Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
190.1
QUAESTIONES IN NUMEROS I Διὰ τί προσέταξεν ἀριθμηθῆναι τὸν λαὸν ὁ Θεός; Ἵνα τῆς οἰκείας ἐπαγγελίας δείξῃ τὸ ἀληθές. ὑπισχνούμενος γὰρ τῷ Ἀβραὰμ ἔφη·" πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης". ἔδειξε δὲ τὴν τῆς ἀπαγγελίας ἀλήθειαν· ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπ τον κατεληλυθότων ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ τῆς ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεως γένους, καὶ τῆς λευϊτικῆς φυλῆς· οὐδὲ γὰρ αὕτη ταῖς λοιπαῖς συνηριθμήθη. ταύ την αὑτοῦ διδάσκων τὴν δύναμιν ὁ δεσπότης Θεός, καὶ διὰ τοῦ προφήτου Ἠσαΐου ἔφη·" ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν". II Διὰ τί ἐλάττων ἐστὶν ὁ τῶν λευϊτῶν ἀριθμός; 191 Ὡς ἀρχόντων· δεῖ γὰρ τοὺς ἄρχοντας ἐλάττους εἶναι τῶν ἀρχομένων. ἄλλως τε καὶ τοῦ πολεμεῖν ἦσαν ἀπηλλαγμένοι, καὶ μόνῃ τῇ θείᾳ λατρείᾳ προσήδρευον. III Πῶς οὖν ἡ τοῦ Ἰούδα φυλὴ ὑπερέβαλε πάσας τῷ ἀριθμῷ καίτοι οὖσα βασιλική; Ἐκ τῆς βασιλικῆς εἷς ἀνὴρ ἐβασίλευσεν· οἱ δὲ τῆς λευϊτικῆς ἅπαντες ἐλει τούργουν· οἱ μὲν ἱερατεύοντες, οἱ δὲ τούτοις διακονοῦντες. ἐδεῖ δὲ καὶ τὴν βασιλικὴν ὑπερέχειν τῷ ἀριθμῷ καὶ διὰ τὴν εὐλογίαν τοῦ δεσπότου Χριστοῦ· ἐξ αὐτῶν γὰρ ἔμελλεν κατὰ σάρκα βλαστάνειν· καὶ ὥστε τοὺς ἐξ αὐτῆς χειροτονουμένους βασιλέας ἀρχοῦσαν ἔχειν τῶν φυλετῶν τὴν ἐπικουρίαν. συνέταξε δὲ κἀνταῦθα τῇ βασιλικῇ φυλῇ τοὺς ἱερέας· πρὸς ἥλιον γὰρ ἀνίσχοντα τὴν Ἰούδα τάξας φυλήν, συνῆψεν αὐτοῖς τοὺς ἱερέας μετὰ τῆς κιβωτοῦ. τῷ μέντοι Δὰν τὸ βόρειον ἀπεκλήρωσε τμῆμα." ἀπὸ προσώπου, γάρ φησι, βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν". εἴρηται δὲ ἡμῖν ἐν ταῖς τοῦ Ἰακὼβ εὐλογίαις, ὡς ἐκ τῆς Δὰν φυ λῆς ὁ ἀλάστωρ τεχθήσεται, ὁ Χριστὸν μὲν ἑαυτὸν ὀνομάζων, τἀναντία δὲ τῇ προσηγορίᾳ διαπραττόμενος, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα. καὶ τῷ Ἰούδᾳ δὲ μάλα εἰκότως τὸ ἑῷον ἀπένειμεν· ἐπειδὴ καὶ περὶ τοῦ δεσπότου Χριστοῦ οἱ θεῖοι βοῶσι προφῆται·" ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ". καί·" τοῖς φοβου μένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ". καί·" τοῖς ἐν σκότει 192 καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν αὐτοῖς". IV Τίνα ἦν τὰ ἔργα τῶν ἱερέων καὶ τίνα τὰ τῶν λευϊτῶν; Αὐτὸς ὁ τῶν ὅλων διδάσκει Θεός." εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋσῆν· λάβε τὴν φυλὴν τοῦ Λευῒ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως· καὶ λειτουργήσουσιν αὐτῷ καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσ ραὴλ ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐρ γάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ δώσεις τοὺς λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δόμα δεδομένον εἰσὶν οὗτοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυ ρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ τὰ ἔσω τοῦ κα ταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται". Μεμαθήκαμεν οὖν ἐντεῦθεν, ὡς οἱ μὲν ἱερεῖς τὰς θυσίας προσέφερον, οἱ δὲ λευΐται τῶν μὲν ἱερέων ὑπουργοί, τῆς δὲ σκηνῆς κατέστησαν φύλακες. διδάσκει δὲ ἐν τοῖς ἑξῆς, τίνα μὲν ἔδει φέρειν τοῦ Καὰθ τὸν δῆμον, τίνα δὲ τὸν Γεδεών, τίνα δὲ τὸν Μεραρί. 193 V Τίνος ἕνεκεν προσέταξεν ὁ Θεὸς ἀριθμηθῆναι τοῦ λαοῦ τὰ πρωτότοκα; Ἐπειδὴ πᾶσαν τοῦ Λευῒ τὴν φυλὴν ταῖς θείαις ἀφιέρωσε λειτουργίαις, καὶ τοῦ πολεμεῖν ἠλευθέρωσεν, εἰκὸς δὲ ἦν δυσχεραίνειν τῶν ἄλλων τινάς, ὡς τούτων προτιμηθέντων· πείθει τοὺς δυσχεραίνοντας ὁ δεσπό της Θεός, ὡς οὐδὲν προσέταξεν ἄδικον. ἡνίκα γάρ, φησίν, ὑμῶν χάριν ἀνῃρέθη τὰ τῶν αἰγυπτίων πρωτότοκα, τὰ ὑμέτερα διεσώθη πρωτότοκα. ἀντὶ τούτων τοίνυν τὴν λευϊτικὴν φυλὴν ταῖς ἐμαῖς ἀπεκλήρωσα λειτουρ γίαις· καὶ ἀντὶ τῶν πρωτοτόκων τῶν ὑμετέρων κτηνῶν, τῶν λευϊτῶν τὰ πρωτότοκα. ἐπειδὴ δὲ πλείους ὤφθησαν τῶν λευϊτῶν τῶν ἄλλων φυλῶν οἱ πρωτότοκοι, προσέταξεν ἕκαστον τῶν μετὰ τὸν ἴσον ἀριθμὸν πέντε δοῦναι σίκλους τοῖς ἱερεῦσιν· εἴκοσι ὀβολοὺς ὁρίσας ἔχειν τὸν σίκλον, καὶ τὸν τοιοῦτον ἀριθμὸν ἅγιον ὀνομάσας, ὡς τοῖς θείοις ἀφωρισμένον, καὶ οὐ παρὰ πᾶσι πολιτευόμενον. ἀλλαχοῦ μέντοι δίδραχμον ὀνομάζει τοὺς εἴκοσι ὀβολούς· τοῦτο τὸ δίδραχμον καὶ ὁ Κύριος ὡς πρωτότοκος ἀπῃτήθη. VI Τί δήποτε τισὶ μὲν τῶν ἱερῶν σκευῶν ὑακίνθινα προσέταξεν ἐπιβληθῆναι καλύμματα, τισὶ δὲ πορφυρᾶ; Τῶν τιμιωτέρων ὑακίνθινα μόνα τὰ καλύμματα ἦν. αἰνίττεται δὲ ἡ χρόα τὸν οὐρανόν· τούτου χάριν τὰ μὲν ἐντὸς τοῦ σκεπάσματος, τούτοις τοῖς ἐπιβλήμασιν καλυφθῆναι προσέταξε, τὰ δὲ ἐκτὸς καὶ πορφυροῖς καὶ τοιού τοις. ὁ μὲν γὰρ οὐρανὸς τιμωρίας οὐκ ἔχει· ἡ δὲ γῆ διὰ τὰς τῶν νόμων παραβάσεις δέχεται καὶ κολάσεις. τῆς δὲ βασιλείας ἡ πορφύρα δηλωτική. θεία δὲ καὶ ἄναρχος καὶ ἀνώλεθρος ἡ τοῦ Θεοῦ βασιλεία. τούτου χάριν τὰ ἔξω τῆς σκηνῆς καὶ πορφυροῖς καὶ ὑακινθίνοις ἐπιβλήμασιν ἐκαλύπτετο. προμηθούμενος δὲ τοῦ δήμου τοῦ Καάθ, προσέταξε πρότερον τοὺς ἱερέας 194 εἴσω τῶν ἀδύτων γενομένους, καλύπτειν τὴν κιβωτὸν καὶ τὰ ἄλλα σκεύη τοῖς προειρημένοις καλύμμασιν· εἶθ' οὕτω τοῦ Καὰθ τὸν δῆμον ταῦτα μετακομίζειν, ἵνα μὴ τὰ ἄψαυστα καὶ ἀθέατα θεασάμενοι, ἐκ τῆς παρα δόξου θέας ὑπομείνωσιν ὄλεθρον. VII Τίνα καλεῖ" ἀκάθαρτον ἐπὶ ψυχῇ"; Τὸν τοῦ τεθνηκότος ἁψάμενον, ἢ ὀστέοις νεκροῦ πελάσαντα. VIII Καὶ τί δήποτε καὶ τούτους καὶ τοὺς λεπροὺς καὶ τοὺς γονορρυεῖς, ἔξω τῆς παρεμβολῆς διάγειν ἐκέλευσεν; Ἀπὸ τῶν σμικρῶν τὰ μεγάλα παιδεύων. εἰ γὰρ ὁ ἁπτόμενος νεκροῦ ἀκά θαρτος, πολλῷ μᾶλλον ὁ νεκρὸν εἰργασάμενος διὰ μιαιφονίας. καὶ εἰ ὁ λεπρὸς ἀκάθαρτος, πολλῷ μᾶλλον ὁ τὰ ποικίλα τῆς κακίας ἐργαζόμενος εἴδη. οὕτω διὰ τοῦ γονορρυοῦς ἡ μοιχεία κατηγορεῖται. εἰ γὰρ τὸ ἀκούσιον μυσαρόν, πολλῷ δήπουθεν τὸ κατὰ γνώμην τολμώμενον. IX Τί ἐστιν" ἀνὴρ ἢ γυνὴ εἴ τις ποιήσει ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων"; Τὰ σμικρότερα τῶν ἁμαρτημάτων ἀνθρώπινα κέκληκεν· ἐπειδὴ τρεπτὴν οὖσαν τῶν ἀνθρώπων τὴν φύσιν πάντων ἀπηλλάχθαι τῶν ἁμαρτημάτων οὐχ οἷόν τε." οὐδείς, γάρ φησι, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ". τούτου χάριν καὶ ὁ θεῖος βοᾷ Δαβίδ·" μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου 195 πᾶς ζῶν". μόνος γὰρ ὁ δεσπότης Χριστός, καὶ ὡς ἄνθρωπος τὸ ἄμωμον ἔχει. καὶ τοῦτο προορῶν ὁ προφήτης Ἠσαΐας ἐβόα·" ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ". τούτου χάριν καὶ τὰς ἄλλων ἁμαρτίας ἀνέλαβεν, οἰκείας οὐκ ἔχων. οὗτος γάρ φησι·" τὰς ἁμαρ τίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται". καὶ ὁ μέγας Ἰωάννης·" ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλεύθερος, ὡς ἀδίκως ὑπομείνας τὸν θάνατον. διδάσκει τοίνυν ὁ θεῖος νό μος πῶς θεραπευτέον τοὺς τὰ μέτρια πλημμελήσαντας. κελεύει γὰρ τὸν ἔν τισι συμβολαίοις ἠδικηκότα, πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν, εἶτα τῷ ἠδικημένῳ τὸ ληφθὲν ἀποδοῦναι προστεθεικότα τῷ κεφαλαίῳ τὸ πέμπτον. εἰ δὲ συμβαίη τὸν ἠδικημένον πρὸ τῆς τοῦ ἠδικηκότος μεταμε λείας καταλῦσαι τὸν βίον, ἐκτῖσαι ταῦτα τῷ ἀγχιστεύοντι. ἀγχιστεύοντα δὲ καλεῖ τὸν τῷ γένει προσήκοντα. ἡ δὲ τάξις τοῦ γένους αὕτη· πρῶτος υἱός, εἶτα θυγάτηρ, εἶτα ὁ τοῦ πατρὸς ἀδελφός, ἔπειτα ὁ τοῦ πάππου, εἰ δὲ τούτων μηδεὶς εἴη, ὁ πλησιέστερος συγγενής, εἰ δὲ μὴ εὑρίσκοιτο συγ γενής, τῷ Θεῷ τὰ προρρηθέντα προσενεγκεῖν διηγόρευσε. τοῦτο γὰρ εἶπεν·" ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα τὸ πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον τῷ Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασ μοῦ, δι' οὗ ἐξιλάσεται περὶ αὐτοῦ ἐν αὐτῷ". προσέταξε δὲ καὶ τὰς προσφερομένας ἀπαρχὰς τοὺς ἱερέας ἐσθίειν. ἀπαρ χαὶ γὰρ ἦσαν τοῦ μὲν λαοῦ οἱ λευῗται, τῶν δὲ λευϊτῶν οἱ ἱερεῖς. ὡς ἀπαρ χαὶ τοίνυν τὰς ἀπαρχὰς ἐκομίζοντο. 196 X Διὰ τί ἄλευρον κρίθινον ὑπὸ τῆς ὑποπτευομένης μοιχευθῆναι προσεκο μίζετο; Αὐτὸς ὁ δεσπότης ἡρμήνευσεν." ἔστιν, γὰρ ἔφη, θυσία ζη λοτυπίας, θυσία μνημοσύνου, θυσία ἀναμιμνήσ κουσα ἁμαρτίαν". ὅθεν οὐδὲ ἔλαιον αὐτήν, οὐδὲ λίβανον ἔχειν προσέταξεν· ἐστέρητο γὰρ καὶ τῆς εὐωδίας, καὶ τοῦ τῆς δικαιοσύνης φωτός. τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τὴν μιαι φόνον αὐτῶν ἐπιστάμενος γνώμην. ἵνα γὰρ μὴ ἐξ ὑποψίας κατακτείνωσι τὰς ὁμοζύγας, ἐκέλευσε τὴν ὑποπτευομένην αὐτῷ προσενεχθῆναι, ἅτε δὴ πάντα σαφῶς ἐπισταμένῳ καὶ τὰ λάθρα γιγνόμενα." προσάξει, γάρ φησιν, ὁ ἱερεύς, καὶ στήσει τὴν γυναῖκα ἔναν τι Κυρίου· καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἔναντι Κυρίου ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου; καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ· καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τῶν χειρῶν αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τού του". ταῦτα δὲ πάντα γενέσθαι προσέταξε τὴν γυναῖκα τὴν ὑποπ τευομένην ἐκδειματῶν, ἵν' εἰ ἐξήμαρτεν ὁμολογήσει, καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν. τούτου χάριν ἀκάλυπτον αὐτὴν τῷ Θεῷ προσενεχθῆναι 197 κελεύει, διδάσκων ὅτι γυμνὰ πάντα καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ, καὶ οὐδὲν αὐτὸν λέληθε τῶν παρ' ἡμῶν γιγνομένων. ὅτι δὲ ταῦτα δεδιτ τόμενος αὐτὴν γενέσθαι κεκέλευκε, τὰ ἑξῆς δηλοῖ." καὶ ὁρκιεῖ αὐ τὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοί μηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιαν θῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῷος ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρω μένου τούτου. εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ σὺ μεμίανσαι, ἢ ἔδωκέ τις τὴν κοίτην ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου. δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην". ἐκέλευσε δὲ καὶ τὴν γυναῖκα συντίθεσθαι τῇ ἀρᾷ, καὶ λεγέιν·" γένοιτο, γέ νοιτο", καὶ γραφῆναι δὲ τὴν ἀρὰν προσέταξε, καὶ ἐξαλειφθῆναι ὕδατι, καὶ πιεῖν τὴν γυναῖκα τὸ ὕδωρ· πρότερον δὲ τὴν θυσίαν προσε νεχθῆναι, τουτέστι τὸ κρίθινον ἄλευρον. εἶτα διδάσκει, ὡς ἀθῷος μὲν οὖσα ὑγιὴς φυλαχθήσεται· ἔνοχος δὲ οὖσα, καὶ κρύπτουσα, τῇ πείρᾳ μαθήσεται τῆς ἀρᾶς τὴν ἰσχὺν καὶ τῆς κοιλίας διαρρηγνυμένης, καὶ τοῦ μηροῦ διαπίπ τοντος. δι' ὧν γὰρ ἡ ἁμαρτία, διὰ τούτων ἡ τιμωρία. τὸ δὲ ἐνόρκιον οὕτω νοητέον· ὅτ' ἄν τις δεινὰ καὶ ἀνήκεστα πάθῃ, εἰώθασί τινες ὀμνύντες λέγειν· μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. XI Τί ἐστιν," ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνί σασθαι ἁγνείαν τῷ Κυρίῳ"; Πολλὰ τῆς ἐπαγγελίας εἴδη. οἱ μὲν γὰρ θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρή 198 ματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητῶν ἡμερῶν ἀριθμὸν μὴ πιεῖν οἶνον, μὴ κεί ρασθαι τὴν κεφαλήν. τοιοῦτοι ἦσαν, περὶ ὧν ὁ θεῖος εἶπεν Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ·" εἰσί τινες εὐχὴν ἔχοντες ἐφ' ἑαυ τοῖς· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐ τοῖς, καὶ δαπάνησον ἐπ' αὐτούς"· τουτέστι, τὰς ὑπὲρ αὐτῶν προσφερομένας κατὰ νόμον θυσίας οὐ πάρασχε, ἵνα λύσῃς τὴν ὑποψίαν. περὶ τούτων ἐνταῦθα ὁ νόμος διαγορεύει, καὶ κελεύει, τοὺς ταύτην ὑπισχνουμένους τὴν ἐπαγγελίαν καὶ ὄξους ἀπέχεσθαι, καὶ στα φυλῆς καὶ στεμφύλων, πάσας τῆς εὐχῆς τὰς ἡμέρας· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· καὶ τὴν κεφαλὴν μὴ κείρασθαι, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο τῷ Κυρίῳ. ἅγιον δὲ καλεῖ τὸν τρέφοντα κόμην, ὡς τῷ Θεῷ τὴν κόμην ἀφιερώσαντα. τοῦτο γὰρ εἶπεν·" ἅγιος ἔσται τρέ φων κόμην τρίχα κεφαλῆς, πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ", ἀντὶ τοῦ, ἃς ἀφιέρωσας τῷ Θεῷ, μὴ κείρῃς ἕως ἂν δῷς τῇ ὑποσχέσει τὸ πέρας. κελεύει δὲ αὐτὸν μὴ πατρὶ τετελευτηκότι πελάζειν, μὴ ἀδελφῷ, μὴ ἑτέρῳ τινί. κἂν γὰρ ἐξαπίνης, φησί, τελευτήσαντός τινος παρεῖναι τοῦτον συμβῇ, ἀνάγκη πᾶσαν ἀφελεῖν τὴν τρίχα· καὶ οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ ἀλλὰ καὶ τῇ ἑβ δόμῃ· ἵνα καὶ αἱ διαφυγοῦσαι τὸν ξυρὸν τρίχες, ἐν ταῖς ἑπτὰ αὐξηθεῖσαι ἡμέραις περιαιρεθῶσιν· ἔπειτα τῇ ὀγδόῃ δύο τρυγόνας προσενεγκεῖν· τὴν μὲν περὶ ἁμαρτίας, τὴν δὲ εἰς ὁλοκαύτωσιν· καὶ ἀμνὸν ἕνα περὶ πλημ μελείας. ἐντεῦθεν δὲ μανθάνομεν ἀκριβέστερον, ὡς περὶ πλημμελείας τὴν τῶν ἀκουσίων ἁμαρτημάτων καλεῖ· ἀκούσιον γὰρ καὶ τὸ τούτῳ συμβάν· ἐξαπίνης γάρ τινος τελευτήσαντος ὑπέμεινε μολυσμόν. ἄνωθεν δὲ αὐτὸν ἀριθμῆσαι κελεύει τὸν τῶν ἐπηγγελμένων ἡμέρων ἀριθμόν·" ἀλόγισ τοι, γάρ φησιν, ἔσονται αὐτῶν αἱ πρότεραι ἡμέ ραι, ὅτι ἐμιάνθη ἡ κεφαλὴ τῆς εὐχῆς αὐτοῦ". 199 ἐδίδαξε δὲ καὶ τίνας προσήκει θυσίας προσενεγκεῖν τὸν τοῦ ἁγνισμοῦ τὴν ἐπαγγελίαν πεπληρωκότα· ἀμνὸν μὲν εἰς ὁλοκαύτωσιν, ἀμνάδα δὲ ὑπὲρ ἁμαρτίας· θήλεα γὰρ τὰ ὑπὲρ ἁμαρτίας ἱερεῖα, ἐπειδὴ χαυνουμένου τοῦ λογικοῦ ἡ ἁμαρτία τολμᾶται. καὶ μέντοι καὶ κριὸν ἄμωμον εἰς σωτη ρίαν, καὶ κανοῦν ἀζύμων προσενεγκεῖν διηγόρευσεν· εἶτα τῆς θυσίας ἐπι τελουμένης, τὰς τρίχας ἐπιθεῖναι τῇ θυσίᾳ τοῦ σωτηρίου. ὁ δὲ βραχίων ὁ ἑφθός, ὁ ἐπιτιθέμενος ταῖς τοῦ εὐξαμένου χερσί, καὶ παρὰ τοῦ ἱερέως λαμβανόμενος, δηλοῖ τελεσθεῖσαν τὴν ἐπηγγελμένην πρᾶξιν· πράξεως γὰρ γεγενημένης ὁ ἑφθὸς βραχίων δηλωτικός. ταῦτα δὲ οὐ μάτην νενομο θέτηκεν, ἀλλ' ἀκριβείας ἐπιμελεῖσθαι διδάσκων, καὶ μήτε ὡς ἔτυχεν ἐπαγ γέλλεσθαι, καὶ ὑπισχνουμένους τὰ ἐπηγγελμένα πληροῦν. παιδεύει δὲ καὶ ἡμᾶς διὰ τούτων καὶ τὸν ἁγιασμὸν φυλάττειν ἀμόλυντον· ὁ γὰρ κη λίδα δεχόμενος τῆς ἄνωθεν δεῖται καθάρσεως καὶ τῆς διὰ μετανοίας τῶν μολυσμῶν ἀφαιρέσεως. τοῦτο γὰρ καὶ γαλάταις ἐπιστέλλων ὁ μακάριος ἔλεγε Παῦλος·" τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν". μετὰ ταῦτα διδάσκει πῶς εὐλογεῖν προσήκει τοὺς ἱερέας, καὶ ὡς τὸ θεῖον ὄνομα χορηγεῖ τοῖς προσιοῦσιν εὐλογίαν." ἐπιθήσουσι, γάρ φησι, τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος εὐλο γήσω αὐτούς". λέγει δὲ καὶ αὐτὰ τῆς εὐλογίας τὰ ῥήματα·" εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι σε, ἐπι φάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ ἐλεήσαι σε· ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σοί, καὶ δῴη σοι εἰρήνην". διδασκόμεθα δὲ διὰ τούτων, ὡς χρὴ πρότερον τοῖς εὐλογημένοις τὰς θείας αἰτεῖν δωρεάς· τοῦτο γὰρ σημαίνει τὸ," εὐλογήσαι σε"· εἶτα τὰ διδόμενα φυλαχθῆναι· ἐπήγαγε γάρ," καὶ φυλάξαι σε". ἡ δὲ δευτέρα εὐλογία τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν προθεσπίζει" ἐπι φάναι, γάρ φησιν, τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ 200 ἐλεήσαι σε"· ἐλέου γὰρ μεστὴ ἡ κατὰ σάρκα τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν οἰκονομία. διὸ καὶ τὰς πρὸς Θεὸν ἡμῖν καταλλαγὰς ἐδωρήσατο· τοῦτο γὰρ ἡ ἑξῆς εὐλογία διδάσκει·" ἐπάραι Κύριος τὸ πρόσω πον αὐτοῦ ἐπὶ σοί, καὶ δώῃ σοι εἰρήνην". περὶ ταύτης τῆς εἰρήνης καὶ ὁ μακάριος ἔφη Παῦλος" αὐτὸς γάρ ἐσ τιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ". ταῦτα περὶ τῆς εὐλογίας διαλεχθεὶς ὁ προφήτης, καὶ διηγησάμενος ὅπως καὶ τὴν σκηνὴν ἔχρισε, καὶ τίνα οἱ φύλαρχοι προσεκόμισαν· ἐδίδαξεν ὅπως θείαν φωνὴν τοῖς ὠσὶν εἰσεδέξατο ἐκ τοῦ ἱλαστηρίου φερομένην· ὃ ἐπέκειτο μὲν τῇ κιβωτῷ, ταῖς δὲ τῶν χερουβὶμ συνεκαλύπτετο πτέρυξι. ταῦτα δὲ οὐ φιλοτιμού μενος γέγραφεν, ἀλλὰ διδάσκων ὡς ἐκεῖθεν τοῖς ἀρχιερεῦσιν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιοῦσι τὴν οἰκείαν ἐπιδείξει δόξαν ὁ δεσπότης Θεός, ὅπως ἦν ἰδεῖν οἷά τε τῶν ἀνθρώπων ἡ φύσις. XII Τί δήποτε τοὺς λευΐτας ἁγιασθῆναι κελεύσας, ἅπαν τὸ σῶμα τῶν τρι χῶν γυμνωθῆναι προσέταξεν; Αἱ τρίχες, τῆς νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται καὶ ὀδύνης αἴσθη σιν οὐ δεχόμεναι. τὴν ἀληθῆ τοίνυν ζωὴν ἔχειν κελεύει τοὺς τῷ Θεῷ λει τουργοῦντας, καὶ μηδὲν νεκρὸν ἔχειν, μηδὲ δυσῶδες. τοῦτο καὶ ὁ θεσ πέσιος ἡμᾶς διδάσκει Παῦλος·" Χριστῷ, γάρ φησι, συνεσ ταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χρισ τός". ταῖς γὰρ θείαις, φησί, ἐνεργείαις ἐμαυτὸν ἀφιέρωσα. XIII Διὰ τί μετὰ πέμπτον καὶ εἰκοστὸν ἔτος μέχρι τοῦ πεντηκοστοῦ λειτουργεῖν τοὺς λευΐτας κελεύει; 1 Ἐπειδὴ ἡ μὲν πρώτη ἡλικία τελείαν οὐκ ἔχει τῶν ἀγαθῶν καὶ κακῶν τὴν 1 διάκρισιν. ἡ τελευταία δὲ ἀσθενέστερον ἔχει τὸ σῶμα. ἀποκρίνει τοίνυν καὶ τὴν νεότητα, καὶ τὸ γήρας· τὴν μὲν διὰ τὸ ἀτελὲς τῆς ψυχῆς, τὸ δὲ διὰ τὸ τοῦ σώματος ἀσθενές. XIV Τίνος χάριν οὐκ ἠδύναντο ἐπιτελέσαι τὸ Πάσχα οἱ ἀκάθαρτοι ἐπὶ ψυχῇ; Συνῆπται ἡ αἰτία τῇ παραιτήσει. ὡς γὰρ ἀπὸ κήδους ὄντες, καί τινας τῶν οἰκείων ταφῇ παραδεδωκότες, ἀκάθαρτοι κατὰ τὴν τοῦ νόμου δια γόρευσιν ἦσαν. δεδιότες τοίνυν, μὴ τοῦ Πάσχα πληροῦντες τὴν ἐντολήν, παραβῶσι τὴν περὶ τῶν ἀκαθάρτων κειμένην καὶ ἀντινομίᾳ περιπέσωσι, τὴν αἰτίαν τὸν νομοθέτην ἐδίδαξαν· ἀλλ' οὐδὲ οὗτος ἐτόλμησεν ἀποκρί νασθαι ἕως τὸν δεσπότην ἠρώτησε. ταύτῃ γὰρ τῇ πλημμελείᾳ Ἰησοῦς ὁ τοῦ Ναυῆ περιπέπτωκε, πρὸ τῆς ἐρωτήσεως τοὺς γαβαωνίτας δεξά μενος. προσέταξε τοίνυν ὁ δεσπότης Θεὸς τοὺς τῷ μιασμῷ τούτῳ περι πίπτοντας, ἢ πόρρωθεν οἰκοῦντας, καὶ τούτου χάριν τῇ τεσσαρεσκαι δεκάτῃ τοῦ πρώτου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα μὴ δυναμένους, τῇ τεσ σαρεσκαιδεκάτῃ τοῦ δευτέρου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα· ἐκέλευσε δὲ καὶ τοὺς προσηλύτους τῶν ἴσων μεταλαχεῖν." νόμος, γάρ φησιν, εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐ τόχθονι τῆς γῆς". διὰ δὲ τούτων τῶν ἐθνῶν προμηνύει τὴν κλῆσιν. XV Πῶς νοητέον τό." σημασίᾳ σαλπιεῖτε ἐν τῇ ἐξάρσει ὑμῶν· καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ"; 2 Ὁ πάνσοφος λέγει Παῦλος." ἐὰν μὴ εὔσημον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον"; διαφοραὶ τοίνυν ἦσαν ἠχῆς, καὶ ἡ μὲν τὴν ἀνάπαυλαν, ἡ δὲ τὴν ὁδοι πορίαν ἐδήλουν· καὶ μία μὲν ἠχοῦσα σάλπιγξ ἐκάλει τοὺς ἄρχοντας, αἱ δὲ δύο τὸν λαὸν καὶ τοὺς ἄρχοντας. τὸ μέντοι σαλπίζειν μόνοις ἀπενεμήθη τοῖς ἱερεῦσιν, ἐπειδὴ τοῦ Θεοῦ τὴν κλῆσιν ἡ σάλπιγξ ἐμήνυε. τοῦτο γὰρ ἐπήγαγε·" ἐὰν ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησ θήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. καὶ ἐν ταῖς ἡμέραις τῆς εὐ φροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νεομηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλ πιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν". ἐπειδὴ γὰρ νομοθετῶν ὁ Θεὸς ἐν τῷ Σινᾷ ὄρει μεγίστῃ σαλπίγγων ἠχῇ τὰς ἀκοὰς αὐτῶν κατεκτύπησε, τῆς ἐπιφανείας αὐτοὺς ἐκείνης ἀναμιμνήσκει διὰ τῆς τῶν σαλπίγγων ἠχῆς· ὅθεν ὁ μα κάριος Δαβὶδ μελῳδῶν ἔφη·" σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν". διὰ δὲ τούτων καὶ ἡμεῖς διδασκόμεθα πᾶσαν ἀθροίζοντες τοῦ λαοῦ τὴν συ ναγωγὴν σαλπίζειν καὶ οὐ σημασίᾳ. ἀσήμως γὰρ διὰ τοὺς ἀμυήτους περὶ τῶν θείων διαλεγόμεθα μυστηρίων· τούτων δὲ χωριζομένων, σαφῶς τοὺς μεμυημένους διδάσκομεν. XVI Διὰ τί τὸν κηδεστὴν ὁ θεῖος Μωϋσῆς Ἰοθὼρ ὀνομάσας ἐν τῇ Ἐξόδῳ, νῦναὐτὸν ἐκάλεσε Ῥαγουήλ; 3 Διώνυμως ἦν, ὡς Ἰακὼβ καὶ Ἰσραήλ, ὡς Σίμων Πέτρος, ὡς Θωμᾶς ὁ λεγόμενος Δίδυμος, ὡς Θαδδαῖος ὁ καὶ Λεββαῖος. τούτου υἱὸς ἦν ὁ Ἰωβάβ. XVII Τίς ἦν ὁ τοῦ λαοῦ γογγυσμός; Τὸν τῆς ὁδοιπορίας ἐδυσχέραινον πόνον. XVIII Τίνος ἕνεκεν ἁμαρτάνουσιν εὐθὺς ἐπάγει τὰς τιμωρίας; Ἀρχὴν εἶχεν ὁ νόμος, ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρο νίζεσθαι τοὺς λοιπούς· ἁρμόδιος γὰρ τοῖς ἀρχομένοις ὁ φόβος· συνέζευκτο μέντοι τῇ τιμωρίᾳ φιλανθρωπία. μεταμελούμενοι γὰρ εὐμενείας ἀπή λαυον. αὐτίκα γοῦν τοῦ θεηλάτου πυρὸς μέρος τι τῆς παρεμβολῆς ἀνα λώσαντος, εἶτα πάντων συνδεδραμηκότων εἰς δέησιν, ᾔτησε μὲν ὁ νομο θέτης τὴν ἄφεσιν, παρέσχε δὲ ταύτην ὁ φιλάνθρωπος Κύριος. ὅτι δὲ ἀναγ καίως αὐτοῖς αἱ τιμωρίαι προσήγοντο, τὰ ἑξῆς μαρτυρεῖ. εὐθὺς γὰρ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τῆς Αἰγύπτου τὴν μνήμην ἀνενεώσαντο, καὶ τῶν κρομμύων, καὶ τῶν σκορόδων καὶ τῶν ἄλλων, ὧν τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας τὸ πάθος ἐπύρσευσε. μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψε φιλοτιμίαν ὁ συγγραφεὺς τὰ περὶ τοῦ μάννα διηγησάμενος, καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ ὄψου ἐπλήρου·" ἤλεθον, γάρ φησιν, ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυείᾳ καὶ ἥψουν ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν ἐγκρυφίας". ἐκείνων δὲ ὀλοφυρομένων, χαλεπαίνει μὲν ὁ δεσπό της Θεός, δυσχεραίνει δὲ ὁ προφήτης καὶ βοᾷ λέγων·" ἵνα τί ἐκά 4 κωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕ ρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι μοὶ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; μὴ ἐγὼ ἐν γασ τρὶ ἔλαβον τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐ τόν, ὅτι λέγεις μοι, ὅτι λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ λάβοι τιθηνὸς τὸν θηλάζον τα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐ τῶν"; δεδήλωκε δὲ διὰ τούτων τὸ ἀτελὲς αὐτῶν καὶ νηπιῶδες· θηλά ζοντι γὰρ αὐτοὺς ἀπείκασεν, ἄλλο μὲν οὐδὲν ἐργάσασθαι δυναμένῳ, ἐκ μυζᾶν δὲ μόνον βουλομένῳ τὸ γάλα. ἐπειδὴ δὲ σφόδρα ἦν τὰ ῥήματα δυσχεραίνοντος· καὶ τὰ ἑξῆς γὰρ τοῦτον ἔχει τὸν νοῦν· διδάσκεται παρὰ τοῦ δεσπότου Θεοῦ, ὡς οὐκ ἀνθρωπίνῃ δυνάμει θείᾳ δὲ χάριτι τὸν λαὸν κυβερνᾷ. ἔφη γὰρ πρὸς αὐτόν·" συνάγαγέ μοι ἑβδομή κοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς οἶδας ὅτι αὐτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν· καὶ ἄξεις αὐ τοὺς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ στή σονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύ ματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος". μεμάθηκε δὲ διὰ τούτων τῶν λόγων ὁ νομοθέτης, ὡς ἀποχρῶσαν ἔλαβε τῇ οἰκονομίᾳ τὴν χάριν. διὰ τοῦτο εἶπεν·" ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί". οὐ γὰρ σπανίζων ἑτέρας δυ νάμεως ἢ χάριτος τοῦτο ἔφη, ἀλλ' ἐκεῖνον διδάσκων ὡς εἰλήφει δύναμιν ἀρκοῦσαν τῇ χρείᾳ, ὅτι δὲ καὶ τοῖς ἑβδομήκοντα δοὺς οὐκ ἐμείωσε τούτου τὴν χάριν, τὰ πράγματα μαρτυρεῖ· τὰ αὐτὰ γὰρ καὶ οἰκονομῶν, καὶ θαυ ματουργῶν διετέλει ἃ καὶ πρότερον ἐπετέλει. ὥσπερ γὰρ ἐκ μιᾶς θρυαλ 5 λίδος μυρίας τις ἐξάπτων, οὔτε ταύτην μειοῖ, κἀκείναις μεταδίδωσι τοῦ φωτός· οὕτως ὁ τῶν ὅλων Θεὸς τῆς τούτου χάριτος τοῖς ἑβδομήκοντα μεταδιδούς, τὴν τούτῳ δοθεῖσαν οὐκ ἠλάττωσε χάριν. τοῦτο καὶ νῦν ὁρῶμεν γινόμενον. πολλαὶ γὰρ ἀνθρώπων μυριάδες ὑπὸ ἱερέως ἑνὸς βαπ τιζόμεναι, καὶ τὴν θείαν δεχόμεναι δωρεάν, οὐ σμικρύνουσι τοῦ ἱερέως τὴν χάριν· καὶ πάμπολλοι παρὰ τῶν ἀρχιερέων χειροτονούμενοι, καὶ τὴν ἱερατικὴν ἀξίαν δεχόμενοι, τοῦ χειροτονοῦντος οὐκ ἐλαττοῦσι τὴν δω ρεάν. μεμαρτύρηκε μέντοι ὁ δεσπότης τῇ τοῦ θεράποντος ψήφῳ· ἔφη γὰρ αὐτῷ, ἔκλεξαι" οὓς οἶδας". XIX Τί δήποτε τοῦ Θεοῦ δώσειν ὑποσχομένου κρέα ὁ προφήτης ἀμφέβαλλεν; Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. ἐδιδάχθη δὲ παρὰ τοῦ δεσπότου Θεοῦ μὴ ἐνδοιάζειν ὑπισχνουμένου Θεοῦ. ἔφη γὰρ πρὸς αὐτόν·" μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου, ἢ οὔ". ὑπισχνούμενος μέντοι δώσειν, τῇ φιλοτιμίᾳ τιμωρίαν συνῆψεν, εἰπὼν γάρ, ὅτι" ἕως μηνὸς φάγεσθε κρέα, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν", ἐπήγαγε·" καὶ ἔσται ὑμῖν εἰς χολέραν", ἢ ὡς ὁ Σύμμαχος," εἰς ἀπε ψίαν". ἡ γὰρ ἀδηφαγία τὴν νόσον ἐπήγαγε, καὶ πολλοῖς τὸν θάνατον ἡ θεήλατος πληγή. διὸ καὶ ὁ θεῖος ἐπήγαγε Δαβίδ·" ἔτι τῆς βρώ σεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν". εἰκότως τοίνυν ὁ πάνσοφος παραινεῖ Παῦ λος·" μὴ ποιεῖσθε τῆς σαρκὸς πρόνοιαν εἰς ἐπι θυμίαν". 6 XX Τίνος χάριν εὐθὺς μὲν προβληθέντες οἱ ἑβδομήκοντα προεφήτευσαν, μετὰ δὲ ταῦτα οὐκέτι; Ὅτι οὐ προφητείας χάριν, ἀλλ' οἰκονομίας αὐτοὺς προὐβάλετο· τῶν δὲ τοῦ πνεύματος χαρισμάτων καὶ τοῦτο. ὅθεν ὁ μακάριος Παῦλος τοῖς ἀποσ τόλοις καὶ τοῖς προφήταις καὶ τοῖς διδασκάλοις καὶ τοῖς χαρίσμασι τῶν ἰαμάτων, τὰς ἀντιλήψεις καὶ κυβερνήσεις συνέταξε, τούτου οἱ ἑβδομή κοντα τοῦ χαρίσματος ἠξιώθησαν· ἵνα δὲ δῆλοι γένωνται τῷ λαῷ, ὅτι δὴ τῆς θείας ἀπήλαυσαν δωρεᾶς, εὐθύς τινα προηγόρευσαν. XXI Ἐλδὰδ καὶ Μωδὰδ τί δήποτε προεφήτευσαν μὴ συναριθμηθέντες τοῖς ἑβδομήκοντα; Εἰκὸς αὐτοὺς ἴσους εἶναι τὴν ἀξίαν τοῖς ἑβδομήκοντα, καὶ τούτου χάριν ἀπολαῦσαι τῆς δωρεᾶς. αἰνίττεται δὲ ὁ λόγος, ὅτι πολλάκις τοὺς ἀδο κίμους παρὰ ἀνθρώποις νομιζομένους δοκίμους οἶδεν ὁ τὰ κεκρυμμένα γι νώσκων. οὕτως ἐπὶ τοῦ Κορνηλίου προὔλαβε τὴν τῶν ἀνθρώπων δια κονίαν ἡ θεία φιλοτιμία· πρὸ γὰρ τοῦ βαπτίσματος ἔδωκεν αὐτῷ τὴν χάριν τοῦ πνεύματος. ἐδείχθη δὲ κἀνταῦθα τοῦ νομοθέτου τὸ ἄφθονον. τοῦ γὰρ Ἰησοῦ εἰρηκότος," Κύριε Μωϋσῆ, κώλυσον αὐ τούς", ὑπολαβὼν ἔφη," μὴ ζηλοῖς σύ μοι; καὶ τίς ἂν δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς", καὶ ὁ πανεύφημος δὲ Ἰησοῦς οὐ τοῦ φθόνου τὸ πάθος ἐδέξατο, ἀλλ' αὐθάδειαν καὶ τυραννίδα τὸ πρᾶγμα νομίσας, τοῖσδε τοῖς λόγοις ἐχρήσατο. ὅτι γὰρ τούτου τοῦ πάθους ἐλεύθερος ἦν, ὁ ἔπαινος μαρτυρεῖ. οὕτω γὰρ ἔφη·" καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ παρεσ 7 τηκὼς Μωϋσῇ ὁ ἐκλεκτὸς εἶπεν, Κύριε Μωϋσῆ, κώλυσον αὐτούς". XXII Τίνα χρὴ νοῆσαι τὴν αἰθιόπισσαν γυναῖκα, ἣν ἔλαβε Μωϋσῆς; Ἰώσηπος μὲν εἶπεν, ὡς ἡνίκα ἐν τοῖς βασιλείοις ἐτρέφετο, στρατηγὸς εἰς τὸν κατὰ αἰθιόπων χειροτονηθεὶς πόλεμον, εἶτα νικήσας, ἠγάγετο τοῦ βασιλέως ἐκείνου τὴν θυγατέρα. Ἀπολινάριος δὲ μῦθον ἀνέπλασε πολλῷ μυθωδέστερον τούτου· ἔφη γὰρ μετὰ τὴν Σεπφώραν ἄλλην αὐτὸν αἰθιό πισσαν γῆμαι, ἵνα, φησί, γένηται τύπος τοῦ δεσπότου Χριστοῦ, ὃς μετὰ τὴν ἰσραηλῖτιν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἐμνήστευσεν. ἀλλὰ καὶ ἡ Σεπφώρα ἀλλόφυλος ἦν. τὸ τοίνυν πλάττειν μύθους, οὐ τοῦ θείου πνεύματος, ἀλλὰ τοῦ ἐναντίου. τοσαύτης γὰρ ἁγνείας μετὰ τὴν κλῆσιν ὁ νομοθέτης ἐφρόν τισεν, ὅτι καὶ τὴν Σεπφώραν κατέλιπεν εἰς Αἴγυπτον εἰσιών. μετὰ δὲ τὴν ἐκεῖθεν ἔξοδον, ἀφίκετο πρὸς αὐτὸν ὁ κηδεστὴς ἄγων ἐκείνην μετὰ τῶν παιδίων, καὶ προστέθεικεν ὅτι" μετὰ τὴν ἄφεσιν ἤγαγεν αὐτήν". τὴν Σεπφώραν τοίνυν ὠνόμασεν αἰθιόπισσαν· τὸ γὰρ Σαβὰ ἔθνος αἰθιοπικόν ἐστιν. ὁ γὰρ εὐαγγελιστής φησιν·" βασίλισσα αἰθιόπων ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γε νεὰν ταύτην". ἀλλ' ἡ τῶν βασιλειῶν ἱστορία βασίλισσαν Σαβὰ προσηγόρευσε ταύτην. Σαβὰ δὲ καλεῖται τῶν ὁμηριτῶν τὸ ἔθνος· τού τοις οἱ μαδιηναῖοι πελάζουσιν. ἐπειδὴ τοίνυν ὁ Ἀαρὼν ἰσραηλῖτιν ἠγάγε το, ἀλλόφυλον δὲ ὁ Μωϋσῆς, μικροψυχίας γενομένης, ταύτην αὐτῷ τὴν λοι δορίαν προσήνεγκαν. καὶ μαρτυρεῖ δὲ τῇ τελειοτάτῃ ἀρετῇ τοῦ νομοθέτου τῶν ἀδελφῶν ἡ παροινία· ἀπορήσαντες γὰρ δηλονότι κατηγορίας ἑτέρας, τῆς γυναικὸς αὐτῷ τὸν ψόγον ἐπήνεγκαν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ 8 ἡ ψῆφος τοῦ δικαιοτάτου κριτοῦ· ἔφη γάρ·" ἐὰν γένηται προ φήτης ὑμῖν, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ αὐτῷ λαλήσω. οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε. καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ"; ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὁ φάσκων·" ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω λέγει Κύριος". διδασκόμεθα γὰρ καὶ διὰ τούτων καὶ δι' ἐκείνων, μὴ ἀμύ νεσθαι τοὺς ἀδικοῦντας, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν, μάλα τῶν ἀδικουμένων προμηθουμένην, ὥσπερ ἀμέλει καὶ τότε Μωϋσῆ σιγῶντος τῇ Μαριὰμ τὴν λέπραν ἐπήνεγκεν. XXIII Τί δήποτε τῶν δύο λελοιδορηκότων, ἐκείνη δίκας ἔτισε μόνη; Πρῶτον ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄρρενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ. ἔπειτα εἶχέ τινα μετρίαν συγ γνώμην ὁ Ἀαρών, καὶ ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. πρὸς δὲ τούτοις, ἐπειδὴ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρών, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ καὶ ἐπαίδευσεν. οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρὸ τῆς τοῦτο δεξαμένης αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν· ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. εἶτα ὁ φιλάνθρωπος ἐδίδαξε Κύριος, ὡς οὐ δικαστικῶς αὐ 9 τήν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν. ἔφη γάρ," εἰ ὁ πατὴρ αὐτῆς ἐμπτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται". συνέζευκται δὲ καὶ τιμὴ τῇ ἀτιμίᾳ· οὐκ ἀπῆρε γὰρ ὁ λαὸς ἕως ἀπηλλάγη τοῦ πάθους. XXIV Τίνος χάριν κατασκόπους ἀποσταλῆναι προσέταξεν; Ἵνα προμαθόντες τῆς γῆς τὴν εὐκαρπίαν, ἐπιθυμήσωσι μεταλαχεῖν τῶν ἐπαινουμένων καρπῶν· ὀκνοῦντες δὲ καὶ ὀκλάζοντες, μηδεμίαν ἔχωσι παραίτησιν κολαζόμενοι. XXV Τί δήποτε τὸν Αὑσήν, ἡνίκα κατάσκοπον ἔπεμπεν, ἐκάλεσεν Ἰησοῦν; Ὅτι τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ, ὃς τὸ τῶν κατασκόπων ἐμιμήσατο σχῆμα, τὴν ἡμετέραν οἰκονομῶν σωτηρίαν. καθάπερ γὰρ οἱ κατάσκοποι τῷ τῶν ἐθνῶν ἐκείνων, ἃ κατασκοποῦσι, καὶ σχήματι κέχρηνται καὶ φωνῇ, οὕτως ὁ Θεὸς λόγος τὴν ἀνθρωπείαν περιθέμενος φύσιν, καὶ τῇ ταύτης γλώττῃ χρησάμενος, τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν. XXVI Τίνα λέγει γενεὰν Ἐνάκ; Ὀνομαστότατος οὗτος ἦν καὶ πολυθρύλλητος, ὡς εἰκός, διὰ τὸ τοῦ σώ ματος μέγεθος· καὶ τὸ γένος δὲ πάντως τῷ προγόνῳ ἐῴκει. XXVII Τί ἐστιν," ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν"; 210 Προλέγει τὴν ἰουδαίων ἀποβολὴν καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν· καὶ ὅρκον τῇ προρρήσει προστίθησι." ζῶ, γάρ φησιν, ἐγώ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶ σαν τὴν γῆν". κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτάς, ὅτι" ἐμπλήσει πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου". εἶτα ἐκφέρει τὴν ψῆφον κατὰ τῶν ἀριθμηθέντων ἁπάντων, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ, οἳ πρὸς τῇ ἀληθείᾳ τῶν μηνυμάτων, τὴν εὐσεβῆ παραίνεσιν προσήνεγκαν τῷ λαῷ. ταύτῃ μέντοι παραβαλεῖν προσήκει τῇ ἀποφάσει τὴν ἐν τοῖς εὐαγγελίοις εἰρημένην·" ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς". τύπος γὰρ τῶν μὲν ἠπιστηκότων ἰουδαίων, οἱ ἐν τῇ ἐρήμῳ πεπτωκότες δι' ἀπιστίαν· τῶν δὲ πεπιστευκότων ἐθνῶν, οἱ ἀπερίτμητοι παῖδες, οἱ ἀντ' ἐκείνων διὰ Ἰησοῦ τὴν γῆν ἀπειληφότες τὴν τοῖς προγόνοις ἐπηγγελμένην. XXVIII Τί δήποτε περὶ τῶν αὐτῶν θυσιῶν πολλὰ νενομοθέτηκεν; Ἵνα τῇ συνεχείᾳ τῆς νομοθεσίας παγίαν τῶν νόμων τὴν μνήμην ἐργά σηται. XXIX Τί ἐστι," ψυχὴ ἥ τις ποιήσει ἐν χειρὶ ὑπερηφανίαν; Περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας ὁποίαν χρὴ θυσίαν προ σενεγκεῖν, καὶ περὶ τῶν ἑκουσίως ἡμαρτηκότων νομοθετεῖ. διάφορα δὲ τὰ ἁμαρτήματα· οἱ μὲν γὰρ οὐ φέρουσι διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν τὴν τῶν παθῶν ἐπανάστασιν, καὶ ἐνδιδόντες ἡττῶνται· οἱ δὲ καὶ ἐξ ἑτέρας 211 περιστάσεως ἁμαρτήμασι περιπίπτουσιν. εἰσὶ δέ, οἳ καὶ καταφρονητικῶς περὶ τοὺς θείους διάκεινται νόμους· τούτους ἐξ ὑπερηφανίας ἁμαρτάνειν ἔφη, ὡς ἑκόντας τῶν νόμων καταφρονοῦντας. τὸν τοιοῦτον ἐξαλειφθήσεσ θαι ἔφη, καὶ τὴν αἰτίαν ἐπήγαγεν," ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύ λισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρί ψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη· ἁμαρτία γὰρ αὐτῆς ἐν αὐτῇ". ὁ μὲν γὰρ δι' ἀσθένειαν ἡττώμενος τῶν παθῶν, εἶτα στένων καὶ ὀδυρόμενος, ἔχει τινὰ γοῦν σμικρὰν συγγνώμην· ὁ δὲ τὰ πονηρὰ ἀσπαζόμενος, καὶ τῶν θείων καταφρονῶν ἐντολῶν, πάσης ἀπολογίας ἐστέρηται. XXX Διὰ τί τὸν ἐν τῷ σαββάτῳ συλλέξαντα ξύλα καταλευσθῆναι προσέταξεν; Ὡς πρῶτον τοῦτον παραβεβηκότα τὸν νόμον, ἵνα μὴ γένηται παρανομίας ἀρχέτυπον· ἡ γὰρ τούτου τιμωρία δέος ἐνέθηκεν ἅπασιν. XXXI Τί δήποτε προσέταξεν αὐτοῖς ὁ Θεὸς τοῖς κρασπέδοις τῶν ἱματίων κλῶσ μα ὑακίνθινον ἐπιθεῖναι; Τὸ ὑακίνθινον κλῶσμα τοῦ οὐρανοῦ μιμεῖται τὴν χρόαν. ἀνεμίμνησκε τοίνυν αὐτοὺς τοῦ νομοθέτου, ὃς πληροῖ μὲν τὰ πάντα, οἰκεῖν δὲ δοκεῖ τὸν οὐρανόν." ὁ οὐρανός, γάρ φησι, τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ". καί," ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς". τοῦτο δὲ καὶ ὁ νόμος διδάσκει·" ὄψεσθε, γάρ φησι, τὰ κράσπεδα καὶ ἀναμνησθήσεσθε πᾶσας τὰς ἐν τολὰς Κυρίου ποιῆσαι αὐτάς, καὶ οὐ διαστρα φήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφ θαλμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν". 212 XXXII Τὸ μέντοι Κορὲ στασιάσαι κατὰ τοῦ νομοθέτου ἔχει τινὰ λόγον· ἐκ γὰρ τῆς λευϊτικῆς ὑπῆρχε φυλῆς· Δαθὰν δὲ καὶ Ἀβειρών, καὶ Ἐλιάβ, ἐκ τοῦ Ῥουβὴν τὸ γένος κατάγοντες, ποίαν ἔχουσι τῆς στάσεως ἀφορμήν; Πρωτότοκος ἦν ὁ Ῥουβήν· καὶ ᾠήθησαν πρωτοτόκοις τὴν ἱερωσύνην ἁρμόττειν· καὶ οὐκ ἐσκόπησαν, ὡς ὁ πρόγονος αὐτῶν τῶν πρωτοτοκίων διὰ τὴν παρανομίαν ἐξέπεσεν. XXXIII Τί ἐστι," μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν"; Ἀγὼν περὶ τῆς ἱερωσύνης ἐγίνετο· καὶ ἔμελλον καὶ οὗτοι κἀκεῖνοι προσ φέρειν θυμίαμα, κριτῇ δέ, ἐχρῶντο τῷ δεσπότῃ Θεῷ. ἀθυμήσας τοίνυν ὁ προφήτης διὰ τοὺς τῆς στάσεως ἀρχηγούς, ἱκέτευε τὸν κριτήν, μὴ δέξα σθαι τὸ παρανόμως ὑπὸ τῶν στασιαστῶν προσφερόμενον, καὶ εἰς μαρτυ ρίαν αὐτὸν τῆς οἰκείας ἐπιεικείας καλεῖ·" μὴ πρόσχῃς, γάρ φησιν, εἰς θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν". ἔργῳ δὲ τὴν μαρτυρίαν ἐβεβαίωσεν ὁ κριτής." ἀποσχίσθητε, γάρ φησιν, ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ". δεδήλωκε δὲ πάλιν ὁ πανεύφημος Μωϋσῆς τὴν οἰκείαν πραότητα. προκυλινδούμενος γὰρ τοῦ κριτοῦ ἐβόα·" ὁ Θεὸς τῶν πνευμάτων, καὶ πάσης σαρκός, εἰ ἄν 213 θρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἡ ὀργὴ Κυρίου"; δεξάμενος δὲ ὁ φιλάνθρωπος Κύριος τὴν τοῦ θεράποντος ἱκετείαν, τῶν μὲν στασιαστῶν ἀποκριθῆναι κελεύει τοὺς ἄλ λους· χῆναι δὲ νεύσας τῇ γῇ, αὐτάνδρους τὰς σκηνὰς ὑποβρυχίους ἀπέ φηνε· καὶ οἱ διὰ μέσης θαλάσσης ὁδεύσαντες, ἐν τῇ γῇ κατεπόθησαν. ῥᾴ διον γὰρ τῷ ποιητῇ καὶ ξηρὰν ὁδὸν ἐν τῇ θαλάττῃ δημιουργεῖν, καὶ τῇ γῇ πάλιν εἰς τιμωρίαν ἀντὶ θαλάσσης κεχρῆσθαι. τοῖς μὲν γὰρ αἰγυπτίοις τὸν δι' ὕδατος ἐπήγαγεν ὄλεθρον, τὸν δὲ Δαθὰν καὶ Ἀβειρὼν καὶ τοὺς ἄλλους, τοῖς τῆς γῆς συνεκάλυψε κύμασι. τούτους μὲν οὖν ζῶντας τῷ ᾅδῃ παρέπεμψε, τοῦ δὲ Κορὲ τὴν συναγωγὴν πυρὶ κατηνάλωσεν. XXXIV Διὰ τί προσέταξεν ὁ Θεὸς τὰ τῶν στασιαστῶν πυρεῖα τῷ θυσιαστηρίῳ γενέσθαι περίθεμα; Εἰς ἔλεγχον τῶν κατὰ τῆς ἱερωσύνης θρασυνομένων, καὶ βεβαίωσιν τῶν ἱερουργεῖν προστεταγμένων. τοῦτο γὰρ ἐπήγαγε·" μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀα ρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου". τούτου χάριν καὶ τὴν βλαστήσασαν ῥάβδον ἐντεθῆναι προσέταξεν τῇ κιβωτῷ· καὶ πάλιν ἐνομοθέτησε, τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ λευΐτας ὑπουρ γεῖν, μήτε τῷ θυσιαστηρίῳ, μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν. εἶτα διδάσκει καὶ τίνα χρὴ τοὺς ἱερέας λαμβάνειν. τὰς γὰρ αὐτῷ προσφερο μένας ἀπαρχὰς οἴνου καὶ σίτου, καὶ ἐλαίου καὶ ἄρτων, αὐτοὺς ἐσθίειν ἐκέλευσε. καὶ μέντοι καὶ τὰ ἀναθήματα, καὶ τὰ πρωτότοκα αὐτοὺς πάλιν λαμβάνειν διηγόρευσε· τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας τὰ λύτρα. 214" ἡ λύτρωσις γὰρ αὐτοῦ, φησίν, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι". τῶν δὲ καθαρῶν πρωτοτόκων ζῴων, τὸ μὲν αἷμα ἐκχεθῆναι προσέταξε παρὰ τὴν τοῦ θυσιαστηρίου βά σιν, τὸ δὲ στέαρ προσενεχθῆναι, τὰ δὲ κρέα αὐτοὺς λαμβάνειν, ὥσπερ δὴ τὸ στηθύνιον καὶ τὸν βραχίονα, ἀπὸ τῶν ἄλλων θυμάτων κομίζονται." διαθήκην δὲ ἁλὸς" τὴν κοινωνίαν ἐκάλεσεν, ἐπειδὴ κατὰ τὸν θεῖον ἀπόστολον," οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται". τινὲς δέ φασιν ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν, εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς λευΐτας ὡς οὐ βούλεται αὐτοὺς κλῆρον λαβεῖν, ὡς τὰς ἄλλας φυλάς· ἀλλὰ παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ τοὺς λευΐτας· καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας, καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσ γιγνομένων κερδῶν, καὶ τῶν ἐξ ἐμπορίας ἢ ἑτέρας τινὸς χρείας. τοὺς δὲ λευΐτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσι· καὶ τούτων μὲν ἐν παντὶ τόπῳ κελεύει μεταλαγχάνειν· τὰ δέ γε ἐκ τῶν θυσιῶν ἀφωρισ μένα αὐτοῖς ἔνδον ἐσθίειν ἐν τῷ ναῷ. καλεῖ δὲ καὶ τὰς δεκάτας μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν. ὑμῶν, γάρ φησιν, γεωργούντων ἢ ἐμπορευομένων ἢ οἴκοι διαγόντων, οὗτοι ἀντὶ πάντων ὑμῶν τῇ ἐμῇ προσεδρεύουσι λει τουργίᾳ. τοῦτο γὰρ ἔφη, ὅτι" μισθὸς ὑμῶν οὗτός ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν, τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου". XXXV Πῶς νοητέον τὰ περὶ τῆς πυρρᾶς δαμάλεως διηγορευμένα; 215 Προσενεχθῆναι μὲν ταύτην ὑπὲρ τῆς τοῦ λαοῦ ἁμαρτίας νενομοθέτηκε· προτυποῖ δὲ τὸ σωτήριον πάθος, ὃ τοῦ κόσμου παντὸς ἦρε τὴν ἁμαρ τίαν. πυρρὰν δὲ προσκομισθῆναι κελεύει δάμαλιν, ἵνα προτυπώσῃ τὸ γήϊνον σῶμα· καὶ γὰρ τοῦ Ἀδὰμ ἡ προσηγορία τὴν ἐρυθρὰν αἰνίττεται γῆν ἐξ ἧς αὐτοῦ διεπλάσθη τὸ σῶμα. καὶ τὸ ἄμωμον δὲ τῆς δαμάλεως, τὸ ἀναμάρτητον προδηλοῖ τοῦ δεσπότου Χριστοῦ. καὶ τὸ ἄζυγα εἶναι τὴν δάμαλιν, τὴν τοῦ σωτῆρος ἡμῶν ἐλευθερίαν αἰνίττεται. ὁ γὰρ ζυγὸς τὴν δουλείαν δηλοῖ· ὁ δὲ Κύριος τὸ δίδραχμον ἀπαιτούμενος ἔφη," ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί". ἡ δὲ ἔξω τῆς παρεμβολῆς σφαγὴ τῆς δαμάλεως, τὸ ἔξω τῆς πύλης γενόμενον τοῦ σωτῆρος πάθος. ταῦτα δὲ σαφέστερον διδάσκει ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς ἑβραίους ἐπιστολῇ. πᾶσαν δὲ τὴν δάμαλιν σὺν τῷ δέρματι καὶ τοῖς ἄλλοις κατακαυθῆναι προσέταξεν· ἐπειδὴ πάντα καθαρὰ τοῦ δεσπότου Χριστοῦ. τὸ δὲ ξύλον τὸ κέδρινον τοῦ σταυροῦ σύμβολον ἦν. ὥσπερ γὰρ τοῦτο ἄσηπτον, οὕ τως ἐκεῖνο ζωοποιόν. τὸ δὲ κόκκινον, τοῦ δεσποτικοῦ αἵματος. τὸ δέ γε ὕσσωπον, ὅτι ἡ ζωτικὴ θερμότης διέλυσε τοῦ θανάτου τὴν ψυχρότητα. τὸν μέντοι κατακαίοντα τὴν δάμαλιν ἀκάθαρτον μέχρις ἑσπέρας φησὶν εἶναι, εἰς τύπον τῶν τὸν δεσπότην ἐσταυρωκότων Χριστόν. ταύτῃ δὲ τῇ σποδῷ μεθ' ὕδατος χρωμένους ἐκέλευσε περιρραίνεσθαι τοὺς τῷ τεθ νηκότι πελάζοντας, ἢ ὀστῶν ἁπτομένους, ἢ ἄλλῳ τινὶ τοιούτῳ μολυνο μένους." καὶ ἄνθρωπος, φησίν, ὃς ἐὰν μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραν τίσθη ἐπ' αὐτόν". οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη," ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν". XXXVI Διὰ τί ἀκάθαρτον εἶναι λέγει μέχρις ἑσπέρας καὶ τὸν περιρραίνοντα καὶ τὸν περιρραινόμενον; 216 Ἐπειδὴ κατὰ τὸν νόμον ἀκάθαρτος ἦν ὁ ἁπτόμενος ὀστέου νεκροῦ. οὐκοῦν ἡ κάθαρσις τῇ ἀληθείᾳ συμβαίνει· διὰ Χριστοῦ γὰρ ἡ κάθαρσις· τὸ δὲ ἀκάθαρτον εἶναι τῷ νόμῳ· ὁ δὲ νόμος προετύπου τὴν χάριν. καὶ οὗτοι δὲ ἀκάθαρτοι ἦσαν μέχρις ἑσπέρας, τουτέστι μέχρι τοῦ τέλους τοῦ νόμου. ὄρθρῳ γὰρ ἔοικεν ἡ δεσποτικὴ παρουσία." τοῖς γὰρ ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν", ᾗ φησιν ὁ προφήτης Ἠσαΐας, καὶ ἀλλαχοῦ δὲ αὐτὸς εἴρηκεν ὁ Θεός·" τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ". καὶ πάλιν·" ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ". XXXVII Τί δήποτε ὠργίσθη τῷ Μωϋσῇ καὶ τῷ Ἀαρὼν ὁ δεσπότης Θεός, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγον; Ἀθυμοῦσιν αὐτοῖς διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν ἐπέκειντο, διὰ τὴν τοῦ ὕδατος στασιάζοντες σπάνιν. δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν, ἀμφιβόλοις ἐχρήσαντο ῥήμασιν τὸ ὕδωρ ἐξαγαγόντες. ἔφη γὰρ οὕτως ὁ νομοθέτης·" ἀκούσατέ μου, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ"; τούτου χάριν ὁ δεσπότης Θεὸς τὴν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον· ἔφη δὲ οὕτως·" ὅτι οὐκ ἐπιστεύσατέ μοι, ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ· διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς". τοῦτο καὶ μελῳδῶν ὁ θεῖος εἶπε Δαβίδ·" καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς, ὅτι παρεπίκραναν τὸ πνεῦ μα αὐτοῦ", καὶ" διέστειλεν ἐν τοῖς χείλεσιν αὐ τοῦ". ὀργιζόμενος γὰρ ἐκείνοις, ἀμφιβόλως τὸν λόγον προήνεγκε· καὶ ἦν οὐ τῆς ψυχῆς, ἀλλὰ τῆς γλώττης ἡ ἀμφιβολία. τοῦτο γὰρ ἔφη, 217" διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ". ἰστέον μέντοι, ὡς ἕτερον οἰκονομῶν ὁ Θεὸς ταύτην ἐξενήνοχε τὴν ἀπόφασιν· ὅπερ εἰς καιρὸν δηλώσομεν. XXXVIII Τί δήποτε διὰ τοῦ χαλκοῦ ὄφεως θεραπεύεσθαι προσέταξεν ὁ Θεὸς τὰ τῶν ὄφεων δήγματα; Προτυποῖ καὶ τοῦτο τὸ σωτήριον πάθος. διὰ γὰρ τοῦ ὄφεως ἡ ἁμαρτία ἐβλάστησεν· ὅθεν καὶ τὴν κατάραν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο. τύπος τοίνυν καὶ τῆς ἁμαρτίας καὶ τῆς κατάρας ὁ ὄφις. ἐπειδὴ τοίνυν ὁ δεσπότης Χριστὸς" ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας", ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἐπεφάνη· σῶμα μὲν γὰρ ἀληθῶς ἔλαβεν, ἁμαρ τίαν δὲ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· προ τυποῦται τὸ σωτήριον πάθος ἐν τῷ ὄφει τῷ χαλκῷ. ὥσπερ γὰρ ὁ χαλ κοῦς ὄφις ἴνδαλμα μὲν τῶν ὄφεων ἦν, οὐκ εἶχε δὲ τῶν ὄφεων τὸν ἰόν· οὕτως ὁ μονογενὴς υἱὸς σῶμα μὲν εἶχεν ἀνθρώπινον, κηλίδα δὲ ἁμαρτημάτων οὐκ εἶχε. καὶ καθάπερ οἱ ὑπὸ τῶν ὄφεων δακνόμενοι, εἰς τὸν χαλκοῦν ἀπο βλέποντες ὄφιν σωτηρίας ἀπήλαυον, οὕτως οἱ ὑπὸ τῆς ἁμαρτίας πλητ τόμενοι, τῷ πάθει τοῦ σωτῆρος ἡμῶν ἀνενδοιάστως πιστεύοντες, κρείττους ἀποφαίνονται τοῦ θανάτου, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσιν. XXXIX Εἰ μάντις ἦν ὁ Βαλαάμ, τί δήποτε τὸν Κύριον ἠρώτα; Ἐκεῖνος μὲν οὐ τὸν ἀληθινὸν ἠρώτα Θεόν· ἀπεκρίνατο δὲ αὐτῷ, οὐχ ὁ παρ' αὐτοῦ καλούμενος, ἀλλ' ὁ παρ' αὐτοῦ ἀγνοούμενος." ἦλθε, γάρ φησιν, ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρω ποι οὗτοι παρὰ σοί"; οὐκ ἐπειδὴ τὴν αἰτίαν τῆς ἐκείνων παρουσίας ἠγνόει ἀλλ' ἵνα παρὰ τοῦ μάντεως λαβὼν ἀφορμὴν τὸ πρακ τέον κελεύσῃ. 218 XL Τίνος χάριν κελεύσας αὐτῷ μὴ ἀπελθεῖν, πάλιν ἐκέλευσεν ἀπελθεῖν; Ἐπειδὴ τῶν ἀπαγγελθέντων χρημάτων ὁ Βαλαὰμ ἐρασθείς, ἤρετο πάλιν, εἰ χρὴ τοῖς ἀποσταλεῖσιν συναπελθεῖν, νομίσας μεταμελείᾳ κεχρῆσθαι τὸν δεσπότην Θεόν, ἐπέτρεψεν ἀπελθεῖν, μονονουχὶ λέγων· ἄπελθε μὲν, ἐπειδὴ τοῦτο πρᾶξαι ποθεῖς, ἴσθι μέντοι, ὡς ἅπερ ἂν ἐθελήσω λαλήσεις. XLI Διὰ τί κελεύσας ἀπελθεῖν, διὰ ἀγγέλου τὴν πορείαν κωλύει; Δεδίττεται αὐτὸν καὶ τῇ τῆς ὄνου φωνῇ παρὰ φύσιν γεγενημένῃ καὶ τῇ τοῦ ἀγγέλου θεωρίᾳ, ἵνα γνῷ πόσην ὁ Θεὸς τοῦ λαοῦ ποιεῖται κηδεμονίαν. φασὶ δέ τινες, τὸν ἄγγελον τὸν Μιχαὴλ εἶναι τὸν τοῦ λαοῦ προστα τεύοντα. XLII Καὶ ποίαν ἰσχὺν εἶχεν ἡ τοῦ μάντεως ἀρὰ μὴ βουλομένου Θεοῦ; Ἰσχὺν μὲν εἶχεν οὐδεμίαν· ψευδὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ κατέχουσα δόξα. ἐπειδὴ δὲ συνεχῶς παρανομῶν ὁ λαὸς ὑπέμενεν θεηλάτους πληγάς, πρὸς τὴν ἐκείνων ἀσθένειαν τὰ κατὰ τὸν Βαλαὰμ ᾠκονόμησεν ὁ δεσπότης Θεός. ἵνα γὰρ μὴ νομίσωσι παρὰ τοῦ Θεοῦ παιδευόμενοι, διὰ τὰς τοῦ μάντεως ἀρὰς συμφοραῖς περιπίπτειν, οὐκ εἴασε τὸν μάντιν χρήσασθαι ταῖς ἀραῖς, τὰς τῶν ἀνοήτων ἀφορμὰς περικόπτων. ὅτι γὰρ, εἰ καὶ ἰσχύν τινα εἶχον αἱ τοῦ μάντεως ἀραί, ῥᾴδιον ἦν τῷ τὰ πάντα τεκτηναμένῳ ταύτας ἀπο φῆναι ματαίας, δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις." Κύριος, γάρ 219 φησι, διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισ μοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα". ὁ μέντοι Βαλαὰμ καὶ τοῦ Θεοῦ τὴν κηδεμονίαν μεμαθηκώς, ταῖς θυσίαις μεταπεῖσαι πειρᾶται· ἕνα τῶν ψευδωνύμων εἶναι τοπάζων, οὓς καὶ τρεπτοὺς ὀνο μάζουσιν οἱ τούτων θεραπευταί. τὸ δέ," ἐπορεύθη ἐπ' εὐ θεῖαν", δηλοῖ ὅτι τὸ πρακτέον ἀληθῶς ἠβουλήθη μαθεῖν. τούτου χάριν τὸ ἀκάθαρτον στόμα τοῦ παναγίου πνεύματος ἐδέξατο τὴν ἐνέρ γειαν, καὶ φθέγγεται ἃ μὴ βούλεται· καὶ βοᾷ" τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι ὃν μὴ κα ταρᾶται Θεός"; καὶ προαγορεύει τὰ ἐσόμενα·" ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισ θήσεται. τίς ἐξηκριβώσατο σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ"; εἶτα αἰτεῖ τῆς ἐκείνων μετασχεῖν κοινωνίας·" ἀποθάνοι ἡ ψυχή μου ἐν ψυ χαῖς δικαίων· καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων". ἐπειδὴ δὲ δυσχεράνας ὁ Βαλάκ, καὶ τοπάσας ὅτι τῶν ἑβραίων τὸ πλῆθος ἰδών, τὴν εὐλογίαν προσήνεγκεν, εἰς ἕτερον αὐτὸν ἀπήγαγε τόπον, ἐξ οὗ μέρος οἷόν τε ἦν ἰδεῖν τοῦ λαοῦ, εἰκότως πάλιν τὸ πανάγιον πνεῦμα δι' ἐκείνου φησίν·" οὐχ ὡς ἄνθρω πος ὁ Θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἰπὼν οὐχὶ ποιήσει; λα λήσει καὶ οὐκ ἐμμενεῖ"; ἄτρεπτος, φησίν, ὦ Βαλάκ, καὶ ἀναλ λοίωτος ἡ τοῦ Θεοῦ φύσις· οὐκ ἔχει γνώμην τρεπτὴν τοῖς ἀνθρώποις παρα πλησίως." ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστραφῶ". 220 XLIII Τί ἐστιν," ὡς δόξα μονοκέρωτος αὐτῷ"; Ὁ μονόκερως ζῷόν ἐστιν ἓν ἔχων κέρας ἐν τῇ κεφαλῇ. περὶ τούτου καὶ πρὸς τὸν Ἰὼβ ὁ δεσπότης ἔφη Θεός·" βουλήσεται δέ σοι μο νόκερως δουλεῦσαι"; διὰ τούτου διδάσκων καὶ τὴν δύναμιν τοῦ ζῴου καὶ τὸ ἀδούλωτον. τινὲς μὲν οὖν τούτῳ ἀπείκασαν τὸν δεσ πότην Θεόν· ἐγὼ δὲ οἶμαι περὶ τοῦ λαοῦ τοῦτο εἰρῆσθαι, ὅτι καθάπερ ὁ μονόκερως ἓν ἔχει κέρας, οὕτως ὁ εὐσεβὴς λαὸς ἕνα προσκυνεῖ Θεόν. διὸ καὶ Δαβὶδ ὁ μακάριος λέγει," ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν". πῶς δὲ νοητέον τὸν ἕνα Θεόν, πολλάκις εἰρήκαμεν. τὸ δὲ" οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαν τεία ἐν Ἰσραήλ. κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ, καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός"· οὕτω νοητέον, ὅτι κατὰ τοῦ Ἰσραήλ, οὔτε μαντεία ἰσχύει, οὔτε οἰωνῶν παρα τήρησις. ὁ γὰρ δεσπότης Θεὸς διὰ τῶν οἰκείων προφητῶν καὶ τὰ ἐσόμενα αὐτῷ προλέγει καὶ ὑποτίθεται τὸ πρακτέον. XLIV Τί ἐστιν," οὐκ ἐπορεύθη Βαλαὰμ κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς"; Τῇ πείρᾳ μαθών, ὡς οὐδὲν ὀνίνησι τῇ ματαίᾳ χρώμενος τέχνῃ· ἀπείρῳ γὰρ τῷ μέτρῳ δυνατώτερος ὁ μεταφέρων αὐτοῦ τὴν γλῶτταν εἰς ἅπερ ἐθέλει· οὐκέτι τοῖς συνήθεσι συμβόλοις ἐχρήσατο, ἀλλ' εἰς ὑπουργίαν τοῦ Θεοῦ τὴν γλῶτταν ἀφώρισεν. ἰστέον μέντοι, ὥς τισιν ἔδοξε μηδὲν αὐτὸν περὶ τοῦ σωτῆρος ἡμῶν προειρηκέναι, οὓς ἐχρῆν συνιδεῖν, ὅτι 221 καὶ τῷ Ναβουχοδονόσορ ἄγαν ὄντι δυσσεβεῖ, τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἀπεκάλυψε παρουσίαν." εἶδε γὰρ λίθον τμηθέντα ἄνευ χειρῶν, καὶ πατάξαντα τὴν εἰκόνα, καὶ συντρί ψαντα τὸν χρυσόν, τὸν ἄργυρον, τὸν χαλκόν, τὸν σίδηρον, τὸ ὄστρακον, καὶ γενόμενον ὄρος μέγα, καὶ καλύψαντα πᾶσαν τὴν γῆν". ὁ τοίνυν ἐκεῖνα δι' ἐκείνου προαγορεύσας καὶ διὰ τούτου προείρηκε τῆς οἰκουμένης τὴν σωτηρίαν· ἵνα καὶ παρὰ τοῖς ἔθνεσιν αἱ τοιαῦται προρρήσεις φυλάττων ται. μαρτυρεῖ δὲ τῇ προρρήσει τῶν πραγμάτων τὸ τέλος. ὁ γὰρ ἐξ Ἰού δα κατὰ σάρκα βλαστήσας, οὐ μόνον τοὺς ἀρχηγοὺς Μωάβ, ἀλλὰ καὶ πάντας τοὺς υἱοὺς Σὴθ προενόμευσεν· υἱοὶ δὲ τοῦ Σὴθ ἅπαντες ἄνθρωποι. ἀπόγονος γὰρ ὁ Νῶε τοῦ Σήθ· ἐκ δὲ τοῦ Νῶε ἅπασα τῶν ἀνθρώπων ἡ φύσις. προεῖπε δὲ καὶ τὴν μακεδόνων κατὰ περσῶν νίκην·" ἐξελεύ σεται, γάρ φησιν, ἐκ χειρὸς Χετιὴμ καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν ἑβραίους". Ἀλέξανδρος μὲν γὰρ τὴν περσῶν κατέλυσε βασιλείαν· Ἀντίοχος δὲ ἰουδαίοις ἐπιστρα τεύσας, καὶ τὴν μητρόπολιν αὐτῶν εἷλε, καὶ τὸν θεῖον νεὼν ἀπέφηνεν ἔρημον. αἱ μέντοι προρρήσεις αὗται οὐ τῆς ψευδοῦς ἦσαν μαντείας, ἀλλὰ τῆς τοῦ παναγίου πνεύματος ἐνεργείας. ὁ γὰρ τὴν ὄνον ἀνθρωπείᾳ χρή σασθαι φωνῇ παρὰ φύσιν κελεύσας, οὗτος καὶ διὰ τῆς γλώττης τοῦ μάν τεως τὰ ἐσόμενα προηγόρευσεν." ἐγένετο, γάρ φησι, πνεῦμα Θεοῦ ἐν αὐτῷ". τοῦτο γέγονε καὶ ἐν τῷ παρανόμῳ Σαούλ· ὅθεν διὰ τὸ παράδοξον καὶ ἡ παροιμία ἐγένετο," εἰ καὶ Σαοὺλ ἐν προφήταις"; τοσαύτην μέντοι πεῖραν τοῦ Θεοῦ λαβὼν ὁ ψευδό μαντις, ἑτέρας ἐτεκτήνατο κατὰ τοῦ Θεοῦ μηχανάς. συννοήσας γὰρ ὡς 222 ἄμαχον ἔχουσι δύναμιν ὑπὸ τοῦ Θεοῦ τειχιζόμενοι, τὴν διὰ τῆς ἀκολασίας αὐτοῖς ἀσέβειαν ἐπενόησεν· ἵνα διὰ τὴν ἀσέβειαν τῆς θείας γυμνωθέντες ἐπικουρίας εὐάλωτοι γένωνται. καὶ τοῖς μαδιανίταις ὑπέθετο, μὴ τοὺς ἄνδρας κατ' αὐτῶν, ἀλλὰ τὰς γυναῖκας ὁπλίσαι, γενέσθαι δὲ αὐτοῖς ὅπλον τὴν τοῦ σώματος ὥραν καὶ τῶν λόγων τὸ δέλεαρ, ἵνα δελεασθέντες ὑπὸ τοῦ κάλλους, καὶ τοῖς λόγοις καταθελχθέντες, τοῖς ἐκείνων εἰδώλοις λατρεύσωσι. καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Μωϋσῆς, μετὰ τὴν κατὰ τῶν μαδια νιτῶν νίκην ἐπιμεμψάμενος τοῖς τὰς γυναῖκας ζωγρήσασιν. ἔφη γὰρ οὕ τως·" ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραήλ, κατὰ τὸ ῥῆμα Βαλαάμ, τοῦ ἀποστῆναι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο πληγὴ ἐν τῇ συνα γωγῇ Κυρίου". Φογὼρ δὲ τοῦ εἰδώλου τὸ ὄνομα. ταύτης τῆς ἀσεβείας καὶ ὁ θεῖος ἐμνήσθη Δαβίδ·" καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν". τούτου χάριν καὶ ἐχθραίνειν τοῖς μαδιηναίοις προσέταξεν ὁ Θεός," ὅτι ἐχ θραίνουσιν αὐτοί, φησίν, ὑμῖν ἐν δολιότητι διὰ Φογώρ". τοῦ μέντοι λαοῦ ἡμαρτηκότος, οἱ ἄρχοντες ἐκρεμάσθησαν, ὡς ὁ Σύμμαχος ἔφη, ὡς μὴ ἐξάραντες τὸ πονηρὸν ἐξ αὐτῶν. τὸ δὲ" ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ", ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν·" καὶ ὑψωθήσεται ὑπὲρ Ὢγ βασι λεὺς αὐτοῦ". δηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοῦ Ὢγ ἐπιστρατεύσαντος περιέσονται διὰ τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστήσαντα βασιλέα. XLV Τίνος ἕνεκα πάλιν ἀριθμηθῆναι προσέταξε ὁ Θεὸς τὸν λαόν; 223 Ἐπειδὴ κατὰ τῶν ἀριθμηθέντων ἤδη τὴν ψῆφον ἐξήνεγκεν, ἔμελλεν δὲ τοὺς ἐκείνων παῖδας εἰς τὴν ἐπηγγελμένην εἰσαγαγεῖν γῆν, περὶ ὧν εἶπον ἐκεῖνοι, ὅτι αἰχμάλωτοι ἔσονται· ἐκέλευσεν ἀριθμηθῆναι καὶ τούτους, ἵνα δείξῃ τῆς οἰκείας εὐλογίας τὴν δύναμιν, ὅτι καὶ τῶν πατέρων ἀναιρε θέντων ὁ αὐτὸς διέμεινεν ἀριθμός. XLVI Τί δήποτε κλήρῳ μερισθῆναι τὴν γῆν προσέταξεν ὁ Θεός; Ὥστε πᾶσαν ἔριν καὶ φιλονεικίαν σβέσαι, ὡς τοῦ Θεοῦ διὰ τοῦ κλήρου τὴν γῆν διανέμοντος· οὕτως γὰρ ψήφῳ τινι τὸ πρᾶγμα πιστεῦσαι προσ έταξε. τοῦτο πεποιήκασι καὶ οἱ θεῖοι ἀπόστολοι πρὶν ἐπιφοιτῆσαι τὸ πανάγιον πνεῦμα· κλήρους γὰρ βαλόντες, ἱκέτευσαν τὸν ἅπαντα σαφῶς ἐπιστάμενον, δεῖξαι τὸν ἀξιώτερον. οὕτω καὶ ὁ θεῖος Παῦλος περὶ ἡμῶν ἔφη·" ἐν ᾧ ἐκληρώθημεν προορισθέντες κατὰ πρό θεσιν τοῦ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ". XLVII Τί δήποτε μαρτυρήσας ὁ δεσπότης Θεὸς τῷ Ἰησοῦ, ὅτι ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ, προσέταξε τῷ Μωϋσῇ ἐπιθεῖναι αὐτῷ τὰς χεῖρας; Τοῦτο καὶ ἐπὶ τοῦ Κορνηλίου ἐγένετο. μετὰ γὰρ τὸ λαβεῖν τὴν χάριν τοῦ πνεύματος, τότε τοῦ βαπτίσματος ἠξιώθησαν. καὶ μέντοι καὶ ὁ δεσπότης Χριστός, πάντα τοῦ πνεύματος τὰ χαρίσματα κατὰ τὸ ἀνθρώπειον πρὸ ὠδίνων δεξάμενος, τῷ Ἰωάννου βαπτίσματι προσελήλυθε, καὶ ἐπιτεθῆ ναι αὐτοῦ τῇ κεφαλῇ τὴν τοῦ θεράποντος προσέταξε χεῖρα· καὶ ἔδειξε τὸ πανάγιον πνεῦμα ἐν εἴδει περιστερᾶς ἐρχόμενον ἐπ' αὐτόν. καὶ οἱ ἀπόσ 224 τολοι πνεῦμα ἅγιον διὰ τοῦ δεσποτικοῦ λαβόντες ἐμφυσήματος, ἐδέξαντο τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν. τοῦτο καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γεγένηται. εἶχε μὲν γὰρ τὴν χάριν τοῦ πνεύματος· ἵνα δὲ καὶ ὁ λαὸς πισ τεύσῃ θεόθεν αὐτὸν τῆς ἡγεμονίας τὴν χειροτονίαν δεδέχθαι, ἐπετέθησαν αὐτῷ τοῦ νομοθέτου αἱ χεῖρες, καὶ τοῦτο δέδρακεν ὁ θεῖος Μωϋσῆς ὑπὸ τοῦ Θεοῦ προσταχθείς·" ἐπιθήσεις, γάρ φησι, τὰς χεῖράς σου ἐπ' αὐτόν· καὶ στήσεις ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἐναντίον πάσης τῆς συναγωγῆς· καὶ δώσεις τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως στήσεται", ἀντὶ τοῦ, τὴν ἴσην ἐκείνῳ σχήσει τιμήν, καὶ διὰ τοῦ λογίου τῆς κρίσεως, ὃ τοῖς ἐκείνου στέρνοις ἐπέκειτο, τὸ πρακτέον μαθήσεται. μανθάνομεν δὲ ἐντεῦθεν, ὅπως οἱ παρὰ τῶν ἀρχιερέων τὴν χειροτονίαν δεχόμενοι τῆς πνευματικῆς μεταλαγχάνουσι χάριτος. καὶ γὰρ ἐνταῦθα ὁ δεσπότης ἔφη Θεός·" δώσεις τῆς δόξης σου ἐπ' αὐτόν". θαυμάσαι δὲ ἄξιον τὸν προφήτην, ὅτι καὶ παῖδας ἔχων, καὶ ἀδελφόν, καὶ ἀδελφι δοῦν, οὐδένα τούτων ἡγεμόνα προὐβάλλετο, ἀλλὰ τὸν Θεὸν ἤρετο, καὶ τὸν ὑπ' αὐτοῦ ψηφισθέντα κεχειροτόνηκε. μετὰ ταῦτα τῶν ἑορτῶν καὶ τῶν θυσιῶν ἀναμνήσας, νομοθετεῖ περὶ τῶν ὑπισχνουμένων τί προσφέ ρειν τῷ δεσπότῃ Θεῷ. καὶ πρῶτον μὲν διηγόρευσε πάντα ὑπισχνούμενον ἔργῳ τὴν ὑπόσχεσιν ἐμπεδοῦν· τῆς δὲ ὑπὸ τὴν τοῦ πατρὸς τελούσης ἐξουσίαν ὑπισχνουμένης τὸν πατέρα βεβαιοῦν τὴν ὑπόσχεσιν. καὶ ἐὰν ἐκεῖνος ταύτης ὑπισχνουμένης ἀνανεύσῃ, μὴ ὑποκεῖσθαι τὴν ὑποσχομένην ἐγκλήματι, ἐὰν δὲ ταύτης ἐπαγγελλομένης ἢ συγκατάθηται ὁ πατήρ, ἢ σιγήσῃ, τὰ ἐπηγγελμένα πληροῦσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀνδρὶ συν ημμένης νενομοθέτηκε, καὶ τὴν τοῦ ἀνδρὸς συγκατάθεσιν βεβαιοῦν ἐκέ λευσε τὴν ὑπόσχεσιν. 225 XLVIII Διὰ τί τῶν μαδιανιτῶν τὰς ἀνδρὶ συνημμένας ὁ νομοθέτης ἀναιρεθῆναι προσέταξεν; Ὡς πεπαιδευμένας τῆς ἀσεβείας τὰ δόγματα, καὶ διαφθείρειν τοὺς ἐξαν δραποδίσαντας δυναμένας. XLIX Διὰ τί τοὺς σταθμοὺς ἀναγράπτους ὁ νομοθέτης πεποίηκεν; Ὥστε τοὺς εἰς ὕστερον ἐσομένους γνῶναι τὴν τοῦ Θεοῦ κηδεμονίαν· δι' ἀβάτων γὰρ αὐτοὺς καὶ ἀνύδρων ὁδηγήσας χωρίων, ἀφθόνως αὐτοῖς τὴν τῶν ἀναγκαίων ἐχορήγησε χρείαν. L Τί δήποτε τῷ ἀκουσίως πεφονευκότι μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν ὁρίζει τὴν κάθοδον; Ὅτι τοῦ κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέως ὁ θάνατος λύσις τῆς τῶν ἀνθρώπων ἁμαρτίας ἐγένετο. οὗτος εἰς τὸν παράδεισον ἐπανήγαγε τὸν ἐκεῖθεν ἐξορισθέντα. καὶ κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐμάλαττεν ἡ φυγὴ τοῦ πεφονευκότος τὸν τῶν ἀγχιστευόντων θυμόν, καὶ τὴν φονικὴν αὐτῶν ὁρμὴν ἐχαλίνου. τὸ δὲ μετὰ τὴν τελευτὴν τοῦ ἀρχιερέως λυθῆναι τοῖς φεύγουσι τὴν τιμωρίαν, ἱκανὸν ἦν πεῖσαι τοὺς ἀγχιστεύοντας σβέσαι λοιπὸν τὴν ὀργήν, ὡς τοῦ ἀρχιερέως τετελευτηκότος, ἐφ' οὗ τὸ πλημ μέλημα γέγονε· καὶ τοῦ νομοθέτου ταύτην ὁρίσαντος, καὶ τῇ πλημμελείᾳ, καὶ τῇ τιμωρίᾳ τὴν λύσιν. LI Τίνος χάριν τὰς φυλὰς διακεκρῖσθαι προσέταξεν; 226 Ἵνα ἀκέραιον διαφυλαχθῇ τοῦ Ἰούδα τὸ σπέρμα, δι' οὗ τὴν εὐλογίαν τοῖς ἔθνεσιν ὁ Θεὸς ἐπηγγείλατο. ἐκοινώνησαν μέντοι ἀλλήλαις ἡ βασι λικὴ καὶ ἡ ἱερατικὴ φυλή· ἐπειδὴ καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον, καὶ βασιλεὺς ὁ δεσπότης Χριστός.