Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
124.1
XXXI Διὰ τί τὸ καταλειφθὲν εἰς τὴν ὑστεραίαν τοῦ μάννα διεφθάρη; Ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύ θερον βίον, ὑπέσχετο καθ' ἑκάστην αὐτοῖς ἡμέραν παρέχειν τὴν ἀναγ καίαν τροφήν· ἐκεῖνοι δὲ ἀπιστήσαντες, μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν· διὰ τοῦτο ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος μαρτυρεῖ τὸ σάββατον ἐν ᾧ ἀλώβητον διετηρήθη τὸ τῇ παρασκευῇ συλλεγέν· μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. XXXII Διὰ τί ἐν τοῖς σάββασιν οὐ παρέσχε τὸ μάννα; Ἐπειδὴ μόνοις αὐτοῖς τοῦ σαββάτου τὴν ἀργίαν ἐνομοθέτησεν, ἔργῳ αὐ τοὺς ἐδίδαξε φυλάττειν τὴν ἐντολήν. τὸν δὲ τῆς φύσεως οὐκ ἐκώλυσε δρόμον. ἀνίσχει γὰρ ἥλιος καὶ σελήνη ὡσαύτως καὶ τὰ νέφη τὸν ὑετὸν ὠδίνει, καὶ ἄνεμοι πνέουσι, καὶ γυναῖκες τίκτουσι καὶ τῶν ἀλόγων τὰ γένη. XXXIII Ποίοις ὅπλοις ἐχρῶντο τῷ Ἀμαλὴκ πολεμοῦντες; Τῶν αἰγυπτίων ὑποβρυχίων γεγενημένων, ἐξεβράσθη αὐτῶν εἰς τὴν ἠϊόνα μετὰ τῶν ὅπλων τὰ σώματα· ταῦτα σκυλεύσαντες, ἐχρῶντο τού τοις ἐν τοῖς πολέμοις. XXXIV Διὰ τί τῶν Μωϋσέως χειρῶν ἐκτεταμένων ἐνίκα Ἰσραήλ, καθιεμένων δὲ ἡττᾶτο; 125 Τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν ἐπλήρου τὸν τύπον ἐκτείνων τὰς χεῖρας. ἐδείχθη τοίνυν καὶ ἐν τῷ τύπῳ τῆς ἀληθείας ἡ δύναμις· ὥσπερ γὰρ τοῦ θεράποντος τὰς χεῖρας ἐκτείνοντος ἔπεσεν Ἀμαλήκ, οὕτως τοῦ δεσπό του τὰς χεῖρας ἐκτείναντος, κατελύθη τοῦ διαβόλου τὸ στῖφος, καὶ ἐν ἐκείνῳ δὲ τῷ πολέμῳ ὁ τοῦ σωτῆρος ἡμῶν ὁμώνυμος τὸ τρόπαιον ἔστησε τότε ταύτην τὴν προσηγορίαν λαβών, καὶ τοῖς λογάσι χρησάμενος συ νεργοῖς, ὡς ὁ δεσπότης Χριστὸς ὑπουργοῖς τοῖς ἱεροῖς ἀποστόλοις. XXXV Τί ἐστιν," ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάν των τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ"; Πάντων εἰμί, φησί, ποιητὴς καὶ δεσπότης, καὶ πάντων ὡς ποιητὴς προ μηθοῦμαι· ὑμᾶς δὲ οἷόν τινα λαὸν ἐξαίρετον ἐμαυτῷ ἀφιέρωσα. τοῦτο γὰρ ἐπήγαγεν·" ὑμεῖς δὲ ἔσεσθε μοι εἰς βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον". ὥσπερ γὰρ τοὺς λευΐτας, ἰσραηλίτας ὄντας, τῶν ἄλλων φυλῶν προτετίμηκε, καὶ εἰς τὴν θείαν ἀφώ ρισε λειτουργίαν, οὐ τῶν ἄλλων ἀμελῶν, ἀλλὰ διὰ τούτων τὴν ἐκείνων ποιούμενος ἐπιμέλειαν· οὕτω τὸ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐξελέξατο σπέρμα· πρῶτον ἐπειδὴ ἐξ αὐτῶν ἤμελλε κατὰ σάρκα βλαστάνειν ὁ δεσπότης Χριστός· ἔπειτα διὰ τῶν εἰς τούτους γινομένων τὴν οἰκείαν ἐπιδεικνὺς δύναμιν, καὶ πάντας διδάσκων ἀνθρώπους τὴν τῆς θεογνωσίας ὁδόν, τούτων μέντοι εἰρημένων·" ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα". αὕτη δὲ ἡ τοῦ λαοῦ συνθήκη ὑπογραφῇ τινι ἔοικε γραμματίου· ὅθεν τὴν οἰκείαν παραβάντες ὁμολογίαν, ταῖς τῆς νομοθεσίας ἀραῖς ὑπεβλήθησαν, ὧν τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁ δεσ πότης Χριστὸς ἠλευθέρωσε." Χριστός, γάρ φησιν, ἐξηγό 126 ρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα". τὸ μέντοι" περιού σιος"," ἐξαίρετος" ὁ Σύμμαχος ἡρμήνευσεν. XXXVI Τί δήποτε οὐ μόνον ἁγνισθῆναι, ἀλλὰ καὶ πλῦναι τὰ ἱμάτια προσετάχ θησαν, ἡνίκα τὸν νόμον ἐδέχοντο; Διὰ τῶν σωματικῶν αὐτοὺς ἐπὶ τὰ πνευματικὰ ποδηγεῖ, καὶ δέος ἐντί θησι, καὶ εὐλαβεστέρους ποιεῖ. ἐλογίζοντο γὰρ ἐκ τούτων ὡς πολλῷ μᾶλλον τὴν διάνοιαν καθαρεύειν προσήκει. διά τοι τοῦτο καὶ σαλπίγγων φωναὶ καὶ κτύποι βροντῶν καὶ γνόφος καὶ θύελλα καὶ πῦρ ἐν τῇ τοῦ ὄρους ἀκρωρείᾳ, καὶ κάπνος ἄφραστος ἐκπεμπόμενος· ἵνα διὰ τούτων ἁπάντων τὴν λιθίνην αὐτῶν καταμαλάξῃ καρδίαν. ἐπειδὴ γὰρ τὰς μὲν τοῖς αἰγυπτίοις ἐπενεχθείσας ἐθεάσαντο τιμωρίας, αὐτοὶ δὲ πεῖραν τῆς παιδείας οὐκ ἔλαβον, διὰ τούτων δεδίττεται οἷα δὴ παῖδας· ὥστε μὴ μόνον ἀγαπᾶν διὰ τὰς ἀρρήτους εὐεργεσίας, ἀλλὰ καὶ δεδιέναι διὰ τὰς τιμωρίας. τούτου χάριν καὶ περὶ τῶν ἱερέων ἔφη·" οἱ ἱερεῖς οἱ ἐγ γίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος". ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς θαρρεῖν, ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους, διδάσκει ὡς διαφερόντως τοὺς λειτουργεῖν τῷ Θεῷ προτεταγμένους ὑπερ τέρους εἶναι τῶν γηΐνων προσήκει. XXXVII Πῶς νοητέον τὸ" οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ"; Οἱ μίαν οὐσίαν τῆς τριάδος ὁμολογοῦντες φυλάττουσι τὸν νόμον τῆς θείας φωνῆς. ἄλλο γάρ τι παρὰ τὴν θείαν φύσιν θεοποιεῖν οὐκ ἀνέχονται. 127 οἱ δὲ τὴν Ἀρείου καὶ Εὐνομίου περικείμενοι λώβην, τὸν θεῖον νόμον ἄν τικρυς παραβαίνουσιν, Θεὸν μὲν τὸν υἱὸν ὁμολογοῦντες, κτιστὸν δὲ ἀπο καλοῦντες καὶ τῆς θείας οὐσίας ἀλλότριον. τοῦ γὰρ Θεοῦ λέγοντος" οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ", οὗ τοι ἕτερον Θεὸν ἐπεισάγουσιν. XXXVIII" Εἴδωλον καὶ ὁμοίωμα" ποίαν ἔχει διαφοράν; Τὸ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει· τὸ δὲ ὁμοίωμα, τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. ἐπειδὴ τοίνυν ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, σφίγγας καὶ τρίτωνας καὶ κενταύρους· καὶ αἰγύπτιοι κυνοπρο σώπους καὶ βουκεφάλους, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώτων μιμή ματα· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου καὶ σελή νης, ἀστέρων, ἀνθρώπων, θηρίων, ἑρπετῶν, καὶ τῶν τούτοις παραπλη σίων. τούτοις κελεύει μήτε προσκυνεῖν, μήτε λατρεύειν. οὐχ ἁπλῶς δὲ ἀπαγορεύει ἀμφότερα· ἀλλ' ἐπειδὴ συμβαίνει τινὰς προσκυνῆσαι μὲν διὰ φόβον ἀνθρώπινον, οὐ μὴν καὶ λατρεῦσαι κατὰ ψυχήν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβές. XXXIX Τὸ" Θεὸς ζηλωτὴς" τί ἐστιν; Ὁ νόμος τάξιν ἐπέχει ἀνδρός, ὁ δὲ λαὸς γυναικός. καὶ τοῦτο ἡμᾶς ἐδίδα ξεν ὁ δεσπότης Θεὸς διὰ μὲν Ἠσαΐου λέγων·" ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν"; διὰ δὲ Ἱερεμίου·" καθὼς ἀθετεῖ γυνὴ εἰς τὸν συνόν τα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσ 128 ραὴλ καὶ ὁ οἶκος Ἰούδα, λέγει Κύριος". καὶ πάλιν·" ἐὰν ἀποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθεῖσα γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνα κάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαι νομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; σὺ δὲ ἐξε πόρνευσας εἰς ποιμένας πολλοὺς καὶ ἀνέκαμπ τες πρός με, λέγει Κύριος". καὶ ὁ ἀπόστολος δέ φησιν, ὅτι" ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέ ρῳ. οὕτως καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι". τούτου χάριν Θεὸν ζηλωτὴν ἑαυτὸν ὀνομάζει· τοῖς ἀνθρωπίνοις μὲν κεχρημένος ὀνό μασι, δεδιττόμενος δὲ αὐτοὺς καὶ σωφρονεῖν ἀναγκάζων, ὥσπερ γὰρ ἀνὴρ ῥάθυμον ἔχων γυναῖκα παραινῶν αὐτῇ λέγει· ζηλότυπός εἰμι, οὐ δύναμαι βλέπειν σε ἄλλῳ προσδιαλεγομένην ἀνδρί· οὕτως ὁ δεσπότης Θεὸς τῆς δεισιδαιμονίας αὐτοὺς ἀπαλλάξαι βουλόμενος, οὐ μόνον ζηλω τὴν ἑαυτὸν ἀλλὰ καὶ" πῦρ καταναλίσκον" ἐκάλεσεν. ὅτι δὲ φιλοσ τοργίας ὁ τοιοῦτος ζῆλος, αὐτὸς τοῦτο δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ Ἰεζεκιὴλ εἰπών·" διὰ τοῦτο ἀποστήσεται ὁ ζῆλός μου ἀπὸ σοῦ"· τουτέστιν, ὅτε ἠγάπων, ἐχρώμην τῷ ζήλῳ· ἀπωσάμενος δέ σε καὶ τὸν ζῆλον ἔσβεσα. τοῦτο καὶ δι' ἑτέρου προφήτου δεδήλωκεν·" οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορ 129 νεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοι χεύσωσιν". ἀγάπης τοίνυν ὁ ζῆλος δηλωτικός. XL Πῶς τὸ δίκαιον σώζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων; Μείζους αἱ ἀπειλαὶ τῶν κολάσεων παρὰ τῷ δεσπότῃ Θεῷ. καὶ τοῦτο ῥᾴ διον μαθεῖν παρὰ τῆς θείας γραφῆς·" πᾶς, γάρ φησιν, ἀπερίτ μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται". ἀλλ' ἔστιν εὑρεῖν τοὺς μὲν περιτετμημένους ἐν τῇ ἐρήμῳ διαφόρως ἀναιρεθέντας· τοὺς δὲ ἀπεριτ μήτους μεμενηκότας τῆς τῶν προγόνων ἐπαγγελίας τετυχηκότας· τού τους γὰρ ἐν Γαλγάλοις Ἰησοῦς περιέτεμεν, οὕτω ταῖς ἐχούσαις ζύμην οἰκίαις πανωλεθρίαν ἠπείλησεν· ἀλλ' οὐκ ἐπήγαγε τὴν τιμωρίαν κατὰ τὴν ἀπειλήν. καὶ ἐνταῦθα τοίνυν, ὡς φιλόπαιδας καὶ φιλοπαιδίας πε φροντικότας δεδίττεται ταῖς ἀπειλαῖς, καί φησιν·" ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με". ὅτι γὰρ γυμ νῷ προσέχειν τῷ γράμματι δυσσεβὲς αὐτὸς ὁ Θεὸς διδάσκει τἀναντία νομοθετῶν·" οὐκ ἀποθανοῦνται, γάρ φησι, παῖδες ὑπὲρ πατέρων, οὐδὲ πατέρες ὑπὲρ παίδων· ἀλλ' ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖ ται". καὶ διὰ τοῦ προφήτου Ἰεζεκιήλ φησι·" τίς ὑμῖν ἡ παραβολὴ αὕτη λεγόντων· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἠμωδία σαν; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἔσται ἡ παρα βολὴ αὕτη, ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες· ὅτι πᾶσαι αἱ ψυ χαὶ ἐμαί εἰσι". καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν. 130 ἐγὼ δὲ οἶμαι μᾶλλον τὴν θείαν φιλανθρωπίαν ἐμφαίνειν τὴν ἀπειλήν. πρόσκειται γάρ·" τοῖς μισοῦσί με", τουτέστι, μακροθυμῶ τοῖς πατράσιν ἡμαρτηκόσι· μακροθυμῶ καὶ παισίν. εἰ δὲ οἱ ἔκγονοι καὶ οἱ ἀπόγονοι, τὴν τῶν πατέρων καὶ προγόνων ζηλώσαιεν πονηρίαν, ἐπά ξω τὴν τιμωρίαν· ἡ δὲ τῶν προγόνων εὐσέβεια μέχρι πολλοῦ τῷ γένει προξενήσει τὴν σωτηρίαν·" ποιῶν, γάρ φησιν, ἔλεον εἰς χι λιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάττουσι τὰ προστάγματά μου". εὕροι δ' ἄν τις κἂν τῇ ἱστορίᾳ τὴν τῶν θείων λογίων ἀλήθειαν." πέμπτῃ γὰρ γενεᾷ, φησίν, ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰ γύπτου". ἀλλὰ τοῖς τῶν αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς, οὐκ ἔτισαν δίκας οὔτε οἱ πατέρες αὐτῶν, οὔτε οἱ προπάτορες αὐ τῶν· αὐτοὶ δὲ ζηλώσαντες τὴν ἐκείνων ἀσέβειαν ἐκολάσθησαν· ὡς μετὰ τοσαύτην εὐεργεσίαν, καὶ τὰ μυρία θαύματα τὴν ἀσέβειαν οὐκ ἐκπτύσαν τες, οἱ δὲ τούτων παῖδες, τὸν σωτῆρα Θεὸν ἠγαπηκότες, τῆς προγονι κῆς ἀπήλαυσαν ὑποσχέσεως. καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πα τριάρχας γεγενημένης ἐπαγγελίας· τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν, ἐπειδὴ τοίνυν τὸν μόσχον ἤμελλον προσκυνεῖν, τὴν τιμωρίαν προσαπειλεῖ. XLI Τί ἐστιν·" οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ"; Τινές φασιν ἀπαγορεύειν τὸ ἐπιθεῖναι τοῖς ματαίοις, τουτέστι τοῖς εἰδώ λοις, τὴν τοῦ Θεοῦ προσηγορίαν· τινὲς δὲ τὸ ὀμωμοκότα ψεύσασθαι. ἐγὼ δὲ οἶμαι, τὸν θεῖον παρακελεύεσθαι νόμον, δίχα διδασκαλίας, ἢ προ 131 σευχῆς, ἢ ἀναγκαίας τινὸς χρείας, τὴν θείαν μὴ προφέρειν προσηγορίαν. καὶ γὰρ εἰώθασί τινες, καὶ παίζοντες, καὶ γελῶντες, προφέρειν ὡς ἔτυχε διὰ τῆς γλώττης τὸ σεβάσμιον ὄνομα. τοῦτο οἶμαι τὸν θεῖον νόμον ἀπα γορεύειν. εἰ γὰρ τὴν πολυτελεστέραν ἐσθῆτα ταῖς ἑορταῖς φυλάττειν εἰώθασιν οἱ πολλοί, πολλῷ μᾶλλον τὸ θεῖον ὄνομα προσευχαῖς καὶ διδασ καλίαις ἀφιεροῦν δίκαιον. XLII Διὰ τί τὸ σάββατον τῇ ἀργίᾳ τετίμηκεν; Φιλανθρωπίαν τὸν λαὸν ἐξεπαίδευσεν. ἐπήγαγε γὰρ" ἵνα ἀνα παύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆ νός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί". XLIII Καὶ διὰ τί μὴ ἐν ἄλλῃ ἡμέρᾳ τοῦτο γενέσθαι προσέταξεν; Τοῦτο ἄν τις εἶπε καὶ περὶ ἄλλης ἡμέρας, τί δήποτε ταύτην ἐξελέξατο, καὶ οὐχ ἑτέραν. εἶχε δὲ ὅμως αὕτη λόγον τινὰ πεῖσαι δυνάμενον τὴν ἰου δαίων ὠμότητα, τῷ τὸν τῶν ὅλων Θεὸν ἐν ἓξ ἡμέραις τὰ πάντα δημιουρ γῆσαι, ἐν δὲ τῇ ἑβδόμῃ μηδὲν μὲν ποιῆσαι, εὐλογίᾳ δὲ ταύτην τιμῆσαι. τοῦτο γὰρ καὶ ἐπήγαγεν ὅτι" ἐν ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν". 132 XLIV Τί ἐστιν·" ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγ χειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ καὶ με μίανται"; Ὅτι σιδήρῳ ἐχρῶντο, καὶ οἱ τὰ ξύλα τῆς σκηνῆς τεκτηνάμενοι, καὶ οἱ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν ἐργασάμενοι, οὐδένα ἀντερεῖν οἶμαι. ὅτι δὲ καὶ οἱ ἱερεῖς ταῖς μαχαίραις ἱέρευον τὰς θυσίας καὶ ἀπέδερον καὶ ἔτεμνον, ἀναμφίλεκτον εἶναι οἶμαι καὶ τοῦτο. ζητητέον τοίνυν, πῶς ταῦτα μὲν ὁ σίδηρος οὐκ ἐμίαινε, τοὺς δὲ τμητοὺς ἐμίαινε λίθους. τοιγάρ τοι δῆλόν ἐστιν ὡς ἄλλα δι' ἄλλων κατασκευάζει. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα διετέλεσαν ἔτη, συνεχῶς ἀπαίροντες, καὶ τοὺς τόπους ἀμείβοντες, ἀπαγορεύει ἐκ λίθων εἰργασμένων οἰκοδομεῖσθαι θυσιαστήρια, ἵνα μὴ τούτων τὴν γῆν τὴν ἐπηγγελμένην ἀπειληφότων, ἐν τοῖς θυσιασ τηρίοις τούτοις, οἱ πλησιόχωροι τὰς τῶν δαιμόνων θυσίας ἐπιτελέσωσι. διὰ τοῦτο προσέταξεν, ἢ ἐκ γῆς, ἢ ἐξ αὐτοφυῶν λίθων ταῦτα κατασκευά ζεσθαι· ἐπειδήπερ ἑκάτερον εὐδιάλυτον. ὅτι δὲ μετὰ τὴν τοῦ ναοῦ κατασ κευὴν οὐκ ἐξῆν ἐν ἑτέρῳ θύειν, αὐτὸς ὁ νόμος διδάσκει. εἰ δὲ θύειν ἔξω τοῦ ναοῦ ὁ νόμος ἀπεῖργε, καὶ τὸ θυσιαστήριον οἰκοδομεῖν ὡσαύτως ἐκώλυ σεν· αὐτίκα γοῦν εἰς ἔλεγχον τῶν ἀσεβούντων, Ἠλίας ὁ πάνυ προσε νεγκεῖν ἐν τῷ Καρμήλῳ θυσίαν ἀναγκασθείς, ἰσαρίθμους τῶν φυλῶν αὐ τοφυεῖς συνέθηκε λίθους, καὶ ἐπὶ τούτων τὴν θυσίαν προσήνεγκεν, ὥστε τὴν οἰκοδομίαν εὐθὺς διαλυθῆναι, καὶ μηδένα ἕτερον ἐν ἐκείνῳ τῷ χωρίῳ θυσίαν προσενεγκεῖν. 133 XLV Διὰ τί τοῦ ἑβραίου, τοῦ τὴν ἐλευθερίαν δέξασθαι μὴ βουλομένου, διατρη θῆναι τὸ ὠτίον προσέταξεν; Πάντων αὐτοῦς προτιμᾶν τὴν ἐλευθερίαν διδάσκει. τὸν τοίνυν ταύτης οὐκ ἀντεχόμενον, ἀλλὰ τὴν δουλείαν ἀσπαζόμενον, εἰς αἰσχύνην τοῦτο λα βεῖν τὸ σημεῖον παρακελεύεται. πρὸς δὲ τούτῳ καὶ ὑπακοὴν διὰ τῆς ἀκοῆς τὸ σημεῖον ἐμφαίνει, καὶ τὸ παρὰ τὴν θύραν τὸ μὴ ἐξεῖναι προβαίνειν οὐκ ἐπιτρέποντος τοῦ δεσπότου. XLVI Διὰ τί πρόσκειται" καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα", δήλης οὔσης τῆς ἀνθρωπίνης ζωῆς; Ἐντεῦθεν δῆλον, ὡς οὐ πανταχοῦ ὁ αἰὼν τοῦ ἀπείρου δηλωτικός, ἀλλ' ἔστιν ὅτε καὶ ὡρισμένου χρόνου σημαντικός. οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ·" ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου". τὸν δὲ ἀνθρώπινον οὕτως ὠνόμασε βίον. XLVII Τὸν ἀκουσίως πεφονευκότα, διὰ τί φεύγειν παρακελεύεται; Τὴν φονικὴν αὐτῶν ἰατρεύων γνώμην, καὶ διδάσκων, ὡς εἰ τὸ παρὰ γνώ μην ἀνελεῖν ἔνοχον τῇ τιμωρίᾳ ποιεῖ, πολλῷ μᾶλλον τὸ γνώμῃ φονεύειν κολάσεως ἄξιον. πρὸς δὲ τούτῳ καὶ τοὺς τέμνοντας ξύλα, καὶ τοὺς ἀκον τίζοντας λίθους, προμηθεστέρους ἐργάζεται, καὶ μέντοι καὶ τοὺς ἄλλο 134 τι τοιοῦτο δρῶντας παρασκευάζει δεδιέναι καὶ τρέμειν, ἵνα μὴ παρὰ γνώ μην τινὰ τῶν πελαζόντων ἢ πόρρωθεν ὄντων πημαίνωσι. χαλινοῖ δὲ καὶ τὸν τῶν συγγενῶν τοῦ πεφονευμένου θυμὸν τῇ τοῦ πεφονευκότος φυγῇ. XLVIII Τί ἐστιν" ἐξεικονισμένον"; Φασὶ τοῦ σώματος ἐν τῇ μήτρᾳ τελείου διαπλασθέντος, τότε ψυχοῦσθαι τὸ ἔμβρυον. καὶ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα πρότερον ὁ ποιητὴς διαπλάσας, οὕτως ἐνεφύσησε τὴν ψυχήν. κελεύει τοίνυν ὁ νομοθέτης, γυναικὸς ἐγκύ μονος ἀμβλωσάσης ἐν μάχῃ, εἰ μὲν ἐξεικονισμένον ἐξέλθοι τὸ βρέφος, του τέστι μεμορφωμένον, φόνον τὸ πράγμα καλεῖσθαι, καὶ τὴν ἴσην ὑπέχειν τιμωρίαν τὸν δεδρακότα· εἰ δὲ μὴ ἐξέλθοι μεμορφωμένον, μὴ λογίζεσθαι φόνον, ἐπειδήπερ οὐδέπω ψυχωθὲν ἐξημβλώθη· ἀλλὰ ζημίαν τίνειν τὸν αἴτιον. XLIX Διὰ τί τὸν κερατιστὴν ταῦρον ἀναιρεῖσθαι κελεύει; Καὶ διὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικοὺς ἡλίκον ὁ φόνος κακόν. L Διὰ τί ὁ μόσχον κεκλοφὼς πενταπλάσια ἐκτίνειν ἐκελεύσθη, ὁ δὲ πρόβατον τετραπλάσια; Ὅτι τὰ μείζονα τῶν ἁμαρτημάτων μειζόνων ἄξια τιμημάτων· οὕτω καὶ ὁ Κύριος ἐδίδαξεν·" ᾧ μέν, γάρ φησι, πολὺ 135 δοθήσεται, πολὺ καὶ ἀπαιτήσουσι παρ' αὐ τοῦ". LI Πῶς νοητέον τὸ" θεοὺς οὐ κακολογήσεις"; Τοὺς κριτὰς ὀνομάζει θεούς, ὡς κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ κρίνειν πεπιστευμένους. τοῦτο σαφέστερον ἐδίδαξεν ὁ προφήτης Δαβίδ· εἰπὼν γάρ," ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει", ἐπήγαγεν·" ἕως πότε κρίνετε ἀδι κίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρί νατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε. ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν". εἶτα κατηγορῶν προστέθεικεν·" οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ἐν σκότει διαπορεύονται", ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν φιλοτιμίαν." ἐγώ, γάρ φησιν, εἶπον· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε". οὕτω καὶ ἐνταῦθα," θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς". LII Τίνος ἕνεκεν θηριάλωτα κρέα ἐσθίειν ἀπαγορεύει; Λογικωτέραν αὐτοὺς διδάσκει ζωὴν καὶ μηδὲν ἔχειν θηριῶδες παρεγγυᾷ. τὰ γὰρ θηρία οὐ θύει πρότερον, εἶθ' οὕτως ἐσθίει. διὰ τοῦτο μετ' ὀλίγα καὶ τῶν ἐχθρῶν ἐπιμελεῖσθαι κελεύει καὶ τοῦ δυσμενῶς διακειμένου τὸν βοῦν πλανώμενον μὴ παρορᾶν ἀλλ' ἐπιστρέφειν εἰς τὴν τοῦ δυσμενοῦς 136 οἰκίαν, καὶ τὸ ὑποζύγιον πεπτωκὸς ἀνιστᾶν καὶ ταῖς τοιαύταις εὐερ γεσίαις τὰς καταλλαγὰς μηχανᾶσθαι. διδάσκει δὲ διὰ τούτων, ὡς εἷς πα λαιᾶς καὶ καινῆς διαθήκης νομοθέτης, καὶ ὁ τοῦτον δεδωκὼς τὸν νόμον καὶ τὸν εὐαγγελικὸν ἐδωρήσατο. LIII Τί ἐστιν·" οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός"; Ἀπιὼν προσκυνῆσαι τῷ δεσπότῃ Θεῷ, τὰ δυνατά σοι πρόσφερε δῶρα. ἡμᾶς δὲ ὁ λόγος διδάσκει εἰ μὲν χρήματα ἔχοιμεν, μετὰ τῆς τῶν πενήτων θεραπείας προσεύχεσθαι τῷ Θεῷ· εἰ δὲ τὸν ἀκτήμονα προαιρούμεθα βίον, μὴ κενὴν ἔχειν τῶν ἀγαθῶν τὴν ψυχήν, ἀλλ' ἔχουσαν τὸν πλοῦτον τῆς ἀρετῆς. LIV Ποία ἐστὶν ἑορτὴ ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, καὶ ποία ἑορτὴ τῆς συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ; Ἑορτὴν τῶν πρωτογενημάτων τὴν Πεντηκοστὴν καλεῖ· ἑορτὴν δὲ συντε λείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, τὴν τῆς Σκηνοπηγίας. καὶ τοῦτο διδάσκων ἐπήγαγε·" τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου", τουτέστι τῇ ἑορτῇ τοῦ Πάσχα καὶ τῇ Πεντηκοστῇ καὶ τῇ Σκη νοπηγίᾳ. ἀναμιμνήσκει δὲ τὸ μὲν Πάσχα, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου καὶ τῆς παρασχεθείσης ἐλευθερίας· ἡ δὲ Πεντηκοστὴ τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. ἐκεῖ γὰρ σπείροντες τὰς ἀπαρχὰς τῶν γενημάτων προσέφερον. ἐν γὰρ τῇ ἐρήμῳ τὸν ἄσπορον καὶ ἀνήροτον ἤσθιον ἄρτον. 137 ἡ δὲ Σκηνοπηγία τὴν ἐν ἐρήμῳ διαγωγὴν ὑπογράφει. ἐν σκηναῖς γὰρ οἰκοῦντες τεσσαράκοντα διετέλεσαν ἔτη. ἐν ταύταις ταῖς ἑορταῖς συν τρέχειν εἰς τὸν θεῖον νεὼ παρεγγύησεν· ἵνα καὶ τῶν θείων ἀναμιμνήσ κωνται δωρεῶν, καὶ εἰς ὁμόνοιαν καὶ φιλίαν συνάπτωνται· καὶ φιλεορ τασταὶ ὄντες, μὴ περὶ τὰ τεμένη τῶν δαιμόνων τρυφῶσιν ἀλλ' ἐν τῷ ναῷ τοῦ πεποιηκότος καὶ τὰ ἀγαθὰ χορηγοῦντος, τῆς ἑορταστικῆς ἀπο λαύωσιν εὐωχίας. LV Τί ἐστιν·" οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου"; Ἀζύμους ἄρτους τῷ θυσιαστηρίῳ προσέφερον· ζυμίτας δὲ ἀπαγορεύει προσφέρειν· διὰ τῶν αἰσθητῶν διδάσκων τὰ νοητά. ἐπειδὴ γὰρ ὁ ἄζυμος ἄρτος αὐτοσχέδιός ἐστιν· ὁ δὲ ζυμίτης ἔχει τι τῆς ζύμης τῆς παλαιᾶς· ἀπαγορεύει ὁ νόμος μηδὲν τοῖς θείοις τῆς αἰγυπτιακῆς ἀναμιγνύναι δι δασκαλίας. οὕτω καὶ ὁ Κύριος τοῖς ἱεροῖς ἔλεγε μαθηταῖς·" προσέ χετε ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρι σαίων". LVI Πῶς νοητέον τὸ" οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ"; Πολλάκις ἔφην, ὅτι διὰ πάντων αὐτοὺς φιλανθρωπίαν διδάσκει. τινὲς οὖν φασιν ἀπαγορεύειν τὸν νόμον τὸ εὐθυγενὲς ἐσθίειν· τινὲς δὲ τῷ μητρῴῳ γάλακτι μὴ συνεψεῖν· τρόπον γάρ τινα καὶ τὴν μητέρα συνεψεῖ. ἀπαγο ρεύει δὲ καὶ τῷ Θεῷ προσφέρειν κατὰ ταὐτὸν μητέρα καὶ τὸ τεχθὲν ἐξ 138 αὐτῆς. καὶ αὐτοῖς δὲ παρεκελεύσατο στρουθῶν εὑρηκόσι νεοττίαν μὴ συνθηρεύειν τοῖς νεοττοῖς τὴν μητέρα· τοῦτο γάρ ἐστιν ἐξαλεῖψαι τῶν ὀρνέων τὸ γένος. LVII Πῶς νοητέον," τὸν ἀριθμὸν τῶν ἡμέρων σου ἀναπλη ρώσω"; Τὴν ὡρισμένην φησὶ τοῖς ἀνθρώποις ζωήν· τουτέστιν εἰς γῆρας μακρὸν ἐλθεῖν σε παρασκευάσω. LVIII Τί ἐστιν," ἀποστελῶ τὰς σφηκίας προτέρας σου"; Ὣς τοῖς αἰγυπτίοις βατράχους καὶ σκνῖπας καὶ κυνόμυιαν ἔπεμψεν, οὕτω τοῖς χαναναίοις καὶ τοῖς ἄλλοις ἔθνεσι τὰς σφηκίας. τοῦτο δὲ δηλοῖ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ Θεοῦ· ὅτι καὶ διὰ τῶν σμικρῶν ζῳυφίων, καὶ τοῖς οἰκείοις ἐπικουρεῖ, καὶ τοῖς ἐναντίοις ἐπάγει τὸν ὄλεθρον. τοῦτο καὶ διὰ τοῦ μακαρίου λέγει Δαβίδ·" Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα"· ἀντὶ τοῦ, εὐπετῶς ἂν μάλα καὶ ῥᾳδίως τοὺς πολε μοῦντας αὐτοὺς ἐξωλόθρευσα. LIX Πῶς ἐπαγγειλάμενος ὁ Θεὸς μέχρι τοῦ Ἐυφράτου ποταμοῦ παραδώσειν αὐτοῖς τὴν γῆν, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Διὰ Ἱερεμίου τοῦ προφήτου τοῦτο σαφέστερον πεποίηκεν ὁ Θεός·" πέρας, γάρ φησι, λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, 139 τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν· καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρά, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτῷ πάντα τὰ ἀγαθὰ ὅσα ἐλά λησα", καὶ τὰ ἑξῆς. εἰσήγαγε τοίνυν αὐτοὺς ὁ Θεὸς εἰς ἣν ἐπηγγεί λατο γῆν. ἐπειδὴ δὲ φυλάξαι τὸν θεῖον οὐκ ἠβουλήθησαν νόμον, οὐ πᾶσαν αὐτοῖς παρέδωκεν, ἀλλ' εἴασέ τινας διηνεκῶς αὐτοῖς πολεμοῦντας, ἵνα πολεμούμενοι τὴν θείαν αἰτῶσι βοήθειαν. καὶ τοῦτο διαφερόντως ἡ τῶν κριτῶν ἱστορία διδάσκει. Δαβὶδ μέντοι τῷ βασιλεῖ καὶ τούτους ὑπέταξε. καὶ γὰρ οἱ ἀλλόφυλοι φόρους ἐδίδοσαν· καὶ Συρία Δαμασκοῦ, καὶ Συρία Σουβᾶ. καὶ Σολομῶν δέ, ἕως ηὐσέβει, ταύτην εἶχε τὴν δυναστείαν· ἀπο κλίνας δὲ εἰς ἀσέβειαν, τῆς ἐξουσίας ἐξέπεσε. καὶ τούτοις δὲ δώσειν ἐπηγ γείλατο, τὰς ἐντολὰς καὶ τὸν νόμον φυλάττουσιν. LX Τὴν σκηνὴν τί δήποτε προσέταξεν ὁ Θεὸς γενέσθαι; Αὐτὸς ὁ δεσπότης Θεὸς τὴν αἰτίαν δεδήλωκεν· ἔφη δὲ οὕτω·" καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀθφήσομαι ἐν ὑμῖν. καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς". ἐπειδὴ γὰρ ἐν τῷ Σινᾶ ὄρει τὸν νόμον ἐδεδώκει– εἰκὸς δὲ ἦν τινας ὑποτοπῆσαι περιγεγράφ θαι τὸ θεῖον– ἐκέλευσε γενέσθαι σκηνήν· ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι 140 καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην· ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν·" ποίησον ἡμῖν θεοὺς οἳ προ πορεύσονται ἡμῶν"· καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευά σαντες, ἐβόων χορεύοντες·" οὗτοι οἱ θεοί σου Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου". τὴν σκηνὴν ταύτην γενέσθαι προσέταξεν ὁ Θεὸς καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομο θέτηκε, καὶ αὐλιζομένων ἵστασθαι· ὥστε καὶ τοὺς ἱερέας ἐν αὐτῇ τὰς θυσίας ἐπιτελεῖν· εἶχε δὲ αὐτὴ τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεός, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισε τὰ ὑπερῷα τῶν κάτω· οὕτω μίαν μὲν γενέσθαι προσέταξε τὴν σκηνήν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δέκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας, ἐν τύπῳ τοῦ στερεώμα τος διχῇ διεῖλεν αὐτὴν καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὸ δὲ τοῦ παραπετάσματος ἔνδον, ἅγια ἁγίων ὠνόμασε καὶ ὥσπερ λέγει Δαβὶδ" ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων". οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσιτητὸς ἦν τοῖς ἱερεῦσι· τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα καὶ ἀνάκτορα. τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νό μος ἦν εἰσιέναι. ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβὶμ εἰκάσματα, τύπον τῶν ἀσω μάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλά κας ἔχουσα τοῦ νόμου, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀα ρὼν τὴν βλαστήσασαν. ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, ταῖς πτέρυξι 141 τῶν χερουβὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὅλων Θεὸς τὴν οἰκείαν ἐπι φάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ" ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται", οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνω ρίζετο. τὰ μὲν οὖν ἔνδον τῆς σκηνῆς τῶν ἐπουρανίων εἶχε τὸν τύ πον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο. καὶ ὅτι τοῦτο ἀληθές, μάρτυς ὁ θεῖος ἀπόστολος οὑτωσὶ λέγων·" οὐ γὰρ εἰς χει ροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυ πα τῶν ἀληθινῶν· ἀλλ' εἰς αὐτὸν τὸν οὐρα νόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν". καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγόμενος καὶ ταῦτα προστέθεικεν·" ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτε ρον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενόμενος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ". οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπε τάσματος τὴν τῶν ἐπουρανίων εἶχεν εἰκόνα· τὰ δὲ ἐκτὸς τῶν ἐπιγείων· διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικει μένους. ἐδήλουν δὲ οὗτοι τῶν ἡμέρων τῆς ἑβδομάδος τὸν ἀριθμόν. τρά πεζαν δὲ ἐν τῷ βορείῳ χρυσῆν, ἐφ' ἧς ἄρτους προκεῖσθαι προσέταξε δυο καίδεκα, καὶ φιάλας χρυσᾶς, πλήρεις λιβανωτοῦ καὶ ἁλῶν. ἐν δὲ τῷ μέσῳ 142 τῆς τε λυχνίας καὶ τῆς τραπέζης, χρυσοῦν ἔκειτο θυμιατήριον. ταῦτα δὲ ἦν αἰνίγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ τὰ προσφερόμενα δεχόμενον θύματα. δηλοῖ δὲ τοῦτο, περιττὰ εἶναι ταῦτα καὶ μὴ ἀρεστὰ τῷ τῶν ὅλων Θεῷ. ὅθεν ἐπιτελεῖσθαι μὲν αὐτὰ συνεχώρησε, διὰ τὴν ἰου δαίων ἀσθένειαν· ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον οὐκ ἀναγκαῖα. ἡμεῖς δὲ τὴν τοῖς ἔνδον ἀπονεμηθεῖσαν λειτουργίαν ἐπιτελοῦμεν. θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ Θεῷ καὶ τὴν μυστικὴν τῆς ἁγίας τραπέζης ἱερουργίαν· ὅτι δὲ τριάκοντα πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκα τὸ εὖρος, καταμαθεῖν εὐπετές, εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόρειον." σανίδας" γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί. ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχεως, τριάκοντα πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας, καὶ δύο γωνίαις. δώδεκα οὖν πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο, τῶν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο. ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸς ἀνίσχων ὁ ἥλιος οἷόν τινα προσκύ νησιν προσφέρῃ τοῖς προπυλαίοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων· καὶ οἱ τῷ θεῷ μόνῳ λατρεύειν προστεταγμένοι ὄπισθεν τὸν ἥλιον ἔχωσι πρὸς τὴν σκηνὴν τετραμμένοι καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεῴκει, σανίδας ἔχουσα πάντοθεν συνηρμοσμένας ἀλλήλαις. εἶχον δὲ καὶ τὰς βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὐταὶ δὲ καὶ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν ἠλειμ μέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων, ἐκδιαφόρων κατεσκευασμένων χρωμάτων. τὸ μὲν γὰρ ἦν ἁλουργόν, τὸ δὲ ῥοδοειδὲς 143 ἢ κοκκοβαφές, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χροιάν. καὶ ταῦτα δὲ τῶν τεσσάρων ἦν στοιχείων αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικε· τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί· τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλατταν· ἐκείνη γὰρ τρέφει τὸν κόχλον ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος, τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσ θαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ μέντοι καὶ διφθέ ρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιτέθεικε κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα ὅπως χρὴ τὴν ψυχὴν ὡραΐζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι." ὑπο δύτην" δὲ καλεῖ τὸν ἐνδότερον χιτωνίσκον·" ἐπενδύτην" δὲ τὸν χι τῶνα τὸν ἔξωθεν· ὑακίνθινον δὲ τοῦτον γενέσθαι προσέταξε, καὶ" πο δήρη" προσηγόρευσεν, ὡς μέχρις ἄκρων διήκοντα τῶν ποδῶν. ἀπήρτη σε δὲ τούτου καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους, ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκ τορον τῆς σκηνῆς εἰσιὼν καὶ τὴν ἐκ τούτων ἀποτελουμένην ἠχὴν εἰσ δεχόμενος, μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ, εἰς μνήμην λαμβάνων τὸν ταῦτα προστεταχότα, καὶ τὴν προσφερομένην ἱερουργίαν δεχό μενον. διά τοι τοῦτο καὶ τοῦ ἀέρος ὁ ποδήρης εἶχε τὸ χρῶμα· ὑακίνθινος γὰρ ἦν ὡς ἂν καὶ εἰς τοῦτον ἀφορῶν μετάρσιος γένηται. ἐπέκειτο δὲ τῇ κεφαλῇ κίδαρις τὸν οὐρανὸν μιμουμένη. ἐκάλυπτε δὲ καὶ ταινία τὸ μέτω πον, ἣν" μίτραν" εἶπον οἱ ἑβδομήκοντα. εἶχε δὲ ἐν μέσῳ πέταλον αὕτη χρυσοῦν, ἐγγεγραμμένον ἔχον τοῦ Θεοῦ τὸ ἄφραστον ὄνομα ὃ καλοῦσιν ἑβραῖοι τετράγραμμον. εὐλάβειαν δὲ τὸν λαὸν ἐκπαιδεύων ὁ δεσπότης Θεὸς δι' αἰνίγματος τοῦτο δεδήλωκεν·" ἐπιγράψεις γὰρ αὐτῷ, φησίν, ἁγίασμα Κυρίου". ἐκέλευσε δὲ αὐτῷ καὶ ἐφεστρίδα γενέσθαι, ἣν οἱ ἑβδομήκοντα" ἐπωμίδα" ἐκάλεσαν· ἐν δὲ ταῖς βασιλείαις εὑρίσκομεν" ἐφοὺδ" αὐτὴν κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ὠνομασμέ 144 νην. αὕτη εἶχεν ἐφ' ἑκατέρου μὲν ὤμου δύο λίθους πολυτελεῖς, ἔχοντας τῶν φυλῶν τὰς προσηγορίας ἐγγεγραμμένας, ἐν δὲ τῷ στήθει τὸ καλούμενον" λόγιον", τὴν λογικὴν συγκαλύπτον καρδίαν. εἶχε δὲ καὶ τοῦτο δυοκαί δεκα λίθους προσηρμοσμένους, διάφορον ἔχοντας χροιάν· διὰ δὲ τούτων ἐδηλοῦτο πολέμου συγκροτηθέντος ἢ νίκη ἢ ἧττα· καὶ τοῦτο τῶν βασι λειῶν ἡ ἱστορία διδάσκει· ἐπιστρατευσάντων γὰρ τῶν ἀλλοφύλων τῷ Ἰσραήλ, οὐ πρότερον ἐτόλμησεν ὁ Σαοὺλ παρατάξασθαι, ἕως εἶδε τὰ τῆς νίκης μηνύματα·" προσάγαγε, γάρ φησι, τὸ ἐφούδ". εἶτα τὴν νίκην μαθὼν ἐπήγαγε·" συνάγαγε τὸ ἐφούδ". καὶ οὕτως ἐξώπλισε τὸν λαόν. διὰ τοῦτο εἰρηκὼς ὁ τῶν ὅλων Θεός·" καὶ ἐπιθήσεις τὸ λόγιον τῆς κρίσεως ἐπὶ τὸ στῆ θος Ἀαρὼν καὶ συνάψεις αὐτὸ πρὸς τὴν ἐπωμί δα", ἐπήγαγε·" καὶ ἐπιθήσεις αὐτῷ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν". καὶ δήλωσιν μὲν ἐκάλεσε τὰ ἐκεῖθεν μηνύ ματα· ἀλήθειαν δὲ τῶν μηνυμάτων τὸ ἀψευδές. ἰστέον μέντοι, ὡς παχυ τέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφίκεσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος δεσπότης ἐπραγ ματεύετο. ἡμεῖς δὲ νοοῦμεν, διὰ μὲν τοῦ λογίου, τὴν θεωρίαν τῶν νοητῶν· διὰ δὲ τῆς ἐπωμίδος, τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τὴν τοῦ λογίου καὶ τῆς ἐπωμίδος ἁρμονίαν τε καὶ συνάφειαν εἰς τὴν τῆς πίστεως καὶ τῆς ἀγαθῆς πράξεως λαμβάνομεν συμφωνίαν. τὸ δὲ πρώτην ἐπιτίθεσθαι τὴν ἐπωμίδα. εἶθ' οὕτω ταύτῃ τὸ λόγιον συνάπτεσθαι, τὸ τὴν ἀγαθὴν πρᾶξιν ὑπο βάθραν εἶναι τῆς θεωρίας. LXI Διὰ τί οἱ ἱερεῖς τοῖς ἱερείοις τὰς χεῖρας ἐπιτιθέντες οὕτως ἱέρευον; 145 Οὐ πᾶσι τοῖς ἱερείοις, ἀλλὰ τοῖς ὑπὲρ αὑτῶν προσφερομένοις καὶ μάλιστα τοῖς ὑπὲρ ἁμαρτίας. τοῖς δὲ ἄλλοις αὐτοὶ τὰς χεῖρας ἐπετίθεσαν οἱ προσ φέροντες. ἦν δὲ τοῦτο σύμβολον τοῦ τὸ ἱερεῖον τὸν τόπον πληροῦν τοῦ προσφέροντος τὴν ὑπὲρ αὑτοῦ δεχόμενον σφαγήν. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο μόσχος· ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ πάλιν μόσχος· ὑπὲρ δὲ τοῦ ἄρχοντος χίμαρος· ὑπὲρ ἑκάστου δὲ ἀνδρὸς χίμαιρα. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρ χομένῳ τὸ θῆλυ. ἐπειδὴ καὶ τὴν γυναῖκα τῷ Ἀδὰμ ἐξ ἀρχῆς ὑπέταξεν ὁ Θεός. ὁ δὲ μόσχος ὁ περὶ ἁμαρτίας θυόμενος ἔξω τῆς παρεμβολῆς κατε καίετο. τούτου χάριν καὶ ὁ δεσπότης Χριστός, ᾗ φησιν ὁ θεῖος ἀπόσ τολος," ἔξω τῆς πύλης ἔπαθεν", καὶ τῷ τύπῳ τὴν ἀλή θειαν ἐπιτέθεικε. τῷ δὲ θυσιαστηρίῳ προσεφέρετο τὸ ἐπίπλουν. τοῦτο γὰρ λέγει," τὸ στέαρ τὸ ἐπὶ κοιλίας, καὶ οἱ δύο νεφροὶ καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ὁ τοῦ ἥπατος λοβός", ὅπερ οἱ ἄλλοι ἑρμηνευταὶ" περιττὸν" προ σηγόρευσαν. αἰνίγματα δὲ ταῦτα τῶν ἐν ἡμῖν παθημάτων· τὸ μὲν γὰρ στέαρ τὸ τὴν κοιλίαν καλύπτον, σημαίνει τῆς γαστριμαργίας τὴν νόσον· οἱ δὲ νεφροὶ τὰς ὑπογαστρίους ἡδονάς· ὁ δὲ λοβὸς τοῦ ἥπατος τὸ θυμοειδές. ἐκείνῳ γὰρ συνῆπται τὸ χοληδόχον ἀγγεῖον. ταῦτα δὲ καθιεροῦν κε λεύει, καὶ οἱονεὶ νεκρὰς αὐτῶν ἀποφαίνειν τὰς πονηρὰς ἐνεργείας. τοῦ δὲ τῆς τελειώσεως κριοῦ τὸν βραχίονα τὸν δεξιὸν προσενεγκεῖν διηγόρευσε, τὴν πρακτικὴν ἀρετὴν δεξιὰν οὖσαν, καὶ ἀρίστην τῷ Θεῷ προσφέρειν κελεύων. ὁ δὲ ἄρτος καὶ τὸ λάγανον, καὶ ἡ τοῦ οἴνου σπονδή, τοὺς ἀπὸ γῆς φυομένους δηλοῦσι καρπούς, ὧν τὰς ἀπαρχὰς προσφέρειν ὅσιον τῷ Θεῷ. 146 LXII Τί ἐστιν," εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστι Κυ ρίῳ; Διὰ τῶν ἀνθρωπίνων τὰ θεῖα διδάσκει. ἐπειδὴ γὰρ ἡμεῖς ταῖς εὐοσμίαις τερπόμεθα, τὴν κατὰ νόμον γενομένην ἱερουργίαν, ὀσμὴν εὐωδίας ὠνόμα σεν· ὅτι γὰρ οὐ δεῖ γυμνῷ προσέχειν τῷ γράμματι, καὶ ἡ τοῦ Θεοῦ φύσις διδάσκει, ἀσώματος γάρ· καὶ ἡ δυσοσμία τῶν καιομένων ὀστῶν, τί γὰρ ἐκείνων ἐστὶ δυσωδέστερον; οἱ μέντοι ἄλλοι ἑρμηνευταὶ" εὐαρεστή σεως" ἀντὶ εὐωδίας τεθείκασιν. LXIII Τίνος χάριν ἐξ ἑκάστης θυσίας ὑπὲρ σωτηρίας προσφερομένης, τὸν ἱερέα λαμβάνειν τὸν βραχίονα τὸν δεξιὸν καὶ τὸ στηθύνιον διηγόρευσεν; Διὰ τοῦ στηθυνίου τὸ λογικὸν καὶ τὸ θεωρητικὸν ἀπαιτεῖ τὸν ἱερέα· κά λυμμα γὰρ τὸ στηθύνιον τῆς καρδίας. διὰ δὲ τοῦ δεξιοῦ βραχίονος, τὴν πρᾶξιν τὴν δεξιάν. οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ δεῖται τῶν ἔργων εἰς τελειότητα. LXIV Τί ἐστι τὸ εἵν; Μέτρον ἑβραϊκὸν οἴνου καὶ ἐλαίου. δέχεται δὲ ὥς φησιν Ἰώσηπος δύο χόας ἀττικούς. πιστευτέον δὲ ἐν τούτοις αὐτῷ, ἀκριβῶς τοῦ ἔθνους τὰ μέτρα ἐπισταμένῳ. LXV Περὶ τῶν σαββάτων νομοθετῶν ἔφη·" ἔστι γὰρ σημεῖον ἐμοὶ 147 καὶ τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν". πῶς οὖν τοῦτο νοήσομεν; Ὥσπερ τῷ Ἀβραὰμ τὴν περιτομὴν διδοὺς ἔφη·" καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν", οὕτω καὶ περὶ τοῦ σαββάτου νομοθετῶν ἔφη·" ἔστι γὰρ σημεῖον ἐν ἐμοὶ καὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν". τὸ γὰρ καινὸν τῆς πολιτείας ἀεὶ τοῦ νομοθέτου τὴν μνήμην ἀνθεῖν παρεσ κεύαζε, καὶ τῶν ἐθνῶν τῶν ἄλλων ἐχώριζε. καθάπερ γὰρ τὰς ποίμνας καὶ τὰς ἀγέλας αἱ σφραγίδες δηλοῦσι, οὕτω τὰ τῆς τῶν ἑβραίων πολι τείας ἐξαίρετα καὶ τῶν ἄλλων αὐτοὺς διεῖργε καὶ τῷ νομοθέτῃ προσεδρε ύειν ἐδίδασκεν. LXVI Τί δήποτε ὁ Ἀαρὼν τῷ λαῷ τὸν μόσχον διέγλυφεν; Τὸν σκοπὸν τοῦ γινομένου προσήκει ζητεῖν. οὕτω γὰρ ἐξετάζοντες, εὑ ρήσομεν αὐτὸν οὐ παντάπασι συγγνώμης ἐστερημένον. τοῦ γὰρ ἀδελφοῦ τεσσαράκοντα ἡμέρας διατρίψαντος ἐν τῇ τοῦ ὄρους ἀκρονυχίᾳ καὶ τοῦ λαοῦ λυττήσαντος καὶ εἰς τὴν Αἴγυπτον ἀναστρέψαι ὁρμήσαντος. πρῶτον μὲν ἐπειράθη λόγοις αὐτῶν τὴν ὁρμὴν χαλινῶσαι. ἐπειδὴ δὲ ἀπειθοῦντας εἶδεν, ᾔτησε τῶν γυναικῶν τὰ χρυσία, πάθει πάθος ἀντιστρατεύσας, τὸ φιλόκοσμον καὶ φιλοχρήματον τῇ τῆς δεισιδαιμονίας μανίᾳ. ἀλλ' οὐδὲ τοῦτο τὸ μηχάνημα τὴν ἐκείνων ἔσβεσε λύτταν. ὅθεν ἠναγκάσθη δια γλύψαι τὸν μόσχον καὶ τοιούτῳ δὲ σκοπῷ χρησάμενος, τῆς θείας ἐδεήθη φιλανθρωπίας, ὥστε τὴν τιμωρίαν διαφυγεῖν. καὶ τοῦτο Μωϋσῆς ὁ θειό τατος ἐν τῷ Δευτερονομίῳ δεδήλωκεν·" ἐδεήθην, γάρ φησι, τοῦ Κυρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου καὶ οὐκ ἀπέθανεν". 148 LXVII Πῶς νοητέον τό·" καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτούς, ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σε εἰς ἔθνος μέγα"; Καὶ τὸ ἀπαθὲς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρωπον ὁ λόγος δηλοῖ, ὁ γὰρ θυμῷ τι πράττων, καὶ τοὺς παρακαλοῦντας δυσχεραίνει· ὁ δὲ Θεὸς ἔφη·" ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρί ψω αὐτούς". οὐδεὶς δὲ ἀναμένει τοὺς παρακαλοῦντας ἵνα ὀρ γισθῇ, ἀλλ' ἵνα παρακληθῇ. τὸ οὖν·" ἔασόν με", ἀντὶ τοῦ, κώ λυσόν με, εἴρηκεν. ἐπειδὴ γὰρ ἠγνόει Μωϋσῆς ὁ μέγας τὴν τοῦ λαοῦ πα ρανομίαν, καὶ ταύτην αὐτῷ δεδήλωκεν ὁ Θεὸς, καὶ εἰς πρεσβείαν διήγειρε· τὸ δὲ" ποιήσω σε εἰς ἔθνος μέγα", τὰ ἡμέτερα προση μαίνει. ὅπερ γὰρ τότε οὐ γέγονε, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφά νειαν γέγονεν. ὁ μέντοι νομοθέτης, καὶ ταῦτα τοῦ Θεοῦ ἀρκεῖν αὐτὸν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν εἰρηκότος, οὐχ ὑπέλαβεν ἱκανὸς εἶναι παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὅθεν τῶν πατριαρχῶν τὰς προσηγορίας ἀνθ' ἱκε τηρίας προσήνεγκεν καὶ τῶν πρὸς ἐκείνους ὅρκων ἀνέμνησε καὶ τὰς γεγε νημένας συνθήκας ἐμπεδωθῆναι ἱκέτευσεν. LXVIII Διὰ τί τὰς πλάκας συνέτριψεν; Ἀνάξιον κρίνας τὸν λαὸν τῆς θείας νομοθεσίας. ἐπειδὴ γὰρ προικῴων γραμματείων τύπον εἶχον αἱ πλάκες, ἡ δὲ νύμφη πρὸ τῆς παστάδος εἰς μοιχείαν ἀπέκλινε, μάλα εἰκότως τὸ προικῷον διέρρηξε γραμματεῖον. ἐπισημήνασθαι δὲ προσήκει, ὡς τότε μὲν δεξάμενος τὴν ἱκετείαν ὁ τῶν 149 ὅλων Θεὸς ἀνεβάλετο τὴν τιμωρίαν. προστέθεικε δέ," ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς πᾶσαν τὴν ἁμαρτίαν αὐτῶν". ἔοικε δὲ τοῦτο τοῖς ὑπὸ τοῦ ἀποσ τόλου εἰρημένοις·" ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρό τητα σου καὶ ἀμετανόητον καρδίαν, θησαυρί ζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκα λύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ". ὁ μέντοι νομοθέτης ἀκούσας, ὡς οὐκ ἀνέξεται συνεῖναι αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διὰ τὸ σκληρὸν αὐτῶν καὶ ἀντίτυπον, ἀλλ' ἄγγελον αὐτοῖς ἐπιστήσει, ᾔτησε μὲν γνῶναι, τίς ὁ τὴν κηδεμονίαν αὐτῶν πιστευθείς· ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ' αὐτὸν αὐτῶν ἡγήσασθαι τὸν δεσπότην. ἐπειδὴ δὲ καὶ ταύτην ὑπέσχετο δώσειν αὐτῷ τὴν χάριν ὁ ἀγαθὸς Θεός, ἔρωτι μεθύων ἐπαινουμένῳ, τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη, καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν· ἀλλὰ μεμάθηκεν, ὡς ἐκείνην ἰδεῖν τὴν οὐσίαν ἀδύνατον." Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώπο τε", κατὰ τὴν τοῦ Κυρίου φωνήν, τὰς δὲ θείας οἰκονομίας τε καὶ ἐνερ γείας. οὕτω γὰρ προσήκει νοεῖν τοῦ Θεοῦ τὰ ὀπίσθια· θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωϋσέα τελείοις τὴν ἀρετήν· καὶ οὐδὲ τούτοις ὡς ἔτυχεν, ἀλλ' εἰς τὴν πέτραν ὑπ' αὐτοῦ τοῦ Θεοῦ τεθειμένοις. σημαίνει δὲ αὕτη τῆς πίσ τεως τὸ στερρὸν καὶ ἀκράδαντον· καὶ διὰ τῆς ὀπῆς τῆς πέτρας, δηλοῖ δὲ αὕτη τὸν τῆς πίστεως ὀφθαλμὸν θεωροῦντα τὰ τοῖς αἰσθητοῖς ὀφθαλ μοῖς ἀνέφικτα καὶ ἀθέατα. LXIX Τί σημαίνει τὸ κάλυμμα τὸ ἐπιτεθὲν τῷ προσώπῳ τοῦ νομοθέτου; 150 Ἔχομεν τοῦ ἀποστόλου τὴν ἑρμηνείαν·" μέχρι, γάρ φησι, τῆς σή μερον, ἡνίκα ἀναγινώσκηται Μωϋσῆς κάλυμ μα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακα λυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. ἡνί κα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα". ὥσπερ γὰρ τότε θείας ἐνεπλήσθη δόξης τοῦ νομοθέτου τὸ πρόσωπον καὶ σέλας ἐκεῖθεν ὑπὲρ ἀστραπὴν ἐκπεμπόμενον, ἀντι βλέπειν οὐκ εἴα τοὺς ἐντυγχάνοντας, ἀλλ' ἢ ἑτέρωσε τὰ πρόσωπα τρέπειν ἢ τοὺς ὀφθαλμοὺς μύειν ἠνάγκαζε. καὶ τούτου χάριν ἐχρῆτο τῷ προκαλύμματι τῷ λαῷ διαλεγόμενος· πρὸς δὲ τὸν Θεὸν ἐπιστρέ φων, γυμνὸν εἶχε τὸ πρόσωπον· οὕτως ἰουδαῖοι τῷ τοῦ νόμου προ σέχοντες γράμματι, τὴν μὲν δόξαν οὐχ ὁρῶσι, μόνον δὲ τὸ κάλυμμα βλέπουσι. τῇ δὲ τοῦ παναγίου πνεύματος χάριτι προσιόντες, ἀπαλλά σσονται μὲν τοῦ προκαλύμματος, θεωροῦσι δὲ τὴν δόξαν ἧς Μωϋ σῆς ἐνεπλήσθη. τοῦτο γὰρ καὶ ὁ μακάριος λέγει Παῦλος·" ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος". ὥσπερ γὰρ τὰ διειδῆ κάτοπτρα τῶν εἰσορώντων τοὺς τύπους ἐκμάττεται, οὕτως αἱ καθαραὶ καρδίαι τοῦ Θεοῦ τὴν δόξαν εἰσδέχονται. διὸ δὴ καὶ ὁ Κύριος ἔφη·" μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψον ται", καὶ ὥσπερ ὁ Ἰούδας τὸν διάβολον εἰσδεξάμενος, τὴν ἐκείνου πονηρίαν ἐτύπωσεν ἐν ἑαυτῷ, οὕτως ὁ τῇ θείᾳ χάριτι προσιών, ταῖς ἐκεῖ θεν φερομέναις μαρμαρυγαῖς καταυγάζεται, οὕτως ὁ ἐν σκότῳ καθήμενος 151 σκοτοειδὴς γίνεται, ὁ δὲ ἐν ἡλίῳ ἡλιοειδὴς καὶ φωτοειδής, οὕτως ὁ τῷ Θεῷ προσεδρεύων θεοειδεῖς δέχεται χαρακτῆρας. LXX Πόθεν εἶχον" τὰ ξύλα τὰ ἄσηπτα"; Σανίδες ἦσαν δεκαπήχεις· εἰκὸς τοίνυν ταύτας ἐσχηκέναι τοὺς εὐπορω τέρους ἐξ Αἰγύπτου μετενεγκόντας, ἡνίκα ἐκεῖθεν ἐξῆλθον. τοὺς δὲ πολυ τιμήτους λίθους καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκόν, παρ' αἰγυπτίων λαβόντες ἀπῆραν, κατὰ γὰρ τὴν θείαν ἐντολήν·" ᾔτησε γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐσκύλευ σαν τοὺς αἰγυπτίους". διὸ δὴ καὶ τὰ προσφερόμενα ἀπαρ χὰς προσηγόρευσεν ὁ τῶν ὅλων Θεὸς ὡς ἀκροθίνια σκύλων. LXXI Ποίου χαρίσματος οἱ περὶ τὸν Βεσελεὴλ ἔτυχον; Σοφίας ἀρχιτεκτονικῆς. ἔστι γὰρ σοφία ὑφαντικὴ καὶ σοφία γεωργικὴ καὶ σοφία ἰατρική. ἕκαστον δὲ τούτων δῶρον Θεοῦ, εἰς χρῆσιν τοῖς ἀν θρώποις δεδωρημένον. LXXII Διὰ τί τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς στῆσαι τὴν σκηνὴν προσέταξεν ὁ Θεός; Ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ 152 τῷδε τῷ λόγῳ τῶν δένδρων ἡ βλάστησις·" βλαστησάτω, γάρ φησιν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρ πιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς". ἀρχομένου δὲ τοῦ ἔαρος, καὶ οἱ λειμῶνες ἀνθοῦσι καὶ κυμαίνει τὰ λήϊα καὶ τὰ δένδρα φύει καρπόν. διά τοι τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τουτονὶ τὸν καιρὸν ἠλευθέρωσε τῆς αἰγυπτίων δουλείας· καὶ τῇ ἁγίᾳ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος ἐκόμισε τῶν παραδόξων ὠδίνων τὰ εὐαγγέλια. κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ δεσπότης Χριστὸς τὸ σωτήριον ὑπέμεινε πάθος. μάλα τοίνυν εἰκότως τῇ μίᾳ τοῦ πρώτου μηνὸς στῆναι τὴν σκηνὴν ὁ τῶν ὅλων δεσπότης Θεὸς προσέταξε· καὶ ὅτι τοῦ κόσμου παντὸς ἐκτύ πωμα ἦν· καὶ ἵνα εὐτρεπίσῃ πρὸς τὴν τοῦ Πάσχα ἑορτήν, ἣν πρώτην ἐπιτελεῖν νόμος ἦν ἰουδαίοις. τότε δὲ καὶ πρῶτον ταύτην ἔμελλον ἑορτά ζειν τὴν ἑορτὴν ἐν τῇ ἐρήμῳ. δεύτερον γὰρ ἦν ἔτος μετὰ τὴν τῆς δουλείας ἀπαλλαγήν.