Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
0.1
δημιουργίας θεολογίαν ὁ συγ γραφεύς; Μετρεῖν εἴωθε τοῖς παιδευομένοις ἡ θεία γραφὴ μαθήματα, καὶ τοῖς μὲν τελείοις προσφέρειν τὰ τέλεια, τοῖς ἀτελέσι δὲ τὰ στοιχειώδη, καὶ τῇ σφῶν δυνάμει συμβαίνοντα. ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν. οὐ μὴν οὐδὲ τὸν τῆς θεολογίας παραλέ λοιπε λόγον. τὸ γὰρ φάναι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἄλλα ὅσα τῆς κτίσεως μόρια γενητά, καὶ δεῖξαι τούτων δημιουργὸν τὸν τῶν ὅλων Θεόν, ἀρκοῦσαν τοῖς τότε θεολογίαν προσήνεγκε. τῶν μὲν γὰρ ἐδήλωσε τὴν ἀρχήν· τοῦ δὲ εὑρεῖν οὐκ ἴσχυσε τὴν ἀρχήν. καὶ ἀΐδιον τοίνυν ἐγνωκὼς τὸν Θεὸν καὶ ποιητὴν τοῦ παντὸς ὀνομάσας, καὶ ἀγαθὸν ποιητήν, τῷ φυσιολογικῷ τὸ θεολογικὸν μάλα σοφῶς συνήρμοσεν. ἄλλως τε καὶ προ μεμαθήκεσαν οἱ ταῦτα διδασκόμενοι τοῦ Θεοῦ τὸ ἀΐδιον. ἀποσταλεὶς γὰρ εἰς Αἴγυπτον παρὰ τοῦ Θεοῦ τῶν ὅλων ὁ θεσπέσιος Μωϋσῆς προσετάχθη τοῖς ὁμοφύλοις εἰπεῖν·" ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς". τὸ δὲ" ὁ ὢν" τοῦ ἀϊδίου δηλωτικόν· δῆλον δὲ τοῖς φιλομαθέσιν, ὡς 5 ἐκεῖνα πρὸ τούτων ἐρρέθη. ἐκείνην γὰρ αὐτοῖς τὴν διδασκαλίαν ἔτι τὴν Αἴγυπτον οἰκοῦσι προσήνεγκε· ταῦτα δὲ ἐν τῇ ἐρήμῳ συνέγραφε. II Τί δή ποτε τῆς τῶν ἀγγέλων οὐκ ἐμνήσθη δημιουργίας; Οὐδὲν στερρὸν εἶχον βέβαιον οἱ νομοθετούμενοι· αὐτίκα γοῦν μετὰ πολλὰ καὶ ἄφραστα θαύματα, τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν· οἱ δὲ τὰ τῶν κτηνῶν ἰνδάλματα ῥᾳδίως οὕτω θεοποιήσαντες, τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; οὗ χάριν μέχρι τῆς τοῦ Ἀβραὰμ τελειότητος, οὐδενὶ τῶν πάλαι ἀνθρώπων δι' ἀγγέλου ὁ τῶν ὅλων διελέχθη Θεός· ἐπὶ δὲ τῆς Ἄγαρ πρῶτον ἀγγέλου μνήμην ὁ θεσπέ σιος ἐποιήσατο Μωϋσῆς· καὶ μάλα εἰκότως· τύπος γὰρ ἡ Ἄγαρ τῆς πα λαιᾶς διαθήκης κατὰ τὸν θεῖον ἀπόστολον·" τὸ γὰρ Ἄγαρ φησί, Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ". ἐπειδὴ τοίνυν δι' ἀγγέλων ὁ νόμος ἐδόθη·" διαταγείς, γάρ φησι, δι' ἀγγέλων ἐν χειρὶ με σίτου". καὶ πάλιν·" εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος". καὶ μάλα προσφόρως ὁ τῶν ὅλων Θεὸς δι' ἀγγέλου καὶ τῆς δουλείας ἀνέμνησε καὶ τὰ περὶ τοῦ τεχθησομένου παιδὸς προηγόρευσεν. ὅτι δὲ κτιστὴν ἔχουσι φύσιν καὶ ἄγγελοι καὶ ἀρχάγ γελοι, καὶ εἴ τι ἕτερόν ἐστιν ἀσώματον, πλὴν τῆς ἁγίας τριάδος, ἡ θεία σαφῶς ἡμᾶς διδάσκει γραφή. ὑμνεῖν γὰρ καὶ τούτοις Δαβὶδ παρακελεύε ται ὁ προφήτης·" αἰνεῖτε γὰρ αὐτόν, φησί, πάντες οἱ 6 ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ". καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν·" ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη σαν". καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ," ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα". καὶ οἱ τρεῖς μακάριοι παῖδες ἐν τῇ καμίνῳ τὸν θεῖον ὕμνον ὑφαίνοντες, καὶ τὸ πανάριστον ἐκεῖνο καὶ λίαν ἁρμόδιον εἰρη κότες προοίμιον·" εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον", εὐθὺς ἐπήγαγον," εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις Κυρίου τὸν Κύ ριον". ἀλλὰ γὰρ παρέλκον οἶμαι περὶ τούτων μακρηγορεῖν· πᾶσα γὰρ ἡ θεόπνευστος γραφὴ τῆσδε τῆς διδασκαλίας ἀνάπλεως. III Προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς ἄγγελοι, ἢ σὺν τούτοις ἐγένοντο; Περιττὰς μὲν ἐγὼ τὰς τοιαύτας ζητήσεις ὑπείληφα. τίς γὰρ ὄνησις προσ γενήσεται τοῖς ἐγνωκόσι τὸν τῆς τῶν ἀγγέλων δημιουργίας καιρόν; οἶδα δὲ καὶ τὸν θεῖον ἀπόστολον τῷ θαυμασίῳ Τιμοθέῳ παρεγγυῶντα·" παραγγεῖλαι τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις". ἐρῶ δὲ ὅμως ὅπερ συμβαίνειν ὑπείληφα τῷ σκοπῷ τῆς θείας γραφῆς· ἀπερίγραφον μόνην ἐδιδάχθημεν εἶναι τὴν θείαν φύσιν, ἅτε δὴ ἄκτιστον οὖσαν καὶ ἄναρχον, καὶ ἀΐδιον· τὰ δέ γε ἀρξάμενα τοῦ εἶναι περιγεγραμ μένον ἔχει δηλονότι τὸ εἶναι. οὐκοῦν καὶ ἀσώματον λέγοντες εἶναι τῶν 7 ἀγγέλων τὴν φύσιν, περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν. πῶς γὰρ ἄν τις νοήσαι" χιλίας χιλιάδας καὶ μυρίας μυριά δας", κατὰ τὸν θεῖον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ εἶναι περι γραφῇ; ἀλλ' ὅτι μὲν περιγεγραμμένην ἔχουσιν οἱ ἄγγελοι τὴν οὐσίαν, οὐδένα ἀντερεῖν οἶμαι· καὶ γὰρ τῶν ἀνθρώπων ἕκαστον ὑφ' ἑνὸς ἔφη τετάχ θαι κηδεμονίαν ὁ δεσπότης Χριστός·" ὁρᾶτε γάρ, φησί, μὴ κα ταφρονήσετε ἑνὸς τῶν ἐλαχίστων τῶν πιστευόν των εἰς ἐμέ· ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρα νοῖς". καὶ ἑκάστῳ δὲ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία γραφή. ὁ γὰρ τῷ προφήτῃ Δανιὴλ προσδιαλεγόμενος ἄγγελος, καὶ ἄρχοντα περσῶν εἴρηκε, καὶ ἄρχοντα ἑλλήνων, καὶ Μιχαὴλ τὸν ἄρχοντα τῶν ἰουδαίων. καὶ Μωϋσῆς δὲ ὁ μέγας ἐν τῇ ᾠδῇ φησιν·" ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ". εἰ τοίνυν ὁ μὲν τούτων, ὁ δὲ ἐκείνων ἄρχειν ἐτάχθη, ἕκαστος δὲ τῶν ἀν θρώπων ὑπὸ τὴν ἑνὸς φροντίδα τελεῖ, εὔδηλον ὡς περιγεγραμμένην ἔχουσι τὴν οὐσίαν. εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, τόπου ἄρα προσδέον ται. μόνον γὰρ τὸ θεῖον, ὡς ἀπερίγραφον, οὐκ ἐν τόπῳ. εἰ δὲ τὸ περιγε γραμμένον ἐν τόπῳ, πῶς οἷόν τε προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους; οὐ γὰρ ὄντος τοῦ φέροντος, πῶς ἔνεστι τὸ φερόμενον εἶναι; 8 IV Ἀλλά, φασί τινες, χρῆναι λέγειν προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγ γέλους· ἀγγέλων γάρ, φησί, οὐκ ὄντων πῶς ὁ τῶν ὅλων ὑμνεῖτο Θεός; Ἀλλ' οἱ ταῦτα λέγοντες ἀγνοοῦσιν ὡς καὶ ἀνάρχους αὐτοὺς καὶ ἀϊδίους οὗτος ὁ λόγος ποιεῖ· εἰ γὰρ ἐδεῖτο τῶν ὑμνούντων ὁ τῶν ὅλων Θεός, ἀεὶ δὲ τούτους εἶχεν ὑμνοῦντας, συναΐδιοι ἄρα οἱ ἄγγελοι τῷ τῶν ὅλων Θεῷ. εἰ δὲ οὐκ ἀεί, ἀλλ' ὅτε περ ἠβουλήθη τούτους ἐδημιούργησεν, ἦν ἄρα τις αἰών, ἐν ᾧπερ τοὺς ὑμνοῦντας οὐκ εἶχεν ὁ τῶν ὅλων Θεός. οὐκοῦν οὐ δεῖται τῶν ὑμνούντων ὁ δεσπότης Θεός· ἀνενδεῆ γὰρ ἔχει τὴν φύσιν· δι' ἀγαθότητα δὲ μόνην καὶ ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ πάσῃ τῇ κτίσει τὸ εἶναι δεδώρηται· ποίαν δὲ καὶ λειτουργίαν εἶχον πρὸ τῆς κτίσεως ὄντες, οὐδενὸς ὄντος τοῦ τῆς τούτων ὠφελείας προσδεομένου; ὅτι γὰρ εἰς τὴν τῶν ἀνθρώπων κηδεμονίαν ὑπουργοῦσι τῷ τῶν ὅλων Θεῷ, μάρ τυς ὁ θεῖος ἀπόστολος βοῶν·" οὐχὶ πάντες εἰσὶ λειτουρ γικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν"; οὐκοῦν εὔδηλον, ὡς ἡμεῖς μὲν τῆς ἐκείνων ἐπικουρίας δεόμεθα· ὁ δὲ Θεὸς ἥκιστα μέν τινος ἐνδεής, ἄβυσσος δὲ ὢν ἀγαθότητος, ἠβουλήθη καὶ τοῖς μηδαμῆ μηδαμῶς οὖσι μεταδοῦναι τοῦ εἶναι. ἀλλὰ γὰρ οἱ προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους ἰσχυριζόμενοι, ὡς ἰσχυρὸν ἡμῖν καὶ ἄμαχον προβάλλον ται ἐκεῖνο τὸ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰὼβ εἰρημένον·" ὅτε ἐποίουν ἄστρα, ᾔνεσαν με πάντες ἄγγελοί μου". καὶ οὐ συνορῶσιν, ὡς τῇ τετάρτῃ ἡμέρᾳ σὺν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ τὰ 9 ἄστρα παρήγαγεν ὁ τῶν ὅλων Θεός. εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι. καὶ γὰρ ὁ θεῖος ἀπόστο λος τῷ κόσμῳ αὐτοὺς συζεύγνυσι λέγων" θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις". ἐγὼ δὲ τοῦτο οὐκ ἀποφαινόμενος λέγω· τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή· ἀλλ' ὅπερ τοῖς εὐσεβέσι λογισ μοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι ἀναγκαῖον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα, πλὴν τῆς ἁγίας τριάδος, κτιστὴν ἔχει τὴν φύσιν. συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους. τὸ δὲ λογομαχεῖν" εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων", ἀπαγορεύει διαρρήδην ὁ θεῖος ἀπόστολος. V Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γὰρ ὁ συγγραφεύς·" ἡ δὲ γῆ ἦν" Ἠλίθιον καὶ ἄγαν ἀνόητον τὸ ἐρώτημα· ὁ γὰρ εἰπών·" ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", οὐκ ἀΐδιον ἔφη τὴν γῆν, ἀλλὰ μετὰ τὸν οὐρανόν, ἢ σὺν τῷ οὐρανῷ δεξαμένην τὸ εἶναι. ἄλλως τε οὐδὲ ἀπολύτως εἶπεν ὁ συγγραφεύς·" ἡ δὲ γῆ ἦν", ἀλλὰ τὸ ἑξῆς συναρμόσας," ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα 10 τασκεύαστος", τοῦτ' ἔστιν, ἐγένετο μὲν ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἔτι δὲ ἀόρατος ἦν ἐπικειμένου τοῦ ὕδατος, καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα τῇ βλάστῃ, μηδὲ ἀνθήσασα λειμῶνας καὶ ἄλση καὶ λήϊα. VI Οὐκ ἐδίδαξεν ἡμᾶς ὁ Μωϋσῆς ὅτι καὶ τὰ ὕδατα ἐδημιούργησεν ὁ Θεός; Καὶ μὴν εἰρηκώς·" ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύασ τος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου", ἔδειξε μετὰ τῆς γῆς δημιουργηθεῖσαν τῶν ὑδάτων τὴν φύσιν. καὶ περὶ τοῦ σαββάτου δὲ νομοθετῶν ὁ τῶν ὅλων Θεός, οὕτως ἔφη·" ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ σάββατον, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου. ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς". ὡς εἶναι δῆλον ὅτι πᾶν ὁτιοῦν ἐν τούτοις ὄν, ἢ ὁρατὸν ἢ ἀόρατον ἢ αἰσθητὸν ἢ νοητόν, πλὴν τῆς θείας οὐσίας, κτιστὴν ἔχει τὴν φύσιν. καὶ ὁ θειότατος δὲ Δαβὶδ εἰρηκώς·" μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν", ἐπήγαγε·" τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. VII Εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησε, πῶς αὐτὸς τὸ σκότος ἐποίησεν; ἐναντία γὰρ ταῦτα ἀλλήλοις Ἐναντία μὲν ἀλλήλοις, ἀλλ' ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα. τὸ μὲν γὰρ πρὸς ἐργασίαν τε καὶ φιλοπονίαν συνεργεῖ τοῖς ἀνθρώποις, καὶ ὑπο 11 δείκνυσι τὰ ὁρώμενα καὶ τὸν τούτων ποιητὴν ὑμνεῖσθαι παρασκευάζει. τὸ δὲ διαναπαύει καὶ νεουργεῖ τοὺς ἀνθρώπους καὶ τὸν ἐκ τῆς ἐργασίας ἐγγινόμενον διαλύει πόνον, καὶ τοὺς ἀνθρώπους μὲν οἴκαδε συναγείρει, τοῖς δέ γε θηρίοις ἄδειαν παρέχει νομῆς· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος διδάσκει Δαβίδ·" ἔθου, γάρ φησι, σκότος καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ. σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζη τῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας". οὕτως ταῦτα εἰπὼν τὴν τοῦ ποιητοῦ θαυμάζει μεγαλουρ γίαν, καί φησιν·" ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας". ὅτι μὲν οὖν ἀναγκαῖον τὸ σκότος ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ πρᾶγ μα συμβεβηκός, καταμαθεῖν εὐπετές· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀπο σκίασμα· διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος. τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκε, καὶ δυόμενον ἀνίσχει, καὶ ἀπιὸν ἐπαν έρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως ὁ οὐρανὸς καὶ ἡ γῆ, τὰ μέγιστα σώματα, οὐσίαι εἰσὶ διάφοροι· ἡ δὲ ἐκ τούτων ἀποτε λουμένη σκιά, τοῦ φωτὸς οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος. τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως. εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος· οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν, ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ. σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ 12 τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς. τοῦτο καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον· ὑποχωροῦντος γὰρ τοῦ φωτός, οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ· ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ' ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγ καία καὶ τοῦ Θεοῦ τὴν σοφίαν κηρύττουσα. αὐτίκα γοῦν ὁ προφήτης τὸν τῶν ὅλων Θεὸν καὶ ἐντεῦθεν ὑμνεῖ·" ὁ ποιήσας, γάρ φησι, φῶς καὶ κατασκευάσας σκότος". ἁρμοδίως δὲ ἄγαν ἑκάτερα τέθεικεν· τὸ μὲν ποιήσας ἐπὶ τοῦ φωτός, τὸ δὲ κατασκευάσας ἐπὶ τοῦ σκό τους· συμβεβηκὸς γάρ ἐστι, συνιστάμενον καὶ διαλυόμενον. καὶ οἱ τρισμα κάριοι δὲ παῖδες πᾶσαν τὴν κτίσιν εἰς ὑμνῳδίαν καλέσαντες, τῇ ἡμέρᾳ τὴν νύκτα συνέζευξαν, καὶ φωτὶ τὸ σκότος συνήρμοσαν· ἐπειδὴ ταῖς τού των διαδοχαῖς καὶ ὁ χρόνος μετρεῖται, καὶ ὁ τῶν ἀνθρώπων συνίσταται βίος. VIII Ποῖον πνεῦμα" ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος"; Τισὶ δοκεῖ τὸ πανάγιον πνεῦμα ζωογονοῦν τῶν ὑδάτων τὴν φύσιν καὶ προδιαγράφον τὴν τοῦ βαπτίσματος χάριν· ἀληθέστερον μέντοι ἐκεῖνον οἶμαι τὸν λόγον, ὅτι πνεῦμα ἐνταῦθα τὸν ἀέρα καλεῖ. εἰπὼν γάρ, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε καὶ τῶν ὑδάτων διὰ τῆς ἀβύσσου μνησ θείς, ἀναγκαίως καὶ τοῦ ἀέρος ἐμνήσθη, ἐκ τῆς τοῦ ὕδατος ἐπιφανείας μέχρι τοῦ οὐρανοῦ διήκοντος· ἀέρος γὰρ φύσις τὸ τοῖς κάτω κειμένοις ἐπιφέρεσθαι σώμασι. μάλα δὲ ἁρμοδίως τὸ" ἐπεφέρετο" καὶ οὐκ ἐπέ κειτο εἴρηκε· τὸ γὰρ" ἐπεφέρετο" τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν παρεδήλου. εἰ δέ τις τοῦτον οὐ προσίεται τὸν λόγον ἐπειδὴ γέγραπται·" πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος", 13 ἀκουσάτω τοῦ μακαρίου Δαβὶδ λέγοντος περὶ τοῦ Θεοῦ τῶν ὅλων·" πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα". ὅτι δὲ τὸν ἄνεμον οὕτως ἐκάλεσε, δῆλόν ἐστι κἂν μὴ λέγω· Εὔρου γὰρ ἢ Νότου πνέοντος, τὸ πεπηγὸς ὕδωρ διαλύεσθαι πέφυκεν. IX Τίνι λέγει ὁ Θεός·" γενηθήτω φῶς" καί," γενηθήτω στε ρέωμα"; Οὐκ ἄλλῳ τινὶ κελεύει δημιουργεῖν, ἀλλὰ τὰ μὴ ὄντα καλεῖ· ἐνταῦθα δὲ πρόσταγμα τὸ βούλημα·" πάντα, γάρ φησιν, ὅσα ἠθέλησεν ὁ Θεὸς ἐποίησεν". εἰ δὲ καὶ φωνῇ τινι δημιουργῶν ἐχρήσατο, δῆλον ὡς οὐ τῶν ἀψύχων ἕνεκα στοιχείων, ἀλλὰ τῶν ἀοράτων χάριν δυνάμεων· ἵνα γνῶσιν ὡς αὐτοῦ κελεύοντος τὰ μὴ ὄντα συνίσταται. X Διὰ τί τέθεικεν ὁ συγγραφεὺς τό·" εἶδεν ὁ Θεὸς ὅτι καλόν"; Ἵνα πείσῃ τοὺς ἀχαρίστους μὴ ψέγειν ἅπερ ἡ θεία ψῆφος ὀνομάζει καλά. XI Εἷς οὐρανὸς ἢ δύο εἰσίν; Τῆς θείας διδασκούσης γραφῆς, ὡς" ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λε γούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυν θανομένων ἐμφαίνει τὴν ἄνοιαν. ἔδει γὰρ καὶ ἐκ τοῦ καιροῦ καὶ μέντοι καὶ ἐκ τοῦ τρόπου τῆς δημιουργίας τὸ διάφορον γνῶναι· ὁ μὲν γὰρ πρὸ τοῦ φωτός, ὁ δὲ μετὰ τὸ φῶς· καὶ ὁ μὲν οὐκ ἔκ τινος· ὁ δὲ ἐξ ὑδάτων· 14" γενηθήτω, γάρ φησι, στερέωμα ἐν μέσῳ τοῦ ὕδα τος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος". εἶτα εἰπὼν ὡς ὁ λόγος ἔργον ἐγένετο· τοῦτο γὰρ δήλοι τὸ" καὶ ἐγένετο οὕτως". διδάσκει καὶ πῶς ἐγένετο·" ἐποί ησε, γάρ φησιν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ ρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν". ὁ δὲ πρότερος οὐρανὸς οὐκ ἐκλήθη στε ρέωμα, ἀλλ' οὐρανὸς ἐξ ἀρχῆς ὠνομάσθη· οὗτος γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος τὴν προσηγορίαν ἐδέξατο, ἐπειδὴ γὰρ ἐκ τῆς ῥοώδους τῶν ὑδάτων οὐσίας συνέστη, καὶ ἡ ῥυτὴ φύσις στεγανωτάτη γέγονε καὶ στερέμνιος προσηγορεύθη στερέωμα. εἶτα ὡς ἄνωθεν ἐπικείμενος, καὶ τοῦ προτέρου οὐρανοῦ τὴν χρείαν ἡμῖν πληρῶν, οὐρανὸς προ σωνομάσθη. διχῆ δὲ διεῖλε τῶν ὑδάτων τὴν φύσιν ὁ τῶν ὅλων Θεός· καὶ τὰ μὲν ἄνωθεν ἐπιτέθεικε τῷ στερεώματι, τὰ δὲ κάτω καταλέλοιπεν ἵνα τὰ μὲν ἄνωθεν ἐπικείμενα τῇ τε ὑγρότητι καὶ ψυχρό τητι μὴ συγχωρῇ τῷ πυρὶ τῶν φωστήρων λωβᾶσθαι τὸ στερέωμα, τὰ δὲ κάτω μεμενηκότα διατρέφῃ τοῖς ἀτμοῖς τὸν ἀέρα διαυαινόμενον καὶ ξηραινόμενον ὑπὸ τοῦ ἄνωθεν ἐπικειμένου πυρός. τοιγαροῦν καὶ ὁ τῷ δευτέρῳ διαπιστῶν οὐρανῷ ἔξω βαίνει τῆς εὐθείας ὁδοῦ· καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν. πληθυντικῶς δὲ θεία γραφὴ τοὺς οὐρανοὺς ὀνομάζει λέ γουσα" οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἐπειδὴ τῶν ἑβραίων ἡ γλῶττα οὔτε 15 τὸν οὐρανόν, οὔτε τὸ ὕδωρ οἶδεν ἑνικῶς ὀνομάσαι. εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ· Ἀθήναν γὰρ τὴν πόλιν οὐδεὶς ἑνικῶς ὀνομάζει, ἀλλ' Ἀθήνας πληθυντικῶς· καὶ Δελφῶν πάλιν τὴν πόλιν οὐδεὶς Δελφόν, ἀλλὰ Δελφοὺς πληθυντικῶς. οὐ τοίνυν ὡς πολλῶν ὄντων οὐρα νῶν οὐρανοὺς οὐρανῶν ἡ θεία εἶπε γραφή, ἀλλὰ τὸ ἰδίωμα φυλάξασα τῆς ἑβραΐδος φωνῆς· ἐπεὶ ἐν ἑτέρῳ ψαλμῷ σαφέστερον ἡμᾶς τοῦτο διδάσ κουσα καὶ παραλιποῦσα τὸ τῆς γλώττης ἐκείνης ἰδίωμα οὕτως ἔφη·" ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ", ὡς εἶναι δῆλον, ὅτι καθάπερ οὗτος ὁ οὐρανὸς ἡμῖν ἐστιν ὄροφος, ἡ δὲ γῆ ἔδαφος, οὕτως ὁ ὁρώμενος οὐρανὸς ὄροφον ἔχει τὸν ὑπερκείμενον οὐρανόν. XII Τί δή ποτε μίαν εἰπὼν τὴν τῶν ὑδάτων συναγωγήν, πολλὰς μετὰ ταῦτα δηλοῖ;" συνάχθη, γάρ φησι, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν". Μία μέν ἐστι τῶν ὑδάτων συναγωγή· τὰ πελάγη γὰρ ἀλλήλοις συνήρμοσ ται· τὰ μὲν κάτωθεν διά τινων ὑπογείων πόρων· τὰ δὲ καὶ κατ' αὐτὴν τὴν ἐπιφάνειαν. πληθυντικῶς δὲ πάλιν τὰς" συναγωγὰς" ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν καὶ τὸ Τυρρηνι κὸν ἕτερον· καὶ ἄλλη μὲν ἡ Προποντίς, ἄλλος δὲ ὁ Ἑλλήσποντος, καὶ ὁ Αἰγαῖος ἕτερος καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος. ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες μὲν Ἀτλαντικόν, τινὲς δὲ Ὠκεανὸν ὀνομάζουσι. τούτου χάριν, ὡς μὲν συνημμένην συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διῃ ρημένας, συναγωγάς. 16 XIII Τί δή ποτε τὰς οὐκ ἐδωδίμους βοτάνας βλαστῆσαι προσέταξεν ὁ Θεός; Πολλὰ τῶν ἀλόγων ζῴων τὰ γένη· τὰ μὲν θηρία, τὰ δὲ κτήνη προσαγο ρευόμενα· καὶ τὰ μὲν ἑρπετά, τὰ δὲ πετεινά· τούτοις ἅπασι τροφὴν προ ηυτρέπισεν ὁ Θεός, καὶ ταῦτα δὲ τῆς τῶν ἀνθρώπων ἕνεκα πεποίηκε χρείας. αὐτίκα γοῦν καὶ δι' ἡμᾶς αὐτά φησι διατρέφεσθαι·" τῷ ἐξανατέλ λοντι, γάρ φησι, χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων". τὸ τοίνυν τούτῳ ἄχρηστον, ἐκείνῳ χρήσιμον καὶ τὰ τοῖς ἀνθρώποις οὐκ ἀναγκαῖα, τοῖς δι' αὐτοῦ γεγενημέ νοις ἁρμόδια. πρὸς δὲ τούτοις προορῶν ὁ Θεός, ὅτι καὶ πάθη προσγενήσεται τοῖς ἀνθρώποις, ἅ τε δὴ διὰ τὴν ἁμαρτίαν δεξαμένοις τοῦ θανάτου τὸν ὅρον, οὐ μόνον ἐδωδίμους, ἀλλὰ καὶ ἀλεξικάκους τῶν παθημάτων βοτάνας βλαστῆσαι τῇ γῇ προσέταξε. καὶ τοῦτο μάθοι τις ἂν ἀκριβέστερον παρὰ τῶν τὴν ἰατρικὴν ἠσκημένων τέχνην· ὅτι καὶ τὰ δοκοῦντα εἶναι δηλητήρια, παθῶν ἐστιν ἰατήρια· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γί νεται καὶ ὑγείας παρεκτικά. {XIV Τῶν φωστήρων δημιουργηθέντων, τί γέγονε τὸ πρότερον φῶς; Ὁ δεσπότης Θεὸς καὶ ἐκ μὴ ὄντων ποιεῖ, καὶ ἐξ ὄντων δημιουργεῖ· τὸν μὲν γὰρ πρότερον οὐρανὸν ἐκ μὴ ὄντων ἐδημιούργησε, τὸν δὲ δεύτερον ἐξ ὑδάτων ἐποίησεν. οὕτω τὴν γῆν μὴ οὖσαν παρήγαγεν· τὰ γένη δὲ τῶν δένδρων καὶ τῶν σπερμάτων αὐτῇ βλαστῆσαι προσέταξεν. καὶ τὸ φῶς τοίνυν ἐδημιούργησεν ὡς ἠθέλησεν. ὥσπερ δὲ τῷ στερεώματι διεῖλε τῶν ὑδάτων τὴν φύσιν, καὶ τὰ μὲν ἐπιτέθεικεν ἄνωθεν, τὰ δὲ κάτω κατα 17 λέλοιπεν, οὕτως ἐκεῖνο τὸ φῶς διελὼν ὡς ἠθέλησεν, τοὺς φωστῆρας τοὺς μεγάλους καὶ τοὺς μικροὺς κατεσκεύασεν. XV Τί ἐστι τὸ" εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυ τοὺς καὶ εἰς ἡμέρας"; Ὁ ἥλιος ἀνίσχων μὲν καὶ δυόμενος τὰς ἡμέρας ποιεῖ· εἰς δὲ τὰ νότια καὶ τὰ βόρεια μέρη διατρέχων, τὸν ἐνιαύσιον κύκλον ἀποτελεῖ. οὗτος καὶ τὰς τροπὰς ἐργάζεται, ἃς καιροὺς ὠνόμασεν ἡ θεία γραφή· ἀπὸ γὰρ τοῦ ἰσημερινοῦ τόπου πρὸς τὰ βόρεια μεταβαίνων τὸ ἔαρ ποιεῖ· εἶτα ἐκεῖθεν ἐπανιὼν μέχρι τούτων τῶν ὅρων, τὴν θερινὴν κατασκευάζει τροπήν· προϊόντος δὲ αὐτοῦ ἐντεῦθεν ἐπὶ τὰ νότια, τὸ μετόπωρον γίνεται· ἐπα νιὼν δὲ αὖθις, τὸν χειμῶνα ποιεῖ. ἐκ δὲ τοῦ δρόμου τῆς σελήνης τὸν τῶν μηνῶν μανθάνομεν ἀριθμόν· διὰ τριάκοντα γὰρ ἡμέρων, ἓξ ὡρῶν δεουσῶν, τὸν οἰκεῖον δρόμον πληροῖ· οὗ δὴ χάριν τὸν τῶν τοσούτων ἡμερῶν ἀριθ μὸν μῆνα προσαγορεύομεν. ἐπειδὴ καὶ τὴν σελήνην ὀνομάζουσι μήνην. τὸ δὲ" εἰς σημεῖα", οὐ κατὰ τοὺς ἀνοήτους νοοῦμεν ἡμεῖς· τὴν γὰρ τῆς γενεθλιαλογίας ματαιολογίαν, οὐδὲ Πυθαγόρας, οὐδὲ Σωκράτης, οὐδὲ Πλάτων, οὐδὲ οἱ στωϊκοὶ προσεδέξαντο. εἰ δὲ οἱ τοῖς μύθοις ἐντεθραμ μένοι τοῦδε τοῦ μύθου τὸ δυσσεβὲς ἐβδελύξαντο, τίς ἂν τοῖς θείοις πιστεύων λόγοις, τῶν οὐ δυσσεβῶν μόνον, ἀλλὰ καὶ λίαν ἀνοήτων ἀνάσχοιτο λόγων;" σημεῖα" τοίνυν ἡ θεία καλεῖ γραφὴ τὸ εἰδέναι σπόρου καιρόν, τοῦ φυτεῦσαι, τοῦ καθάραι, τοῦ ξύλα τεμεῖν εἰς ναυπηγίαν καὶ οἰκο δομίαν ἐπιτήδεια· ἐντεῦθεν καὶ οἱ ναυτιλίᾳ χρώμενοι μεμαθήκασι, πότε μὲν ἀπᾶραι, πότε δὲ καθορμίσαι προσήκει τὸ σκάφος· καὶ πότε μὲν πετάσαι 18 δεῖ τὸ ἱστίον, πότε δὲ καθελεῖν· ἡ πεῖρα γὰρ αὐτοὺς ἐξεπαίδευσε τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δύσεις· πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγω νίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμ βολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν. ταῦτα τοίνυν" σημεῖα" ἐκά λεσεν, οὐκ ἐκεῖνα τὰ πάσης ἀνοίας καὶ δυσσεβείας μεστά. XVI Τί δή ποτε τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησε, τὰ δὲ ζῷα μετὰ τούτους; Ὀφθαλμοὺς ἔχει τὰ ζῷα, καὶ τοῦ φωτὸς τὴν ὑπερβολὴν οὐκ ἂν ἤνεγκε· τοῦτο δὲ διανεμηθὲν εἰς τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας σύμμετρον τῇ ὄψει τῶν ζῴων ἀφίησιν αἴγλην· τῶν δὲ φυτῶν ἡ φύσις αἰσθήσεως ἄμοιρος. XVII Τίνος χάριν τὰ μὲν φυτὰ οὐκ ηὐλόγησε, τοῖς δὲ ζῴοις ἔφη" αὐξάνεσ θε" καὶ τὰ ἑξῆς; Τῶν λειμώνων καὶ τῶν ληΐων καὶ τῶν παντοδαπῶν βοτανῶν καί τε δέν δρων εὐθὺς ἐθελήσας τὴν γῆν ἐπλήρωσεν ἅπασαν· τὰ δέ γε ἄλογα ζῷα ἀνὰ δύο παρήγαγεν· εἰκότως τοίνυν αὐτοῖς τὴν εὐλογίαν προσήνεγ κεν, ἵνα διὰ τῆς πολυγονίας τὰ μὲν πελάγη καὶ λίμνας καὶ ποταμούς, τὰ δὲ τὸν ἀέρα, τὰ δὲ πληρώσῃ τὴν γῆν. XVIII Διὰ τί τὰ θηρία καὶ τὰ ἑρπετὰ πεποίηκεν ὁ Θεός; 19 Δεῖται τὰ παιδία καὶ μορμολυκείων καὶ ἱμάντων καὶ ῥάβδων· καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν· ἑκάτερα δὲ δρῶμεν, πᾶσαν αὐτοῖς εὐταξίαν πραγματευόμενοι. ἐπειδὴ τοίνυν προῄδει ἡμᾶς ὁ δεσπό της Θεὸς εἰς ῥαθυμίαν ἐκκλίνοντας οἷον ἱμάντας τινὰς καὶ μορμολυκεῖα προκατεσκεύασε τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος, πρὸς ἑαυτὸν ἕλκῃ, καὶ καλεῖν εἰς συμμαχιὰν παρασκευάζῃ. ἀλλ' ὥσπερ οἱ τέλειοι καὶ τῶν μορμολυκείων καὶ ἱμάντων καταφρονοῦσιν, οὕτως οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς· καὶ γὰρ τῷ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας παρεστήκει τὰ θηρία τὴν δουλείαν ὁμολογοῦντα, καὶ τῷ Νῶε πάλιν εἰς τὴν κιβωτὸν εἰσιόντι, δίκην προβάτων καὶ λέων ἠκο λούθει καὶ πάρδαλις καὶ τῶν ἑρπετῶν τὰ πικρότατα· καὶ τῷ Δανιὴλ πα ρεστήκεισαν οἱ λέοντες, ὀρεγόμενοι μὲν τροφῆς, πελάσαι δὲ μὴ τολμῶντες. τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδα μόθεν προσήκοντι προσέβαλε σώματι. ἡμεῖς δὲ τὰ θηρία δεδοίκαμεν, ἐπει δὴ τῆς ἀρετῆς τὴν πολιτείαν οὐκ ἔχομεν· καὶ οὕτω δὲ ῥαθυμούντων κηδό μενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν·" ἐν αὐτῇ, γάρ φησι, διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ". τοῖς 20 ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος· ἵνα δὲ μὴ παντάπασιν ἀλώβητοι διαμένοντες καταφρονῶμεν αὐτῶν, ὡς βλάπτειν ἥκιστα δυναμένων· ἔστιν ὅτε συγχωρεῖ δύο τινὰς ἢ τρεῖς ἐκ πολλῶν μυριάδων ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων, ἢ ὑπὸ σκορπίων κεντεῖσθαι ἢ ὑπὸ ὄφεων δάκνεσθαι· ἵν' ἡμεῖς ὡς δεδιότες μή τι παραπλήσιον πάθοιμεν, εἰς ἐπικουρίαν καλῶμεν τὸν πεποιηκότα Θεόν, καὶ ὑπὸ τῆς παναλκοῦς ἐκείνης προμηθείας φρου ρεῖσθαι παρακαλῶμεν. ἄλλως τε οὐδὲ ἐν τοῖς ἄλλοις ἡμῖν ἄχρηστα τὰ θηρία· πολλὰ γὰρ καὶ ἐκ τούτων ἀλεξίκακα ἰατρῶν παῖδες κατασκευάζουσι φάρμακα· μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω. ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν· ἀλλ' ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον ἐκκρινομένην· ἀλλ' οὐδεὶς εὖ φρονῶν, ἀπὸ τούτων διαβάλλει τὸ ζῷον· δίχα γὰρ τούτων βιῶναι τῶν ἀδυνάτων, διὰ γὰρ τούτων ἀρδευόμενον τέθηλεν. χρῄζει γὰρ καὶ φλέγματος καὶ αἵματος καὶ χολῆς ἑκατέρας· ἀλλ' ὥσπερ διὰ τούτων συνέ στηκεν, οὕτως καὶ διὰ τούτων διόλλυται· ἑνὸς γὰρ τῶν εἰρημένων ἢ πλεο νασμὸς ἢ ἔνδεια διαλύει τὸ ζῷον. οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν. οὕτω τοίνυν καὶ ἡμᾶς προσήκει ποιεῖν, μὴ αὐτὸ καθ' ἑαυτὸ ἕκαστον μέρος ἐξετάζει τῆς κτίσεως, ἀλλὰ ζητεῖν εἰ τῷ παντὶ χρήσιμον. ἐπεὶ καὶ τὸ πῦρ καυστικόν ἐστι· καὶ οὐ μόνον σώματα διαφθείρει, ἀλλὰ καὶ οἴκους ἐμπίπρησι καὶ πλοῖα καὶ λήϊα· ἀλλ' ὅμως ἕν ἐστι τῶν τεσσάρων στοιχείων δι' ὧν τὰ πάντα συνήρμοσται καὶ δίχα τούτου τὴν θνητὴν φύσιν διαβιῶναι τῶν ἀδυνάτων. καὶ ὕδωρ ὡσαύτως ἐπικλύζει τὴν γῆν, οἰκίας καταλύει, παμπόλλους τῶν ναυτιλ λομένων διόλλυσι· λυμαίνεται δὲ καὶ τοὺς ἀκαίρως καὶ ἀμέτρως πίνειν 21 ἀνεχομένους, ἀλλ' οὐδεὶς μὴ κομιδῇ παραπαίων ὀλέθριον τὸ ὕδωρ ὠνό μασε. τοῦτο γὰρ καὶ τὴν γῆν ἄρδει καὶ τὰ φυτὰ τρέφει καὶ τὰ ἄλογα ζῷα καὶ τῶν ἀνθρώπων τὴν φύσιν· οὕτω τοίνυν καὶ τῶν ἄλλων ἕκαστον ἐξε τάζομεν, μὴ αὐτὸ καθ' ἑαυτὸ βασανίζοντες, εἴ τε λυμαντικόν ἐστιν εἴ τε ὠφέλιμον· ἀλλ' εἰ τῷ κοινῷ συντελεῖ τινα χρείαν· καὶ θηρία γὰρ αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς δοθεῖσαν αὐτῷ κατ' αὐτῶν ἐξουσίαν, ὡς παραβεβηκότος δὲ τὸν θεῖον νόμον, ἔστιν ὅτε καταφρονεῖ· καὶ γὰρ οἱ πονηροὶ δοῦλοι διαπτύειν εἰώθασι τοὺς ἰθύνειν αὐτοὺς παρὰ τῶν δεσ ποτῶν κεκελευσμένους, ὅταν ἴδωσι διὰ πλημμελήματα παρρησίας ἐστερη μένους. XIX Τίνι ὁ Θεὸς εἴρηκε" ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν"; Τινὲς μὲν τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸν εἰρηκέναι, καὶ τοὺς πονηροὺς δαίμονας ἔφασαν, οὐ συνιέντες οἱ ἐμβρόντητοι τὸ" κατ' εἰκόνα ἡμετέραν" Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε ἡ οὐσία οὔτε εἰκὼν ἡ αὐτή· ὁ μὲν γὰρ ἀΐδιον ἔχει τὴν φύσιν, οἱ δὲ αὐτὸν ἔχουσι ποιητὴν καὶ δημιουργὸν παρ' αὐτοῦ δεδεγμένοι τὸ εἶναι, οἱ δὲ δαίμονες καὶ εἰς πονηρίαν ἑκόντες ἐτράπησαν. ἀνοίας τοίνυν ἐσχάτης, τὸ μίαν ὑπολαβεῖν εἰκόνα τῶν πονηρῶν δαιμόνων καὶ τοῦ πελάγους τῆς ἀγαθότητος· ἰουδαῖοι δὲ εἰς ἑτέραν ἐξώκειλαν παραφροσύνην· φασὶ γὰρ πρὸς ἑαυτὸν εἰρηκέναι τὸν τῶν ὅλων Θεὸν τὸ" ποιήσωμεν ἄνθρωπον" κατά τινα μίμησιν τῶν τὰς μεγάλας πεπιστευμένων ἀρχάς· καὶ γὰρ ὕπαρχοι καὶ στρατηγοὶ πληθυντικῶς εἰώθασι λέγειν τὸ κελεύομεν καὶ γράφομεν καὶ προστάττομεν καὶ ὅσα τοιαῦτα· καὶ οὐ συνεῖ δον οἱ παραπλῆγες, ὡς ἑνικῶς τὰ πλεῖστα ὁ τῶν ὅλων λέγει Θεός·" καιρός, γάρ φησι, παντὸς ἀνθρώπου ἥκει ἐναν τίον μου", καὶ" ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄν 22 θρωπον", καὶ" ἀπαλείψω τὸν ἄνθρωπον", καὶ" οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ", καὶ" ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατέλλει", καὶ" ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς καὶ ἐπὶ τῶν βουνῶν πο ταμούς". καὶ ἐν πάσῃ δὲ ὡς ἐπίπαν τῇ θείᾳ γραφῇ ἑνικῶς ἐστιν ἀκοῦ σαι τοῦ τῶν ὅλων διαλεγομένου Θεοῦ· ὀλιγάκις δὲ πληθυντικῶς τὴν διάλεξιν σχηματίζει, τῶν τῆς τριάδος προσώπων ἐμφαίνων τὸν ἀριθμόν. καὶ γὰρ ἡνίκα τὰς γλώσσας συνέχεεν οὐχ ἑνικῶς εἶπε καταβήσομαι καὶ συγχεῶ τὰς γλώσσας, ἀλλὰ" δεῦτε, καταβάντες συγ χέωμεν αὐτῶν τὰς γλώσσας". καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ τὸ λογικὸν διέπλαττε ζῷον, ὃ μετὰ πολλὰς ἀνακαινίζειν ἤμελλε γενεάς, ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα παραληψομένην τὰ μυστήρια φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρε δήλωσεν ἀριθμόν· τῷ φάναι μὲν γὰρ" εἶπεν ὁ Θεός", τὸ κοινὸν τῆς θείας δεδήλωκε φύσεως· ἐπαγαγὼν δὲ τὸ" ποιήσωμεν", ἐνέ φηνε τῶν προσώπων τὸν ἀριθμόν. οὕτω πάλιν ἑνικῶς μὲν εἰπὼν" τὴν εἰκόνα", τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν· οὐ γὰρ εἶπε κατ' εἰκόνας, ἀλλὰ" κατ' εἰκόνα"." ἡμετέραν" δὲ εἰρηκώς, τὸν τῶν ὑποστάσεων δεδήλωκεν ἀριθμόν· ἅπαντα γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη γε γενημένα τὰ μήπω γενόμενα, καὶ προθεωρῶν τὴν τοῦ μονογενοῦς σάρ κωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ παρθένου λή ψεται, καὶ οὕτως ἑαυτῷ συνάψει τε καὶ ἑνώσει ὡς ἓν πρόσωπον Θεοῦ τε καὶ ἀνθρώπου νοεῖσθαι καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τὴν κτίσεως ἁπάσης προσφέρεσθαι, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπῖδα τιμῆς μεγίστης ἠξίωσε· καὶ πρῶτον βουλὴν τῆς δημιουργίας προτάξας 23 ἵνα τοῦ δημιουργουμένου τὸ λογικὸν προσημάνῃ· εἶτα τῶν προσώπων παραδηλώσας τὸν ἀριθμὸν ἵνα τοὺς ὕμνους ὁ μέλλων προσφέρειν ἐπὶ τῆς γῆς, λάβῃ θεολογίας αἰνίγματα· καὶ οἱονεὶ αὐτουργὸς τῆς διαπλάσεως γενόμενος, ἔδειξε τὴν πλείονα περὶ τόδε τὸ πλάσμα φιλοστοργίαν. τοῦτο καὶ Ἰὼβ ὁ γενναῖος πρὸς αὐτὸν βοᾷ λέγων·" αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με". τούτοις ἐχρήσατο τοῖς λόγοις καὶ ὁ θεῖος Δαβίδ, τοῦτο καὶ ὁ τοῦ ἁγίου βαπτίσματος ἀξιούμε νος γινώσκει σαφῶς ὡς ὁ πλάσας διέσωσε καὶ ὁ σώσας διέπλασε· πρὸς δὲ τούτοις καὶ αὐτὸς ὁ δημιουργὸς καὶ διὰ Ἰερεμίου, καὶ διὰ Ἠσαΐου φησίν," ὅτι ἡμεῖς πηλός, αὐτὸς δὲ πλάστης ἡμῶν". ἀλλ' οὔτε χεῖρας ἔχειν τὸ θεῖον οὔτε δεῖσθαι βουλῆς τινος καὶ προθεωρίας φαμέν, ἵνα κατὰ τοὺς Πλάτωνος μύθους πρὸς τὴν τῆς ἐνθυμήσεως ἰδέαν κατασκευάσῃ τὸ ποίημα· ἀλλὰ τούτων ἕκαστον τὴν πλείονα τοῦ Θεοῦ περὶ τόδε τὸ ζῷον κηδεμονίαν δηλοῖ. XX Τί ἐστι τὸ" κατ' εἰκόνα"; Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς εἰκόνα Θεοῦ κεκλήκασιν· ἀλλ' οὐκ ἀληθῶς εἰρήκασιν· εἰ γὰρ εἰκὼν τοῦ Θεοῦ τῆς ψυχῆς τὸ ἀόρατον, μᾶλλον ἂν εἰκόνες τοῦ Θεοῦ κληθεῖεν ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσαι αἱ ἀσώ ματοι καὶ ἅγιαι φύσεις· ἅτε δὲ παντάπασι σωμάτων ἀπηλλαγμέναι, καὶ ἀμιγὲς τὸ ἀόρατον ἔχουσαι. τινὲς δὲ ὑπὸ πολλῆς εὐηθείας τὸ σῶμα τὸ ἀνθρώπινον" κατ' εἰκόνα Θεοῦ" γεγενῆσθαί φασιν· ἐπειδὴ τῆς θείας λεγούσης ἐπακούουσι γραφῆς·" ἄνοιξον τοὺς ὀφθαλ μοὺς σοῦ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σοῦ καὶ ἄκου 24 σον", καὶ" ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας", καὶ" τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα", καὶ" ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς", καὶ ὅσα τοιαῦτα. καὶ οὐ συνεῖδον οἱ ἄγαν ἠλίθιοι, ὡς ἀνθρώποις δι' ἀνθρώπων διαλεγόμενος ὁ δεσπότης Θεός, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους μετρεῖ· καὶ ἐπειδὴ δι' ὀφθαλμῶν ὁρῶμεν ἡμεῖς, τὴν ὀπτικὴν αὐτοῦ δύναμιν ὀφθαλμοὺς ὀνο μάζει· καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ὦτα, ἐπειδὴ διὰ τούτων τῶν μορίων ἀκούομεν· καὶ τὸ πρόσταγμα, στόμα. ἔδει δὲ αὐτοὺς μὴ τούτων μόνον ἀκούειν τῶν λόγων, ἀλλὰ καὶ τῶν τὸ ἀπερίγραφον τοῦ Θεοῦ διδασκόντων·" ποῦ, γάρ φησι, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀνα βῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει", καὶ τὰ ἑξῆς. καὶ τῇ σαμαρείτιδι ὁ Κύριος ἔφη·" πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν". εἰ δὲ πνεῦμα ὁ Θεός, ἁπλοῦς ἄρα καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. ἀλλὰ γὰρ περιττὸν τοῦτον μηκύνειν τὸν λόγον· δήλη γὰρ τούτων ἡ ἄνοια. τὸ τοίνυν" ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμε τέραν καὶ καθ' ὁμοίωσιν", τινὲς τῶν διδασκάλων οὕτως ἐνόησαν· ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεός, τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα ἑαυτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων τε καὶ ἐμψύχων, καὶ αἰσθητῶν καὶ νοη τῶν· ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ, ὥσπερ τινὰ φόρον, τὴν χρείαν· αἱ δὲ νοηταὶ φύσεις, ἐν τῇ περὶ τοῦτον κηδεμονίᾳ τὴν περὶ τὸν πεποιηκότα δεικνύωσιν εὔνοιαν. τοῦτο γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη·" οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς δια κονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη 25 ρονομεῖν σωτηρίαν"; καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις," ὁρᾶ τε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγε λοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς". τινὲς δέ," κατ' εἰ κόνα Θεοῦ" κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν, τεκμηρίῳ κεχρημένοι σαφεστάτῳ, τῷ τὸν ποιητὴν ἐπαγαγεῖν," καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πε τεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς"· ὥσπερ γὰρ αὐτὸς τῶν ὅλων ἔχει τὴν δεσποτείαν, οὕτω δέ δωκε τῷ ἀνθρώπῳ τῶν ἀλόγων ζῴων τὴν ἐξουσίαν, ἔστι δὲ καὶ ἄλλα εὑρεῖν ὡς ἀρχετύπου μιμήματα· δημιουργεῖ γὰρ καὶ ἄνθρωπος κατὰ μίμησιν τοῦ πεποιηκότος Θεοῦ, καὶ οἰκίας καὶ τείχη καὶ πόλεις καὶ λιμένας καὶ ναῦς καὶ νεώρια, καὶ ἅρματα καὶ ἕτερα μυρία· οἷον οὐρανοῦ ἐκτυπώματα καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἰνδάλματα, καὶ ἀνθρώπων καὶ ζῴων ἀλόγων εἰκόνας, ἀλλ' ἄπειρον τὸ τῆς δημιουργίας διάφορον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων δημιουργεῖ, καὶ δίχα πόνου καὶ χρόνου· ἅμα γὰρ τῷ βουληθῆναι παράγει τὸ δόξαν· ἄνθρωπος δὲ δεῖται μὲν ὕλης, δεῖται δὲ καὶ ὀργάνων καὶ βουλῆς καὶ ἐνθυμήσεων καὶ χρόνου καὶ πόνου καὶ τεχνῶν ἑτέρων εἰς τὴν τοῦ γενομένου κατασκευήν. ὁ γὰρ οἰκοδόμος δεῖται χαλκέως, καὶ ὁ χαλκεὺς μεταλλέως, καὶ ἀνθρα κέως· καὶ πάντες ὁμοῦ τῶν ὑλοτόμων καὶ οἱ ὑλοτόμοι τῶν φυτουργῶν τε καὶ γεωργῶν· καὶ οὕτως ἑκάστη τέχνη παρὰ τῶν ἄλλων τεχνῶν τὴν 26 οἰκείαν ἐρανίζεται χρείαν· ἀλλὰ καὶ οὕτω δημιουργῶν ὁ ἄνθρωπος, μιμεῖται ἁμῆ γέ πῃ τὸν ποιητήν, ὡς εἰκὼν τὸ ἀρχέτυπον· καὶ γὰρ ἡ εἰκὼν ἔχει τὰ τοῦ ἀρχετύπου ἰνδάλματα. ἀλλὰ τὸ μὲν τῶν μορίων εἶδος ἔχει, τὰς δὲ ἐνεργείας οὐκ ἔχει· ἐστέρηται γὰρ ψυχῆς, δι' ἧς κινεῖται τὸ σῶμα. οὕτω πάλιν καὶ βασιλεύει ὁ ἄνθρωπος καὶ κρίνει κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ· ἀλλ' ὁ μὲν Θεὸς οὐ κατηγόρων, οὐ μαρτύρων δεῖται δικάζων· οὕτω γὰρ καὶ τὸν Κάϊν κατέκρινεν, ὡς αὐτόπτης τοῦ μύσους γεγενημέ νος· ὁ δὲ ἄνθρωπος κρίνων καὶ μαρτύρων δεῖται καὶ κατηγόρων· ἀγνοεῖ γὰρ τὰ γεγενημένα. οὕτω καὶ Θεὸς ὁ ἄνθρωπος ὠνομάσθη, ἐπειδὴ εἰκὼν προσηγορεύθη Θεοῦ·" ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κατα καλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων"· ἀλλὰ πάλιν ὁ μὲν τῶν ὅλων Θεὸς φύσιν ἔχει θείαν, οὐ προσηγορίαν ψιλήν· ὁ δὲ ἄνθρωπος, ὡς εἰκών, τοὔνομα ἔχει μόνον, ἐστε ρημένος τοῦ πράγματος. οὕτω τὸ ἀπερίγραφον ἀληθῶς μὲν καὶ κυρίως ἐστὶ τοῦ τῶν ὅλων Θεοῦ· μιμεῖται δὲ οὕτω πως αὐτὸ καὶ ὁ νοῦς ὁ ἀνθρώ πινος· ἐν ἀκαρεῖ γὰρ περινοστεῖ καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια καὶ τὰ βόρεια καὶ τὰ νότια, καὶ τὰ ἐπουράνια καὶ τὰ ὑποχθόνια· ἀλλ' οὐ τῇ οὐσίᾳ, μόνῃ δὲ τῇ τοῦ λογισμοῦ φαντασίᾳ. ὁ δέ γε Θεὸς καὶ τῇ οὐσίᾳ καὶ τῇ σοφίᾳ καὶ τῇ δυνάμει τὸ ἀπερίγραφον ἔχει· εὕροι δ' ἄν τις καὶ ἑτέραν μίμησιν ἀκριβεστέραν ἐν τῇ τοῦ ἀνθρώπου πάλιν ψυχῇ· ἔχει γὰρ αὐτὴ καὶ τὸ λογικὸν καὶ τὸ ζωτικὸν ἐν ἑαυτῇ· καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρό εισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρ τοῦν δὲ ἀεὶ τῷ λόγῳ, καὶ συμπροϊὸν γεννωμένῳ. ἀλλὰ ταῦτα ὡς εἰκόνι 27 πρόσεστι τῷ ἀνθρώπῳ, οὗ δὴ χάριν καὶ ἀνυπόστατος ὁ λόγος ἐστὶ καὶ τὸ πνεῦμα. ἐπὶ δὲ τῆς ἁγίας τριάδος τρεῖς νοοῦμεν τὰς ὑποστάσεις, καὶ ἀσυγχύτως ἡνωμένας καὶ καθ' ἑαυτὰς ὑφεστώσας. γεγέννηται μὲν γὰρ πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ὁ Θεὸς λόγος· ἀχώριστος δέ ἐστι τοῦ γεννήσαντος καὶ ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ πατρὸς τὸ πανάγιον πνεῦμα· νοεῖται δὲ καὶ ἐν ἰδίᾳ ὑποστάσει·" πάντα, γάρ φησι, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται"· ἀλλὰ περὶ τούτου μηκύνειν τὸν λόγον οὐ δεῖ· μυρίας γὰρ ἔστιν εὑρεῖν ἀποδείξεις τούτου παρὰ τῇ θείᾳ γραφῇ. XXI Τί δή ποτε διαφερόντως τὴν ἑβδόμην ἡμέραν εὐλόγησεν ὁ Θεός; Ἑκάστη τῶν ἄλλων ἡμερῶν ἰδίαν τινὰ δημιουργίαν ἐδέξατο· ἐπειδὴ τοίνυν μέχρι ταύτης σύμπασαν τὴν κτίσιν ἐδημιούργησε, δέδωκεν ἀντὶ δημιουρ γίας τῇ ἑβδόμη ἡμέρᾳ τὴν εὐλογίαν, ἵνα μὴ μόνη παρὰ τὰς ἄλλας ἀγέρασ τος διαμείνῃ. τὸ μέντοι" ἡγίασεν αὐτήν", ἀντὶ τοῦ" ἀφώ ρισεν" τέθεικε· πολλαχοῦ γὰρ οὕτω τοῦτο νοούμενον ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· καὶ γὰρ περὶ τῶν μήδων φησίν," ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς", τουτέστιν, εἰς τοῦτο ἀφωρισ μένοι. ἄλλως τε καὶ ἰουδαίοις ταῦτα συγγράφων, ἀναγκαίως τὸ" ἡγίασεν αὐτὴν" τέθεικεν, ἵνα πλεῖον σέβας ἀπονείμωσι τῷ σαβ βάτῳ· τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη, ὅτι" ἐν ἓξ ἡμέραις ἐποίη σε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν· τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων 28 τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν καὶ ἡγίασεν αὐτήν". XXII Τί ἐστι" πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς"; Ἐν κεφαλαίῳ πάλιν ὁ συγγραφεὺς τὰ περὶ τῆς κτίσεως διηγήσατο καὶ ἐδίδαξεν ὅτι μὴ ὄντα τὰ στοιχεῖα παρήγαγεν ὁ Θεός, καὶ ὅτι ταῦτα ἀπ' ἀλλήλων διεχώρισε, καὶ ὅτι ἕκαστον τούτων διεκόσμησεν ὡς ἠθέλησε, καὶ ὅτι μήτε τοῦ ἀνθρώπου γεωργοῦντος τὴν γῆν, μήτε τῶν νεφῶν τὸν ὑετὸν ὠδινόντων, βεβλάστηκεν ὡς ὁ δημιουργήσας ἠθέλησεν, ἀρδείαν ἔχουσα τὴν μετὰ τὸν χωρισμὸν τῶν ὑδάτων ἐναπομείνασαν αὐτῇ νοτίδα τε καὶ ἰκμάδα· οὕτω γὰρ καὶ Ἀκύλας ἡρμήνευσε" καὶ ἐπιβλυσμὸς ἀνέβη ἐκ τῆς γῆς καὶ ἐπότισε πᾶν τὸ πρόσωπον τῆς χθονός". XXIII Εἰ ἐκ τοῦ θείου ἐμφυσήματος γέγονεν ἡ ψυχή, ἐκ τῆς οὐσίας ἄρα τοῦ Θεοῦ ἐστιν ἡ ψυχή; Ἀσεβείας ἐσχάτης καὶ βλασφημίας ἡ τοιαύτη ἔννοια· τῆς γὰρ δημιουργίας τὴν εὐκολίαν ἔδειξε διὰ τοῦτο ἡ θεία γραφή. πρὸς δὲ τούτῳ καὶ τῆς ψυχῆς τὴν φύσιν αἰνίττεται, ὅτι πνεῦμά ἐστιν κτιστόν, ἀόρατόν τε καὶ νοερόν, τῆς τῶν σωμάτων ἀπηλλαγμένον παχύτητος· κἀκεῖνο δὲ χρὴ συνιδεῖν, ὅτι δεῖ πρότερον νοῆσαι πνεύμονα, καὶ τοὺς ἀποθλίβοντας τοῦτον μῦς, καὶ συστέλλοντας καὶ τὴν συμπεφυκυῖαν ἀρτηρίαν τῷ πνεύμονι, καὶ ὑπερῴαν καὶ στόμα εἶθ' οὕτως δέξασθαι τὸ ἐμφύσημα. εἰ δὲ τὸ θεῖον ἀσώ ματον, θεοπρεπῶς ἄρα καὶ τὸ ἐμφύσημα νοητέον. 29 XXIV Τί δήποτε τὸν παράδεισον ἐφύτευσεν ὁ Θεὸς μέλλων εὐθὺς τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν ἐξορίζειν ἐκεῖθεν. Πρῶτον οὐκ ἀνέχεται ἐκ προγνώσεως κατακρῖναι ὁ δεσπότης Θεός· διὸ καὶ τὴν παράβασιν προορῶν, τῶν ἀγαθῶν αὐτῷ μεταδέδωκεν. ἔπειτα καὶ γνῶναι αὐτὸν τὰς θείας δωρεὰς ἠβουλήθη, ἵνα τούτων στερηθεὶς μισήσῃ τὴν ἁμαρτίαν, ὡς τοσούτων αὐτὸν γυμνώσασαν ἀγαθῶν. πρὸς δὲ τούτοις, ἔδει τὸν δίκαιον ἀγωνοθέτην τοῖς τῆς ἀρετῆς ἀθληταῖς προθεῖναι τῆς νίκης τὰ ἆθλα· οὗ δὴ χάριν καὶ περὶ τῆς τῶν οὐρανῶν βασιλείας ἔφη·" δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρο νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου" XXV Τινὲς ἐν οὐρανῷ φασι τὸν παράδεισον εἶναι. Τῆς θείας λεγούσης γραφῆς" ἐξανέτειλεν ἔτι ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν", τολμηρὸν ἄγαν τὸ τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς καταλιπόντας τὴν διδασκαλίαν τοῦ πνεύματος. XXVI" Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ", νοητὰ χρὴ λέγειν ἢ αἰσθητά; Ἐκ τῆς γῆς βεβλαστηκέναι καὶ ταῦτα εἶπεν ἡ θεία γραφή· οὐ τοίνυν ἑτέραν τινὰ φύσιν ἔχει παρὰ τὰ ἄλλα φυτά. ὥσπερ γὰρ τὸ τοῦ σταυροῦ ξύλον ξύλον ἐστὶ καὶ σωτήριον ὀνομάζεται, διὰ τὴν ἐκ τῆς περὶ αὐτὸ πίστεως σωτηρίαν προσγινομένην, οὕτω καὶ ταῦτα φυτὰ μέν ἐστιν ἐκ τῆς γῆς 30 βεβλαστηκότα· διὰ δὲ τὸν θεῖον ὅρον θάτερον αὐτῶν" ξύλον ζωῆς" ὠνομάσθη· τὸ δὲ ἕτερον, διὰ τὸ περὶ αὐτὸ γενέσθαι τῆς ἁμαρ τίας τὴν αἴσθησιν, ξύλον ἐκλήθη" γνωστὸν καλοῦ καὶ πο νηροῦ". καὶ περὶ τοῦτο μὲν ὁ ἀγὼν τῷ Ἀδὰμ προετέθη· τὸ δὲ τῆς ζωῆς οἷόν τι ἔπαθλον προὔκειτο τετηρηκότι τὴν ἐντολήν. οὕτω καὶ οἱ πατριάρχαι, καὶ χωρίοις καὶ φρέασι τὰς ἐπωνυμίας ἐπέθηκαν· καὶ τὸ μὲν ἐκάλεσαν" φρέαρ ὁράσεως", οὐκ ἐπειδὴ ὁρατικὴν δύναμιν ἐχαρίζετο, ἀλλ' ἐπειδὴ ὤφθη παρ' αὐτῷ τῶν ὅλων ὁ Κύριος· καὶ" φρέαρ εὐ ρυχωρίας", ἐπειδὴ περὶ τῶν ἄλλων φρεάτων πολλάκις οἱ ἀπὸ γε ράρων διαμαχεσάμενοι, οὐκ ἠνώχλησαν τοῖς τοῦτο κατεσκευακόσι τὸ φρέαρ· οὕτω" φρέαρ ὅρκου", διὰ τὸ παρ' αὐτῷ γεγενῆσθαι τοὺς ὅρκους· οὕτως ἡ Λουζὰ" Βαιθὴλ" ὠνομάσθη, τουτέστιν" οἶκος Θεοῦ", ἐπειδὴ ὤφθη τῷ Ἰακὼβ ἐν ἐκείνῳ γε τῷ χωρίῳ τῶν ὅλων ὁ ποιητής· καὶ" βουνὸς μάρτυς·" οὐκ ἐπειδὴ ἔμψυχος ἦν ὁ βουνός, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ πρὸς ἀλλήλους ἐπεποίηντο τὰς συνθήκας· οὕτως ὕδωρ ζῶν καλεῖται τὸ βάπτισμα, οὐκ ἐπειδὴ φύσιν ἑτέραν ἔχει τὸ τοῦ βαπτίσματος ὕδωρ, ἀλλ' ὅτι δι' ἐκείνου τοῦ ὕδατος ἡ θεία χάρις τὴν αἰώνιον δωρεῖται ζωήν. οὕτω" ξύλον ζωῆς" διὰ τὸν θεῖον ὅρον ἐκλήθη, καὶ" ξύλον γνώσεως", διὰ τὴν περὶ τοῦτο γεγενημένην αἴσθησιν τῆς ἁμαρτίας· οὐδέπω γὰρ πεῖραν εἰληφότες τῆς ἁμαρτίας, εἶτα τοῦ ἀπειρημένου μετειληχότες καρποῦ, ὡς παραβεβηκό τες τὴν ἐντολήν, τὰς τοῦ συνειδότος ἀκίδας ἐδέξαντο. 31 XXVII Οὐκοῦν εἶχον τὴν γνῶσιν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ πρὸ τῆς τοῦ ἀπει ρημένου καρποῦ μεταλήψεως; Καὶ πῶς οἱόν τε ἦν τοὺς λόγῳ τετιμημένους καὶ κατ' εἰκόνα θείαν γεγε νημένους, οὐκ ἔχειν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ; πῶς δ' ἂν αὐτοῖς ἐτε θείκει νόμον τῆς δικαιοσύνης ἡ ἄβυσσος, ταύτην οὐκ ἔχουσιν ἐν τῇ φύσει τὴν γνῶσιν, μηδὲ γινώσκουσιν ὡς ἀγαθὸν μὲν τὸ φυλάξαι τὴν ἐντολήν, ὀλέθριον δὲ τὸ παραβῆναι; εἶχον οὖν ἄρα τὴν γνῶσιν· τὴν δὲ πεῖραν προσέλαβον ὕστερον. XXVIII Πῶς οὖν μετὰ τὴν βρῶσιν ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, πρὸ γὰρ τῆς βρώ σεως ταύτην οὐκ εἶχον τὴν αἴσθησιν; Οὐδὲ τὰ κομιδῇ νέα παιδία ἐρυθριᾶν πέφυκε τῆς ἐσθῆτος γεγυμνωμένα· κατὰ βραχὺ δὲ τοῦ σώματος αὐξανομένου, καὶ τοῦ νοῦ λοιπὸν ἀρχομένου τὴν οἰκείαν φύσιν ἐπιδεικνύναι, οὐκέτι λοιπὸν φορητὴ τοῖς μειρακίοις ἡ γύμνωσις, ἀλλ' ἐρυθριῶσι καὶ περιβάλλονται, κἄν τις ἀφέληται τὴν ἐσθῆτα, ταῖς χερσὶ τὰ παιδογόνα καλύπτουσι μόρια· πολλῶν δὲ καὶ τὸ ἔθος ἀφαιρεῖται ταύτην τὴν αἰσχύνην· καὶ γὰρ οἱ ναῦται γυμνοὶ πλέον τες, καὶ οἱ λουόμενοι γυμνοὶ ὑπ' ἀλλήλων ὁρώμενοι, ταύτην ἐνταῦθα τὴν αἰσχύνην οὐκ ἔχουσιν· ἐὰν δέ τις ἔξω τῶν βαλανείων γυμνὸς ᾖ, λίαν ἐρυθριᾷ. οὕτω καὶ οἱ περὶ τὸν Ἀδὰμ εὐθὺς μὲν διαπλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς καὶ τῆς ἁμαρτίας ἀμύητοι οὐκ ᾐσχύνοντο δίχα 32 περιβολαίων διάγοντες· μετὰ δὲ τὴν πεῖραν, τοῖς φύλλοις ἔνια τοῦ σώμα τος συνεκάλυψαν μόρια. XXIX Πῶς ἐκ τοῦ παραδείσου φησὶν ὁ Μωϋσῆς τὸν Τιγρήτα ἐξιέναι καὶ τὸν Εὐφράτην, οὓς φασί τινες ἐκ τῶν ὀρῶν ἀναβλύζειν τῆς Ἀρμενίας; Ἔστιν ἰδεῖν καὶ ἄλλους ποταμοὺς ἑτέρωθεν μὲν ἐξιόντας ἔπειτα δὲ εἰς τὴν γῆν διά τινων καταδύσεων χωροῦντας, καὶ πάλιν ἄνωθεν ἀναβλύζοντας· τοῦτο καὶ ἐπὶ τούτων γεγένηται τῶν ποταμῶν· ἐξίασι μὲν γὰρ ἐκεῖθεν, ὥς φησιν ἡ θεία γραφή· εἶτα διά τινων ὑπογείων διϊόντες πόρων, ἑτέρας ἀρχὰς ἐνταῦθα λαμβάνουσι. τοῦτο δὲ οὐ μάτην οὕτως ᾠκονόμησεν ὁ τῶν ὅλων Θεός, ἀλλὰ τὴν περιττὴν τῶν ἀνθρώπων πολυπραγμοσύνην ἐκκόπτων· εἰ γὰρ δῆλος ἦν αὐτῶν ἅπας ὁ πόρος ἐπειράθησαν μὲν ἄν τινες παρὰ τὰς τούτων ὄχθας ὁδεύοντες, τὸ τοῦ παραδείσου κατοπτεῦσαι χωρίον· διημάρτανον δὲ τοῦ ποθουμένου, καὶ τῷ μήκει τῆς ὁδοιπορίας κοπτόμενοι, καὶ τῇ σπάνει τῶν ἀναγκαίων διαφθειρόμενοι· καὶ νῦν μὲν εἰς δυσχωρίας, νῦν δὲ εἰς ἐρημίας ἐμπίπτοντες, ἔστι δὲ ὅτε καὶ ἀπηνέσι καὶ βαρβάροις ἀνθρώποις περιπίπτοντες. καὶ τούτων τοίνυν προμηθού μενος ὁ φιλοικτίρμων Θεὸς ἀδήλους αὐτῶν τοὺς πόρους ἀπέφηνεν. XXX Τί δή ποτε ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν γυναῖκα διέπλασεν; Εἰς ὁμόνοιαν ἠβουλήθη τὰ γένη συναγαγεῖν ὁ τῆς φύσεως ποιητής· τούτου χάριν τὸν μὲν Ἀδὰμ ἀπὸ τῆς γῆς διέπλασεν, ἐκ δὲ τοῦ Ἀδὰμ τὴν γυναῖκα, ἵνα καὶ τὸ ταὐτὸν ἐπιδείξῃ τῆς φύσεως, καὶ φυσικήν τινα φιλοσ τοργίαν αὐτοῖς περὶ ἀλλήλους ἐμφύσῃ· εἰ γὰρ καὶ τούτων οὕτω γεγενη μένων, καὶ ἄνδρες γυναιξὶ διαμάχονται, καὶ γυναῖκες ἀνδράσιν, τί οὐκ ἂν ἔδρασαν εἰ ἑτέρωθέν ποθεν τὴν γυναῖκα διέπλασε; σοφῶς οὖν ἄρα καὶ διεῖλε καὶ πάλιν συνήρμοσεν· ὁ γὰρ γάμος εἰς ἓν συνάγει τὰ γένη· 33" ἔσονται γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν". καὶ ὅτι τοῦτο ἀληθές, μαρτυρεῖ τὸ γενόμενον· διὰ γὰρ τῆς γαμικῆς ὁμιλίας εἷς ἐξ ἀμφοῖν βλαστάνει καρπός, ἐκ μὲν τούτου σπειρόμενος, ἐκ δὲ ταύτης τρε φόμενος, τελεσιουργούμενος δὲ ὑπὸ τοῦ τῆς φύσεως δημιουργοῦ. {XXXI Εἰ φρόνιμος ὁ ὄφις καὶ ἐπαινούμενος, μόριον γὰρ ἡ φρόνησις ἀρετῆς; Πολλὰ τῶν ὀνομάτων ὁμωνύμως προφέρεται· καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν θεοὺς ὠνομάκασι· τοῦτο δέ γε ἀκριβέστερον περὶ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος εἴρηται δαίμονος. ἀμαθῶς δὲ οἱ ἀνόητοι καὶ τοὺς περὶ τοὺς μύθους ἐσχολακότας, σοφοὺς προσηγόρευσαν· οὕτω καὶ ἡ θεία λέγει γρα φή·" ἐξελέξατο ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς"· καὶ πάλιν·" ποῦ σοφός"; καὶ διὰ τοῦ προφήτου·" σοφοί εἰσι τοῦ κακοποιῆσαι". τοιγάρτοι κἀνταῦθα φρόνιμον τὸν ὄφιν ὡς πανοῦργον ὠνόμασεν· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν·" καὶ ὁ ὄφις ἦν πανοῦργος ἀπὸ παντὸς ζῴου τῆς χώρας οὗ ἐποίησεν Κύριος ὁ Θεός". XXXII Ἄλογος ὢν ὁ ὄφις πῶς διελέχθη τῇ Εὔᾳ; Ὄργανον ἦν αὐτὸς τοῦ τῆς ἀληθείας ἐχθροῦ· καὶ τοῦτο δεδήλωκεν ὁ Κύριος ἐν τοῖς θείοις εὐαγγελίοις· εἰρηκὼς γὰρ τοῖς ἰουδαίοις" ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ", ἐπήγαγεν" ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς". οὗτος 34 τοίνυν διὰ τοῦ ὄφεως διελέχθη τῇ Εὔᾳ· ἐπειδὴ γὰρ τῶν ἀλόγων ἁπάντων παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἡγεμονίαν εἰλήφεισαν, δι' ἑνὸς αὐτῇ τῶν ὑπηκόων τὴν παγῖδα προσήνεγκε, πιθανωτέραν οὕτω τὴν ἀπάτην κα τασκευάζων. ὅτι δὲ καὶ αὐτὸν τὸν διὰ τοῦ ὄφεως ἐνεργήσαντα ὄφιν ἡ θεία προσαγορεύει γραφὴ μάρτυς Ἠσαΐας ὁ προφήτης βοῶν·" τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν σκολιὸν καὶ ἰσχυρόν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν φεύγοντα, τὸν ἐν τῇ θαλάσσῃ". καὶ ὁ Κύριος δὲ τοῖς ἱεροῖς εἴρηκε μαθηταῖς·" ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπά νω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύ ναμιν τοῦ ἐχθροῦ. XXXIII Τί ἐστι" διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο; Ὅτι καὶ πρὸ τῆς βρώσεως οὐ μεμυκότας εἶχον τοὺς ὀφθαλμούς, δῆλον τοῖς προσέχειν ἐθέλουσι· πῶς γὰρ εἶδεν ἡ γύνη τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆ σαι, εἰ μὴ ἀνεῳγότας εἶχον τοὺς ὀφθαλμούς; οὐκοῦν τὴν μετὰ τὴν ἁμαρ τίαν αἴσθησιν οὕτω κέκληκεν ἡ θεία γραφή· εὐθὺς γὰρ μετὰ τὴν ἁμαρτίαν κεντᾶται τὸ συνειδός. XXXIV Τί δήποτε τοῦ διαβόλου τὴν ἀπάτην προσενεγκόντος ὁ ὄφις κολάζεται; Κυρίως μὲν τὴν ἀρὰν τῷ ἐνεργήσαντι προσενήνοχεν ὁ Θεός· ὄφις γὰρ 35 κἀκεῖνος ὠνόμασται· οὐ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν φύσιν δεξάμενος· ἀγαθὸς γὰρ ἐκτίσθη καὶ ταῖς ἀσωμάτοις συνεδημιουργήθη δυνά μεσιν· ἐπειδὴ δὲ ἑκὼν εἰς πονηρίαν ἀπέκλινε καὶ τῆς τιμῆς ἧς ἐξ ἀρχῆς ἔλαχεν ἐστερήθη καὶ εἰς τὴν γῆν ἀπερρίφη. καὶ αὐτὸ δὲ τὸ ζῷον εἰς ὄνησιν τῶν ἀνθρώπων ἐδέξατο τὴν ἀράν· ὁρῶντες γὰρ τὸν ὄφιν ἐπὶ τῆς γῆς συρόμενον τε καὶ ἰλυσσώμενον, τῆς ἀρχαίας ἀρᾶς ἀναμιμνησκόμεθα· καὶ μανθάνομεν ὡς ἡλίκων πρόξενος ἡ ἁμαρτία κακῶν, οὐ μόνον τοῖς ταύτην ἐνεργοῦσιν, ἀλλὰ καὶ τοῖς ὑπουργοῦσι. καὶ αὐτὸς μὲν ὁ ὄφις οὐδεμίαν ἐντεῦθεν δέχεται βλάβην, οὕτω βαδίζειν πεφυκώς· ἐν τῇ φύσει γὰρ ἔχει τὸ τοιόνδε τῆς κινήσεως εἶδος· οὐδὲν δὲ τῶν φυσικῶν φορτικὸν εἶναι δοκεῖ. ὁ δὲ ἄνθρωπος πολλὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. XXXV Διὰ τί δὲ τὸν ὄφιν ἐδημιούργησεν ὁ Θεός, ὄργανον αὐτὸν προειδὼς τῆς πονηρίας ἐσόμενον; Τοῦτο ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνθρώπου· προῄδει γὰρ ὡς καὶ αὐτὸς τὴν ἐντολὴν παραβήσεται. ἄλλως τε ῥᾴδιον ἦν τῷ διαβόλῳ, καὶ δι' ἑτέ ρου θηρίου τὴν ἀπάτην προσενεγκεῖν. XXXVI Διὰ τί δὲ τὸν διάβολον ἐποίησεν εἰδὼς τοιοῦτον ἐσόμενον; Ὁ Θεὸς πᾶσαν τῶν ἀσωμάτων τὴν φύσιν ἐδημιούργησε, λογικὴν αὐτὴν καὶ ἀθάνατον ἀποφήνας· τοῦ λογικοῦ δὲ τὸ αὐτεξούσιον ἴδιον. τούτων δὲ οἱ μὲν τὴν περὶ τὸν ποιητὴν ἐφύλαξαν εὔνοιαν, οἱ δὲ εἰς πονηρίαν ἀπέκ λιναν· τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν εὑρεῖν· οἱ μὲν γάρ εἰσι τῆς ἀρετῆς ἐρασταί, οἱ δὲ τῆς κακίας ἐργάται. εἰ τοίνυν μέμφεταί τις τῇ τῶν πονηρῶν δημιουργίᾳ, ἀποστερεῖ ἄρα τῶν τῆς νίκης βραβείων τοὺς τῆς 36 ἀρετῆς ἀθλητάς· εἰ γὰρ μὴ ἐν τῇ αἱρέσει τῆς γνώμης εἶχον τὸν πόθον τῆς ἀρετῆς, ἀλλὰ ἐμπεφυκὸς τὸ ἄτρεπτον, ἔλαθον ἂν οἱ ἀξιόνικοι τῆς εὐσεβείας ἀγωνισταί· ἐπειδὴ δὲ τὴν αἵρεσιν τῶν ἀγαθῶν καὶ τῶν ἐναν τίων ἔχει ἡ γνώμη, δικαίως καὶ οὗτοι τυγχάνουσι τῶν νικηφόρων στε φάνων κἀκεῖνοι δίκας τιννύουσιν ὑπὲρ ὧν κατὰ γνώμην ἐξήμαρτον. XXXVII Ἀγαθὸν τὸν Θεὸν ὀνομάζοντες, πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτο μίαν; ὠμότητος γὰρ καὶ ἀπηνίας, τὸ διὰ βρῶσιν ὀλίγην τοσαύτην ἐπε νεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσι. Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον. εἰ γὰρ ταῦτα πάντα ἔχειν αὐτὸν ὁμολογοῦμεν, καὶ τᾶ ὑπ' αὐτοῦ οἰκονομούμενά τε καὶ προσταττόμενα χρὴ τοιαῦτα εἶναι νομίζειν. ἔπειτα εἰδέναι δεῖ, ὡς πᾶς νόμος, κἂν περὶ σμικρῶν τινων διαγορεύῃ τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι ποιεῖν ἢ ἀπαγορεύοντι δρᾶν· καὶ διαφερόντως πᾶς θεῖος νόμος. αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων, οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐρ γάζεται βλάβην. ἀλλ' ὅμως ὁ νομοθέτης φησίν, ὅτι" πᾶς ἀπερίτ μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται". καὶ ἣν ὥρισε τοῖς ἀνδρο φόνοις καὶ τοῖς μοιχοῖς τιμωρίαν, ταύτην καὶ τούτῳ ἐκλήρωσεν. Ἐπειδὴ δὲ εἰκὸς τοὺς δυσωνύμους αἱρετικοὺς ἄντικρυς τῇ παλαίᾳ πολεμοῦντας γραφῇ καὶ τοῦδε κατηγορῆσαι τοῦ νόμου, ἐκ τῆς εὐαγγελικῆς νομοθε σίας τὰς ἀποδείξεις ποιήσομαι· εὑρίσκομεν γὰρ ἐν ἐκείνοις τοῖς νόμοις τὸν λάγνως ὁρῶντα γύναιον μοιχείας κρινόμενον· καὶ τὸν εἰκῇ ὀργιζό μενον, ἔνοχον ὄντα τῇ κρίσει· τὸν δὲ ῥακὰ τὸν ἀδελφὸν ὀνομάζοντα, γρα 37 φῆς πάλιν ὑπεύθυνον· τὸν δὲ μωρὸν ἀποκαλοῦντα, τῆς γεέννης ἄξιον· καὶ τὸν ὀμνύντα, κἂν ἀληθεύων ὀμνύῃ, τῆς διαβολικῆς ὄντα συμμορίας. τί δή ποτε τοίνυν τοῦτον μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα. ἀλλὰ τῆς ἐκείνων ταῦτα βλασφημίας τολμᾶν· ἡμεῖς δὲ κἀκείνους καὶ τού τους τοὺς νόμους ἑνὸς ἴσμεν Θεοῦ· τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο. οἷα γὰρ σοφὸς διδάσκαλος τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχε. πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὡς τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους ἐπιφέρονται δίχα συγγνώμης τιμωρίαι, ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν μὴ τολμᾶν τὴν παράβασιν. τοῦτο καὶ ἐπὶ τῆς τοῦ σαββάτου νομοθεσίας ἐγένετο· τὸν γὰρ ἐν σαββάτῳ τὰ ξύλα συλλέξαι τετολμηκότα, καὶ πρῶτον τὸν περὶ τούτου παραβεβηκότα νόμον, ἅπας κατέλευσεν ὁ λαός· τοῦ Θεοῦ τοῦτο προστεταχότος, ἵνα αὐτουργοὶ τῆς τιμωρίας γενόμενοι φρίττωσι τὴν παρανομίαν, ὡς τὴν τιμωρίαν ἐπάγουσαν. χρόνῳ δὲ ὕστερον, πολλῶν τὸν περὶ τοῦ σαββάτου παραβεβηκότων νόμον, μακροθύμως ὁ νομοθέτης ἤνεγκε τὴν παράβασιν· οὕτω τὸν Κάϊν πρῶτον πεφονευκότα ταῖς ἀνηκέσ τοις ὑπέβαλε τιμωρίαις, ἵνα τοὺς ἐπ' ἐκείνου καὶ μετ' ἐκεῖνον γεγενημέ νους δεδίξηται τὰ παραπλήσια μὴ τολμᾶν. πολλῶν δὲ ὕστερον ἀνδρο φόνων γεγενημένων, οὐ παραυτίκα τὰς τιμωρίας ἐπήγαγεν· ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ πρῶτον δεξαμένον νόμον καὶ νόμον κουφότατον· τῶν παν τοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει δοῦναι δίκην τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους. εἰ δὲ δυσόργητος ὤν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκε, πῶς ἁπάντων ἀνθρώπων 38 εἰς ἀσέβειαν καὶ παρανομίαν ἐσχάτην ἐξωκειλάντων, οὐ πανωλεθρίαν ἐπήνεγκεν, ἀλλὰ τὸν υἱὸν ἔδωκεν καὶ τὴν διὰ σταυροῦ καὶ πάθους ἐδωρή σατο σωτηρίαν; καὶ ταῦτα λέγω πρὸς τοὺς οἰομένους ὀργῇ τινι ταῦτα δεδρακέναι τὸν τῶν ὅλων Θεὸν καὶ ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστή ριον· δῆλον γὰρ οἶμαι τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖν εἴωθε ὁ τῶν ὅλων Θεός· τοῦτο γὰρ δὴ τὸ πάθος ἴδιον τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρεσκομένων, καὶ τὸ μέλλον ἔσεσθαι παντάπασιν ἀγνοούντων. ὁ δὲ τῶν ὅλων Θεὸς ἄτρεπτον μὲν ἔχει τὴν φύσιν· οἶδε δὲ ὡς ἤδη γεγενημένα τὰ μήπω γεγε νημένα· αὐτίκα γοῦν καὶ τὰ κατὰ τὸν Ἀδὰμ προορῶν καὶ προγινώσκων ὡς θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν προκατεσκεύασεν· εἰς ἄρρεν γὰρ καὶ θῆλυ τοῦ σώματος ἐσχημάτισε τὴν διάπλασιν· τῶν δὲ θνητῶν, καὶ παιδοποιΐας δεομένων εἰς τὴν τοῦ γένους διαμονήν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή· ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος· τούτου χάριν ὁ ποιητὴς ὁμοῦ τὸν τῶν ἀσω μάτων παρήγαγεν ἀριθμόν· τῶν δὲ θνητῶν ζῴων ἀνὰ δύο καθ' ἕκαστον ἐδημιούργησε γένος, ἄρσεν καὶ θῆλυ· καὶ τῆς αὐξήσεως αὐτοῖς τὴν εὐλο γίαν ἐπήνεγκεν·" αὐξάνεσθε, γάρ φησιν, καὶ πληθύνεσ θε"· οὕτω καὶ τὸν ἄνθρωπον διέπλασεν ἄρσεν καὶ θῆλυ καὶ τὴν αὐτὴν αὐτοῖς ἔδωκεν εὐλογίαν," αὐξάνεσθε καὶ πληθύ νεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς". ταῦτα τοίνυν προορῶν ὁ τῶν ὅλων Θεός, οὐ μόνον αὐτοὺς οὕτω διέπλασεν, ἀλλὰ καὶ τὸν ἐπὶ τῆς βρώσεως αὐτοῖς δέδωκε νόμον·" ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπό ριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρ 39 ματος σπόριμον, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετει νοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς· καὶ πάντα χόρτον χλωρὸν ὑμῖν δέδωκα εἰς βρῶσιν". ταῦτα γὰρ πρὸ τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· θνητῶν δὲ ἡ βρῶσις, ἀθάνατος γὰρ φύσις οὐ δεῖται τροφῆς. καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη, ὅτι" μετὰ τὴν ἀνάστασιν οὔτε γαμοῦ σιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς". οὐ τοίνυν ὀργῆς ἡ τιμωρία, ἀλλ' οἰκονομία σοφίας μεγίστης· ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπι φέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος. τούτῳ μὲν τὸ περὶ τὴν ἁμαρ τίαν μηχανώμενος μῖσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὸ διὰ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως, τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἀθανασίαν πραγματευσάμενον. τί δὲ ἀπηνὲς ἡ ἀπό φασις ἔχει," γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"; ἀπὸ γῆς σε, φησίν, ἔπλασα, καὶ εἰς ἀμείνω πολλῷ μετεσκεύασα φύσιν· ἐπειδὴ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἐθέλησας, πρὸς τὴν προτέραν ἐπάνελθε φύσιν. ἀνθ' ὅτου δὲ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; πάντων αὐτῷ τῶν φυτῶν ἐδεδώκει τὴν ἐξουσίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύ κει. ὁ δὲ τὰ ἄλλα πάντα καταλιπών, τοῦτον καὶ πρῶτον καὶ μόνον ἐτρύ γησε τὸν καρπόν· τοῦτο γὰρ αὐτῷ καὶ ὁ δεσπότης Θεὸς ἐμέμψατο·" τίς, γάρ φησιν, ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ 40 τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες"; δεδήλωκε δὲ τοῦτο καὶ ὁ διάβολος δι' ὧν ἔφη τῇ Εὔᾳ·" τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδεί σῳ"; εἰ δὲ εἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων εἰληφέναι τὴν ἐντολήν. οὐ σμικρὰ τοιγαροῦν ἡ παράβασις· πρώ του γὰρ μετέλαβον οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν. XXXVIII Τίνος ἕνεκα τοῦ Θεοῦ εἰρηκότος," ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου θανάτῳ ἀποθανῇ", οὐκ εὐθὺς ἀπέθανε τὴν ἐντολὴν παρα βάς; Ἐναντία αὕτη κατηγορία· πρὸ βραχέος γὰρ ἀπηνῆ τὸν Θεὸν ἀποκαλοῦν τες, νῦν αὐτοῦ φιλανθρωπίαν κατηγορεῖτε· ὑμνεῖν δὲ μᾶλλον ἐχρῆν, ἀλλ' οὐ κατηγορεῖν τῆς ἀγαθότητος τοῦ Θεοῦ. εἴωθε γὰρ μείζονα μὲν ἀπειλεῖν, ἐλάττους δὲ τῶν ἀπειλῶν τὰς τιμωρίας ἐπάγειν· καὶ τοῦτο πολλαχῇ ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· ἐνταῦθα μέντοι τὸν τῆς θνητότητος ὅρον ὠνόμασε θάνατον· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν" ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ". μετὰ γὰρ δὴ τὴν θείαν ἀπόφασιν, καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν τὸν θάνατον προσεδέχετο· οὕτως οἱ πεπιστευκότες τῷ δεσπότῃ Χριστῷ, καὶ σφαττό μενοι, ζῶσι προσμένοντες τὴν ἀνάστασιν καὶ τὴν τῶν οὐρανῶν βασι λείαν." τῇ γὰρ ἐλπίδι ἐσώθημεν". XXXIX Τοὺς χιτῶνας τοὺς δερματίνους τί νοητέον; Οἱ μὲν ἀλληγορηταὶ τὴν θνητὴν σάρκα φασὶ τὰ δέρματα· ἄλλοι δέ τινες 41 ἀπὸ φλοιῶν δένδρων τούτους κατεσκευᾶσθαι εἰρήκασιν. ἐγὼ δέ γε οὐδέ τερον τούτων προσίεμαι· τὸ μὲν γὰρ περίεργον, τὸ δὲ ἄγαν μυθῶδες. τῆς γὰρ θείας γραφῆς καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα διαπεπλᾶσθαι φησά σης, πῶς οὐ μυθῶδες τὸ λέγειν μετὰ τὴν παράβασιν τῆς ἐντολῆς σάρκα αὐτοὺς εἰληφέναι θνητήν; τὸ δέ γε πολυπραγμονεῖν, πόθεν τῷ Θεῷ δέρ ματα, καὶ διὰ τοῦτο καινὸν εἶδος περιβολαίων ἐπινοεῖν, περιττὸν εἶναί μοι δοκεῖ. χρὴ τοίνυν στέργειν τὰ γεγραμμένα καὶ εἰδέναι ὡς οὐδὲν ἄπορον τῷ τῶν ὅλων δημιουργῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν ἄπειρον ἀγαθότητα, ὅτι καὶ παραβεβηκότων ἐπιμελεῖται, καὶ δεηθέντων περιβολαίων οὐ περι εῖδε γυμνούς. XL Τί ἐστι τὸ" ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν"; Ἐπειδὴ ὁ διάβολος εἶπεν" ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρὸν", ἐδέξατο δὲ τοῦ θανάτου τὸν ὅρον τὴν ἐντολὴν παραβάς, εἰρωνικῶς τοῦτο εἴρηκεν ὁ τῶν ὅλων Θεός, δεικνὺς τῆς διαβολικῆς ἐπαγγελίας τὸ ψεῦδος· μεταλαβεῖν δὲ αὐτὸν τοῦ καρποῦ τοῦ ξύλου τῆς ζωῆς διεκώλυσεν, οὐ φθονῶν αὐτῷ τῆς ἀθανάτου ζωῆς, ἀλλὰ τῆς ἁμαρτίας ἐπέχων τὸν δρόμον· ἰατρεία τοίνυν ὁ θάνατος, οὐ τιμωρία· ἐπέχει γὰρ τῆς ἁμαρτίας τὴν ὁρμήν·" ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας". καταντικρὺ δὲ αὐτὸν τοῦ παραδείσου διάγειν προσέταξεν, ἵνα τῆς ἀλύπου βιοτῆς εἰς μνήμην ἐρχόμενος, μισῇ τὴν ἁμαρτίαν ὡς πρόξενον τῆς ἐπιπόνου ζωῆς. 42 XLI Εἰ ἐλυπήθη ὁ Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ προσενεχθέντων, δῆλον ὅτι μετεμελήθη· τῶν γὰρ μεταμελουμένων ἡ λύπη. Ἠνίασεν αὐτὸν οὐχ ἡ αὐτοῦ πλημμέλεια, ἀλλ' ἡ τοῦ ἀδελφοῦ εὐπραξία· τοῦτο γὰρ καὶ ὁ Ἀκύλας ᾐνίξατο· ἔφη δὲ οὕτως·" καὶ ὀργίλον τῷ Κάϊν σφόδρα, καὶ ἔπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε Κύριος πρὸς Κάϊν εἰς τί ὀργίλον σοι"; XLII Ποῖον σημεῖον ἔθετο τῷ Κάϊν ὁ Θεός; Αὐτὸς ὁ τοῦ Θεοῦ ὅρος σημεῖον ἦν, κωλύων αὐτὸν ἀναιρεθῆναι· καὶ αὐτὸς δὲ τῶν μελῶν ὁ κλόνος ἐπίσημον αὐτὸν καὶ δῆλον εἰργάζετο. XLIII Τίνα ὁ Κάϊν ἔσχε γυναῖκα; Δῆλον ὅτι τὴν ἀδελφήν· οὐκ ἦν δὲ τοῦτο τηνικαῦτα κατηγορία, οὐδενὸς ἀπαγορεύοντος νόμου. ἄλλως τε οὐδὲ οἷόν τε ἦν ἄλλως αὐξηθῆναι τὸ γένος· ἠβουλήθη δὲ ὁ Θεὸς ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπαντα συστῆ σαι τῶν ἀνθρώπων τὰ ἔθνη· πρῶτον ἵνα τὸ ταὐτὸν τῆς φύσεως γινώσ κωσιν, ὡς ἐξ ἑνὸς ζεύγους βεβλαστηκότες· ἔπειτα καὶ εἰς ὁμόνοιαν συνάπ τωνται, ὡς ἐκ μιᾶς ῥίζης ἠνθηκότες. εἰ γὰρ καὶ τούτων παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρυτανευθέντων μυρίαι τολμῶνται σφαγαί, τί οὐκ ἂν ἔδρασαν εἰ ἐκ διαφόρων βεβλαστηκέναι πατέρων ᾠήθησαν; τούτου χάριν ἕνα μὲν ἐκ τῆς γῆς διέπλασεν ἄνδρα, ἐκ δὲ τούτου μίαν ἐδημιούργησε γυναῖκα· 43 ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε. διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν, ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον. διά τοι τοῦτο σὺν τῷ Νῶε καὶ τοῖς υἱέσι, καὶ τὰς ἐκείνων γυναῖκας διέσω σεν ἐν τῇ κιβωτῷ, ἵνα ταῖς ἀνεψιαῖς οἱ ἐκείνων συναφθῶσι παῖδες. XLIV Τίνας ἀνεῖλεν ὁ Λάμεχ; Οὐ δύο καθά τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα καὶ τοῦτον νέον·" ἄνδρα, γάρ φησιν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί"· του τέστιν ἄνδρα νέαν ἄγοντα τὴν ἡλικίαν. διέφυγε μέντοι τὴν τιμωρίαν διὰ τὴν τῆς ἁμαρτίας ὁμολογίαν· καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐξενεγκών, τὴν θείαν διεκώλυσε ψῆφον. XLV Ποῦ μετατέθεικε τὸν Ἐνὼχ ὁ τῶν ὅλων Θεός; Οὐ δεῖ ζητεῖν τὰ σεσιγημένα· στέργειν δὲ προσήκει τὰ γεγραμμένα. ἐγὼ δὲ οἶμαι τοῦτο πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν εἰς ψυχαγωγίαν τῶν τῆς ἀρετῆς ἀθλητῶν· ἐπειδὴ γὰρ ὁ Ἄβελ πρῶτος γεγονὼς τῆς δικαιοσύνης καρπὸς πρόωρός τε καὶ πρόρριζος ἐξεκόπη, ἐλπὶς δὲ τῆς ἀναστάσεως οὐδέπω τοὺς ἀνθρώπους ἐψυχαγώγει· μετέθηκεν" εὐαρεστήσαντα τὸν Ἐνὼχ" ὁ τῶν ὅλων Θεός, καὶ τῆς τῶν θνητῶν ἐχώρισε βιοτῆς, ἵνα ἕκαστος τῶν εὐσεβεῖν προαιρουμένων λογίζηται, οἷα δὴ λόγῳ τετιμημένος, ὡς ὁ τοῦτον τετιμηκώς, ἀγέραστον οὐκ ἐάσει τὸν Ἄβελ, ἅτε δὴ δίκαιος ὢν καὶ δικαίως ἰθύνων τὰ σύμπαντα. τούτου δὴ χάριν, τὸν μὲν παρεῖδεν ἀναιρούμενον, τὸν δὲ μετατέθεικεν ἵνα τῇ ἀναρρήσει τῇ τούτου μηνύσῃ 44 τὴν ἐσομένην ἀνάστασιν· ὁ γὰρ κατὰ τόνδε τὸν βίον τῶν τῆς ἀρετῆς μὴ τετυχηκὼς ἀντιδόσεων, δῆλον ὡς ἐν ἑτέρῳ τούτων ἀπολαύσεται βίῳ. XLVI Τί δή ποτε τοῦ Ἀδὰμ ἡμαρτηκότος Ἄβελ ὁ δίκαιος ἐτελεύτησε πρῶτος; Σαθρὸν ἠβουλήθη γενέσθαι τὸν τοῦ θανάτου θεμέλιον· εἰ γὰρ Ἀδὰμ πρότερος ἐτελεύτησεν ἔσχεν ἂν ἐκεῖνος ἰσχυρὰν τὴν κρηπῖδα, πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος· ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον ἐδέξατο πρῶτον, σφαλερὸν τὸ θεμέλιον ἔχει. XLVII Τίνας υἱοὺς τοῦ Θεοῦ κέκληκεν ὁ Μωϋσῆς; Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν. ἔδει δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Θεοῦ τῶν ὅλων λέγον τος·" οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀν θρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἕκατον εἴκοσι ἔτη"· καὶ συνιδεῖν ἐντεῦθεν, ὡς οὔτε σάρκας ἔχει τῶν ἀσωμάτων ἡ φύσις, οὔτε χρόνῳ ῥητῷ περιωρισμένην ἔχουσι τὴν ζωήν· ἀθάνατοι γὰρ ἐκτίσθησαν. καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διά νοιαν·" ἰδών, γάρ φησι, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύν θησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τᾶς ἡμέρας καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίη 45 σα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐ ρανοῦ, ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς". καὶ τῷ Νῶε πάλιν ἔφη·" καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐ τῶν· καὶ ἰδοὺ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν". ταῦτα δὲ πάντα ἀνθρώπους εἶναι δηλοῖ, τοὺς τὸν παράνομον βίον ἠγα πηκότας. εἰ δὲ ἄγγελοι ταῖς τῶν ἀνθρώπων ἐπεμίγησαν θυγατράσιν, ἠδίκηνται μὲν οἱ ἄνθρωποι παρὰ τῶν ἀγγέλων· βίᾳ γὰρ δηλονότι τὰς τούτων θυγατέρας διέφθειραν· ἠδίκηνται δὲ καὶ παρὰ τοῦ πεποιηκότος Θεοῦ, ὑπὲρ ἀγγέλων λελαγνευκότων αὐτοὶ κολαζόμενοι. ἀλλὰ ταῦτα οὐδὲ αὐτὸν οἶμαι φάναι τολμῆσαι τὸν τοῦ ψεύδους πατέρα· διὰ πολλῶν γὰρ ἐδίδαξεν ἡ θεία γραφὴ καὶ ἀνθρώπους ἡμαρτηκέναι καὶ κατ' ἀνθρώ πων ἐξενηνέχθαι τὴν θείαν ψῆφον· ποιεῖ δὲ τοῖς πολλοῖς τὴν ἄγνοιαν τὸ παρέργως ἀναγινώσκειν τὴν θείαν γραφήν· εἰρηκὼς γὰρ ὁ συγγραφεύς, ὅπως ἐκ μὲν τοῦ Ἀδὰμ ὁ Σὴθ ἐγεννήθη, ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς, προσέθηκεν," οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ". ὁ δὲ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσεν·" τότε ἤρχθη τοῦ καλεῖν ἐν ὀνόματι Κυρίου"· αἰνίττεται δὲ ὁ λόγος, ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκε καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός· ὅθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὥσπερ δὴ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγο ρίας χριστιανοὶ καλούμεθα. εἰ δέ τις ταύτην οὐ δέχεται τὴν διάνοιαν, διὰ τὸ τὸν Ἀκύλαν οὕτως ἡρμηνευκέναι, ἀκουσάτω τοῦ Θεοῦ διὰ Δαβὶδ τοῦ προφήτου λέγοντος·" ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες". καὶ" ὁ Θεὸς ἔστη ἐν συνα 46 γωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ". οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας, ὡς δηλοῖ τὰ ἑξῆς," ἕως πότε κρί νετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμ βάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε" καὶ τὰ ἑξῆς· καὶ αὖθις" Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν". τούτων αὐτῶν δηλονότι τῶν χάριτι τῆς προσηγορίας ταύτης ἠξιωμένων· οὕτω καὶ ὁ νομο θέτης ἔφη," θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς"· κἀκεῖνοι τοίνυν ὡς εὐσε βεῖς ὠνομάσθησαν υἱοὶ τοῦ Θεοῦ. κεχώριστο γὰρ τοῦ Σὴθ τὸ γένος καὶ οὐκ ἐπεμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. ἀλλὰ χρόνου συχνοῦ διελθόντος– μετὰ πλείονα γὰρ ἢ δισχίλια ἔτη τὸν κατακλυσμὸν ἐπήγαγεν ὁ Θεός–, εὐειδεῖς θεασάμενοι τῆς τοῦ Κάϊν συγγενείας τὰς θυγατέρας καὶ καταθελχθέντες, ὡς εἰκός, τοῖς παρ' αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς ὀργάνοις– ὁ γὰρ Ἰουβὰλ ἐξ αὐτῶν ἀνθήσας ψαλτήριον καὶ κιθάραν κατέδειξεν–, ἐπεμίγησαν αὐταῖς καὶ διέφ θειραν τὴν οἰκείαν εὐγένειαν· καὶ τὰ αὐτὰ τοῖς ἰσραηλίταις ὑπέμειναν, οἳ ταῖς τῶν μαδιανιτῶν θυγατράσι μιγέντες καὶ τῆς ἐκείνων δυσσεβείας μετέσχον, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο. περὶ τούτων καὶ ὁ θεῖος ἔφη Δαβίδ," καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν". οὕτως οἱ ἐκ τοῦ Σὴθ τὸ γένος κατάγοντες, πάλαι μὲν ὡς ἀρετῆς ἐπιμελούμενοι υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὑπὸ δὲ τῆς ὥρας τῶν ἀνο σίων γυναικῶν δελεασθέντες, συνέχεαν μὲν διακεκριμένα τὰ γένη, καρπὸν δὲ κληρονομίας τὴν πανωλεθρίαν ἐδέξαντο. ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν 47 μετ' ἐπιμελείας καὶ σπουδῆς παρανομίαν. τοῦτο γὰρ δηλοῖ τὸ" πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας"· οἱ μὲν γὰρ δυσχεραίνον τες τῆς ἁμαρτίας τὴν προσβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυ μίαν τῇ πονηρίᾳ, εἶθ' ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἁμῆ γέ πῃ παραίτησιν· οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντά πασιν ἀποκλίνοντες, καὶ δοῦλον τῶν παθῶν τὸν λογισμὸν ἀποφαίνοντες, ὥστε καὶ προσεπινοεῖν ἑτέρας κακίας ἰδέας, καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ παρὰ πάντα τὸν βίον, ποίας ἄξιοι συγγνώμης; ποία δὲ κόλασις οὐ σμικρὰ τοῖς οὕτω σφᾶς αὐτοὺς ἐκδεδωκόσιν εἰς ὄλεθρον; XLVIII Τίνας καλεῖ γίγαντας ἡ θεία γραφή; Τινές φασι τοὺς ἔτη πολλὰ βεβιωκότας· τινὲς δὲ τοὺς θεομισεῖς καὶ ἀντι θέους ἀνθρώπους. οἱ δὲ ταῦτα οὕτω νενοηκότες οὔ φασι τούτους μείζονα τῶν ἄλλων ἀνθρώπων σώματα ἐσχηκέναι. ἐγὼ δὲ ὅταν ἀκούσω τῆς θείας γραφῆς λεγούσης περὶ τοῦ Ἐνὰκ ὅτι" ἀπόγονος ἦν τῶν γιγάντων", καὶ περὶ τοῦ Ὢγ ὅτι" ἡ κλίνη αὐτοῦ ἦν σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος καὶ τεσσάρων πήχεων τὸ εὖρος", καὶ ὅτι οὗτος" ἐκ τῶν ῥαφαῒν ὑπε λείφθη"· καὶ τῶν κατασκόπων διηγουμένων ὅτι" ἦμεν ἐνώ πιον αὐτῶν ὡσεὶ ἀκρίδες", καὶ τοῦ Θεοῦ βεβαιοῦντος τοὺς λόγους καὶ λέγοντος ὅτι" παραδέδωκά σοι τὸν ἀμορ ραῖον, οὗ τὸ ὕψος ἦν ὡς κέδρου, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς", καὶ περὶ τοῦ Γολιὰδ ὅτι" τεσσάρων πήχεων καὶ σπιθαμῆς τὸ μῆκος εἶχεν", ἡγοῦμαι γεγενῆσθαι τινὰς παμμεγέθεις ἀνθρώπους. τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς πρυτανεύσαντος, ἵνα 48 γνῶσιν ὡς οὐκ ἀσθενῶν ὁ δημιουργὸς τοσοῦτον τοῖς ἀνθρώποις ἀπέν ειμε μέτρον· ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ μείζους δημιουργῆσαι, ἀλλὰ τὸν τύφον ἐκκόπτων καὶ τὴν ἀλαζονείαν κωλύων, μέγιστα τοῖς ἀνθρώποις οὐκ ἔδωκε σώματα. εἰ γὰρ ἐν σμικροῖς σώμασιν οὐ κατ' ἀλλήλων, ἀλλὰ κατ' αὐτοῦ μεγαλαυχοῦσι τοῦ ποιητοῦ, τί οὐκ ἂν ἔδρασαν εἰ μεγίστων σωμάτων μετέλαχον; XLIX Διὰ τί πολὺν χρόνον ἔζων οἱ παλαιοί; Ὥστε αὐξηθῆναι τὸ γένος τῷ πλείονι χρόνῳ· διὰ τοῦτο καὶ πολλαῖς συ νήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μέχρι τῶν πατριαρχῶν μακρόβιοι ἦσαν· ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. L Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάϊν τὸ γένος ἠθέλησεν· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσε βῶν ἡ φύλη· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. οὐ μήν, ὥς τινές φασιν, ὀργῇ τινι ταῦτα καὶ μεταμελείᾳ πεποίηκε· ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις ἐλευθέρα παθῶν. ἄλλως τε ἡ μεταμέ λεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλ ληλος· ἀγνοοῦντες γὰρ τὸ ἐσόμενον, προβουλεύονται· εἶτα τῇ πείρᾳ μανθάνοντες, ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. ὁ δὲ Θεὸς οὕτως 49 ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεάς, ὡς ἤδη γεγενημένα· ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. τί δήποτε τοίνυν μεταμελεῖται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκείαν οἰκονομῶν; οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκονομίας μεταβολή·" μεταμεμέλη μαι, φησίν, ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα", ἀντὶ τοῦ ἐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. οὕτω κἀνταῦθα," ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον", ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος· ἀλλὰ φιλάνθρωπος ὢν σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων ἕνεκα δεδημιούργηται χρείας, καὶ ταῦτα τοῖς ἀν θρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διασωθέν των. ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν· ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. εὐθὺς γὰρ ὁ Νῶε, μετὰ τὴν παῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ χαριστήριον προσενήνοχεν·" ἀπὸ πάντων, φησί, τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν", ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῷον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας. 50 LI Τί ἤσθιεν ἐν τῇ κιβωτῷ τὰ θηρία; Δῆλον ὅτι χιλόν τε καὶ σπέρματα· ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεός·" σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς ἑαυτὸν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν". ἐξ ἀρχῆς δὲ ὁ Θεὸς οὐ κρέον φαγεῖν ἐνο μοθέτησε τοῖς ἀνθρώποις·" ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν πάν τα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρ πετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν"· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ ἄνθρωποι καὶ τὰ ζῷα κρεωφαγίας ἀπείχοντο, τροφὴν δὲ εἶχον τοὺς ἀπὸ γῆς φυομένους καρπούς. τὸ δὲ" σπεῖρον σπέρμα"," σπερμαῖνον σπέρμα" ὁ Ἀκύλας ἡρμήνευσεν. LII Πῶς νοητέον τὸ" ἐμνήσθη Κύριος τοῦ Νῶε" Προσφόρως τοῖς ἀνθρώποις ἡ θεία γραφὴ διαλέγεται, καὶ ὡς ἀκούειν δύνανται μετασχηματίζει τοὺς λόγους· ὥσπερ τοίνυν ἐπὶ Θεοῦ ἡ μετα 51 μέλεια οἰκονομίας ἐστὶ διαφορά·" μεταμεμέλημαι γὰρ ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα", ἀντὶ τοῦ, ἐδοκίμα σα ἄλλον ἀντ' αὐτοῦ καταστῆσαι, οὕτω καὶ ἐνταῦθα νοητέον" ἐνε θυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον", ἀντὶ τοῦ, ἐδοκίμασα αὐτοὺς πανωλεθρίαν ἐπαγαγεῖν. καὶ τοῦτο τοίνυν τὸ" ἐμ νήσθη ὁ Θεὸς τοῦ Νῶε" οὐ προτέραν λήθην αἰνίττεται, ἀλλὰ τὴν ἄρρητον αὐτοῦ φιλανθρωπίαν δηλοῖ· ὅτι διὰ τὴν περὶ ἐκεῖνον φιλοσ τοργίαν προσέταξεν ὡς τάχιστα καταποθῆναι τὸ ἄπειρον ἐκεῖνο καὶ ἀμέτρητον ὕδωρ. δήλην δὲ αὐτοῦ ποιῶν τὴν ἄφραστον ἀγαθότητα, προστέθεικεν ὅτι" καὶ πάντων τῶν κτηνῶν καὶ πάν των τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ". ἡμῶν δὲ χάριν καὶ ταῦτα προμηθείας ἠξίωσεν· τοῦτο γὰρ καὶ ὁ μέγας Δαβὶδ βοᾷ·" ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων". καὶ πάλιν," ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε". δι' ἡμᾶς γὰρ καὶ τῶν ἡμε τέρων ἐπιμελεῖται. LIII Τί ἐστιν" ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας"; Ὑπεδέξατο τοῦ Νῶε τὸ εὔγνωμον, οὐ τῇ κνίσσῃ τερφθείς· ὀστῶν γὰρ καιομένων οὐδὲν δυσωδέστερον, ἀλλὰ τοῦ προσενηνοχότος ἐπαινέσας τὴν γνώμην. οὐ γὰρ σωματικὰ ἔχει μόρια, ἵνα καὶ ῥῖνας αὐτῷ περιθῶμεν· διὰ ῥινῶν γὰρ ἡ ὄσφρησις. ἀμείβεται οὖν αὐτὸν τῇ εὐλογίᾳ· καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν καὶ ῥίζα τῆς φύσεως καὶ δεύτερος Ἀδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς διαπλασθεὶς ἀπολελαύκει·" αὐξά νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν 52 καὶ κατακυριεύσατε αὐτῆς· καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ἃ ὑπὸ χεῖρα ὑμῖν δέδωκα". καὶ ὁ λόγος ἔργον γέγονε· δέδιε γὰρ ἅπαντα καὶ αὐτὴν τὴν τοῦ ἀνθρώπου σκιάν, καὶ τὰ νηκτὰ καὶ τὰ χερσαῖα καὶ τὰ πτηνά. εἶτα τὸν περὶ τῆς κρεωφαγίας αὐτῷ δέδωκε νόμον, ὡς λαχάνων τῶν κρεῶν ἀπολαύειν κελεύσας. LIV Τίνος χάριν ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν; Σαφέστερον ἐδίδαξεν ἐν τῷ νόμῳ·" ὅπερ γάρ ἐστι, φησίν, ἀν θρώπῳ ψυχή, τοῦτο τοῖς ἀλόγοις τὸ αἷμα"· δίχα τοίνυν τοῦ αἵματος τῶν κρεῶν μεταλαμβάνων, ὡς λαχάνων δήπουθεν μεταλήψῃ· ἄψυχον γὰρ τὸ λάχανον. εἰ δὲ μετὰ τοῦ αἵματος μεταλάβοις, ψυχὴν ἐσθίεις· διὸ δὴ καὶ ἐνταῦθα ἔφη," πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς παντῶν τῶν θηρίων ἐκζητήσω αὐτό, ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ". ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν, οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος, ἀλλ' ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ ἀναστήσων·" ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς"· καὶ ῥᾴ διον αὐτῷ πάντοθεν συναγαγεῖν τὸ ἡμέτερον σῶμα· ἐνταῦθα μὲν οὖν 53 αἰνιγματωδῶς τοῦτο δεδήλωκε· διὰ δὲ Ἰεζεκιὴλ σαφέστερον ἐκήρυξε τὴν ἀνάστασιν. LV Διὰ τί δὲ ὅλως τὴν κρεωφαγίαν ἐνομοθέτησεν; Εὐθὺς δημιουργήσας τὸν ἄνθρωπον, τῆς γῆς αὐτῷ τοὺς καρποὺς ἐδωρή σατο, ἀπὸ σπερμάτων καὶ δένδρων βιοτεύειν κελεύσας· μετὰ δὲ τὸν κατα κλυσμὸν πλείονα φιλοτιμεῖται τροφὴν καὶ πετεινὰ καὶ νηκτὰ καὶ χερσαῖα ζῷα θύειν τε καὶ ἐσθίειν κελεύσας· πάθει πάθος ἐξελαύνων καὶ τῷ ἐλάτ τονι θεραπεύων τὸ μεῖζον· προορῶν γὰρ ὁ Θεός, ὅτι ταῦτα πάντα θεο ποιήσουσιν οἱ εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότες, συγχωρεῖ τὴν βρῶσιν ἵνα τὴν ἀσέβειαν παύσῃ· ἀβελτηρίας γὰρ ἐσχάτης τὸ ἐσθιόμενον προσ κυνεῖν· διά τοι τοῦτο, τὰ μὲν ἀκάθαρτα τῶν ζῴων λέγει, τὰ δὲ καθαρά, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιῶσι, τὰ δὲ μὴ προσκυ νῶσιν ἐσθιόμενα. LVI Τίνος ἕνεκα μὴ ἐμέμφθη Νῶε μέθῃ περιπεσών; Ἀπειρίας ἦν οὐκ ἀκρασίας τὸ πάθος· πρῶτος γὰρ ἀνθρώπων ἀποθλίψας τὸν τῆς ἀμπέλου καρπόν, καὶ ἀγνοῶν οὐ μόνον τὸ πόσον τῆς πόσεως, ἀλλὰ καὶ τὸν τρόπον τῆς μεταλήψεως, ὅτι δεῖ κεράσαι πρότερον, εἶθ' οὕτω πιεῖν, τὸν κάρον ὑπέμεινε· καινὸν δὲ οὐδὲν πέπονθε γυμνωθείς· καὶ γὰρ νῦν τινες γυμνοῦνται καθεύδοντες, ἀφαιρουμένου τοῦ ὕπνου τὴν αἴσθησιν· τῷ ὕπνῳ δὲ ἡ μέθη προσγινομένη, πιθανωτέραν τῆς γυμ νώσεως τὴν ἀπολογίαν ποιεῖ. 54 LVII Τοῦ νόμου μηδέπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μη τέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται; Τῇ φύσει τοὺς ἀναγκαίους ἐντέθεικε νόμους ὁ ποιητής. οὕτω τὸν Κάϊν κατέκρινεν ἐπειδήπερ αὐτὸν ἡ φύσις ἐδίδασκεν, ὡς ὁ φόνος παράνομος· αὐτίκα γοῦν δόλῳ χρησάμενος συνεργῷ, πόρρῳ τῶν γεγεννηκότων ἀπα γαγών, ἀνεῖλε τὸν ἀδελφὸν καὶ τοῦ Θεοῦ πυνθανομένου," ποῦ Ἄβελ ὁ ἀδελφός σου"; ἠρνήθη· δῆλον δὲ ὡς ἐπιστάμενος ὅτι κακὸν τὸ γεγενημένον ἠρνήθη τὸ τολμηθέν· ἐλεγχθεὶς δὲ ὑπὸ τοῦ δικαίου κριτοῦ, ὡμολόγησεν ὑπὲρ συγγνώμην ἡμαρτηκέναι·" μεί ζων, γάρ φησιν, ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με". καὶ μέντοι καὶ ὁ Ἀδὰμ τῆς θείας ἐπιφανείας αἰσθόμενος ἐπειράθη λαθεῖν, ὡς εἰδὼς ὅτι δὴ τὸ κλέπτειν κακόν· οὕτω καὶ ὁ Χὰμ τὴν τοῦ πατραλοίου κατηγορίαν ἐδέξατο, ὡς παραβὰς τὸν τῆς φύσεως νόμον· ὅτι γὰρ καὶ τὸ γεραίρειν τοὺς γεγεννηκότας ἡ φύσις ἐδίδασκε, μαρτυροῦσιν οἱ τοῦ Χὰμ ἀδελφοί, οἳ τοῦ πατρὸς τὸ πάθος παρ' ἐκείνου μεμαθηκότες μετὰ πολλῆς αἰδοῦς συνεκάλυψαν τὸν πατέρα εἰς τοὐπίσω βαδίζοντες, ὡς ἂν ἥκιστα ἴδοιεν ὅθεν σπαρέντες ἐβλάστησαν· τοιγάρτοι μάλα εἰκότως καὶ τοῦ πατρὸς τὴν εὐλογίαν ἐδρέψαντο. LVIII Τί δήποτε τοῦ Χὰμ ἐπταικότος, ὁ ἐκείνου παῖς ἐδέξατο τὴν ἀράν; Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν τῆς θείας μετέλαχον εὐλογίας· τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶε ἐπαγαγεῖν ἀρὰν τῷ τῆς 55 θείας εὐλογίας μετειληχότι· τούτου χάριν τῷ ἐκείνου παιδὶ περιτέθεικε τὴν ἀράν· ἔχει δὲ καὶ ἡ τιμωρία τὸ δίκαιον. ἐπειδὴ γὰρ υἱὸς ὢν ἐξήμαρτεν εἰς πατέρα, διὰ τῆς τοῦ παιδὸς ἀρᾶς δέχεται τιμωρίαν. πρὸς δὲ τούτοις σκοπητέον κἀκεῖνο, ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία· εἰς δὲ τὸν νεώτατον υἱὸν τὴν παιδείαν παρέπεμψε, καὶ τοῦτο δὲ εἰδέναι προσέκει, ὡς πρόρρησίς ἐστιν, οὐκ ἀρά, τοῦ δικαίου τὰ ῥήματα· ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἰσραὴλ ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος, τῆς Παλαιστίνης παραλαμβάνειν τὴν δεσποτείαν· ταύτην δὲ πάλαι ᾤκουν οἱ ἐκ τοῦ Χαναὰν βεβλαστηκότες· εἰς ἀρὰν σχηματίζει τὴν πρόρ ρησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσο μένους, μὴ πλημμελεῖν εἰς γονέας. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Σὴμ εὐλογία διδάσκει·" εὐλογητός, γάρ φησι, Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χανάαν παῖς αὐτοῦ". Οὐ γὰρ τοῖς δύο τοῦτον ὑπέταξεν ἀλλὰ μόνῳ τῷ Σήμ· καὶ τοῦ μὲν Ἰάφεθ τὴν πολυ γονίαν προείρηκε, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν· τὸν γὰρ Θεὸν ἐν τοῖς σκη νώμασι τοῦ Σὴμ κατοικήσειν προείρηκε· κατῴκησε δὲ ἐν τοῖς ἐκ τοῦ Σὴμ πατριάρχαις, καὶ ἐν τοῖς ἐκ τούτων βεβλαστηκόσι προφήταις· καὶ ἐν τῇ σκηνῇ πρότερον, καὶ ἐν Ἱεροσολύμοις ὕστερον. ἀκριβὲς δὲ τέλος ἔσχη κεν ἡ προφητεία τὸ τῆς οἰκονομίας μυστήριον· ὅτε αὐτὸς ὁ Θεὸς λόγος, ὁ τοῦ Θεοῦ καὶ πατρὸς μονογενὴς υἱὸς ἐσαρκώθη καὶ ἐνηνθρώπησε καὶ ναὸν ἑαυτοῦ προσηγόρευσεν, ἣν ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ ἔλαβε σάρκα· ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατῆγον τὸ γένος· ἡ δὲ τοῦ Χανάαν δουλεία ἐν τοῖς γαβαωνίταις τὸ τέλος ἐδέξατο. 56 LIX Τὴν ἄσφαλτόν τινες τῶν διδασκάλων ἄσβεστον ἔφασαν εἶναι. Ἀγνοοῦντες, ὡς εἰκός, τὰς ἐν τῇ Ἀσσυρίᾳ πηγάς, ᾠήθησαν ἀσβέστῳ τὸν πύργον ᾠκοδομεῖσθαι. ἀκριβῶς δὲ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων με μάθηκα, ὡς εἰσὶ πηγαὶ ταύτην ἀναβλύζουσαι τὴν ὕλην μεθ' ὕδατος· καὶ ὅτι ταῖς ἐν ὕδασιν οἰκοδομίαις συνυφαίνοντες, ἐπὶ ταύτης τὴν ὠπτημένην συνετίθεσαν πλίνθον. οὕτω τὸν πύργον ἐκεῖνον ᾠκοδομῆσθαί φασι, καὶ οἱ αὐτόπται τούτου καὶ διορύξαι τι μέρος ἰσχυρίσαντο, καὶ ἀκριβῶς διαγνῶναι, ὡς ἄσφαλτος ταῖς ὠπτημέναις ὑπέστρωται πλίνθοις. ἄλλως τε καὶ λίθων εἶναι σπάνιν ἐν τῇ Ἀσσυρίᾳ φασί, καὶ διὰ τοῦτο ταῖς πλίν θοις ἀντὶ λίθων κεχρῆσθαι· λίθων δὲ δίχα πῶς ἂν γένοιτο ἄσβεστος; LX Ποία γλῶσσα ἀρχαιοτέρα; Δηλοῖ τὰ ὀνόματα· Ἀδὰμ γὰρ καὶ Κάϊν καὶ Ἄβελ καὶ Νῶε, τῆς Σύρωνἴδια γλώττης· ἀδαμθὰ γὰρ τὴν ἐρυθρὰν γῆν ἔθος τοῖς σύροις καλεῖν. Ἀδὰμ τοίνυν, ἢ ὁ γήϊνος ἢ ὁ χοϊκὸς ἑρμηνεύεται, καὶ Κάϊν κτήσις, τοῦτο δὲ ὑμνῶν ὁ Ἀδὰμ εἴρηκεν·" ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ". καὶ Ἄβελ πένθος· πρῶτος γὰρ οὗτος ὤφθη νε κρός· καὶ πρῶτος τοῖς γεγεννηκόσι προὐξένησε πένθος· καὶ Νῶε ἀνά παυσις. 57 LXI Ἡ οὖν ἑβραία πόθεν ἤρξατο; Οἶμαι αὐτὴν ἱερὰν εἶναι φωνήν· ὥσπερ γὰρ ἐν τοῖς ἑλληνικοῖς ναοῖς ἴδιοί τινες ἦσαν χαρακτῆρες γραμμάτων οὓς ἱερατικοὺς προσηγόρευον, οὕτω διὰ τοῦ Μωϋσέως ὁ τῶν ὅλων Θεὸς ταύτην ἔδωκε τὴν γλῶτταν, διδακ τὴν οὖσαν, οὐ φυσικήν· τοιγάρτοι τῶν ἄλλων ἁπάντων κατὰ τὴν τῶν ἐθνῶν ἐν οἷς ἂν γεννηθῶσι φθεγγομένων φωνὴν καὶ τῶν μὲν ἐν Ἰταλίᾳ τικτομένων τῇ ἰταλῶν κεχρημένων, τῶν δὲ ἐν τῇ Ἑλλάδι τῇ ἑλλήνων, καὶ τῶν ἐν Περσίδι τῇ περσῶν, καὶ τῶν ἐν Αἰγύπτῳ τῇ αἰγυπτίων· τὰ ἑβραίων παιδία οὐ τῇ ἑβραίᾳ ἔστιν εὑρεῖν εὐθὺς κεχρημένα φωνῇ, ἀλλὰ τῇ ἐκείνων παρ' οἷς ἐγεννήθησαν· εἶτα μειράκια γενόμενα διδάσκεται τῶν γραμμάτων τοὺς χαρακτῆρας· μανθάνει δὲ διὰ τῶν γραμμάτων τὴν θείαν γραφήν, τῇ ἑβραΐδι γεγραμμένην φωνῇ. οἶμαι δὲ τοῦτο αἰνίττεσθαι καὶ τὸν μακάριον Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ψαλμῷ·" γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν". LXII Ἀλλὰ τινές φασιν ἀπὸ τοῦ Ἕβερ ἑβραίαν κεκλῆσθαι τὴν γλῶσσαν· ἐκεῖνον γὰρ μόνον ἐν τῇ προτέρᾳ μεῖναι φωνῇ καὶ ἐκεῖθεν ἑβραίους ὀνομασ θῆναι Ἐγὼ δὲ οἶμαι ἑβραίους ὀνομασθῆναι ἐκ τοῦ τὸν πατριάρχην Ἀβραὰμ ἀπὸ τῆς χαλδαίων χώρας εἰς τὴν Παλαιστίνην ἐλθεῖν τὸν Εὐφράτην πο ταμὸν διαβάντα· ἑβρα γὰρ τῇ σύρων φωνῇ διάβασις ὀνομάζεται· οὕτω δὲ καὶ αὐτὸς ἐκαλεῖτο καὶ μάρτυς ἡ θεία γραφή· μετὰ γὰρ τὴν τοῦ Λὼτ 58 αἰχμαλωσίαν, ἐλθών τις, φησίν," ἀπήγγειλεν Ἀβραὰμ τῷ περάτῃ"· τοῦτο δὲ παρὰ τῷ ἑβραίῳ κείμενον εὗρον ἑβρει· τὸ δὲ ἑβρει ἐξελληνιζόμενον ἑβραῖος γίνεται. καὶ γὰρ ἐν ἐκείνῳ τῷ χωρίῳ, ἔνθα ἡ αἰγυπτία περὶ τοῦ Ἰωσὴφ ἔφη·" εἰσήγαγες ἡμῖν παῖδα ἑβραῖον ἐμπαίζειν ἡμῖν", παρὰ τῷ ἑβραίῳ ἑβρει κεῖται. εἰ δὲ ἐκ τοῦ Ἕβερ ἑβραῖοι καλοῦνται, οὐ μόνους ἐχρῆν τούτους οὕτω προ σαγορεύεσθαι· πολλὰ γὰρ ἔθνη ἐκ τοῦ Ἕβερ κατάγει τὸ γένος· καὶ ἵνα τοὺς ἄλλους πάντας παρῶ, ἐκ τούτου εἰσὶν ἰσμαηλῖται καὶ οἱ ἀπὸ τῆς Χεττούρας καὶ ἰδουμαῖοι καὶ ἀμαληκῖται καὶ μωαβῖται καὶ ἀμμανῖται καὶ οἱ τὰς Κάρρας οἰκοῦντες· ἐκ τοῦ γὰρ Ναχὼρ καὶ τοῦ Λάβαν τὸ γένος κατάγουσιν. ἀλλ' οὐδεὶς τούτων τῇ ἑβραΐδι χρῆται φωνῇ. ἀλλὰ περὶ τούτου ζυγομαχεῖν περιττόν· οὐδὲν γὰρ τῷ λόγῳ τῆς εὐσεβείας λυμαίνε ται, κἄν τε τοῦτο, κἄν τε ἐκεῖνο δεξώμεθα.– LXIII Τινές φασι τῇ Σάρρᾳ μιγῆναι τὸν Φαραώ. Ποίας οὖν κηδεμονίας ἀπήλαυσεν Ἀβραὰμ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, εἰ περιεῖδεν αὐτοῦ μοιχευομένην τὴν γαμετήν; τί δήποτε δὲ καὶ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς τὸν Φαραώ, καὶ ἅπαντα τὸν οἶκον αὐτοῦ εἰ μὴ κωλῦσαι τὴν παράνομον ἠβούλετο συναφήν; καὶ αὐτὸς δὲ ὁ Φαραὼ τὴν ἄγνοιαν εἰς ἀπολογίαν προβάλλεται· καὶ μέμφεται τῷ Ἀβραὰμ ἀδελ φὴν κεκληκότι τὴν γαμετήν· καὶ διδάσκει ὡς οὐχ ὑβρίσαι αὐτήν, ἀλλὰ γῆμαι βουλόμενος ἔλαβε." τί τοῦτο, γάρ φησιν, ἐποίησάς μοι, ὅτι γυνή σού ἐστιν; ἵνα τί εἶπας ἀδελφή 59 μού ἐστι, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα; καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου, λαβὼν ἀπότρεχε". καὶ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἔπραξε, καὶ παντοδαπῆς κηδεμονίας ἠξίωσεν·" ἐνετείλατο, γάρ φησι, Φαραὼ ἀν δράσι περὶ τοῦ Ἀβραὰμ συμπροπέμψαι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ". δῆλον τοίνυν, ὡς εὐθὺς ἁρπασθείσης τῆς Σάρρας ἐπέδησε τῇ νόσῳ τὸν Φαραὼ τῶν ὅλων ὁ πρύτανις· ἡ δὲ νόσος τὴν ὄρεξιν ἤμβλυνεν, καὶ τῶν δικτύων εἴσω τὴν θήραν ἔχων ὁ θηρευτής, οὐκ ἀπήλαυσε τῆς ἄγρας· ἡ γὰρ νόσος ἐκώλυσε. LXIV Καὶ τίνος ἕνεκεν ἐνταῦθα μὲν ἐσίγησεν ἡ γραφὴ τὸ φυλαχθῆναι τὴν Σάρ ραν ἀλώβητον, ἐν δὲ τῷ κατὰ τὸν Ἀβιμέλεχ διηγήματι, σαφῶς τοῦτο δεδήλωκε; Ἔμελλεν ἡ Σάρρα τηνικαῦτα τίκτειν τὸν Ἰσαάκ· ἵνα τοίνυν μὴ ὕποπτον γένηται τὸ σπέρμα τοῦ Ἀβραὰμ σαφῶς ἐκεῖ δεδήλωκεν ἡ θεία γραφὴ ὅτι οὐχ ἥψατο αὐτῆς ὁ Ἀβιμέλεχ. καὶ ἐντεῦθεν μέντοι κἀκεῖθεν ἰστέον, ὡς καὶ τοὺς βαρβάρους ἡ φύσις ἐδίδαξεν, ὅτι πονηρὸν ἡ μοιχεία καὶ τιμω ρίας ἄξιον· καὶ γὰρ ὁ Φαραὼ τοῦτο δεδήλωκεν ἐπιμεμψάμενος τῷ Ἀβραάμ· καὶ ὁ Ἀβιμέλεχ πρὸς τὸν τῶν ὅλων ἔφη Θεόν·" Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτενεῖς; οὐκ αὐτός μοι εἶπεν, ὅτι ἀδελφή μού ἐστι καὶ αὐτή μοι εἶπεν ἀδελφός μού ἐστιν"; ἐν καρδίᾳ καθαρᾷ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο". τέθεικε δὲ ὁ συγγραφεὺς καὶ τοῦ Θεοῦ τὴν ἀπόκρισιν·" εἶπε, γάρ φησιν, ὁ Θεὸς τῷ Ἀβιμέλεχ καθ' ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισά 60 μην σου τοῦ μὴ ἅψασθαι αὐτῆς, τοῦ μὴ ἁμαρτεῖν εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. νῦν οὖν ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. εἰ δὲ μὴ ἀπο δίδως, γνῶθι ὅτι ἀποθανῇ σύ". διδάσκει δὲ ἡμᾶς ὁ θεῖος λόγος, ὅτι τῆς δικαιοσύνης τοὺς ἐραστὰς πλημμελεῖν ἐξ ἀγνοίας μέλλοντας οὐκ ἐᾷ· δῆλον τοίνυν, ὡς καὶ τὸν Φαραὼ κεκώλυκεν ἁμαρτεῖν, ὡς ἀδελφὴν τοῦ Ἀβραὰμ νόμῳ γάμου τὴν Σάρραν εἰληφότα. ἐπειδὴ δὲ κρείττων ἦν, ὡς εἰκὸς ὁ Ἀβιμέλεχ τοῦ Φαραώ, ἐκεῖνον μὲν διὰ παιδείας τὴν παρανομίαν ἐδίδαξεν· τούτῳ δὲ καὶ τῆς αἰκίας καὶ τοῦ πλημμελή ματος οὐκ ἔδωκεν αὐτὸς τὴν συγχώρησιν, ἀλλὰ τὸν ἠδικημένον αἰτῆσαι ταύτην ἀνέμεινεν· ἐπιφανείας τε ἡμέρως ἠξίωσε καὶ λόγοις ἠπίοις ἐπέδειξε τὴν τετολμημένην παρανομίαν. LXV Ὁ Μελχισεδὲχ πόθεν κατῆγε τὸ γένος; Τοῦ θεσπεσίου λέγοντος Παύλου," ἀπάτωρ, ἀμήτωρ, ἀγε νεαλόγητος", τίς ἂν γνοίη τὸ ἀληθές; εἰκὸς δὲ αὐτὸν ἐκ τῶν ἐθ νῶν ἐκείνων εἶναι τῶν τὴν Παλαιστίνην οἰκούντων· ἐκείνων γὰρ καὶ βασι λεὺς καὶ ἱερεὺς ἐτύγχανεν ὤν, ἱερεὺς δὲ τοῦ τῶν ὅλων Θεοῦ·" ἦν, γάρ φησιν, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου". ὅθεν αὐτῷ καὶ 61 Ἀβραὰμ ὁ πατριάρχης προσενήνοχε τὰς τῶν λαφύρων δεκάτας· καὶ δίκαιος ὢν καὶ τοῦ Θεοῦ φίλος, παρ' ἐκείνου τὴν εὐλογίαν καρποῦται. τῆς γὰρ δεσποτικῆς εἶχεν ἱερωσύνης τὸν τύπον· διὸ δὴ καὶ ἄρτους τῷ Ἀβραὰμ καὶ οἶνον ἀντέδωκεν, ὡς τοιαῦτα τυχὸν προσφέρειν εἰωθὼς τῷ τῶν ὅλων Θεῷ· ἔδει γὰρ κἂν τοῦτο δειχθῆναι τὸν τύπον. LXVI Πῶς Ἀβραὰμ πιστὸς ὀνομάζεται εἰρηκὼς τῷ Θεῷ," κατὰ τί γνώσομαι τοῦτο ὅτι κληρονομήσω αὐτήν"; Τὸ" κατὰ τί γνώσομαι τοῦτο", οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον· ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἠβουλήθη τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν πολέμου νόμῳ δίχα πολέ μου ζώντων ἐκείνων, ἀναιρουμένων, ἐξελαυνομένων. τούτου χάριν μετὰ τὴν θυσίαν ὁ τῶν ὅλων ἔφη Θεός·" γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐ τοὺς καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ. μετὰ δὲ ταῦ τα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου ἐν εἰρή νῃ, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ 62 ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλή ρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν". ἐκ τῆς θείας ἀποκρίσεως ἔστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως· ἐπειδὴ γὰρ εἶπε·" κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐ τήν", ἐδιδάχθη ὅσον μὲν παροικήσουσι χρόνον καὶ ὅπως ταλαιπω ρήσουσιν, ὅσης τε ἀξιωθήσονται προμηθείας, τῶν μὲν πολεμήσειν ἐθελόν των αὐτοῖς κολασθησομένων, τούτων δὲ τὰ ἐκείνων καρπωσαμένων καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον. ἐδίδαξε δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν, ἵνα μή τις τοπάσῃ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν δεσπότην Θεὸν τῆς γῆς αὐ τοῖς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν· ἔφη δὲ οὕτως·" οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν". οὐδέπω, φησίν, ἄξια πανωλεθρίας δεδράκασιν· οὐ χρὴ δὲ πρὸ τῆς ἁμαρτίας ἐκ προγνώσεως ἐπενεχθῆναι τὴν τιμωρίαν· ὅτι δὲ εἶχον κατ' ἐκεῖνον τὸν καιρὸν εὐσεβεῖς, δῆλον ἐκ τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ καὶ τῶν τὴν Χεβρὼν οἰκούντων. καὶ γὰρ ἐκεῖνοι πολλῆς τὸν πατριάρχην θεραπείας ἠξίωσαν· καὶ ἔστιν ἀκοῦσαι αὐτῶν βοών των·" βασιλεὺς εἶ σὺ παρὰ Θεοῦ ἐν ἡμῖν. ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου". LXVII Διὰ τί δὲ τυθῆναι προσέταξε" δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα" καὶ τὰ ἑξῆς; 63 Αἰνίγματα ταῦτα ἦν τῶν τῷ γένει συμβησομένων· τοιγάρτοι μετὰ τὰς θυσίας ἐπήγαγε·" γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ"· καὶ προσέθη κε·" τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε". διὰ τοῦτο τρία τῶν καθαρῶν τετραπόδων καὶ ἕκαστον τριετὲς τυθῆναι προσέταξε εἰς δήλωσιν τῶν τριῶν γενεῶν, αἳ παροικοῦσαι διατελέσου σιν· ἡ δὲ τρυγὼν τὴν γενεὰν ἐκείνην ἐνέφηνε, τὴν οἱονεὶ ἀποπτᾶσαν μὲν καὶ ἐξελθοῦσαν ἐξ Αἰγύπτου, ἐν δὲ τῇ ἐρήμῳ κατασκηνώσασαν· φιλέ ρημον γὰρ τόδε τὸ ὄρνεον. ἡ δέ γε περιστερὰ τὴν ἄλλην γενεὰν παρε δήλου, ἣ τὴν ἐπηγγελμένην ἀπελάμβανε γῆν· ἥμερον γὰρ τὸ ζῷον καὶ ταῖς οἰκίαις ἐμφιλοχωροῦν. διά τοι τοῦτο, τὰ μὲν οὐ διεῖλεν, ὡς τὴν τῆς δουλείας ἀπαλλαγὴν αἰνιττόμενα, τὰ δὲ τετράποδα διεῖλεν, ἐπειδὴ τὴν ἐν Αἰγύπτῳ κακουχίαν ἐσήμαινε. τὰ δέ γε ἐφιπτάμενα τοῖς διχοτομή μασιν ὄρνεα, ἅπερ ὁ πατριάρχης ἐκ τῶν ἱερείων ἐξήλαυνε, τὴν φονικὴν τῶν αἰγυπτίων προῃνίττετο γνώμην· ἣν ἄπρακτον ἀπέφηνεν ὁ δεσπότης Θεός, τὰς πρὸς τὸν Ἀβραὰμ ἐμπεδῶν ὑποσχέσεις· ὥσπερ γὰρ ἐν τῷ τύπῳ τοὺς σαρκοβόρους ὄρνεις ἐξήλαυνεν Ἀβραάμ, οὕτως ἡ τιμὴ τοῦ Ἀβραὰμ τοὺς αἰγυπτίους ἐκόλασε. τὸ δὲ περὶ ἡλίου δυσμὰς ὀφθῆναι τὸν καπνι ζόμενον κλίβανον καὶ τὰς τοῦ πυρὸς λαμπάδας, ἐδήλου μὲν καὶ τὸ δεχθῆ ναι τὰ θύματα· προεσήμαινε δὲ καὶ τὴν παρὰ τὸ τέλος τοῦ προρρηθέντος χρόνου ἐσομένην ἐπιφάνειαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ πυρὸς γὰρ ἐπεφάνη καὶ Μωϋσῇ τῷ νομοθέτῃ καὶ μετὰ ταῦτα παντὶ τῷ λαῷ· ἐδίδασκε δὲ πρὸς τούτοις καὶ ὅτι ταῦτα ὕστερον νομοθετήσει τὰ ζῷα προσφέρεσθαι. τινὲς 64 δέ φασιν, ὅτι βεβαίαν δεῖξαι βουλόμενος τὴν ὑπόσχεσιν ὁ Θεός, κατὰ τὸ κρατοῦν ἔθος ἐποιήσατο τὰς συνθήκας· εἰώθασι γάρ, ὥς φασι, διχῆ τὰ ἱερεῖα διαιροῦντες, οὕτω ποιεῖσθαι τοὺς ὅρκους. ἐγὼ δὲ καὶ ταῦτα κἀκεῖνα τέθεικα, ἵνα τὸ δοκοῦν ἀληθέστερον οἱ ἐντυγχάνοντες δέξωνται. LXVIII Πολλοὶ τῶν ἀκολάστων ἀφορμὴν εἰς λαγνείαν λαμβάνουσι τὸν πατρι άρχην Ἀβραὰμ παλλακὴν ἐσχηκέναι Ἕκαστον τῶν πραττομένων ἐκ τοῦ σκοποῦ κρίνεται τῶν διαπραττομένων. οὕτω τοίνυν καὶ τὰ κατὰ τὴν Ἄγαρ σκοπήσωμεν. κἂν ἐπιθυμίᾳ δεδου λευκότα τὸν πατριάρχην ἴδωμεν, νεμεσητὸν τὸ πρᾶγμα καλέσωμεν· εἰ δὲ τῆς ὁμοζύγου τῆς φύσεως ἐπιδειξάσης τὸ πάθος, καὶ τὸν ποιητὴν ἄγονον δεδημιουργηκέναι τὴν μήτραν εἰρηκυίας, καὶ τῆς παιδοποιΐας δηλωσάσης τὸν πόθον, καὶ τούτου χάριν ἱκετευσάσης ὁμιλῆσαι τῇ Ἄγαρ, ἵνα αὐτῇ παιδίον ἐκεῖθεν ἐπινοήσῃ, τί ἐξήμαρτεν Ἀβραὰμ οὔτε τῆς φύ σεως οὔτε νόμου τινὸς ἐγγράφου τηνικαῦτα τὴν πολυγαμίαν κωλύοντος, τῆς δὲ ὁμοζύγου στερίφης μὲν οὔσης, λιπαρησάσης δὲ τὸν ἄνδρα τῇ παι δίσκῃ μιγῆναι, οὐχ ἵνα ἡδυπαθείᾳ δουλεύσῃ ἀλλ' ὅπως αὐτὸς μὲν φύσει, αὐτὴ δὲ θέσει, παίδων κληθῶσι γεννήτορες; ὅτι γὰρ κρείττων ἦν αἰσχρᾶς ἡδονῆς ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἑξῆς μαρτυ ρεῖ· ἐπειδὴ γὰρ ἐγκύμων ἡ Ἄγαρ γενομένη μεγαλαυχίας πρόφασιν ἔσχε τὴν κύησιν, καὶ κατὰ τῆς δεσποίνης ἐλύττησεν, ἐδυσχέραινε μὲν ἡ Σάρρα, καὶ τοῦ πατριάρχου κατεβόησεν οὐκ ὀρθῶς· ὁ δὲ μάλα ἠπίως τὴν παροι νίαν δεξάμενος, ἐξέδωκεν αὐτῇ τὴν παιδίσκην εἰς τιμωρίαν, οὐδὲ τεχ θῆναι προσμείνας τὸ κυοφορούμενον βρέφος·" ἰδού, γάρ φησιν, 65 ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἐάν σοι ἀρεστὸν ᾖ". LXIX Τί δήποτε περιτμηθῆναι αὐτὸν προσέταξεν ὁ Θεός; Προειπὼν τὴν παροικίαν, φυλακήν τινα μηχανᾶται τῇ εὐσεβείᾳ, ἵνα τοῖς δυσσεβέσιν ἀνθρώποις ἀναμιγέντες, μὴ διαφθείρωσι τὴν εὐγένειαν, ἀλλ' εἰς τὸ σημεῖον ὁρῶντες, ἄσβεστον τοῦ δεδωκότος τοῦτο τὴν μνήμην φυλάττωσι· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἔρημος μάρτυς· τεσσαράκοντα γὰρ χρόνους ἐν αὐτῇ διατρίψαντες, περιττὴν ἐνόμιζον τὴν περιτομήν, τῶν ἐθνῶν κεχωρισμένοι, καὶ καθ' ἑαυτοὺς πολιτευόμενοι. ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας· καὶ οὕτω τῆς γῆς παραδοῦναι τὴν δεσποτείαν. ἔμελλον γὰρ ἔθνεσιν ἀλλοφύ λοις πελάζειν, οὗ δὴ χάριν ἀναγκαίως τῆς σφραγῖδος ἐδέοντο, τῆς ἀπὸ τῶν ἀλλογενῶν αὐτοὺς χωριζούσης ἐθνῶν. εἰ δὲ μέγα φρονοῦσιν ἐπὶ τῇ περιτομῇ ἰουδαῖοι, μαθέτωσαν ὡς οὐ μόνος ὁ πατριάρχης περιετμήθη, ἀλλὰ καὶ Ἰσμαὴλ ὁ ἡμίδουλος, καὶ οἱ οἰκογενεῖς οἰκέται, καὶ οἱ ἀργυρώνη τοι καὶ οἱ ἰδουμαῖοι καὶ οἱ ἀπὸ τῆς Χεττούρας. ἔμαθον δὲ ἐκ τῶν ἰσραηλι τῶν καὶ αἰγύπτιοι περιτέμνεσθαι· οὐ τοίνυν ἡ περιτομὴ δικαίους ἐργά ζεται. οὗτοι γὰρ ἅπαντες ὡς δυσσεβεῖς, ὑπὸ τῆς θείας κατηγοροῦνται γραφῆς· οὐκοῦν οὐδὲ τὸν Ἀβραὰμ ἡ περιτομὴ ἐδικαίωσεν, ἀλλ' ἡ μὲν πίστις ἀπέφηνε δίκαιον· λαμπρότερον δὲ ἡ ἀρετὴ κατεσκεύασεν. ἡ δὲ περιτομὴ σημεῖον ἐδόθη τῆς πίστεως. LXX Ἡ θεία λέγει γραφή, ὅτι ἔφαγον οἱ ἄγγελοι ἐν τῇ σκηνῇ τοῦ Ἀβραάμ 66 Καὶ ἡ αὐτὴ λέγει γραφή, ὅτι ἄνδρας εἶδεν Ἀβραάμ· εἰ τοίνυν γυμνῷ προ σεκτέον τῷ γράμματι, ἄνδρες, οὐκ ἄγγελοι ἔφαγον· εἰ δὲ τὸν νοῦν ἀναπ τύσσωμεν, ὡς ὤφθησαν ἔφαγον. ὥσπερ γὰρ ἀσώματον ἔχοντες φύσιν καὶ αὐτοὶ καὶ ὁ τούτων δεσπότης, σώματα ἔχειν ἔδοξαν· οὕτως γὰρ ἑωράθησαν· οὕτως ἐσθίοντες ὤφθησαν, οὐ στόματι καὶ γαστρὶ τὴν τρο φὴν προσενεγκόντες· οὔτε γὰρ εἶχον σώματα· ἀναλώσαντες δὲ αὐτὴν ὡς ἠθέλησαν. ἀνοίας γὰρ ἐσχάτης τὸ πολυπραγμονῆσαι τῶν ἀρρήτων τὸν τρόπον. LXXI Διὰ τί ὁ Λὼτ οὐκ ἐνεκλήθη ταῖς θυγατράσι μιγείς; Ἐπειδὴ τοῖς ἐξ ἀγνοίας πλημμελουμένοις καὶ οἱ ἄνθρωποι συγγινώσκειν εἰώθασιν· οὐ τοίνυν οὐδὲ τῷ Λὼτ ἐπεμέμψαιτο ἄν τις δικαίως τῆς μίξεως ἕνεκα· ἠγνόει γὰρ τὸ πραττόμενον· τὸ δὲ τῆς μέθης ἔχει τινὰ μέμψιν κεκραμένην συγγνώμῃ. ἀδημονῶν γὰρ κομιδῇ καὶ ἀλύων, ὡς πάντων ὁμοῦ τῶν ὄντων γεγυμνωμένος καὶ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ αὐτῆς τῆς ὁμοζύγου ἠνέσχετο τῶν θυγατέρων τὸν οἶνον προσφερουσῶν περαι τέρω τῆς χρείας· ἅτε δὴ τὸ μὲν κατασκευαζόμενον ἀγνοῶν, ψυχαγωγίαν δὲ καὶ παραμυθίαν τὸ δρώμενον ὑποπτεύων. ἐκεῖναι δὲ παντάπασίν εἰσιν κατηγορίας ἀθῷοι· θεασάμεναι γὰρ τὰς μὲν τέσσαρας πόλεις καὶ τὰς κώ μας ἁπάσας ἐμπρησθείσας τῷ ὑετῷ τοῦ πυρός, τοὺς δὲ τὴν Σηγὼρ οἰκοῦν τας καταποθέντας– τοῦτο γὰρ σημαίνει καὶ τοὔνομα· κατάποσις γὰρ ἡ Σηγὼρ ἑρμηνεύεται–, ἐνόμισαν ἄρδην ἀπολωλέναι τῶν ἀνθρώπων τὴν φύσιν· καὶ τὴν κατέχουσαν ἐρημίαν ὁρῶσαι καὶ τοῦ γήρως προθεω ρήσασαι τὴν ἀσθένειαν, ἠβουλήθησαν ἐπινοῆσαι καὶ σπέρμα τῷ γένει καὶ ἑαυταῖς ψυγαγωγίαν τινά· τούτῳ χρησάμεναι τῷ λογισμῷ καὶ οὐκ ἐπιθυμίᾳ δουλεύσασαι, τὸν μὲν οἶνον ἔλαβον συνεργόν, ἔκλεψαν δὲ τῇ πλείονι πόσει τοῦ γεγεννηκότος τὴν αἴσθησιν, ἀπέφηναν δὲ τὸν πατέρα σπορέα. 67 LXXII Τί δήποτε ὁ Θεὸς οὐκ ἐκώλυσε τὴν παράνομον μίξιν; Προεώρα τὴν τοῦ γένους ἀσέβειαν· μωαβῖται μὲν γὰρ ἐδούλευον τῷ Χαμῶς, τῷ δὲ Μελχὼμ ἀμμανῖται· ἵνα οὖν μὴ ὡς συγγενέσιν ἐπιμιγνύμε νοι τούτοις οἱ ἰσραηλῖται μετάσχωσι τῆς ἀσεβείας, οὐκ ἐκώλυσε τὸν πα ράνομον γάμον· ὅπως ταύτῃ γοῦν αὐτοὺς μυσαροὺς ἀποφήνῃ καὶ βδε λυκτοὺς ἰουδαίοις· δηλοῖ δὲ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωϋσέως τοῦ νομοθέτου διαγορεύων·" ἀμμανίτης καὶ μωαβίτης οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου ἕως δε κάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα". LXXIII Ὠμὸν ἄγαν εἶναι δοκεῖ τὸ νέον ὄντα τὸν Ἰσμαὴλ ἐξελαθῆναι τῆς πατρικῆς οἰκίας, μετὰ μόνης τῆς μητρὸς καὶ τοῦ ἀσκοῦ τοῦ ὕδατος Καὶ τοῦτο ἄντικρυς δείκνυσι τὴν τοῦ Ἀβραὰμ ἀρετήν· τῆς μὲν γὰρ Σάρρας εἰρηκυίας," ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς", οὐχ ὑπήκουσε· τοῦ δὲ Θεοῦ κελεύσαντος, εὐθὺς τῷ λόγῳ τὸ ἔργον ἐπέθηκε· καὶ ταῦτα φιλοστόργως περὶ τὸν Ἰσμαὴλ διακείμενος. καὶ γὰρ ἡνίκα τὴν ἐκ τῆς Σάρρας παιδοποιΐαν ὁ Θεὸς ἐπηγγείλατο, αὐτὸς ἔφη·" Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου". ἀλλ' ὅμως καὶ στέργων κομιδῇ τὸ παιδίον πεποίηκεν ὅπερ ὁ δεσπότης προσέταξεν· οὕτω δὲ ταῖς θείαις ἐπαγγελίαις πεπίστευκεν· ὅτι οὐ παῖδας, οὐ παιδίσ κας, οὐ χρυσόν, οὐκ ἄργυρον δεδωκώς, ἀπέλυσε τῆς οἰκίας τὸ παιδίον· ἀλλ' ἄρτους ὀλίγους καὶ ἀσκὸν ὕδατος καὶ τὴν μητέρα. ᾔδει γὰρ ὡς ἀψευ 68 δὴς ἡ τοῦ προστεταχότος ὑπόσχεσις· ὑπέσχετο δὲ αὐτῷ ὁ Θεὸς εἰς ἔθνος μέγα ποιήσειν αὐτὸν ἅτε δὴ τῆς αὐτοῦ γεωργίας ἠξιωμένον. ὃ δὴ καὶ πεπλήρωκεν. ἅμα γὰρ ἔκλαυσε τὸ παιδίον πόματος ἐφιέμενον καὶ ἄγγελος θεόθεν ἀποσταλεὶς φρέαρ ὑπέδειξε ποτίμου ὕδατος πλῆρες· ὅτι δὲ καὶ τῆς παιδοποιΐας τὸ πλῆθος δέδωκεν ὡς ὑπέσχετο, μαρτυρεῖ τὰ ὁρώμενα· ἀπὸ γὰρ τῶν ὅρων Αἰγύπτου μέχρι Βαβυλῶνος, τοῦδε τοῦ γένους ἡ ἔρη μος πλήρης. ὁ μέντοι Ἀβραὰμ καὶ τοῖς τόποις ἐκ τῆς εὐσεβείας ἐπιτέθεικε τὰ ὀνόματα· φυτεύσας γὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου, ἐπεκαλέ σατο τὸ ὄνομα τοῦ τόπου ἐκείνου Θεὸς αἰώνιος. LXXIV Εἰ πάντα ὁ Θεὸς προγινώσκει, τίνος χάριν τὸν Ἀβραὰμ ἐπείρασε; Οὐχ ἵνα αὐτὸς ἅπερ ἠπίστατο μάθῃ, ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ, ὡς μάλα δικαίως τὸν πατριάρχην ἠγάπησε· τούτου χάριν ἐν τρισὶν ἡμέ ραις καὶ τοσαύταις νυξὶ τὸν θεῖον ἐβασάνιζε πόθον· μέσος γὰρ ὢν ὁ πα τριάρχης φύσεώς τε καὶ πίστεως καὶ νυττόμενος ἑκατέρωθεν, ἔδωκε τῇ πίστει τὰ νικητήρια. ὁ δὲ Θεὸς δείξας αὐτοῦ τὴν εὐσέβειαν, τὴν θυσίαν ἐκώλυσεν· ὁ γὰρ καὶ τὰς τῶν ἀλόγων ἀπαγορεύων θυσίας, πῶς ἂν τοι αύτης ἱερουργίας ἠνέσχετο; τοῦτο γὰρ ἰουδαίων κατηγορῶν διετέλεσε καὶ διὰ μὲν Δαβὶδ τοῦ προφήτου βοᾷ·" ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν". διὰ δὲ τοῦ Ἰεζεκιήλ·" καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι καὶ προσή νεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου". εἶτα δεικνὺς τὴν τῆς ἀτοπίας ὑπερβολὴν ἐπήγαγε τοῦτο·" παρὰ πᾶσαν τὴν 69 πορνείαν σου". ὁ τοίνυν τῶν ταῦτα τολμώντων κατηγορῶν, πῶς ἂν αὐτὸς ἠνέσχετο δέξασθαι παῖδα μονογενῆ παρὰ πατρὸς προσ φερόμενον; ἀλλὰ γὰρ ταῦτα σκιὰ ἦν τῆς ὑπὲρ ἡμῶν γεγενημένης οἰκο νομίας· ὑπὲρ γὰρ τῆς οἰκουμένης τὸν ἀγαπητὸν υἱὸν ὁ πατὴρ προσενή νοχε· τύπος γὰρ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός· καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες καὶ ἐνταῦθα κἀκεῖ. LXXV Τί ἐστι," θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου; Ἐπὶ γάμον ἀπέστελλεν τῶν οἰκετῶν τὸν ἡγούμενον· ἐπάρατον μὲν ἐπισ τάμενος τοῦ Χαναὰν τὸ γένος, εὐλογίας δὲ ἠξιωμένην τὴν οἰκείαν συγ γένειαν. ἐπειδὴ τοίνυν ἐν τῷ σπέρματι καὶ τὴν εὐλογίαν καὶ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν ἐδέξατο, ἐκεῖ θεῖναι τὸν παῖδα τὴν χεῖρα προσέταξεν, ἔνθα καὶ τῆς πίστεως τὸ σημεῖον ἐδέξατο· πιστεύσας γὰρ ταῖς θείαις ἐπαγ γελίαις ἔλαβε τῆς περιτομῆς τὴν σφραγῖδα· ἐκεῖ δὲ θεῖναι τὴν χεῖρα προ σέταξεν, ἵνα καὶ τῆς θείας ἐπαγγελίας καὶ τῆς περιτομῆς μεμνημένος, ἀλ λοφύλῳ γάμῳ τὴν δεσποτικὴν εὐγένειαν μὴ λωβήσηται. ἰστέον δὲ ὡς ἡ μὲν χεὶρ ὑπὸ τὸν μηρὸν ἐτέθη, ὁ δὲ ὅρκος κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐγέ νετο·" ἐξορκίζω σε, γὰρ ἔφη, Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν χανα ναίων μεθ' ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς", καὶ τὰ ἑξῆς. σο φωτάτη δὲ ἄγαν καὶ τοῦ παιδὸς ἡ ἐρώτησις· δείσας γὰρ τὸν ὅρκον, δήλους αὐτῷ γενέσθαι παρεκάλει τοῦ γάμου τοὺς ὅρους· εἰ, γάρ φησι, 70 μὴ ἕλοιτο ἐνταῦθα ἐλθεῖν ἡ μνηστευομένη κόρη, ἀλλὰ πρὸς αὐτὴν ἀπελθεῖν τὸν μνηστῆρα κελεύει, προστάττεις τὸν υἱὸν εἰς ἐκεῖνο τὸ ἔθ νος ἐπανελθεῖν; ἀλλ' ὁ πατριάρχης Ἀβραὰμ εἰδὼς ὡς ἐκεῖθεν μὲν αὐτὸν ἡ θεία κλῆσις ἐξήγαγε, περὶ δὲ τοῦ γάμου νόμον οὐκ ἐδέ ξατο θεῖον· αὐτὸς δὲ ὡς εὐσεβείᾳ συντεθραμμένος, ἠθέλησεν ἐκ τῆς συγ γενικῆς οἰκίας τῷ παιδὶ κατεγγυῆσαι γυναῖκα· ἐκεῖνο μὲν ἀπαγορεύει γενέσθαι, ἅτε δὴ θείῳ νόμῳ κεκωλυμένον· τοῦτο δὲ τῇ θείᾳ ἐγχειρίζει κη δεμονίᾳ. ταύτῃ θαρρήσας ὁ παῖς ἐξεδήμησεν· ἐκείνην δὲ τὴν εὐχὴν οὐ συμ βολικῶς προσενήνοχεν, ὥς τινες τῶν ἄγαν ἠλιθίων ὑπέλαβον, ἀλλ' ἐπειδὴ τὸν Θεὸν συνεργὸν ἔλαβε τῆς μνηστείας σημεῖά τινα αὐτῷ δειχθῆναι παρεκάλει δι' ὧν ἠβούλετο γνῶναι, εἰ ἀρέσκουσα τῷ Θεῷ ἡ μνηστεία. τὸ δὲ σημεῖον ἦν οὐχ ὥρα σώματος οὐδὲ περιφάνεια γένους οὐδὲ ἄλλο τι τῶν δοκούντων λαμπρῶν, ἀλλὰ φιλοξενία καὶ φιλοφροσύνη καὶ ἠπιό της φρονήματος·" ἔσται, γάρ φησιν, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινόν μοι τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, κύριε, καὶ τὰς καμήλους σου ποτιῶ ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεον μετὰ τοῦ κυ ρίου μου Ἀβραάμ". ἐπειδὴ γὰρ τούτοις ἐκοσμεῖτο τοῖς πλεονεκτήμασι διαφερόντως ὁ πατριάρχης ἠβουλήθη καὶ τὴν νύμφην συμβαίνειν τῷ τρόπῳ τοῦ κηδεστοῦ, ἵνα μὴ ἔριν τινὰ καὶ φιλονεικίαν ὁ σκοπὸς ὁ ἐναντίος ἐργάσηται. ὅτι δὲ οὐ συμβολικὰ ταῦτα ἦν, ἀλλὰ πίστεως καὶ εὐσεβείας δηλωτικά, πρῶτον διδάσκει τὸ σπουδαῖον τῆς προσευχῆς· ἔπειτα τὸ προσμένειν αὐτὸν τὴν βουλὴν τοῦ Θεοῦ· τοῦτο 71 γὰρ ἡ θεία διδάσκει γραφή·" ὁ δὲ ἄνθρωπος κατεμάνθα νεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώ δωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ". ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν· πιουσῶν δὲ τῶν καμήλων, εὐθὺς προσενήνοχε τῆς μνηστείας τὰ σύμβολα· γνοὺς δὲ τὸ γένος καὶ τὴν δεσποτικὴν συγγένειαν, εὐδοκήσας, φησίν, ὁ ἄνθρω πος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·" εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ, ὃς οὐκ ἐγκατέ λιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὸν ἔλεον αὐ τοῦ ἀπὸ τοῦ κυρίου μου. κἀμὲ ἐν ὁδῷ ἤγαγε Κύ ριος εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου". καὶ πᾶσα δὲ αὐτοῦ ἡ διάλεξις τὸ εὐσεβὲς κηρύττει τῆς γνώμης καὶ μέντοι καὶ μετὰ τὴν διάλεξιν, τὸν αὐτὸν σημαίνει σκοπόν· συνθεμένων γὰρ τῶν τὴν κόρην γεγεννηκότων τῷ γάμῳ εὐθὺς αὐτὸς" προσεκύνησε τῷ Κυρίῳ". καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας·" μὴ κα τέχετε γάρ με, φησί, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου". LXXVI Διὰ τί τῶν πατριαρχῶν αἱ γυναῖκες στεῖραι; καὶ γὰρ Σάρρα στεῖρα, καὶ Ῥεβέκκα ὡσαύτως, καὶ ἡ Ῥαχὴλ καὶ μέντοι καὶ ἡ Λεία." ἰδών, γάρ φησι, Κύριος, ὅτι μισεῖται ἡ Λεία ἀνέῳξε τὴν μή τραν αὐτῆς" Τὸ ἰσραηλιτικὸν συστῆσαι γένος βουληθεὶς ὁ Θεός, δείκνυσιν οὐ κατὰ 72 φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς χάριτος φιλοτιμίαν τὴν πολυγο νίαν δεξάμενον· ταύτης δὲ τῆς κηδεμονίας ἐκεῖνο τὸ γένος τετύχηκεν, ἐπειδήπερ ὁ δεσπότης Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ἐκεῖθεν ἔμελ λε κατὰ σάρκα βλαστήσειν. LXXVII Διὰ τίνος μαθεῖν ἠθέλησεν ἡ Ῥεβέκκα τὰ περὶ τῶν κυοφορουμένων παιδίων; Τινές φασι πρὸς τὸν Μελχισεδὲκ αὐτὴν ἀπεληλυθέναι, ἅτε δὴ καὶ ἀρχι ερέα ὄντα τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ ἐπίσημον ἐν εὐσεβείᾳ καὶ λίαν περι φανῆ· ἐπειδὴ δὲ εἰώθεισαν οἱ πατριάρχαι καὶ θυσιαστήρια τῷ Θεῷ κατασ κευάζειν ἐν οἷς ἐσκήνουν χωρίοις, εἰκὸς παρ' ἓν τούτων αὐτὴν ἀπελθοῦ σαν ἱκετεῦσαι τὸν ὅλων Θεόν, καὶ γνωρίσαι τὰ συμβησόμενα. LXXVIII Διὰ τί κωλύει τὸν Ἰσαὰκ ὁ Θεὸς εἰς τὴν Αἴγυπτον ἐκδημῆσαι, τοῦ λιμοῦ τοῦτο πρᾶξαι καταναγκάζοντος; Τὴν οἰκείαν σοφίαν τε καὶ κηδεμονίαν διὰ πάντων δηλοῖ ὁ δεσπότης Θεός· καὶ γὰρ τὸν πατριάρχην Ἀβραάμ, οὐχ ὡς ἀπορῶν ἐν τῇ Παλαιστίνῃ διαθρέψαι συνεχώρησεν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν· ἀλλ' ἵνα τοῖς αἰγυπ τίοις ἐπιδείξῃ τοῦ ἀνδρὸς τὴν εὐσέβειαν, καὶ ζηλῶσαι προτρέψῃ τοῦ πατριάρχου τὴν ἀρετήν. τὸν δὲ Ἰσαὰκ αὐτοῦ μεῖναι προσέταξε, καὶ τῇ τῶν ἀναγκαίων αὐτὸν περιέκλυσεν ἀφθονίᾳ, δεικνὺς ὡς καὶ τῷ πατρὶ ταῦτα παρασχεῖν οἷός τε ἦν, ἃ καὶ αὐτῷ ἔδωκε φιλοτίμως. πάντων γὰρ ἐν ἐνδείᾳ ὄντων καὶ σπάνει τῶν ἀναγκαίων καὶ τῆς γῆς ἀγόνου γεγενη μένης, αὐτὸς σπείρας πολύχουν ἔλαβε τὸν καρπόν. 73 LXXIX Τίνος ἕνεκεν ὁ Ἰσαὰκ τῷ Ἡσαῦ δοῦναι τὴν εὐλογίαν ἠβούλετο; Κατὰ τὸν νόμον τῆς φύσεως· πρωτότοκος γὰρ ἦν· οἱ δὲ πρωτότοκοι καὶ πρῶτοι, καὶ διπλῆν ἐλάμβανον μοῖραν. ηὔξησε δὲ καὶ ἡ θεραπεία τὸ φίλ τρον·" ἡ γὰρ θήρα αὐτοῦ βρῶσις αὐτῷ"· ἱκανὴ δὲ ἡ θεραπεία καὶ τοὺς ὠμοτάτους μειλίχεσθαι εἴ που γε δὴ πατέρα καὶ πα τέρα φιλόστοργον· εὕροι δ' ἄν τις καὶ τὸν θεῖον ἀπόστολον πλείσταις ὅσαις εὐλογίαις τοὺς τεθεραπευκότας αὐτὸν ἀμειψάμενον. LXXX Πόθεν ἡ Ῥεβέκκα τεθάρρηκεν, ὅτι δὴ τεύξεται τῆς εὐλογίας ὁ Ἰακώβ· καὶ οὕτω τεθάρρηκεν ὡς εἰπεῖν·" ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκ νον, μόνον ἐπάκουσον τῆς φωνῆς μου"; Προεγνώκει παρὰ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι" ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι"· ἐκείνῃ τῇ προρρήσει πιστεύουσα, πάντα ἐκίνησεν πόρον, ὥστε τὸν Ἰακὼβ τὴν πατρικὴν εὐλογίαν λαβεῖν. LXXXI Τί δήποτε τῷ Ἰσαὰκ τὸ βούλημα τὸ οἰκεῖον οὐκ ἀπεκάλυψεν ὁ Θεός; Ἵνα ἐναργὴς γένηται ἡ τοῦ Θεοῦ περὶ τὸν Ἰακὼβ κηδεμονία· δείκνυσι δὲ τοῦτο, τὸ μὲν Ἰσαὰκ ἐσπουδακέναι τὸν Ἡσαῦ εὐλογῆσαι· τὴν δὲ θείαν χάριν καὶ παρὰ γνώμην τοῦ Ἰσαάκ, ἐπὶ τὸν Ἰακὼβ ἑλκῦσαι τὴν εὐλογίαν. τοῦτο δὲ καὶ αὐτὸς συνῆκεν ὁ Ἰσαάκ, ὡς γὰρ πάντα πόρον ἐκίνησε καὶ ἀπέστειλε τὸν Ἡσαῦ ἐπὶ τὴν θήραν, καὶ τοῦ Ἰακὼβ τὴν τροφὴν προσενηνοχότος, πολλάκις ἤρετο εἰ αὐτὸς εἴη Ἡσαῦ ὁ πρωτότοκος· καὶ 74 οὐ μόνον ἤρετο ἀλλὰ καὶ τὰς χεῖρας τῷ σώματι προσενήνοχεν. εἶτα τοῦ Ἡσαῦ εἰσεληλυθότος, τὸ γεγενημένον καταπλαγείς, οὐκ ἐχαλέπηνεν ὡς παρὰ παιδὸς ἐξαπατηθείς, ἀλλὰ τὸν θεῖον ἔγνω σκοπὸν καὶ ἣν ἔδωκεν ἐβεβαίωσεν εὐλογίαν. LXXXII Εἶτα οὐ δοκεῖ ἐψεῦσθαι ὁ Ἰακὼβ εἰπών," ἐγώ εἰμι Ἡσαῦ ὁπρωτότοκός σου; Πριάμενος ἦν τὰ τῶν προτοτοκίων πρεσβεῖα. ἀληθεύων τοιγαροῦν ἑαυ τὸν ἀπεκάλει πρωτότοκον. LXXXIII Τίς δὲ τῆς εὐλογίας ἡ ἑρμηνεία; Ἔμελλεν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσειν ὁ δεσπότης Χριστός, ἡ τῶν ἐθνῶν προσδοκία, ὁ τῆς οἰκουμένης ἁπάσης καὶ σωτὴρ καὶ δεσπότης· ταῦτα προορῶν ὁ πατριάρχης φησίν·" ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύ ριος". ὅτι δὲ πολλάκις ἀγρὸν τὸν κόσμον ἡ θεία καλεῖ γραφὴ μάρτυς ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τὴν παραβολὴν ἑρμηνεύων·" ἀγρὸς γάρ φησιν, ἔστιν ὁ κόσμος· ὁ δὲ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου". ὅρα τοιγαροῦν ἐν τῷ Ἰακὼβ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν· διὸ ἐπεύχεται αὐτῷ τοῦ οὐρανοῦ τὴν δρόσον καὶ τῆς γῆς τὴν πιότητα· ἃ κατὰ μὲν τὸ πρό χειρον καὶ ἐπιπόλαιον τοῦ γράμματος νόημα, δηλοῖ τὴν ἄνωθεν χάριν καὶ τῶν ἀπὸ γῆς ἀγαθῶν τὴν ἀφθονίαν· κατὰ δὲ τὴν τοῦ ἀγροῦ ἑρμη νείαν, αἰνίττεται τοῦ δεσπότου Χριστοῦ διὰ τῆς δρόσου μὲν τὴν θεότητα, διὰ δὲ τῆς πιότητος τῆς γῆς τὴν ἐξ ἡμῶν ἀνθρωπότητα. καὶ γὰρ ὁ μα κάριος Δαβὶδ ταῦτα προαγορεύων ἔφη·" καταβήσεται ὡς

Intertext edge

Open linked passage

Note