Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
171.1
μύρου σημαντική. δηλοῖ δὲ τὸ ἐπιχριόμενον ἔλαιον τῷ ὠτίῳ τῷ δεξιῷ καὶ τῇ δεξιᾷ χειρὶ καὶ τῷ δεξιῷ ποδί, τὸ τὴν μὲν ἀκοὴν τοῖς δεξιοῖς ἀφο ρίζεσθαι λόγοις, τὴν δὲ χεῖρα καὶ τὸν πόδα ταῖς δεξιαῖς πράξεσιν· ἐπι βαλλόμενον δὲ καὶ τῇ κεφαλῇ, δηλοῖ τὴν ἀφιέρωσιν τοῦ λογικοῦ. ὁ μέντοι διαμείνας λεπρός, ἔξω διῆγε τῆς παρεμβολῆς· ὡς ὁ ἀμεταμέλητα πταίων τῆς ἐκκλησίας ἐκβάλλεται. XX Διὰ τί τὸν γονορρυῆ ἀκάθαρτον ὀνομάζει; Καὶ ἤδη ἔφην, ὅτι διὰ τῶν φυσικῶν παιδεύει τὰ γνωμικὰ καὶ διδάσκει διὰ τούτων ὅπως ἐκεῖνα παγχάλεπα. εἰ γὰρ ἡ κατὰ φύσιν γινομένη ῥύ σις ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ λαγνεία παράνομος. διδάσκει δὲ πάλιν ἡμᾶς φεύγειν τῶν τοιούτων τὰς συνουσίας. ἔφη γὰρ ἀκάθαρτον εἶναι τὸν τῷ γονορρυεῖ προσπελάζοντα. ὅτι δὲ τῶν κατὰ φύσιν γιγνομένων οὐδὲν ἀληθῶς ἀκάθαρτον, αὐτὸς ὁ νόμος δηλοῖ. εἰ γὰρ ὀστρακίνου σκεύους ἅψαιτο ὁ γονορρυής, συντρίβεσθαι τοῦτο κελεύει· εἰ δὲ χαλκοῦ ἢ ξυλί νου, ὕδατι ἀποσμήχεσθαι. ἔδει δὲ καὶ ταῦτα παραπλησίας τοῖς ὀστρα κίνοις συντρίβεσθαι, εἴπερ ἄρα τῷ ὄντι ἀκάθαρτος ἦν ᾧ τόδε τὸ πάθος συνέβαινεν. οὕτω καὶ τὸν ὀνειρώττοντα ἀκάθαρτον εἶναί φησι, καὶ τοὺς νόμῳ γάμου συναπτομένους· καίτοι αὐτοῦ τὸν περὶ τοῦ γάμου τεθεικό τος νόμον καὶ πρῶτον νόμον." ἀντὶ τούτου, γάρ φησιν, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρ κα μίαν". πῶς οὖν ἀκάθαρτον καλεῖ τὸν κατὰ νόμον μιγνύμε νον; ἀλλὰ δῆλόν ἐστιν, ὡς καὶ τῆς κατὰ νόμον μίξεως τὴν συμμετρίαν 172 διδάσκει καὶ κελεύει παιδογονίας χάριν, ἀλλ' οὐ φιληδονίας γίνεσθαι τὴν συνάφειαν. διὰ τοῦτο τοὺς μιγνυμένους ἀκαθάρτους καλεῖ· καὶ κε λεύει καθαίρεσθαι, ἵνα κωλύῃ τῆς συνουσίας τὸ συνεχὲς ἡ περὶ τὴν κά θαρσιν ἀσχολία. ὁ δὲ θεῖος ἀπόστολος τοῖς τελείοις γράφει·" τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός". XXI Διὰ τί τὴν τὸ περιττὸν τοῦ αἵματος κατὰ φύσιν ἐκκρίνουσαν ἀκάθαρτον ὀνομάζει; Περὶ τοῦ γονορρυοῦς εἰρήκαμεν, ταῦτα καὶ περὶ ταύτης φαμέν. πρὸς δὲ τούτοις, ἵνα μηδεὶς ταῖς τοιαύτοις συνάπτηται. φασὶ γάρ τινες ἐκ τῆς τοιαύτης συναφείας καὶ λώβην καὶ λέπραν ἀπογεννᾶσθαι, τοῦ περιττώ ματος ἐκείνου τὰ διαπλαττόμενα πημαίνοντος σώματα. τούτου χάριν ἀκάθαρτον εἶναί φησι τὸν τῇ τοιαύτῃ συναπτόμενον. συντόμως δὲ τῶν τοιούτων νόμων τὰς αἰτίας ἐδίδαξεν εἰρηκώς·" καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρ σιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς". εἰ δὲ τὰ ἀκούσια μιαίνειν ἔφη δῆλον, ὅτι πολλῷ μᾶλλον ἐναγῆ τὰ ἑκούσια. καὶ ταῦτα δὲ μάλα ἥρμοττεν ἐκείνοις λαγνιστάτοις οὖσι καὶ κακομάχλοις. τό τε γὰρ παρα βαινόμενον οὐ μέγα καὶ τηρούμενον ἐπιτηδειοτέρους εἰργάζετο πρὸς τὰ τέλεια. XXII Πότε ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει; Ἐν τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ ἣν ἐπιτελεῖσθαι προσέταξεν ὁ Θεὸς τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνός·" εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋ 173 σῆν· λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νε φέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου". ἐντεῦθεν δῆλον, ὡς ἐν τῷ ἱλαστηρίῳ τὴν οἰκείαν ἐπιφάνειαν ὁ δεσπότης ἐποιεῖτο Θεός· καὶ τὴν οἰκείαν ἐμφαίνων ἀγαθότητα, οὐκ ἐν γνόφῳ καὶ καπνῷ καὶ πυρὶ καθάπερ τῷ Ἰσραήλ, ἀλλ' ἐν νεφέλῃ φωτοειδεῖ ἑωρᾶτο. ἐδίδαξε δὲ καὶ τῶν θυσιῶν τὸν τρόπον, αἷς ἔδει τὸν ἀρχιερέα χρησάμενον τῶν ἀδύτων κατατολμῆσαι. ἐκέλευσε γὰρ μόσχον μὲν ἱερεῦσαι περὶ ἁμαρτίας, κριὸν δὲ ὁλοκαυτῶσαι· καὶ ταῦτα μὲν ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν, ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ δύο τράγους περὶ ἁμαρτίας λαβεῖν, καὶ ἕνα κριὸν εἰς ὁλοκαύτωμα. προσέταξε δὲ καὶ κλήρῳ διελεῖν τοὺς τράγους, καὶ τὸν μὲν ἱερεῦσαι, τὸν δὲ εἰς τὴν ἔρημον ἀποστεῖλαι. τοῦτο δέ τινες ἀνοήτως νενοηκότες δαίμονά τινα τὸν ἀποπομπαῖον ἐνόμισαν ἐπειδὴ ἔφη·" ἕνα τῷ Κυρίῳ, καὶ ἕνα τῷ ἀποπομπαίῳ". τοῦτο δέ γε ἐκ πολλῆς ὑπέλαβον εὐηθείας. πῶς γὰρ οἷόν τε ἦν τὸν εἰρηκότα·" οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ οὐ προσ κυνήσεις οὐδὲ λατρεύσεις Θεῷ ἑτέρῳ", δαίμονί τινι τὴν ἴσην ἀπονεῖμαι θυσίαν; ἔδει δὲ αὐτοὺς ἐπιστῆσαι τὸν νοῦν, ὅτι καὶ τὸν ἀπολυόμενον τράγον ἑαυτῷ προσενεχθῆναι προσέταξε." λήψῃ, γάρ φησι, τὸν τράγον τὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ, τοῦ ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν εἰς τὴν ἔρημον". τοῦτο δὲ δηλοῖ, ὡς αὐτὸς ὁ τράγος ἀποπομπαῖος ἐκλήθη, ὡς ἀποπεμ πόμενος εἰς τὴν ἔρημον, τοῦτο γὰρ καὶ τὰ ἑξῆς δηλοῖ·" καὶ λήψε 174 ται ὁ τράγος ἐφ' ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον". καὶ ὁ Σύμμαχος δὲ τὸν ἀποπομπαῖον οὕτως ἡρ μήνευσεν·" εἰς τράγον ἀπερχόμενον, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν". ὁ δὲ Ἀκύλας," εἰς τράγον ἀπολυόμενον εἰς τὴν ἔρημον". οὐ τοίνυν θεῷ τινι, ἢ δαίμονι ἀπεστέλλετο, ἀλλ' ἀμφότεροι μὲν τῷ Θεῷ προσεφέροντο· τοῦ δὲ ἑνὸς θυομένου, ὁ ἕτερος τὰς ἁμαρτίας τοῦ λαοῦ λαμβάνων εἰς τὴν ἔρημον ἀπεπέμπετο. ὥσπερ γὰρ ἐπὶ τοῦ καθαιρομένου λεπροῦ, τοῦ ἑνὸς ὀρ νέου θυομένου, τὸ ἕτερον εἰς τὸ τούτου αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῶν τοῦ λαοῦ ἁμαρτημάτων δύο τράγων προσφερομέ νων, ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπεπέμπετο. τύποι πάλιν ταῦτα τοῦ δεσπό του Χριστοῦ· τῶν δύο τούτων ζῴων, οὐκ εἰς δύο πρόσωπα, ἀλλ' εἰς δύο φύσεις λαμβανομένων. ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ σκιογραφηθῆναι καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον τοῦ δεσπότου Χριστοῦ θνητὸς γὰρ μόνον ὁ τράγος–, ἀναγκαίως δύο προσαχθῆναι προσέταξεν· ἵνα ὁ μὲν θυόμενος, τῆς σαρκὸς τὸ παθητὸν προτυπώσῃ· ὁ δὲ ἀπολυό μενος δηλώσῃ τὸ ἀπαθὲς τῆς θεότητος. οὕτως καὶ ὁ μακάριος Δαβὶδ τοῦ δεσπότου Χριστοῦ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν προθεσπίζων ἔφη·" ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν". ἐδιδάχθημεν δὲ ὡς τοῦ δεσπότου σταυρουμένου Χριστοῦ, καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐρράγησαν, ὁ δὲ οὐρανὸς διὰ τοῦ σκοτισ θέντος ἡλίου ἐμήνυσε τὴν τῆς ἀσεβείας ὑπερβολήν. ἡ δέ γε ἔρημος τοῦ θανάτου τύπος. τούτου χάριν ἔφη·" ἐν τῷ διαβαίνειν σε 175 ἐν τῇ ἐρήμῳ". ἀλλὰ μηδεὶς ἀνάρμοστον ὑπολάβοι τὸ τρά γους προτυποῦν τοῦ σωτῆρος τὸ πάθος, ἐπειδήπερ ἀμνὸν αὐτὸν ὁ μέγας προσηγόρευσεν Ἰωάννης· σκοπησάτω δὲ ὡς οὐ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ἑαυτὸν προσενήνοχεν. ἐρίφοις δὲ τὴν τῶν ἁμαρτωλῶν συμμορίαν αὐτὸς ἀπείκασεν ὁ δεσπότης·" στήσει, γὰρ ἔφη, τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων". καὶ ἐν τῷ νόμῳ δὲ περὶ ἁμαρτίας ἔριφος προσ εφέρετο. αὐτὸς δέ γε ὁ Κύριος τὸν χαλκοῦν ὄφιν τύπον ἑαυτοῦ κέκληκεν·" καθώς, γάρ φησι, Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀν θρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπό ληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον". εἰ τοίνυν ἀνάρμοσ τος τῶν τράγων ὁ τύπος, πολλῷ μᾶλλον ὁ τοῦ ὄφεως. ταῦτα μὲν οὖν προεδίδασκε τῆς οἰκουμένης τὴν σωτηρίαν, ἰουδαίους δὲ οἷα δὴ νηπίους ἐψυχαγώγει, τὸ τὸν τράγον εἰς τὴν ἔρημον ἀπαγαγεῖν τὴν ἁμαρτίαν. ἀνεμίμνησκε γὰρ αὐτοὺς τῆς πολλάκις τολμηθείσης ἐν τῇ ἐρήμῳ παρα νομίας· καὶ τῆς ἀρρήτου τοῦ δεσπότου φιλανθρωπίας, δι' ἣν τὰς ἐνδί κους τιμωρίας διαφυγόντες εἰς τὴν ἐπηγγελμένην εἰσεληλύθασι γῆν. οὕτω ταῦτα γενέσθαι κελεύσας, διδάσκει καὶ ὅπως εἰσελθεῖν εἰς τὰ ἅγια τῶν ἁγίων τὸν ἀρχιερέα προσήκει." προσάξει, γάρ φησιν, Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ· καὶ σφάξει τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ· καὶ λήψεται πλῆρες τὸ πυρεῖον ἀνθρά κων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας αὐτοῦ θυμιά ματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτε 176 ρον τοῦ καταπετάσματος καὶ ἐπιθήσει τὸ θυ μίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται". δῆλον καὶ ἐντεῦθεν, ὡς ἐκτὸς τοῦ καταπετάσματος τὸ θυσιαστήριον τοῦ θυμιάματος ἔκειτο. οὐ γὰρ ἂν εἴπερ ἔνδον ἦν, εἰς τὸ πυρεῖον τοὺς ἄνθρακας λαβεῖν ἐκελεύσθη, καὶ τοῦτο εἴσω τοῦ καταπετάσματος ἐμβαλεῖν τὸ θυμίαμα. ἐδίδαξε δὲ τοῦτο ἡμᾶς καὶ ὁ μακάριος Λουκᾶς, τὰ κατὰ τὸν Ζαχαρίαν διηγούμενος, τὸν Ἰωάννου τοῦ βαπτιστοῦ πατέρα. κατὰ τοῦτον γὰρ κἀκεῖνος τὸν καιρὸν εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελήλυθε, καὶ τῆς ἀγγελι κῆς ὀπτασίας ἀπολελαύκει. ἐκελεύσθη δὲ καὶ διαρράναι τῷ δακτύλῳ ἑπ τάκις πρὸ τοῦ ἱλαστηρίου τοῦ αἵματος τοῦ τε μόσχου καὶ τοῦ τράγου. ἐπειδὴ γὰρ ἐν ἑπτὰ ἡμέραις ὁ βίος ἀνακυκλεῖται, καθ' ἑκάστην δέ, ὡς ἔπος εἰπεῖν, ἡμέραν, ἢ σμικρὰ ἢ μεγάλα πλημμελοῦμεν, ἰσάριθμος προσεφέρετο ταῖς ἡμέραις ὁ τοῦ αἵματος ῥαντισμὸς ὑπὲρ τῶν ἐν ταύταις γιγνομένων πλημμελημάτων. λέγει δὲ τοῦτο, μὴ μόνον αὐτοὺς ἀλλὰ καὶ τὴν σκηνὴν καθαίρειν." ἐξιλάσεται, γάρ φησι, περὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρ τιῶν αὐτῶν· καὶ οὕτω ποιήσεις τῇ σκήνῃ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν". ἐκέλευσε δὲ μηδένα παρεῖναι ταύτης ὑπὸ τοῦ ἀρχιερέως γινομένης τῆς λειτουργίας. λέγει δὲ καὶ τὸν καιρὸν καθ' ὃν προσήκει ταῦτα γενέσθαι." δεκάτῃ, γάρ φησι, τοῦ μη 177 νὸς κακώσετε τὰς ψυχὰς ὑμῶν· καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ὑμῖν. ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πα σῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου καὶ καθαρισθήσεσθε. σάββατα σαββάτων ἀνάπαυ σις ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν νόμιμον αἰώνιον". σάββατα δὲ σαββάτων, ὡς ἅγια ἁγίων ἐκάλεσε· πολλῷ γὰρ τῶν σαββάτων αὕτη σεβασμιωτέρα ἡ ἑορτή. κά κωσιν δὲ τὴν νηστείαν ὠνόμασεν. εἶτα ἐπάγει·" ἅπαξ τοῦ ἐνι αυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ". καὶ τοῦτο δὲ προτυποῖ τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν. ὥσπερ γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν ταύτην ἐπετέλει τὴν λειτουργίαν, οὕτως ὁ δεσπότης Χριστός, ἅπαξ τὸ σωτήριον ὑπομείνας πάθος, εἰς τὸν οὐρα νὸν ἀνελήλυθεν," αἰωνίαν λύτρωσιν εὑράμενος", ᾗ φη σιν ὁ θεῖος ἀπόστολος. XXIII Διὰ τί ἀπαγορεύει πόρρω τῆς σκηνῆς θύεσθαι τὰ ἐσθιόμενα θρέμματα; Ἤδει τὴν ἐνίων ἀσέβειαν, καὶ ὅτι τοῖς δαίμοσι θυσίας προσοίσουσι. προσ έταξε τοίνυν πάντα θῦσαι βουλόμενον ἢ μόσχον ἢ πρόβατον ἢ αἶγα, παρὰ τὴν θύραν τῆς σκηνῆς ἀγαγεῖν, καὶ τὸ αἷμα ἐκχέαι, καὶ μεταλαβεῖν οἴκαδε τῶν κρεῶν· τὸν δὲ τοῦτο μὴ δρῶντα, ὡς φόνου ἔνοχον κατηγο ρεῖσθαι ἐκέλευσεν." αἷμα, γάρ φησι, λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ· αἷμα ἐξέχεεν, ἐξολοθρευθή σεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς". καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ὃν ἔφην ὁ νόμος διδάξει τὰ ἑξῆς·" ἀνοίσει, γάρ φησιν, ὁ ἱερεὺς τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐ 178 τῶν τοῖς ματαίοις, ὧν αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐ τῶν. νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γε νεὰς ὑμῶν". οὗτος ὁ νόμος μέχρι τοῦ παρόντος παρὰ ἰουδαίοις κρατεῖ. ὁ γὰρ ἱερεὺς θύει τὰ ἐσθιόμενα ζῷα. ἀπηγόρευσε δὲ καὶ τὸ ἐσθίειν αἷμα, καὶ τὴν αἰτίαν ἐδίδαξεν· ἡ γὰρ ψυχή, φησί, πά σης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδω κα ὑμῖν αὐτὸ ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκε σθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμε νος ὑμῖν οὐ φάγεται". ὥσπερ φησί, σὺ ψυχὴν ἀθάνατον ἔχεις, οὕτω τὸ ἄλογον ζῷον ἀντὶ ψυχῆς ἔχει τὸ αἷμα. οὗ δὴ χάριν κελεύει τὴν τοῦ ἀλόγου ψυχήν, τουτέστι τὸ αἷμα, ἀντὶ τῆς σῆς προσενεχθῆναι ψυχῆς τῆς ἀθανάτου καὶ λογικῆς. ἐὰν δὲ τοῦτο φάγῃς, ψυχὴν ἐσθίεις· λογικῆς γὰρ ψυχῆς τοῦτο τάξιν πληροῖ. διὸ καὶ φόνον τὴν βρῶσιν ὠνό μασε. τούτου ἕνεκα καὶ τὰ τεθνηκότα τῶν ζῴων ἐσθίειν ἀπαγορεύει, ὡς τοῦ αἵματος μὴ χωρισθέντος τοῦ σώματος. XXIV Τινὲς μέμφονται ταῖς περὶ τῶν γάμων νομοθεσίαις, λέγοντες ἀπαγο ρεῦσαι τὸν Θεὸν τὰ μηδαμῆ μηδαμῶς γεγενημένα. τίς γάρ, φησίν, ἠνέσχε το τῇ ἑαυτοῦ μιγῆναι μητρί; ἢ τίς πώποτε συνεγένετο κτήνει; Οὐκ ἂν ὁ Θεὸς τὸ παρ' οὐδενὸς τολμηθὲν ἀπηγόρευσε· καὶ ὅτι ταῦθ' οὕ τως ἔχει, μαρτυρεῖ τὸ τοῦδε τοῦ νόμου προοίμιον. ἔφη γὰρ οὕτως· 179" κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου ἐν ᾗ πα ρῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα τῆς γῆς Χαναὰν εἰς ἣν ἐγὼ εἰσά γω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε". οὕτω ταῦτα εἰπών, διδάσκει τὰ ὑπ' ἐκείνων τολμηθέντα, καὶ τὴν τοιαύτην ἀπαγορεύει πρᾶξιν. ὅτι δὲ πολλὰ τοιαῦτα τολμᾶται, μαρτυροῦσι καὶ πέρσαι μέχρι τοῦ παρόν τος, οὐ μόνον ἀδελφαῖς, ἀλλὰ καὶ μητράσι καὶ θυγατράσι νόμῳ γάμου μιγνύμενοι· καὶ τὰς ἄλλας δὲ παρανομίας τολμῶσι πολλοί. XXV Τί ἐστιν·" ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λα τρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομά μου τὸ ἅγιον· ἐγὼ Κύριος"; Τὸ ἑβραϊκὸν τὸ" μόλοχ" ἔχει, καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτο τεθεί κασιν. εἴδωλον δὲ τοῦτο ἦν. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεός·" μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα, υἱοὶ Ἰσραήλ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μόλοχ καὶ τὸ ἄσ τρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς". ἀπαγορεύει τοίνυν τὸ τοὺς παῖδας ἱεροδούλους τοῖς εἰδώλοις προσφέρειν· ὡς δὲ τινές φασι, τὸ τοῖς ἀλλοφύλοις ἄρχουσι μὴ διδόναι τοὺς παῖδας, ὥστε εἶναι αὐτῶν οἰκέτας ἢ δορυφόρους, ἵνα μὴ τῆς ἐκείνων μεταλάχωσιν ἀσεβείας. XXVI Τί ἐστιν·" ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προ 180 σώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν;" Μὴ βδελύξηται ὑμᾶς, φησίν, ὡς ἐβδελύξατο τοὺς χαναναίους· ἀντὶ τοῦ, ὥσπερ ἐκείνους διὰ τὰς πολλὰς αὐτῶν παρανομίας πανωλεθρίᾳ παρα δούς, ὑμῖν τὴν γῆν παραδέδωκα, οὕτως ὑμᾶς τὰ ὅμοια δράσαντας τι μωρήσομαι. XXVII Πῶς νοητέον·" τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτέ ρῳ ζυγῷ, καὶ τὸν ἀμπέλωνά σου οὐ κατασπε ρεῖς διάφορον"; καί," ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ"; Πολλάκις ἔφην, ὅτι διὰ τῶν αἰσθητῶν διδάσκει τὰ νοητά. ἀπαγορεύει τοίνυν τῶν ἑτερογενῶν τὴν ὀχείαν, οἷον ἵππου καὶ ὄνου· ἵνα μὴ διαβῇ ἀπὸ τῶν ἀλόγων εἰς τοὺς λογικοὺς ἡ παράνομος μίξις. τούτου χάριν καὶ τὸ ἐξ ἐρίου καὶ λίνου ὑφασμένον ἱμάτιον κίβδηλον ὀνομάζει, διδάσκων πράξεις ἐναντίας μηδαμῶς ἐπιτηδεύειν. ὅτι γὰρ οὐ τὸ ἱμάτιον κίβδηλον λέγει, ἀλλὰ τὴν πράξιν διὰ τούτου δηλοῖ, μαρτυρεῖ τῆς σκηνῆς τὰ καλύμ ματα ἐκ διαφόρων κατασκευασθέντα νημάτων. οὕτω νοητέον καὶ τὰ περὶ τοῦ ἀμπελῶνος, καὶ ὁ ἀπόστολος δὲ τὴν πρὸς τοὺς ἀπίστους κοινω νίαν ἀπαγορεύει λέγων·" μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις". XXVIII Τί ἐστιν·" οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώ 181 γωνος ὑμῶν καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιή σετε τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν"; Τινὲς τὸ σισόην τὰς ἐξ ἐπιτηδεύσεως οὖλας γινομένας τρίχας ἡρμήνευσαν. ἐγὼ δὲ ἄλλο οἶμαι τὸν νόμον ἀπαγορεύειν· εἰώθασιν ἕλληνες μὴ ἀποκεί ρειν τῶν παίδων τὰς κορυφάς, ἀλλὰ μαλλοὺς ἐᾶν, καὶ τούτους μετὰ χρό νον ἀνατιθέναι τοῖς δαίμοσιν. εἰώθασι δὲ καὶ τὰ γένεια ξυρᾶσθαι ἡνίκα ἐπένθουν, καὶ τέμνεσθαι τὰς παρειὰς εἰς τὴν τῶν τετελευτηκότων τιμήν. καί τινα δὲ τοῦ σώματος μόρια βελόναις ἐκέντουν καὶ μέλαν ἐπέβαλλον, εἰς θεραπείαν δαιμόνων. ταῦτα οὖν ὁ θεῖος νόμος ἀπαγορεύει. XXIX Τί ἐστιν" ἐγγαστρίμυθος"; Τινὲς ὑπὸ δαιμόνων τινῶν ἐνεργούμενοι, ἐξηπάτουν πολλοὺς τῶν ἀνοή των, ὡς δῆθεν προαγορεύοντες· οὓς ἐντερομάντεις οἱ ἕλληνες προση γόρευον, ὡς ἔνδοθεν δοκοῦντος τοῦ δαίμονος φθέγγεσθαι. XXX Τίνος χάριν τοῖς ἱερεῦσι διαφερόντως περὶ τῶν γάμων νομοθετεῖ; Ὅτι δεῖ τύπον εἶναι σωφροσύνης τὸν ἱερέα, καὶ ἵνα τὸ γένος ἀκραιφνὲς διαμείνῃ, μηδεμίαν ὕβρεως ἀφορμὴν τοῖς λοιδορεῖσθαι βουλομένοις παρέ χον. διὸ καὶ ὁ θεῖος ἀπόστολος ἀγαθὴν ἔχειν μαρτυρίαν καὶ παρὰ τῶν ἔξωθεν τὸν τῷ Θεῷ λειτουργοῦντα διαγορεύει·" ἵνα μὴ εἰς ὀνει δισμόν, φησίν, ἐμπέσῃ, καὶ παγίδα τοῦ δια βόλου". τούτου χάριν τὴν μὲν ἰσραηλῖτιν πορνεύουσαν ἀναιρεῖσθαι 182 κελεύει· τὴν δὲ τοῦ ἱερέως θυγατέρα παραπλήσια τολμῶσαν ἐμπίπρα σθαι. διὰ δὲ τὸ ἰουδαίων μεμψίμοιρον, οὐδὲ τοὺς ἔχοντάς τινα μῶμον σωμα τικὸν λειτουργεῖν συγχωρεῖ, διὰ τῶν ἀκουσίων παθημάτων ἀπαγορεύων τὰ γνωμικά. τυφλότης μὲν γὰρ ὀφθαλμῶν τὴν τῆς γνώσεως αἰνίττεται στέρησιν· ἐκτομὴ δὲ ὠτός, τὴν παρακοήν· ῥινὸς δὲ ἀφαίρεσις, τοῦ δια κριτικοῦ τὴν ἀφαίρεσιν· ἀποκοπὴ δὲ χειρός, τὴν ἀργίαν τοῦ πρακτικοῦ. οὕτω καὶ τὰ ἄλλα νοητέον. τούτου χάριν ἀρτιμελῆ κελεύει καὶ τὰ ἱερεῖα προσφέρειν, τοὺς προσφέροντας διὰ τῶν προσφερομένων παιδεύων ὑγιεῖς ἔχειν τὰς τῆς ψυχῆς ἐνεργείας. ἀπαγορεύει δὲ μετὰ τῶν ἄλλων καὶ τὸν ἐκτομίαν καὶ τὸν θλαδίαν. γόνιμον μὲν γὰρ εἶναι δεῖ τῶν ἀγαθῶν πλήρη, τὸν τῆς θείας θεραπείας φροντίζοντα. XXXI Διὰ τί τὰ πρωτότοκα τῶν θρεμμάτων μετὰ τὴν ὀγδόην ἡμέραν προσφέ ρεσθαι διηγόρευσεν; Ἤδει τὴν ἐνίων γαστριμαργίαν, καὶ ὅτι τυχὸν εὐτραφὲς αὐτὸ καὶ εὐειδὲς θεασάμενοι, τοῦτο μὲν καθέξουσιν, ἕτερον δὲ προσοίσουσι· τούτου χάριν εὐθυγενῆ προσενεχθῆναι προσέταξεν. XXXII Τί ἐστι," πεφρυγμένα νέα χίδρα οὐ φάγεσθε, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν"; Τῆς Παλαιστίνης ἡ γῆ θερμοτέρα οὖσα πρωΐμους φέρει καρπούς. κελεύει τοίνυν μὴ πρότερόν τινι νέους ἀστάχυς ἀφεῦσαι καὶ φρύξαι καὶ φαγεῖν, ἕως ἂν ἐκ τούτων τῷ Θεῷ προσενέγκωσι δράγμα. κελεύει δὲ τοῦτο προσ ενεχθῆναι τῇ τοῦ Πάσχα ἡμέρᾳ· εἶτα ἐκ ταύτης ἑπτὰ ἑβδομάδας ἀριθμῆσαι καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν. οὕτω γὰρ ἔφη·" καὶ 183 ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαβ βάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἀφορίσματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους". ἡ δὲ τῆς Πεντηκοστῆς ἑορτή, μνήμη τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. τότε γὰρ καὶ ἔσπειρον καὶ ἐθέριζον· ἐν γὰρ τῇ ἐρήμῳ τὸ μάννα ἤσθιον οὐρανόθεν φερόμενον. οὕτω διδάξας ὅπως χρὴ καὶ τοῦ Πάσχα καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν, διδάσ κει καὶ τίνα χρὴ πρᾶξαι τῷ ἑβδόμῳ μηνί. καὶ τῇ μὲν νουμηνίᾳ, τῶν σαλ πίγγων τὴν ἑορτὴν ἐπιτελέσαι κελεύει. ἀνεμίμνησκον δὲ αὗται τῶν ἐν τῷ Σινᾷ ὄρει γεγενημένων σαλπίγγων, ἥνικα τὸν νόμον ὁ τῶν ὅλων ἐδεδώκει Θεός·" φωνή, γάρ φησι, τῆς σάλπιγγος ἤχει μέγα". τῇ δεκάτῃ δὲ τοῦ μηνὸς νηστεῦσαι κελεύει. ταύτην γὰρ τὴν ἡμέραν, ἱλασμοῦ ἡμέραν καλεῖ." ταπεινώσετε, γάρ φησι, τὰς ψυχὰς ὑμῶν, ἀπὸ ἐννάτης τοῦ μηνὸς ἑσπέρας. καὶ πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς". ἀλλ' ἰουδαῖοι κατ' αὐτὴν τὴν ἡμέραν οὔτε σκυ θρωπάζουσιν, ἀλλὰ γελῶσι καὶ παίζουσι καὶ χορεύουσι καὶ ἀκολάστοις ῥήμασι καὶ πράγμασι κέχρηνται, ἄντικρυς τῷ νόμῳ μαχόμενοι. τῇ δὲ πεντεκαιδεκάτῃ, τὴν ἑορτὴν τῶν Σκηνῶν ἑορτάσαι νομοθετεῖ, οὐ μέχρι τῆς ἑβδόμης, καθάπερ ἐπὶ τῶν ἄλλων ἑορτῶν, ἀλλὰ καὶ τὴν ὀγδόην ταῖς ἑπτὰ προσθεῖναι κελεύει·" καὶ ἡ ἡμέρα, γάρ φησιν, ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυ τώματα τῷ Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε". τὸ δὲ ἐξόδιον τὸ τέλος ση μαίνει τῶν ἑορτῶν· ἡ δὲ τῶν Σκηνῶν ἑορτή, τῆς ἐν ἐρήμῳ διαγωγῆς ἀνε

Intertext edge

Open linked passage

Note