Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
184.1
μίμνησκεν. τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη·" ὅτι ἐν σκηναῖς κα τῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου". τούτου χάριν κλάδοις δένδρων τὰς οἰκίας κοσμεῖν διηγόρευσε· συνηρίθμησε δὲ τοῖς ἄλλοις κλά δοις καὶ τὸν ἄγνον, ὡς σωφροσύνης δηλωτικόν, καὶ ἡδονῆς σβεστικόν. φασὶ γὰρ αὐτὸν καὶ ἐσθιόμενον καὶ ὑποστρωννύμενον σβεννύναι τὴν φλόγα τῶν ἡδονῶν. ἀλλὰ τούτοις οὐκ ἰατρικῶς χρήσασθαι τοῖς τοῦ ἄγνου προσέταξε κλάδοις, ἀλλὰ διὰ τοῦ ὀνόματος ἐνιεὶς τῆς σωφροσύνης τὴν μνήμην. XXXIII Πῶς νοητέον τό·" ὃς ἂν καταράσηται Θεόν, ἁμαρ τίαν λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω"; Ἥλω τις βλασφημήσας τὸν τῶν ὅλων Θεόν, οὐδέπω δὲ περὶ βλασφημίας ἐγέγραπτο νόμος· τούτου χάριν ὁ νομοθέτης, τοῦτον μὲν φυλαχθῆναι προσέταξεν. ἤρετο δὲ τῇ ὑστεραίᾳ Μωϋσῆς τὸν δεσπότην Θεὸν τί χρὴ παθεῖν τὸν ἀλάστορα. ὁ δὲ τὸν μὲν καταλευσθῆναι προσέταξε, τῶν ἀκη κοότων τῆς βλασφημίας πρώτων ἀφιέντων τοὺς λίθους. ἔθηκε δὲ τὸν περὶ τῆς βλασφημίας νόμον. καὶ θεὸν μὲν ὁμωνύμως ἐκάλεσε τὸν ψευδώ νυμον· τὸν δὲ τούτῳ λοιδορούμενον ἁμαρτάνειν μὲν ἔφη, κολάσεως δὲ οὐκ ἔκρινεν ἄξιον. ἁμαρτάνει μὲν οὐχ ὁ εὐσεβὴς τὸν ψευδώνυμον βλασ φημῶν θεόν, ἀλλ' ὁ ἐκείνῳ πιστεύων μέν, λοιδορούμενος δέ· βλασφημεῖ γὰρ ὃ σέβει. ἁμαρτίαν τοίνυν τὴν τοιαύτην ἐκάλεσε βλασφημίαν, οὐ διὰ τὴν τοῦ βλασφημουμένου ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ βλασφημοῦντος ὑπό ληψιν· οὐ γὰρ ὡς ψευδώνυμον, ἀλλ' ὡς ἀληθῆ Θεὸν βλασφημεῖ. τὸν μέντοι τὸν ἀληθινὸν βλασφημοῦντα Θεὸν λίθοις ἀναιρεῖσθαι προσέταξε. μάλα δὲ εἰκότως τοῖς περὶ τῆς βλασφημίας νόμοις καὶ τὸν περὶ τοῦ φόνου συνῆ 185 ψεν· ἐπειδὴ καὶ ὁ βλασφημῶν ἀνελεῖν μὴ δυνάμενος, τῇ γλώττῃ βάλλει τὸν ποιητήν. XXXIV Διὰ τί" ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκκόπτεσθαι, καὶ ὀδόντα ἀντὶ ὀδόντος", καὶ ὅσα τοιαῦτα προσέταξεν; Οὐχ ἵνα πάσχωσι ταῦτα νενομοθέτηκεν, ἀλλ' ἵνα μὴ πράττωσι. τοῦ γὰρ πάθους τὸ δέος τὴν πρᾶξιν ἐκώλυσεν. XXXV Διὰ τί τῷ ἑβδόμῳ ἔτει σπεῖραι τὴν γῆν ἀπαγορεύει; Τὸ ἄπληστον αὐτῶν κολάζει τῷ νόμῳ. ἐπειδὴ γὰρ τοῦ πλείονος ἐφιέ μενοι διηνεκῶς ἔσπειρον, μὴ διαναπαυομένη δὲ ἡ γῆ ἐξιτήλους ἔφερε τοὺς καρπούς, τῷ ἑβδόμῳ ἔτει ἄσπαρτον ἐᾶσαι τὴν γῆν διηγόρευσε· τὰ δὲ αὐτομάτως φυόμενα τρυγᾶν ἢ θερίζειν ἐκώλυσε, φιλανθρωπίαν ἐκπαι δεύων αὐτούς. ἐκέλευσε γὰρ σὺν αὐτοῖς καὶ χήρας καὶ ὀρφανοὺς καὶ προσ ηλύτους ἐξ αὐτῶν μεταλαβεῖν τῶν καρπῶν. πρὸς δὲ τούτοις καὶ ἕτερον πραγματεύεται· καὶ γὰρ ἄφεσις ὀφλημάτων κατὰ τόδε τὸ ἔτος ἐγίνετο, καὶ τῶν δουλευόντων ἑβραίων ἐλευθερία. διά τοι τοῦτο καὶ τὸν ἰοβη λαῖον ἀργεῖν ἐνομοθέτησεν· ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. ἰοβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος·" ἑπτά, γάρ φησιν, ἑβδομάδας ἐτῶν ἀριθμήσεις, καὶ διαγ γελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῇ δεκάτῃ τοῦ μηνὸς τῇ ἡμέρᾳ τοῦ ἐξιλασμοῦ"· ἐν ᾗ φησίν, ἡμέρᾳ ἱλεοῦμαι ὑμῖν, καὶ τὰ πεπλημμελημένα ὑμῖν ἀφίημι. 186 ἐν ταύτῃ μηνύσατε τὸ τῆς ἀφέσεως ἔτος. εἶτα κελεύει ἐν τούτῳ τῷ ἔτει, καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα, καὶ τὰς ἐν τοῖς ἀγροῖς οἰκίας καὶ χρεῶν ἀποκοπὰς γενέσθαι, καὶ παίδων ἑβραίων ἐλευθερίας. ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἐνοχλεῖν τοῖς ὀφείλουσιν, ὡς τοῦ τῆς ἀφέσεως ἔτους πελά ζοντος, ἀπηγόρευσε καὶ τοῦτο γίνεσθαι παρ' αὐτῶν. ὥστε δὲ περὶ τῆς ἀναγκαίας μὴ ἐνδοιάζειν τροφῆς, ἅτε δὴ μὴ γεωργοῦντας τὴν γῆν ἐν τοῖς τῆς ἀφέσεως ἔτεσι, ταῖς φιλοτίμοις ἐψυχαγώγησεν ὑποσχέσεσιν. ἐπηγ γείλατο γὰρ ἐν τῷ ἕκτῳ ἔτει οὐ διπλασίαν πρόσοδον χορηγήσειν μόνην, ἀλλὰ καὶ τριπλασίαν αὐτοῖς, ἀποχρῶσαν καὶ ἐν τῷ ἕκτῳ καὶ ἐν τῷ ἑβ δόμῳ διαθρέψαι ἔτει· ἀλλὰ καὶ μέχρι τοῦ ὀγδόου διαρκοῦσαν." σπε ρεῖτε, γάρ φησιν, τὸ ἔτος τὸ ὄγδοον καὶ φάγε σθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐννάτου, ἕως ἂν ἔλθῃ τὰ γενήματα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν". εἶτα τῇ μνήμῃ τῆς δεσπο τείας κρατύνει τὸν νόμον." ἐμὴ γάρ ἐστι, φησίν, ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναν τίον μου". ἐγώ, φησί, ταύτην ὑμῖν ἐδωρησάμην, τοιγάρτοι ὡς δεσπότης νομοθετῶ. XXXVI Τί ἐστι," πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους αὐτῶν ἐν κλιβάνῳ ἑνί"; Ὣς περὶ τὴν γῆν κεχηνόσι καὶ νομοθετεῖ καὶ ἀπειλεῖ. καὶ γὰρ ἐννόμως πολιτευομένοις τῆς γῆς αὐτοῖς ἐπαγγέλλεται τὴν εὐκαρπίαν· καὶ αὖ πάλιν παραβαίνουσι, καὶ γῆς ἀκαρπίαν καὶ πολεμίων ἔφοδον ἀπειλεῖ καὶ πε νίαν ἐσχάτην. τοῦτο καὶ ἐνταῦθα δηλοῖ, ὅτι τοσαύτη ὑμᾶς καταλήψεται πενία, ὡς δέκα γυναῖκας ἐν ἑνὶ κλιβάνῳ τοὺς ἄρτους ποιεῖν διὰ τὴν σπάνιν 187 τῶν ἀναγκαίων· τοῦτο γὰρ ἐπήγαγε·" καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε". XXXVII Τί ἐστι," τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα πᾶσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς"; Τὸ ἐπαγόμενον ἑρμηνεία τούτου ἐστίν. ἔφη γάρ·" καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν". ἐν Βαβυλῶνι γὰρ ἑβδομήκοντα ἔτη δουλεύοντες διετέλεσαν. ἀπὸ δὲ τῆς τοῦ Σαοὺλ βασιλείας, μέχρι τῆς αἰχμαλωσίας τετρακόσια καὶ ἐνενήκοντα συνάγεται ἔτη· τούτων δὲ τὸ ἕβδομον ἑβδομήκοντα. τοῦτο τοίνυν φησίν, ὅτι ἄσπαρ τος ἡ γῆ μενεῖ, καὶ ἀνήροτος ἑβδομήκοντα ἔτη, ὑμῶν τὴν ἀλλοτρίαν οἰ κούντων· ἐπειδὴ μετὰ τῶν ἄλλων νόμων παρέβητε καὶ τοῦ σαββάτου τὴν ἐντολήν. τοῦτο γὰρ ἐπήγαγε·" καὶ σαββατιεῖ ἡ γῆ, ἃ οὐκ ἐσαββάτισεν, ἡνίκα κατῳκεῖτε αὐτήν". προστέθεικε δὲ καὶ ἑτέραν ἀπειλήν." καὶ τοῖς καταλειφ θεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξε ται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύ ξονται ὡς φεύγοντες ἀπὸ πολέμου", καὶ τὰ ἑξῆς. καὶ αὕτη δὲ ἡ πρόρρησις πέρας ἔλαβεν. ἐν γὰρ τῇ τῶν χαλδαίων πολιορ κίᾳ, πολλῶν μὲν ἐν ταῖς συμπλοκαῖς ἀναιρεθέντων, πολλῶν δὲ λιμῷ διαφ θαρέντων, τῶν ἀνδραποδισθέντων δὲ εἰς Βαβυλῶνα μετοικισθέντων· οἱ τὰς τῶν πολεμίων χεῖρας διαφυγόντες εἰς τὴν Αἴγυπτον ἔφυγον, δεί σαντες τῶν χαλδαίων τὴν ἔφοδον. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ θειοτάτου Ἱερεμίου προφητεία διδάσκει. μετὰ μέντοι τὰς ἀπειλὰς ὑπέσχετο καὶ χρησ τὰ καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον ἐπηγγείλατο, οὐ διὰ τὴν 188 αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν. τοῦτο γὰρ ἔφη·" καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραὰμ καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προ τέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἐναντίον πάντων τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος". ἐδίδαξε δὲ διὰ τούτων τὰς τῆς φιλανθρωπίας αἰτίας. διὰ γὰρ τὰς πρὸς πατέρας αὐτῶν ἐπαγγελίας, φησί, τῆς τούτων ἀνέχομαι παρανομίας· καὶ ἐπειδὴ ἔγνω πάντα τὰ ἔθνη διὰ τῶν παραδόξων θαυμάτων. ὅτι διαφερόντως τούτων ἐπιμελοῦμαι, καὶ λαὸς ἐμὸς χρηματίζουσι. τοῦ μέντοι Ἰακὼβ ἐμ νημόνευσε πρώτου, ἐπειδὴ τούτων ἁπάντων μόνος ἦν πρόγονος. ὁ γὰρ Ἰσαὰκ καὶ τῶν ἰδουμαίων, ὁ δὲ Ἀβραὰμ καὶ τῶν ἰσραηλιτῶν καὶ τῶν ἀπὸ Χεττούρας· κάτωθεν τοίνυν ἀρξάμενος, κατὰ τάξιν ἐπὶ τὸν Ἀβραὰμ ἀνελήλυθε, πρὸς ὃν ἐξ ἀρχῆς ἐπεποίητο τὰς συνθήκας. XXXVIII Τί ἐστιν," ὃς ἂν εὔξηται εὐχὴν ὥστε δοῦναι τιμὴν τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ"; Εὐχὴν καλεῖ τὴν ὑπόσχεσιν, ὃ πολλοὶ τάγμα προσαγορεύουσι· τοῦτον δὲ τὸν νόμον ἔστι καὶ νῦν παρ' ἐνίοις βαρβάροις εὑρεῖν φυλαττόμενον. οἱ γὰρ πιστοὶ τῶν νομάδων, λέγω δὲ τοὺς ἀπογόνους τοῦ Ἰσμαὴλ, ἀντι ταλαντεύουσι τοῖς εὐθυγενέσι βρέφεσιν ἄργυρον καὶ τοῦτον προσκομί ζουσι τῷ Θεῷ. περὶ τούτου νενομοθέτηκεν ὁ Θεός· καὶ γινώσκων ὡς Θεός, ὅτι τῶν ὑπισχνουμένων τινὲς δώσειν ὑπὲρ ἑαυτῶν τιμὴν τῷ Θεῷ, παρα βήσονται τὴν ὑπόσχεσιν σμικρύνοντες τὴν τιμήν, ἐκέλευσε πεντήκοντα εἶναι δίδραχμα τοῦ ἄρρενος τὴν τιμήν, τῆς δὲ θηλείας τριάκοντα καὶ τῶν 189 ἀκμαζόντων καὶ τῶν γεγηρακότων ὑπεξῃρημένων. τὴν γὰρ μέσην περι ώρισεν ἡλικίαν ἀπὸ εἰκοσαετοῦς εἰρηκὼς ἕως ἑξηκονταετοῦς· τοῖς γὰρ τούτων νεωτέροις, καὶ πρεσβυτέροις, ἄλλην ὥρισε τιμήν. τοὺς δὲ πένη τας ὑπὸ τὴν τῶν ἱερέων καταλέλοιπε κρίσιν· ἵν' ἐκεῖνοι πρὸς τὰς δυνά μεις ὁρίζωσι τὰς τιμάς· τὰ δὲ ἀφιερούμενα ἄλογα ἐναλλάττεσθαι παρὰ τῶν προσφερόντων ἀπαγορεύει· καὶ ὥστε μὴ τοῦτο δρᾶν τὴν τῆς ζημίας αὐτοῖς ἐπιτίθησιν ἀνάγκην·" ἐάν, γάρ φησιν, ἀλλάσσων ἀλλάξῃ αὐτό, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα αὐτοῦ ἅγιον". τῶν μέντοι ἀκαθάρτων κτηνῶν ὁρίσαι τὴν τιμὴν τὸν ἱερέα ἐκέλευσε. τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἀγροῦ γενέσθαι ἐκέλευσεν. ὥρισε δὲ καὶ τὴν τοῦ διδράχμου ποσότητα· εἴκοσι γὰρ ἐκέλευσεν ἕλκειν ὀβολούς· τὸ δὲ δίδραχμον τινὲς τῶν ἑρμηνευτῶν" στατῆρα" ἐκάλεσαν. τὰ μέντοι ἀνατιθέμενα τῷ Θεῷ προσέταξε μὴ λυτροῦσθαι.