώθη. Πειρα θεὶς δὲ λαθεῖν (ἑώρα γὰρ τὴν ἐξουσίαν ὑπερβαί νουσαν αὐτοῦ τὴν ἀξίαν), ὑπὸ τοῦ Θεοῦ τῷ προφήτῃ κατεμηνύθη, καὶ τὴν ἐπὶ παντὸς τοῦ λαοῦ χειροτο νίαν ἐδέξατο. ΕΡΩΤ. ΚΓʹ. Τίνος χάριν Ναὰς ὁ Ἀμμανίτης τῶν Ἰσραηλιτῶν τοὺς δεξιοὺς ἐξέκοπτεν ὀφθαλμούς; Ἀχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλό μενος. Ὁ γὰρ τὴν ἀσπίδα τῇ εὐωνύμῳ χειρὶ προ βαλλόμενος, συγκαλύπτει ταύτῃ τὸν εὐώνυμον ὀφθαλ μὸν, τῷ δεξιῷ δὲ τοὺς πολεμίους ὁρᾷ. Ὁ τοίνυν τὸν δεξιὸν ἀφῃρημένος εὐάλωτος ἐγίνετο πολε μῶν. ΕΡΩΤ. ΚΔʹ. Διατί τὸν Σαοὺλ πρῶτον αὐτοῖς ἔδωκε βασιλέα; Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειρο τονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ' αὐτοῦ τὰ θεῖα παιδεύεσθαι· τὸν πάντων μέγιστον ἐξελέξατο, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν, ἀλλὰ σώματος ἐθαύμαζον μέγεθος. ΕΡΩΤ.

Spanish Gemini
0.1

Intertext edge

Open linked passage

Note