Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
155.1
οὐδὲ τὸ εὐῶδες, οἱ τῆς πονηρίας ἀφιέντες τὴν δυσοσμίαν. ἐπειδὴ δὲ" σκιὰν εἶχε τῶν μελλόντων" ὁ νόμος, καὶ οὐκ αὐτὴν τὴν εἰκό να τῶν πραγμάτων, κατὰ τὸν θεῖον ἀπόστολον καὶ ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν ἔφη τοὺς ἐν τῷ νόμῳ· οὐκ ἀπὸ τρόπου νομίζω τι δρᾶν, ταῖς τῶν ἀλόγων ἱερείων διαφοραῖς ἐοικέναι λέγων τοὺς ἑαυτοὺς τῷ Θεῷ προσφέροντας, οἱ μὲν γὰρ τὸν ἀκτήμονα καὶ ἀφρόντιδα ἀσπαζό μενοι βίον, ὅλους ἑαυτοὺς ἀφιεροῦσι τῷ τῶν ὅλων Θεῷ, καὶ σφᾶς αὐτοὺς ἀποφαίνουσιν ὁλοκαύτωμα τε καὶ ὁλοκάρπωμα· οὐδὲν τῷ παρόντι κατα λείποντες βίῳ, ἀλλ' εἰς τὴν ἀγήρω πάντα μετατιθέντες ζωήν. οἱ δὲ τούτων ἐλάττους, τὰ μὲν τῷ θυσιαστηρίῳ, τὰ δὲ τοῖς ἱερεῦσι, τὰ δὲ λοιπὰ τῇ τοῦ σώματος ἀπονέμουσι χρείᾳ. καὶ οἱ μὲν προσφέρουσι τῶν προβάτων τὴν ἐπιείκειαν· οἱ δὲ τοῖς εὐπειθέσι μόσχοις παραπλησίως, φέρουσιν ἀσ πασίως τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν· ἄλλοι δέ τινες τὰς αἶγας μιμού μενοι, οἷόν τι γάλα, τοῖς δεομένοις παρέχουσι τῆς χρείας τὰ περιττὰ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν τὴν λέγουσαν·" τὸ ὑμῶν περίσ σευμα εἰς τὸ ἐκείνων ὑστέρημα". οἱ δὲ προσκομί ζουσι τῶν τρυγόνων τὸ σῶφρον, καὶ φεύγουσιν ὡσαύτως τοῦ δευτέρου γάμου τὴν ζεύγλην· οἱ δὲ ἁπλότητι καὶ ἀκακίᾳ κοσμοῦσι τὴν γνώμην, μιμούμενοι τοὺς τῶν περιστερῶν νεοττούς. οὐδὲ γὰρ τελείας θύεσθαι ταύτας ἐνομοθέτησεν· ἐπειδὴ τόδε τὸ ζῷον περὶ τὰς μίξεις θερμότατον· ἀλλὰ τού των τοὺς νεοττοὺς ἀκακίᾳ μὲν χρωμένους, συμπλοκῆς δὲ οὐ γεγευμένους. τὰ μέντοι πτηνὰ οὔτε ὁ πατριάρχης διεῖλεν, οὔτε ὁ νομοθέτης διαιρεθῆναι κελεύει, οἱ γὰρ πτηνοὶ τὴν διάνοιαν ἐξ ὅλης καρδίας ἀγαπῶντες τὸν Θεόν, οὐ διαιροῦσιν αὐτὴν εἰς τὰ γήϊνα καὶ οὐράνια, ἀλλ' ὅλην ἀναπέμπουσιν ἄνω. οὕτω τὰ περὶ τῶν θυσιῶν νοοῦντες, εὑρήσομεν καὶ τῇ τῶν ἰουδαίων ἀσθενείᾳ τὸν περὶ τούτων νόμον ἁρμόδιον· καὶ τῇ εὐαγγελικῇ τελειότητι 156 τὴν τοιαύτην νομοθεσίαν οὐ περιττήν. οὕτω δὲ ταῦτα νοεῖν καὶ ὁ θεῖος ἡμᾶς ἐξεπαίδευσε Παῦλος· τεθεικὼς γὰρ τὸν περὶ τῶν βοῶν νόμον, ὃς ἀπαγορεύει τοὺς βοῦς ἀλοῶντας κημοῦν, ἐπήγαγε·" μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει· δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀρο τριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι". οὐκοῦν τοῦ νόμου τὸ μὲν αἰσθη τὸν καὶ ἐπιπόλαιον, ἰουδαίοις κατάλληλον, τὸ δὲ πνευματικὸν τοῖς τὴν εὐαγγελικὴν πολιτείαν ἀσπαζομένοις. ἰστέον δὲ καὶ τοῦτο, ὡς τὰ μὲν ὁλοκαυτούμενα ἄρσενα ἦν· ἀνδρῶν γὰρ ἡ τελειότης· τὰ δὲ περὶ ἁμαρτίας θυόμενα, θήλεα· ἀσθενοῦντος γὰρ τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ, τὰ πάθη κρατεῖ. ἐπισημήνασθαι δὲ καὶ τοῦτο δεῖ, ὡς ὑπὲρ ἁμαρτίας οὐκ ἀμνοί, ἀλλὰ χίμα ροι προσεφέροντο. δηλοῖ δὲ τοῦτο καὶ ὁ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, τοὺς μὲν δικαίους ἀμνοῖς, τοὺς δὲ ἁμαρτωλοὺς ἐρίφοις ἀπει κάσας. προσεφέρετο δὲ καὶ ἀπὸ τῶν πετεινῶν ὁλοκαυτώματα· πρόκειται γὰρ καὶ τοῖς πενομένοις ὁ τέλειος καὶ φιλόσοφος βίος. ὥσπερ δὲ τῶν τετρα πόδων οὔτε τὸ δέρμα οὔτε ἡ κόπρος τῷ Θεῷ προσεφέρετο, οὕτω καὶ τῶν πτηνῶν ὁ πρόλοβος, καὶ τὰ πτίλα, πόρρω τῆς παρεμβολῆς ἐξεβάλλετο· καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν ἐρρίπτετο, ἀλλ' ἐν καθαρῷ τινι χωρίῳ ᾧ καὶ τοῦ βω μοῦ τὴν κόνιν ἐνέβαλλον·" πρόλοβον" δὲ ὁ Θεοδοτίων τὴν" φύσαν" ἐκάλεσεν· Ἀκύλας δὲ" τὴν σιτίζουσαν". ἐκείνη γὰρ τὴν τροφὴν δε χομένη τῷ λοιπῷ σώματι χορηγεῖ· ὅθεν καὶ οἱ ἑβδομήκοντα" πρόλοβον" αὐτὴν προσηγόρευσαν, ἅτε δὴ προσλαμβάνουσαν τὴν τροφήν. ἐπισημήνα σθαι δὲ προσήκει, ὡς καὶ τὴν προσφερομένην σεμίδαλιν, καὶ τοὺς κλιβανίτας ἄρτους καὶ τοὺς ἐσχαρίτας καὶ τὰ ἀπὸ τηγάνου λάγανα, θυσίαν καλεῖ, ψυχαγωγῶν τῷ ὀνόματι τοὺς πενίᾳ συζῶντας, ἵνα μὴ δυσχεραίνωσιν ὡς ζῴων σπανίζοντες. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὡς τὸν προσφέροντα 157 ζῷον ἄνθρωπον ὀνομάζει·" ἄνθρωπος, γάρ φησιν, ἐξ ὑμῶν, ὃς ἐὰν προσφέρῃ δῶρον τῷ Κυρίῳ, ἀπὸ τῶν πτηνῶν, ἀπὸ τῶν βοῶν, ἢ ἀπὸ τῶν προβάτων προσοίσεται αὐτό". τὸν δὲ σεμίδαλιν προσκομίζοντα ψυχὴν καλεῖ·" ἐὰν γὰρ ψυχή, φησί, προσφέρῃ δῶρον θυ σίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐ τοῦ". ὁ λογικὸς γὰρ τὸ ἄλογον προσφέρει· ἡ δὲ ψυχὴ τὸ ἄψυχον. ἀπαγορεύει δὲ ζυμίτας ἄρτους προσφέρεσθαι, δι' ἣν ἔφην αἰτίαν· οὐδὲν γὰρ ἔχειν δεῖ τῆς αἰγυπτιακῆς πολιτείας. ἀπαγορεύει καὶ μέλι προσ φέρεσθαι τῷ βωμῷ· καί τινες μέν φασιν, ὡς τῆς μελίττης καὶ ἀκα θάρτοις τόποις ἐφιζανούσης, καὶ πάντοθεν ἀθροιζούσης τῆς μελι τουργίας τὰς ἀφορμάς· τινὲς δὲ διδάσκεσθαι ἡμᾶς εἰρήκασιν, ἐξ οἰ κείων πόνων τὰς θυσίας ἐπιτελεῖν, κατὰ τὴν τοῦ Σολομῶντος παραί νεσιν τὴν λέγουσαν" τίμα τὸν Κύριον ἀπὸ σῶν δι καίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ πῶν δικαιοσύνης". ὁ δὲ τῆς μελίττης καρπὸς οὐχ ἡμέτερος, φησίν, πόνος ἀλλ' οὗτος ὁ λόγος οὐκ ἔχει τὸ ἀκριβές. καὶ γὰρ ἡ μελιτουρ γία τῶν ἀνθρώπων φιλοπονία. οἱ μὲν γὰρ γηπονίας, οἱ δὲ προβατείας φροντίζουσι· καὶ οἱ μὲν ἐμπορίας, οἱ δὲ μελιτουργίας. οἶμαι τοίνυν, διὰ μὲν τῆς ζύμης, τὴν παλαιότητα τῆς πονηρίας αἰνίττεσθαι· διὰ δὲ τοῦ μέλιτος, τὴν ἡδονὴν ἀπαγορεύεσθαι. τοῖς μέντοι ἱερεῦσι καὶ τὰς τούτων ἐκέλευσε προσφέρειν ἀπαρχάς· οὗτοι γὰρ τὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρ τημάτων πρεσβείας προσφέρουσιν· ὅθεν διὰ τοῦ προφήτου ἔφη περὶ αὐτῶν·" ἁμαρτίας λαοῦ μου φάγονται". τοὺς δὲ ἅλας ἐπιβάλλεσθαι τοῖς ἱερείοις κελεύει, τὸ διακριτικὸν τῆς ψυχῆς διὰ τούτων σημαίνων. τούτου ἐστέρητο ἡ τοῦ Κάϊν θυσία διὸ ἤκουσε παρὰ τοῦ τῶν ὅλων Θεοῦ·" οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς". καὶ ὁ θεῖος ἀπόστολος νομοθετεῖ λέγων·" ὁ λό 158 γος ὑμῶν ἔστω πάντοτε ἅλατι ἠρτυμένος". καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἔφη·" ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθή σεται"; ἀσινῆ δὲ καὶ ἄμωμα προσφέρειν ἅπαντα κελεύει τὰ θύματα καίτοι διάφορα ὄντα καὶ κατὰ διαφόρους προσφερόμενα τρόπους. διδάσ κει δὲ διὰ τούτων τοὺς ἐν ἑκάστῃ πολιτείᾳ τὸ ἄμωμον ἔχειν. καὶ τοὺς παρθενίαν ἀσπαζομένους κατὰ τοὺς ταύτης πολιτεύεσθαι νόμους· τοὺς τοῦ γάμου τὸν ζυγὸν αἱρουμένους, τῇ πρὸς ἀλλήλους κοινωνίᾳ μὴ διαφ θεῖραι τούτου τὴν ζεύγλην· τοὺς τὴν ἀσκητικὴν βιοτὴν προτιμῶντας, τὸν τῆς τελειότητος διαφυλάττειν κανόνα. καὶ συλλήβδην εἰπεῖν, τοὺς ἐν πλούτῳ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν δουλείᾳ, τοὺς ἐν δυναστείᾳ, ἐν τοῖς οἰ κείοις τάγμασι τὸ ἀλώβητον ἔχειν καὶ ἄμωμον. τῶν δὲ θυομένων, πλὴν τῶν ὁλοκαυτωμάτων, τὰ μὲν τῷ βωμῷ προσεφέρετο, τὰ δὲ τοῖς ἱερεῦσιν ἐδίδοτο· διὸ συμμερίζεσθαι αὐτοὺς τῷ θυσιαστηρίῳ ὁ θεῖος εἶπεν ἀπόσ τολος. τὰ δὲ λοιπὰ τῶν κρεῶν τῇ τῶν προσφερόντων ἀπενέμετο χρείᾳ. τοῖς μέντοι ὁλοκαυτώμασιν ἐπετίθετο τὰ μερικῶς προσφερόμενα, οἷον οἱ νεφροὶ καὶ ἡ πιμελὴ καὶ ὁ τοῦ ἥπατος λοβός· ἐξ ἐνίων δὲ ἱερείων καὶ ἡ ὀσφύς, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς" ἡ κέρκος". ἐπειδὴ τοῖς ἐν ἀρετῇ τελείοις οἱ ἀτελεῖς χρώμεθα πρεσβευταῖς καὶ δι' ἐκείνων τὰς ἡμετέρας προσφέρομεν προσευχάς. ἐπετίθει δὲ ὁ προσφέρων τῷ ἱερείῳ τὰς χεῖρας, οἱονεὶ τὰς ἑαυτοῦ πράξεις· τῶν γὰρ πράξεων αἱ χεῖρες δηλωτικαί· ὑπὲρ δὲ τούτων τὸ θῦμα προσέφερεν. αἵματος δὲ καὶ στέατος ἀπέχεσθαι κελεύει, καὶ ἀμφότερα τῷ θυσιαστηρίῳ διαγορεύει προσφέρεσθαι. τὸ μὲν γὰρ ζωῆς αἴτιον· τὸ δὲ ἀρετῆς δηλωτικόν· ἀμφότερα δὲ ἀνατιθέναι τῷ Θεῷ δικαιότατον. τὸν δὲ ἀρχιερέα νόμον τινὰ παραβεβηκότα, μόσχον ἄμωμον ἱερεύειν κελεύει· καὶ τῷ μὲν θυσιαστηρίῳ προσφέρειν ἃ προειρήκαμεν· τὰ δὲ κρέα καὶ τὸ δέρμα σὺν τῇ κόπρῳ, ἔξω τῆς παρεμβολῆς κατακαίειν. τοῦτο δὲ δηλοῖ τὸ τὴν ἁμαρτίαν ἀλλοτρίαν εἶναι τῶν ἱερῶν περιβόλων. καὶ παντὸς δὲ τοῦ λαοῦ τοιαύτην τινὰ παρανομίαν τετολμηκότος, τὴν 159 ἴσην προσενεχθῆναι θυσίαν νενομοθέτηκε, διδάσκων ἡλίκον τῆς ἱερω σύνης τὸ γέρας· ἀντίρροπον γὰρ αὐτὸ παντὸς τέθεικε τοῦ λαοῦ. τὸν δὲ ἄρχοντα παραβάντα τινὰ νόμον, οὐ μόσχον ἀλλὰ χίμαρον, τουτέστιν ἔριφον ἐνιαυσιαῖον προσενεγκεῖν διηγόρευσε. τοσοῦτον ἀποδεῖ τῆς ἀρ χιερατικῆς ἀξίας ὁ τὴν σωματικὴν πεπιστευμένος ἀρχήν, τὸν δὲ μήτε ἱερέα ὄντα, μήτε ἄρχοντα, ἡμαρτηκότα δὲ χίμαιραν θῦσαι προσέταξε. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρχομένῳ τὸ θῆλυ, ὡς ἐν τοῖς πρόσθεν εἰρήκαμεν. τὸν δέ γε ἢ ἀκαθάρτου τινὸς τῶν ἀπειρημένων ἁψάμενον, ἤ τινος ὀμωμοκότος ἀκούσαντα καὶ τὸν παραβεβηκότα τὸν ὅρκον μὴ διελέγξαντα ἢ αὐτὸν ὑποσχόμενον τὶ πράξειν, ἢ τῷ Θεῷ τι προσοίσειν καὶ ὅρκῳ τὴν ὑπόσχεσιν βεβαιώσαντα, τὸ δὲ ἔργον μὴ ἐπι θέντα τῷ λόγῳ· πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν κελεύει, ἔπειτα προσ ενεγκεῖν ἢ ἀμνάδα, ἢ χίμαιραν καὶ τούτῳ τῷ τρόπῳ τὸν Θεὸν ἱλεώσασθαι. εἰ δὲ πένης ᾖ, ἢ δύο τρυγόνας κελεύει προσενεγκεῖν, ἢ δύο νεοττοὺς περισ τερῶν. εἰ δὲ μηδὲ τούτων εὐποροίη, μικρὰν σεμίδαλιν ἐλαίου δίχα καὶ λιβανωτοῦ προσκομίσαι. τὸ γὰρ ἔλαιον ἱλαρότητος δηλωτικόν· ὁ δὲ λιβανωτὸς εὐωδίας· ἀμφοτέρων δὲ ἡ ἁμαρτία γεγύμνωται. μάλα δὲ ἁρ μοδίως τὸ ἅψασθαι ἀκαθάρτου καὶ τὸ κρύψαι τοῦ ὀμωμοκότος καὶ ψευσα μένου τὴν ἁμαρτίαν συνέζευξεν. καὶ γὰρ ὁ καθαρὸς ἁπτόμενος ἀκαθάρτων μολύνεται· καὶ ὁ μὴ ὀμόσας ψευσαμένῳ κοινωνεῖ τῆς ἁμαρτίας μὴ διελέγ χων τὸ ψεῦδος· ἄξιον δὲ θαυμάσαι τοῦ δεσπότου τὴν ἀγαθότητα, ὅτι τὸν ἐπαγγειλάμενόν τι προσενεγκεῖν καὶ ὅρκῳ τὴν ἐπαγγελίαν κυρώσαν τα, τῷ ἔργῳ δὲ μὴ πληρώσαντα, οὔτε ὡς ἀχάριστον, οὔτε ὡς ἐπίορκον τιμωρεῖται, ἀλλὰ μικρᾷ θεραπεύει ζημίᾳ. 160 II Τί ἐστι," ψυχὴ ἐὰν λάθῃ αὐτὴν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου"; Συνέβαινε πολλάκις ἀσχολίᾳ τινὰ περιπεσόντα μὴ προσενεγκεῖν εἰς και ρὸν τὰ τῷ Θεῷ ἀφιερωμένα, οἷον τὰ πρωτότοκα ἢ τὰς ἀπαρχὰς ἢ τὰς ἐπαγγελίας. τὸν ταύτῃ τοίνυν περιπεπτωκότα τῇ πλημμελείᾳ μείζονι ὑπο βάλλει ζημίᾳ. κελεύει γὰρ αὐτὸν πρότερον ἐκτίσαι τὸ θεῖον ὄφλημα, τῆς ἀξίας τιμῆς τὸ πέμπτον προστεθεικότα· εἶθ' οὕτως ὑπὲρ τῆς πλημμελείας κριὸν πεντήκοντα σίκλων ἄξιον προσενεγκεῖν εἰς ἱερουργίαν, καὶ οὕτως λαβεῖν τῆς ἁμαρτίας τὴν ἄφεσιν. ταῦτα καὶ τὰ τούτοις ὅμοια περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας, κελεύει καὶ τοὺς ἑκόντας ἡμαρτη κότας καὶ ἢ παρακαταθήκην δεξαμένους καὶ ψευσαμένους ἢ ἀδικίᾳ τινὶ χρησαμένους καὶ ὅρκῳ ψευδεῖ τὴν ἁμαρτίαν αὐξήσαντας, πρῶτον ἀπο δοῦναι τοῖς ἠδικημένοις ἃ παρανόμως ἀφείλαντο καὶ προσθεῖναι τῷ κε φαλαίῳ τὸ πέμπτον· εἰθ' οὕτω κριὸν προσενεγκεῖν καὶ τὸν Θεὸν ἱλεώσασ θαι. τοῦτο καὶ ὁ μακάριος Ζακχαῖος πεποίηκεν· ἀπέδωκε γὰρ πρότερον ἅπερ ἠδίκησε τετραπλάσια· εἶθ' οὕτως τὰ ἡμίση τῶν οἰκείων τοῖς πε νομένοις διένειμεν. III Διὰ τί τοῦ ἱερέως τὴν θυσίαν ὁλοκαυτοῦσθαι προσέταξεν; Τέλειον εἶναι διδάσκων τὸν ἱερέα καὶ μὴ μερικῶς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα θεῖναι τῷ τῶν ὅλων Θεῷ. IV Διὰ τί ἐν τῷ τόπῳ τῶν ὁλοκαυτωμάτων καὶ τὰς περὶ ἁμαρτίας θυσίας ἱέρευον; 161 Εἰς ψυχαγωγίαν τῶν προσφερόντων· ἵνα γνῶσιν ὡς οὐκ εἰσὶ τῶν ἁγίων ἀλλότριοι διὰ μετανοίας ἰατρευόμενοι. διὰ τοῦτο καὶ ἅγια ἁγίων αὐτὰ προσηγόρευσεν. V Τί ἐστι," πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασ θήσεται"; Εὐλάβειαν αὐτοὺς διδάσκει, καὶ μετὰ δέους προσιέναι τοῖς θείοις κελεύει, καὶ πόρρω τῶν ἱερῶν ἑστάναι διαγορεύει· τὸν δὲ πελάζειν τολμῶντα, εἶτα τοῦ αἵματος ῥανίδα δεχόμενον, τῷ ναῷ προσεδρεύειν κελεύει, ὡς οὐκέτι ἑαυτοῦ κύριον ὄντα. προσεδρεύειν δέ, οὐχ ἱερουργοῦντα, ἀλλὰ τὴν ἄλλην λειτουργίαν ἐπιτελοῦντα. διὰ τοῦτο καὶ τὰ ἱμάτια τὰ τοῦ αἵματος ἐκείνου τὰς ῥανίδας δεχόμενα πλύνεσθαι κελεύει· τὰ δὲ σκεύη, εἰ μὲν χαλ κᾶ εἴη, ἐπιμελῶς ἀποσμήχεσθαι· εἰ δὲ κεράμεα, συντρίβεσθαι. VI Διὰ τί μετὰ τρίτην ἡμέραν οὐ κελεύει τῶν ἱερείων ἐσθίειν, τῷ δὲ παραβαί νοντι τὸν νόμον ἐπιφέρει ζημίαν, ἄθυτον εἶναι λέγων τὴν θυσίαν ἐκείνην; Βούλεται μὴ μόνους αὐτοὺς εὐωχεῖσθαι, ἀλλὰ καὶ τοῖς ἐνδεέσι τῶν κρεῶν μεταδιδόναι. τούτου χάριν τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ ἡμέρᾳ, τῶν κρεῶν ἐκείνων μεταλαμβάνειν κελεύει· τὰ δὲ περιττεύοντα κατακαίεσθαι· ἵν' ὑπὸ τῆς ἀνάγκης ταύτης ὠθούμενοι, κοινωνοὺς ἔχωσι τοὺς τῆς εὐωχίας πένητας. VII Διὰ τί τὸν γονορρυοῦς ἢ λεπροῦ ἢ θνησιμαίου ἢ ἄλλου τινὸς τῶν καλου 162 μένων ἀκαθάρτων ἁψάμενον, ἀπαγορεύει τῶν τῆς θυσίας μεταλαμβάνειν κρεῶν; Διὰ τῶν σμικρῶν τούτων τὰ μεγάλα θεραπεύει παθήματα. εἰ γὰρ τὰ φυσικὰ μιαίνει κατὰ τὸν νόμον, πολλῷ μᾶλλον τὰ γνωμικά, ἃ κυρίως καλεῖται παράνομα. ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, τὰ ἑξῆς μαρ τυρεῖ. κελεύσας γὰρ πᾶν στέαρ τῷ θυσιαστηρίῳ προσφέρεσθαι, τῇ τῶν ἀνθρώπων χρείᾳ τὸ τῶν θνησιμαίων καὶ θηριαλώτων ἀφώρισε στέαρ. ἀκάθαρτα δὲ τὰ τοιαῦτα ὠνόμασεν· ἀκάθαρτος οὖν ἄρα ἦν καὶ ὁ τοιούτου γε ἁπτόμενος, δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλα δι' ἄλλων νομοθετεῖ. VIII Διὰ τί αἵματι καὶ ἐλαίῳ καὶ τὴν ἀκοὴν τοῦ ἱερέως τὴν δεξιὰν ἔχρισε, καὶ τὴν χεῖρα τὴν δεξιὰν καὶ τὸν πόδα ὡσαύτως; Τύπος ταῦτα τῶν ἡμετέρων ἀγαθῶν· τὸ μὲν αἷμα τοῦ σωτηρίου αἵματος, τὸ δὲ ἔλαιον τοῦ παναγίου χρίσματος. ἡ δὲ δεξιὰ ἀκοὴ σύμβολον τῆς ἐπαινουμένης ὑπακοῆς· ἡ δὲ χεὶρ καὶ ὁ ποῦς, τῶν ἀγαθῶν πράξεων. διὰ γάρ τοι τοῦτο ἡ δεξιὰ καὶ ὁ δεξιὸς ἐχρίσθη. εἰσὶ γὰρ καὶ εὐώνυμοι πράξεις καὶ ὑπακοὴ βλαβερά. IX Πῶς νοητέον τὸ" πῦρ τὸ ἀλλότριον"; Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία, ὡς τῆς πρώτης ἐπιτελουμένης θυσίας, τῷ θείῳ πυρὶ κατηναλώθη τὰ ἱερεῖα. τοῦτο ἄσβεστον διαφυλαχθῆναι προσέτα ξεν ὁ δεσπότης Θεός, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ξύλα τῷ πυρὶ χορηγεῖσ θαι· ἵνα μὴ χειροποίητον πῦρ ἀναμιγῇ τῷ θείῳ πυρί. ἐπειδὴ τοίνυν τοῦτον παρέβησαν τὸν νόμον Ναδὰβ καὶ Ἀβιούδ, τοῦ Ἀαρὼν οἱ παῖδες, 163 καὶ πῦρ εἰσήνεγκαν χειροποίητον, τὸ θεῖον αὐτοὺς κατηνάλωσε πῦρ. ἡμεῖς δὲ παιδευόμεθα διὰ τούτων, μὴ σβεννύναι τὸ πνεῦμα, ἀλλ' ἀναζω πυρεῖν ἣν ἐλάβομεν χάριν· καὶ μηδὲν ἀλλότριον ἐπεισάγειν τῇ θείᾳ γραφῇ, ἀλλ' ἀρκεῖσθαι τῇ διδασκαλίᾳ τοῦ πνεύματος, καὶ μυσάττεσθαι τὰς αἱρέ σεις, ὧν οἱ μὲν μύθους τοῖς θείοις λογίοις προσέθεσαν· οἱ δὲ τοὺς δυσσε βεῖς αὐτῶν λογισμοὺς τῆς γραφικῆς προετίμησαν διανοίας. X Διὰ τί τοὺς ἱερέας οἴνου κωλύει μεταλαμβάνειν; Οὐ παντάπασιν ἀπηγόρευσε τοῦτο, ἀλλὰ κατὰ τὸν τῆς λειτουργίας και ρόν· κατὰ γὰρ διαδοχὰς ἐλειτούργουν, οἱ μὲν ἐν ταύταις ταῖς ἡμέραις, οἱ δὲ ἐν ἄλλαις." νηφάλαιον" δὲ καὶ ὁ ἀπόστολος τὸν ἱερέα εἶναι κε λεύει, καὶ τοὺς διακόνους" μὴ οἴνῳ πολλῷ προσέχοντας". καὶ τῷ Τιμοθέῳ γράφων, οἴνῳ ὀλίγῳ κεχρῆσθαι προσέταξε διὰ τὰς συχ νὰς ἀσθενείας. τέλειον γὰρ εἶναι τὸν ἱερέα προσήκει, ὡς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν πεπιστευμένον. αὐτίκα γοῦν Μωϋσῆς ὁ νομοθέτης, θεα σάμενος τὸν περὶ τῆς ἁμαρτίας προσενεχθέντα χίμαρον ὁλοκαυτωθέντα παρὰ τὸν θεῖον νόμον, ὠργίσθη τῷ τε Ἐλεαζὰρ καὶ τῷ Ἰθαμὰρ λέγων·" διὰ τί οὐκ ἐφάγετε τὰ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ, ὅτι ἅγια ἁγίων ἐστίν; τοῦτο ἔδω κεν ὑμῖν Κύριος φαγεῖν, ἵν' ἀφέλητε τὴν ἁμαρ τίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐ τῶν ἔναντι Κυρίου"; διδασκόμεθα δὲ πάλιν ἐντεῦθεν, ὡς τὰ παρὰ τοῦ λαοῦ προσφερόμενα ἐσθίοντες, καὶ μὴ ἐννόμως ζῶντες, μηδὲ σπουδαίως τὰς ὑπὲρ τούτων προσφέροντες προσευχάς, δίκας ὑπέχομεν τῷ Θεῷ. τοῦτο αἰνιττόμενος ὁ δεσπότης Θεός, διὰ τοῦ προφήτου ἔφη·" ἁμαρτίας λαοῦ μου φάγονται". 164 XI Τί σημαίνει τὸ διχηλοῦν καὶ μηρυκώμενον; Τὸ μὲν διχηλοῦν οἶμαι δηλοῦν τὴν τῶν ἀγαθῶν πράξεων καὶ τὴν τῶν ἐναντίων διάκρισιν· πρὸς δὲ τούτῳ, τὸ μὴ μόνον τῷ παρόντι βίῳ ζῇν, ἀλλὰ καὶ τῷ μέλλοντι· καὶ τούτῳ μὲν ἀπονέμειν τὰ ἀναγκαῖα, ἐκείνῳ δὲ πάντα, τουτέστι καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα. τὸ δὲ μηρυκώμενον τὴν τῶν θείων λογίων σημαίνει μελέτην. ὥσπερ γὰρ τὸ πρόβατον, καὶ τὰ τούτῳ προσόμοια διηνεκῶς ἀναπεμπάζεται τὴν τροφήν, οὕτως ὁ ἐμμελὴς καὶ φιλόθεος πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν·" ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν". καθάπερ δὲ τῶν ζῴων τὰ μὲν διχηλεῖ καὶ τὴν τροφὴν ἀναπεμπάζεται, τὰ δὲ οὐδέτερον αὐτῶν ποιεῖ, ὡς ὄνος καὶ ἡμίονος καὶ ἵππος καὶ τὰ θηρία· ἀλλὰ δὲ διχηλεῖ μὲν οὐκ ἀναπεμπάζεται δὲ τὴν τροφὴν ὥσπερ ὗς· ἕτερα δὲ μηρυκᾶται μὲν οὐ διχηλεῖ δέ, ὡς κάμηλος καὶ λαγωός· οὕτως ἔστι καὶ παρὰ τοῖς ἀνθρώ ποις εὑρεῖν, τοὺς μὲν τελείους, καὶ τῶν θείων λογίων τὴν μελέτην ἀσπα ζομένους, καὶ τὴν ἀρετὴν ἐπιμελῶς μετιόντας· τοὺς δὲ ἀτελεῖς, τὰ μὲν θεῖα λόγια διὰ τῆς γλώττης προσφέροντας, διχηλεῖν δὲ οὐκ ἀνεχομένους, καὶ τῇ καμήλῳ προσεοικότας· τινὰς δὲ τῶν τῆς εὐσεβείας οὐδέπω γεγευ μένους, τὰ μὲν θεῖα λόγια μὴ προσιεμένους, ἔργων δὲ ἀξιεπαίνων φροντί ζοντας· ἄλλους δὲ καὶ πίστεως ἐρήμους καὶ πράξεως ἀγαθῆς παντελῶς γεγυμνωμένους. τῶν δὲ ἐνύδρων καθαρὰ εἶναι λέγει τὰ λεπίδας ἔχοντα καὶ πτερύγια· ταῦτα γὰρ ἄνω τοῖς ὕδασιν ἐπινήχεται. τὰ γὰρ οὐ τοιαῦ τα κάτω περὶ τὴν ἰλὺν καλινδεῖται. καθαροὶ τοίνυν κἀν τοῖς λογικοῖς, οἱ μὴ τοῖς γηΐνοις προστετηκότες, ἀλλὰ τὰ πτερὰ τῆς πίστεως ἔχοντες, 165 καὶ τῇ τῆς ἀρετῆς πεφραγμένοι σκέπῃ. ὅπερ γάρ ἐστιν ἡ λεπὶς τοῖς ἰχθύσι, τοῦτο τοῖς ἀνθρώποις ἡ τῆς ἀρετῆς πανοπλία· καὶ ὅπερ ἐκείνοις τὰ πτε ρύγια, τοῦτο τοῖς ἀνθρώποις ἡ πίστις. ταῦτα δὲ ἡμῖν ὁ μακάριος περιτί θησι Παῦλος, τὰ πτερὰ λέγων τῆς χάριτος καὶ τὰ ὅπλα τοῦ πνεύματος, τῶν δὲ πτηνῶν ἀκάθαρτα εἶναι, φησί, τὰ ἁρπακτικὰ καὶ νεκροβόρα, καὶ τὰ τῷ σκότει χαίροντα· διδάσκων ἡμᾶς καὶ πλεονεξίας ἀπέχεσθαι, καὶ τὴν δυσώδη τῆς ἁμαρτίας τροφὴν ἀποστρέφεσθαι, καὶ τὸ σκότος μισεῖν. ὅτι δὲ οὐκ ἀπὸ τρόπου ταῦθ' οὕτως ἔχειν νενοήκαμεν, μαρτυρεῖ τῶν πράξεων ἡ ἱστορία·" εἶδε, γάρ φησιν, ὁ μακάριος Πέτρος σιν δόνα τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐν ᾗ ἦν πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἤκουσε φωνῆς λεγούσης· ἀναστάς, Πέτρε, θῦ σον καὶ φάγε". εἶτα εἰρηκότος ἐκείνου," μηδαμῶς, Κύ ριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκά θαρτον", ἔφη ὁ δεσπότης Θεός·" ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου". ὅτι δὲ τοῦ Κορνηλίου χάριν ταῦτα ἐρρήθη, ἐθνι κοῦ γε ὄντος καὶ σωτηρίας ἐφιεμένου, δηλοῖ τὰ ἑξῆς. καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις ἔφη·" πολλοὶ ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρ παγες". καὶ τοῖς ἰουδαίοις·" γεννήματα ἐχιδνῶν". καὶ ὁ ἀπόστολος·" βλέπετε τοὺς κύνας". καὶ τοῖς ἐφεσίων πρεσβυτέροις·" οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσε λεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς". καὶ οἱ προφῆται, τοὺς μὲν" ἵππους θηλυμανεῖς" ὀνομάζουσι, τοὺς" ὄφεις καὶ ἔκγονα ἀσπίδων πετομένων". καὶ πάλιν ὁ Κύριος· 166" ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βλη θείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ". καὶ" ὅπου τὸ πτῶμα, ἐκεῖ συναχ θήσονται οἱ ἀετοί". συνᾴδει τοίνυν ἡ ἑρμηνεία τῇ τῆς θείας γραφῆς διανοίᾳ. ἡμεῖς μὲν οὖν ταύτην λαμβάνομεν ἐκ τούτων τὴν ὄνησιν. ἰουδαίοις δὲ διὰ τούτων αὐτῶν ἕτερον ὠφελείας προσενήνοχεν εἶδος. διχῆ γὰρ διελὼν καὶ τὰ χερσαῖα ζῷα, καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν ἀκάθαρτα, τὰ δὲ καθαρὰ προσειπών, πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν ἢ τὸ ἀκάθαρτον ὀνομάσοι Θεόν, ὃ μυσατ τόμενος ἀποστρέφεται ἢ τὸ τῷ ἀληθινῷ Θεῷ προσφερόμενον καὶ παρ' αὐτοῦ ἐσθιόμενον; XII Τί δήποτε ἐὰν μὲν εἰς ὀστράκινον σκεῦος ἐμπέσοι τι τῶν ἀκαθάρτων, συν τρίβεσθαι τοῦτο κελεύει, ἂν δὲ εἰς χαλκοῦν ἢ ξύλινον ἢ σάκκον ἢ ἱμάτιον ὕδατι πλύνεσθαι; Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδὲν φύσει ἀκάθαρτον, ἀλλὰ διά τινα αἰτίαν, τὰ μὲν εἶπεν ἀκάθαρτα, τὰ δὲ καθαρά· εἰ δὲ φύσει ἀκάθαρτα ἦν, ἔδει καὶ τὰ χαλκᾶ συντρίβεσθαι καὶ τὰ ξύλινα. ἀλλ' ἐπειδὴ δι' ἑτέραν αἰτίαν ἀκάθαρτα αὐτὰ προσηγόρευσε, τὰ μὲν πλείονος ἄξια ὄντα τιμῆς πλύνεσθαι κελεύει, τὰ δὲ εὔωνα συντρίβεσθαι· ταύτῃ μὲν τὸν περὶ τοῦ ἀκαθάρτου νόμον κρατύνων· ἐκείνῃ δὲ παραδηλῶν τὸν τοῦ νόμου σκοπόν. διά τοι τοῦτο καὶ κλιβάνος καὶ χυτρόποδας καθαιρεῖσθαι κελεύει, εἴ τι τούτων αὐτοῖς ἐμπέσοι τῶν ζῴων καὶ τὸ ἐν τοῖς ἀγγείοις ὕδωρ ὀνομάζει ἀκάθαρτον ἐμπέσοντος αὐτοῖς θνησιμαίου. τὸ δὲ πηγαῖον ὕδωρ οὐκέτι, οὐδὲ τὸ λάκκιον· μικραῖς γὰρ ζημίαις τὰ τοιαῦτα περιορίζει. μανθάνομεν δὲ πάλιν ἡμεῖς, ἡλίκον ἡ ἁμαρτία κακόν· τὸν γὰρ ἀληθῆ μολυσμὸν ἐκείνῃ προσ τρίβεται. 167 XIII Διὰ τί ἂν μὲν δίχα ὕδατος σπέρματι ἐμπέσοι τὸ θνησιμαῖον οὐ μιαίνει, ἂν δὲ μετὰ ὕδατος ἀκάθαρτον ἀποφαίνει; Ἐπειδὴ ἡ ὑγρότης τοῦ ἰχῶρος μεταλαβεῖν παρασκευάζει τὸ σπέρμα. δια φερόντως δὲ τὰ ἐπὶ τῆς κοιλίας ἰλυσπώμενα ἀκάθαρτα εἶναί φησιν· ἀρχέ κακος γὰρ ὁ ὄφις καὶ τῆς διαβολικῆς ἐπιβουλῆς ὑπουργός. XIV Διὰ τί τὴν τεκοῦσαν ἄρρεν τεσσαράκοντα ἡμέρας ἀκάθαρτον εἶναί φησι, τὴν δὲ θῆλυ δὶς τοσαύτας; Δεῖ τοῦ νόμου τὸν σκοπὸν ἐξετάζειν. πολλάκις γὰρ ἕτερα δι' ἑτέρων διδάσκει, καὶ τοῦτο ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος καὶ ἡ ἐγκύμων ἀκάθαρτος, οἶμαι τοίνυν τὸν νόμον διαναπαύεσ θαι κελεύειν αὐτὴν ὡς σφόδρα πεπονηκυῖαν, καὶ τῶν πικρῶν ὠδίνων ἀνασχομένην. ἀλλ' εἰ τοῦτο ἁπλῶς οὕτως διηγόρευσεν, οὐκ ἂν ἐκράτησαν τῆς ἐπιθυμίας οἱ ἄνδρες· ἀκάθαρτον δὲ αὐτὴν διδασκόμενοι, φεύγουσι τὴν κοινωνίαν, ἵνα μὴ τῆς ἀκαθαρσίας μετάσχωσιν. οὐκοῦν ὁ νόμος τῷ τῆς ἀκαθαρσίας λόγῳ τὴν ὄρεξιν σβέννυσι. τὴν δὲ διαφορὰν τῶν ἡμε ρῶν τινὲς οὕτως ἡρμήνευσαν, ὅτι πλείονα πόνον ὑπομένουσιν αἱ γυ ναῖκες γεννῶσαι τὰ θήλεα· διὸ διπλάσιον αὐταῖς εἰς ἀνάπαυλαν ἀπένειμε χρόνον. XV Τί βούλεται ὁ περὶ τῆς λέπρας νόμος; Διὰ τῶν σωματικῶν παθημάτων τῆς ψυχῆς ἐπιδείκνυσι τὰ νοσήματα· καὶ διὰ τῶν ἀκουσίων τῶν ἑκουσίων κατηγορεῖ. εἰ γὰρ τὰ φυσικὰ δοκεῖ πως εἶναι ἀκάθαρτα, πολλῷ μᾶλλον τὰ γνωμικά. λέγει δὲ καὶ λέπρας διαφοράν· ἐπειδὴ καὶ ἁμαρτημάτων ἐστὶ διαφορά· καὶ ἀρχὴ λέπρας, 168 ἐπειδὴ καὶ ἀρχὴ ἁμαρτίας. ἀλλ' ὥσπερ τὴν λέπραν ὁ ἱερεὺς διακρίνει, οὕτως χρὴ καὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων αὐτὸν εἶναι κριτήν. λεπρὸν δὲ καλεῖται τὸ ποικίλον τοῦ χρώματος· οὕτω κακία προσγενομένη ψυ χῇ, λέπραν αὐτὴν ἀπεργάζεται. XVI Διὰ τί τὸν ὅλον λεπρὸν γενόμενον καθαρὸν ὀνομάζει; Φιλανθρωπίας καὶ οὗτος ὁ νόμος μεστός. ὥσπερ γὰρ ἐπὶ τοῦ θνησιμαίου διηγόρευσεν, εἰ μὲν εἰς ἀγγεῖον ἐμπέσοι, ἀκάθαρτον εἶναι· εἰ δὲ εἰς πηγὴν ἢ λάκκον, οὐκέτι· οὕτω τὸν ποικίλον δεξάμενον χρῶμα τῶν ἄλλων ἀπο κρίνει, ὡς ἐλπίδα καθάρσεως ἔχοντα· τὸν δὲ ὁλόλευκον γενόμενον, ἀνα μίγνυσθαι κελεύει τοῖς ἄλλοις, ἵνα μὴ παρὰ πάντα τὸν βίον τῶν ἄλλων ἀνθρώπων κεχωρισμένος διάγῃ. καὶ τοῦτο δὲ τῶν πνευματικῶν ἐστι τύπος. τοῖς μὲν γὰρ πιστοῖς ἁμαρτάνουσιν οὐδὲ συνεσθίειν ὁ θεῖος κε λεύει νόμος. τοῖς δέ γε ἀπίστοις εἰς ἑστίασιν καλοῦσιν οὐ κωλύει συνεσ τιᾶσθαι. λέγει δὲ οὕτως ὁ θεῖος ἀπόστολος·" ἐάν τις κάλῃ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνον τες", καὶ τὰ ἑξῆς. περὶ δὲ τῶν ἁμαρτανόντων πιστῶν οὕτως ἔφη·" ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοί δορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν". καὶ πάλιν·" στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος". οὗτος τοίνυν ἔοικε τῷ ἐκ μέρους λεπρῷ, ὁ δὲ ἄπιστος τῷ πᾶσαν τὴν φυσικὴν ἀπολέσαντι χροιάν. ἀλλὰ τούτοις καὶ προσδιαλεγόμεθα καὶ συναναστρεφόμεθα· ἐκείνοις δὲ οὐκέτι. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος·" ἔγραψα γὰρ ὑμῖν, 169 φησί, μὴ συναναμίγνυσθαι πόρνοις"· καὶ" οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις ἀλλ' ἐάν τις ἀδελφὸς ὀνο μαζόμενος" καὶ τὰ ἑξῆς. καθαρὸν μέντοι κέκληκε τὸν ὅλον γεγενη μένον λευκόν, οὐχ ὡς ὑγιὲς ἔχοντα τὸ σῶμα ἀλλ' ὡς μηκέτι τοὺς πελά ζοντας κατὰ τὸν νόμον μολύνοντα. XVII Διὰ τί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνώριμος ᾖ καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πελάζοντες. οὕτως ὁ ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη·" στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπα τοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρε λάβετε παρ' ἡμῶν". καὶ" ἐάν τις ἀδελφὸς ὀνο μαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολά τρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ τῷ τοιού τῳ μηδὲ συνεσθίειν". XVIII Πῶς ἐν τοῖς ἱματίοις λέπρα ἐγίνετο; Πολλὰς ὁ Θεὸς αὐτοῖς παιδείας τοιαύτας ἐπήγαγεν· αὐτίκα γοῦν καὶ περὶ λεπρῶν οἴκων οὕτως ἔφη·" ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν χαναναίων ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῶν", καὶ τὰ ἑξῆς. διδάσκει δὲ διὰ τούτων, ὅτι θεή 170 λατοι ἦσαν πληγαί, πότε μὲν κατὰ ἱματίων, πότε δὲ κατὰ οἰκιῶν φερό μεναι. ταῦτα δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δηλοῖ. τῶν γὰρ ἀνθρώπων ἁμαρτανόντων ἱματίοις καὶ οἰκίαις ἐπέφερε τὰς πληγάς, διὰ τούτων τοῖς ταῦτα κεκτημένοις τὴν θεραπείαν προσφέρων. ἔοικε δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν, καθά περ λίθοι τινὲς λεπρῶντες, οἱ πλημμελήσαντες, πότε μὲν δι' ἀσσυρίων, ποτὲ δὲ διὰ βαβυλωνίων, ἄλλοτε δὲ διὰ μακεδόνων. ἐπειδὴ δὲ παγίαν ἔσχον τὴν λέπραν, ἄρδην καταλυθῆναι τὴν οἰκίαν ὁ νομοθέτης ἐκέλευσεν. ἀκάθαρτοι οὖν οἱ εἰς τὰς τούτων συναγωγὰς εἰσιόντες, ὡς εἰς λεπρῶσαν οἰκίαν εἰσιόντες. XIX Τί σημαίνει τὰ δύο ὀρνίθια τὰ ὑπὲρ τοῦ καθαριζομένου λεπροῦ προσ φερόμενα; Τοῦ σωτηρίου πάθους περιέχει τὸν τύπον. ὥσπερ γὰρ τούτων τὸ μὲν ἐθύετο, τὸ δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῆς λεπρώσης ἀνθρωπότητος ὁ δεσπότης ἐσταυρώθη Χριστός, τῆς μὲν σαρκὸς δεξαμένης τὸν θάνατον, τῆς δὲ θεότητος οἰκειωσαμένης τὸ τῆς ἀνθρωπότητος πάθος. καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον διὰ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκ κίνου κεκλωσμένου περιραινόμενος ὁ λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀπε δείκνυτο· οὕτως ὁ τῷ σωτῆρι πιστεύων Χριστῷ, καὶ τῷ τοῦ παναγίου βαπτίσματος ὕδατι καθαιρόμενος, τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλίδας. σύμβολον δὲ τὸ μὲν κέδρινον ξύλον τῆς ἀπαθοῦς θεότητος· ἄσηπ τον γὰρ τόδε τὸ ξύλον. τὸ δὲ κόκκινον τὸ κλωστόν, τῆς ἐκ ψυχῆς καὶ σώματος ἀνθρωπότητος· τὸ δὲ ὕσσωπον τῆς τοῦ παναγίου πνεύματος θερμότητός τε καὶ εὐοσμίας. διὰ τούτων γὰρ οἱ βαπτιζόμενοι τῆς ψυχι κῆς ἀπαλλάτονται λέπρας. καὶ ἡ κοτύλη δὲ τοῦ ἐλαίου, τοῦ πνευματικοῦ