Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
227.1
QUAESTIONES IN DEUTERONOMIUM I Διὰ τί τὸ πέμπτον βιβλίον τοῦ νομοθέτου Δευτερονόμιον ἐκλήθη; Ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ δεσπότης Θεὸς ἔδωκεν ἐν τῷ Σινᾷ ὄρει τὸν νόμον, καθ' ὃν ἐχρῆν αὐτοὺς πολιτεύεσθαι. εἶτα τῷ δευτέρῳ ἔτει προσέταξε παραλαβεῖν τὴν γῆν, ἣν τοῖς προγόνοις αὐτῶν ἐπηγ γείλατο δώσειν. ἐκείνων δὲ ἀντειρηκότων καὶ τοῦτο δράσαι μὴ βουλη θέντων, ὤμοσε μηδενὶ τῶν ἀριθμηθέντων ὑπὸ τοῦ νομοθέτου δώσειν ἐκεί νην τὴν γῆν, ἀλλὰ τούτους ἅπαντας ἐν τῇ ἐρήμῳ καταναλώσειν. τεσ σαράκοντα τοίνυν διεληλυθότων ἐτῶν, κἀκείνων κατὰ τὴν θείαν ψῆφον διολωλότων, ἐκέλευσε τοὺς ἐκείνων ἀριθμηθῆναι παῖδας, τὴν αὐτὴν ἄγον τας ἡλικίαν, ἥνπερ ἦγον ἐκεῖνοι καθ' ὃν ἠριθμήθησαν χρόνον. τούτους μέλλων εἰσαγαγεῖν ὁ Θεὸς εἰς ἣν ἐπηγγείλατο γῆν, διδάσκει διὰ τοῦ προ φήτου τὸν νόμον, ὃν τοῖς παρανόμοις αὐτῶν ἐδεδώκει πατράσι. τὸ τοίνυν Δευτερονόμιον ἀνακεφαλαίωσιν ἔχει τῶν ἐν τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ καὶ τοῖς Ἀριθμοῖς νενομοθετημένων τε καὶ πεπραγμένων, λέγει δὲ καὶ τὸν χρόνον, καὶ τὸν τόπον καθ' ὃν καὶ ἐν ᾧ τῇ νεολαίᾳ ταύτῃ τὴν διδασ καλίαν προσήνεγκε." πέραν, γάρ φησι, τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, ἐν τῷ τεσσαρακοστῷ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, μετὰ τὸ πατάξαι αὐτὸν τὸν Σηὼν βασιλέα τῶν ἀμορ ραίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν". καὶ ὅτι 228 οὐ δεύτερον νόμον ἔδωκεν, ἀλλὰ τῆς προτέρας ἀναμιμνήσκει νομοθεσίας, αὐτὸ διδάσκει τοῦ βιβλίου τὸ προοίμιον." ἤρξατο, γάρ φησι, Μωϋσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων, Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ". εἶτα εἰρηκώς, καὶ ὡς προσέταξεν αὐτοὺς εἰσελθόντας κληρονομῆσαι τὴν γῆν, ἐπήγαγεν, ὡς κατ' ἐκεῖνον εἰρήκει τὸν καιρόν, ὅτι, μόνος ἐγὼ τοσού των προστατεύειν οὐ δύναμαι μυριάδων καὶ διὰ τοῦτο κατέστησα, φησί, χιλιάρχους καὶ ἑκατοντάρχους, ὥστε ἔχειν αὐτοὺς τῆς ἀρχῆς κοινωνούς. τούτων δὲ τῶν λόγων ἀνέμνησεν, ἐπειδήπερ Ἰησοῦν τὸν Ναυῆ κατέσ τησε τῆς ἡγεμονίας διάδοχον· διδάσκων ὡς καὶ ἔτι περιὼν ἑτέροις τὴν προστασίαν ἐπίστευσε καὶ ὅτι χρὴ καὶ τούτῳ προθύμως ὑπακούειν, καὶ τὰ κελευόμενα δρᾶν. ἀναμιμνήσκει δὲ αὐτούς, ὅπως μὲν ὁ Θεὸς προσέταξε παραλαβεῖν αὐτοὺς ἣν ἐπηγγείλατο γῆν· ὅπως δὲ κατασκόπους αὐτοῖς πεμφθῆναι προτέρους ἠξιώθησαν, καὶ ὅτι ἐκείνων ἐπανελθόντων καὶ τὰ περὶ τῆς γῆς μεμηνυκότων, ἠπίστησαν μὲν τῷ σεσωκότι Θεῷ ἀπολαβεῖν δὲ τὴν γῆν οὐκ ἠθέλησαν· ὡς χαλεπῆναι μὲν τὸν δεσπότην Θεὸν ἀποφή νασθαι δὲ κατὰ πασῶν ἐκείνων τῶν μυριάδων, ὥστε μηδένα ἐκείνων εἰς ἐκείνην τὴν γῆν εἰσελθεῖν, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ." οὗτος, φησίν, ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσ θαι αὐτὸν τὰ πρὸς Κύριον". τούτου μέντοι ἐμνημόνευσε μόνου· καὶ τὸν Ἰησοῦν ἔταξεν ὡς ἄρχοντα καὶ στρατηγὸν καὶ προφήτην· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. εἰπὼν γάρ, ὅτι" κἀμοὶ ὠργίσθη δι' ὑμᾶς ὁ δεσπότης Θεός"· ὑμῶν γάρ με θορυβησάντων, οὐ κατὰ λόγον τῷ θείῳ προστάγματι διηκόνησα, καὶ τούτου χάριν εἰσαγαγεῖν ὑμᾶς εἰς τὴν γῆν ἐκείνην κεκώλυμαι. ἀνέμνησε τῶν παρὰ τοῦ Θεοῦ πρὸς 229 αὐτὸν εἰρημένων·" Ἰησοῦς υἱὸς Ναυῆ, ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυ σον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσ ραήλ". ταῦτα δὲ λέγει, διδάσκων αὐτούς, ὡς θεόθεν ὁ στρατηγὸς τὴν χειροτονίαν ἐδέξατο, ἵνα μὴ πάλιν περὶ τῆς ἀρχῆς στασιάσωσιν. διηγεῖται δὲ αὐτοῖς, ὅπως μὲν ὕστερον μεταμεληθέντες ἐβουλήθησαν πο λεμῆσαι τοῖς χαναναίοις· ὅπως δὲ αὐτοὺς ὁ Θεὸς διεκώλυσε, καὶ ὅτι θρασυ νόμενοι καὶ παρὰ τὴν θείαν ἐντολὴν ἀναβάντες, ἡττηθέντες ἐπανῆλθον· καὶ ὅσον ἐν τῇ ἐρήμῳ κατηνάλωσαν χρόνον, τὴν ἄβατον γῆν ἐκείνην καὶ ἄνυδρον περιϊόντες, τίνα τε ἰδουμαίοις καὶ μωαβίταις δεδηλωκότες φιλονεικούντων οὐκ ἔτυχον ἀποκρίσεων· καὶ ὅπως τὸν Σηὼν καὶ τὸν Ὤγ, τοὺς βασιλεῖς τῶν ἀμορραίων, πανστρατιᾷ μετὰ τῶν τὰς πόλεις καὶ τὰς κώμας οἰκούντων πανωλεθρίᾳ παρέδοσαν. εἶπεν δὲ αὐτοῦ καὶ τὸ τοῦ σώματος μέγεθος." ἡ γὰρ κλίνη, φησίν, Ὢγ σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πή χεων τὸ εὖρος αὐτῆς". ἔπειτα παρῄνεσε καὶ συνεβούλευσε φυλάττειν ἐπιμελῶς τοῦ δεσπότου τὰς ἐντολάς." ἄκουε, γάρ φησιν, Ἰσραήλ, τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύ ριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν". εἶτα ἀναγκαίως τοῦ Βεελφεγὼρ εἰς μέσον φέρει τὴν μνήμην, καὶ τῶν δι' ἐκείνην τὴν ἀσέβειαν ἐν τῇ ἐρήμῳ διολωλότων. ἔπειτα ἐκ παραλλήλου δείκνυσι τὰς θείας εὐεργεσίας." ποῖον, γάρ φησιν, ἔθνος μέγα 230 ᾧ ἐστὶν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν ἅπασιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώ μεθα"; κελεύει δὲ μὴ μόνον αὐτοὺς φυλάττειν τοῦ Θεοῦ τοὺς νόμους, ἀλλὰ καὶ τοὺς παῖδας καὶ τοὺς ἐγγόνους ἐν εὐσεβείᾳ διατρέφειν, καὶ παι δόθεν τὰς θείας ἐντολὰς ἐκπαιδεύειν. εἶτα πάλιν αὐτοὺς ἀνέμνησεν, ὅπως αὐτοῖς ὁ τῶν ὅλων ἐπέφανε Θεός, λόγους μὲν διὰ πυρὸς ἀφείς, οὐδὲν δὲ εἶδος ἐπιδεικνύς. τοῦτο γὰρ ἔφη·" ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ ἴδετε, ἀλλ' ἢ φωνήν". ταῦτα δὲ λέγει παιδεύων αὐτοὺς μηδὲν ἴνδαλμα τεκτήνασθαι, μηδὲ πειραθῆναί ποτε θείαν εἰκόνα κατασκευάσαι, ἐπειδὴ τοῦ ἀρχετύπου τὸ εἶδος οὐχ ἑωράκασιν· ὅθεν πάλιν ἐπήγαγε·" μὴ ἀνο μήσητε μηδὲ ποιήσητε ὑμῖν αὐτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πετομένου, ὃ πέταται ὑπὸ τὸν οὐρανόν· ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς". ταῦτα πάντα, φησίν, εἰς χρείαν ὑμετέραν πεποίηκεν ὁ Θεός· ἀνοίας τοίνυν ἐσχάτης τὸ εἰκόνας τῶν ὑπηκόων θεοποιεῖν. προστέθεικε δὲ καὶ ταῦτα·" μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδῶν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθ νεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ". ταῦτα φησίν, εἰς τὴν τῶν ἀνθρώπων κατεσκεύασεν χρείαν ὁ ποιητής· μὴ τοίνυν ὑπο 231 λάβῃς θεοὺς τοὺς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀφορισθέντας ὥστε ταῖς χρείαις τῶν ἀνθρώπων διακονεῖν. οὕτω γὰρ καὶ οἱ λοιποὶ ἡρμήνευσαν·" ἅτι να διεκόσμησεν ὁ Θεός σου εἰς τοὺς λαοὺς ὑφ' ὅλον τὸν οὐρανόν". εἶτα δεδίττεται αὐτοὺς ταῖς ἀπειλαῖς, ὡς εἰ τολμή σαιεν τὸν θεῖον παραβῆναι νόμον, καί τινος τῶν ὄντων ὁμοίωμα κα τασκευάσαι καὶ θεοποιῆσαι, εἰς πᾶσαν αὐτοὺς διασπερεῖ τὴν γῆν, καὶ ὡς δουλεύοντες τοὺς ψευδωνύμους θεοὺς προσκυνήσουσιν. ἔπειτα πά λιν ἀπὸ συγκρίσεως δείκνυσι τὸ παντοδύναμον τοῦ Θεοῦ." ἐπερω τήσατε, γάρ φησιν, ἡμέρας τὰς προτέρας γενο μένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτι σεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, εἰ ἠκούσατε τοιοῦτον, εἰ ἀκήκοεν ἔθ νος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας". ἔφη δὲ καὶ ὅπως αὐτοὺς ἠλευθέρωσε τῆς πικρᾶς τῶν αἰγυπτίων δουλείας. συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ. διδάσκει δὲ καὶ ὡς πάμπαν ἀμήχανον θείαν εἰκόνα κατασκευάσαι· οὐ γὰρ μόνον ἀόρατον ἔχει τὴν φύσιν, ἀλλὰ καὶ πάμπαν ἀπερίγραφον." Κύριος, γάρ φη σιν, ὁ Θεός σου, οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ". ἰσ τέον μέντοι, ὡς οὐκ ἐν ἡμέρᾳ μιᾷ ταῦτα πάντα ὁ προφήτης τῷ λαῷ διε λέχθη, ἀλλ' ἐν πολλαῖς αὐτοῖς ἡμέραις τὴν διδασκαλίαν προσήνεγκεν. ὅθεν πολλάκις τοὺς αὐτοὺς λόγους ἀνακυκλοῖ, ἵνα τῇ συνεχείᾳ παγίαν τὴν μνήμην ἐργάσηται. αὐτίκα γοῦν μετὰ τὴν διάλεξιν ταύτην, τὰ περὶ τῶν 232 πόλεων ἱστόρησεν, εἰς ἃς καταφεύγειν τοὺς ἀκουσίοις περιπεπτωκότας φόνοις ἐκέλευσεν. εἶτα ἐδίδαξεν ὅτι πάλιν συνήθροισε τὸν λαόν, καὶ θεοσ δότων ἀνέμνησε νόμων· καὶ ὅτι οὐχ ἕτερον δέδωκε νόμον, ἀλλὰ τὸν πρό τερον ἐκπαιδεύει τοὺς τῆς νομοθεσίας ἐκείνης διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἐπακοῦσαι μὴ δυνηθέντας, αὐτὰ διδάξει τοῦ προφήτου τὰ ῥήματα." Κύ ριος, γάρ φησιν, ὁ Θεὸς ἡμῶν διέθετο πρὸς ὑμᾶς δια θήκην ἐν Χωρήβ. οὐχὶ τοῖς πατράσιν ὑμῶν διέ θετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς". ἐπειδὴ γὰρ ἐκεῖνοι παραβάντες διώλοντο, τούτοις δὲ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐδίδου γῆν· τούτοις ἔφη τὸν νόμον δεδόσθαι. εἶτα λέγει τὰς ἐντολάς, ὧν τὸν νοῦν ἀνεπτύξαμεν τὴν Ἔξοδον ἑρμηνεύον τες· ἐδίδαξε δὲ κἀνταῦθα τὸν τῆς ἀργίας τοῦ σαββάτου σκοπόν. ἔφη γάρ," ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου". καθάπερ, φησί, σὺ τούτων ἀπολαύεις διαπαντός, οὕτως ἅπαξ γοῦν ἀπολαυσάτωσαν ἐν ταῖς ἑπτὰ τῆς ἑβδομάδος ἡμέραις οἱ θεράποντες καὶ αἱ θεράπαιναι καὶ τὰ ὑποζύγια. ἔπειτα τῇ μνήμῃ τῆς ἐν Αἰγύπτῳ δουλείας τὴν συμπάθειαν πραγμα τεύεται·" ὅτι οἰκέτης, φησίν, ἦσθα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐξήγαγέ σε Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· διὰ τοῦτο συνέταξε Κύ ριος ὁ Θεός σου, ὥστε φυλάττεσθαί σε τὴν ἡμέ ραν τῶν σαββάτων, καὶ ἁγιάζειν αὐτήν". τῇ πείρᾳ μεμάθηκας τὸ τῆς δουλείας πικρόν· ἐκείνων ἀναμιμνησκόμενος, ἥμερος γενοῦ τοῖς ὑπηκόοις καὶ πρᾶος καὶ ἧς ἀπολαύεις ἀναπαύλης διηνεκῶς, μετάδος τούτοις ἐν τῇ ἑβδόμῃ τῆς ἑβδομάδος ἡμέρᾳ. ἐν δὲ τοῖς μετὰ ταῦτα τὸ πνευματικὸν οὐκ ἀπηγόρευσεν ἔργον. ἔφη γάρ·" πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε", πλὴν ὅσα ποιηθήσεται ἐπὶ ψυχῇ 233 οἷον ἀνάγνωσις, θείων λογίων ἀκρόασις, ψαλμῳδίαι, ἱερουργίαι καὶ τὰ τούτοις προσόμοια. II Πῶς νοητέον τό," ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν"; Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ὄνομα τὸ Κύριος καὶ Θεὸς τῆς θείας φύσεως οὐ τῆς τῶν προσώπων διαιρέσεως δηλωτικά· ὁ δὲ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τῶν ἰδιοτήτων σημαντικά. ἀλλὰ τοῖς ἀτελέσιν ἰουδαίοις τὴν ἀκριβῆ θεολογίαν προσενεχθῆναι οὐχ οἷόν τε ἦν· ταύτην γὰρ ἂν πολυθεΐας ἀφορμὴν ἐποιήσαντο. οὗ δὴ χάριν μοναδικῶς τὸ θεῖον ἐν τῇ παλαιᾷ προφέρεται ὄνομα· ἔχει δὲ ὅμως τὰ τῆς τριάδος αἰνίγματα. τὸ γὰρ" Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι", καὶ τὸ τῆς οὐσίας διδάσκει μοναδικόν, καὶ παραδηλοῖ τῶν προσώπων τὸν ἀριθμόν· ἅπας γὰρ τὸ Θεός, δὶς δὲ τὸ Κύριος τέθεικεν. III Τί ἐστιν τό," ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου", καὶ τὰ ἑξῆς. Σαφῶς ἡμᾶς ὁ Κύριος ἐδίδαξεν, ὅτι" οὐδεὶς δύναται δυσὶ κυ ρίοις δουλεύειν", καὶ ἐνταῦθα τοίνυν διδασκόμεθα μὴ μερίζειν τὴν ἀγάπην εἰς Θεὸν καὶ χρυσόν, εἰς Θεὸν καὶ γυναῖκα, εἰς Θεὸν καὶ παῖδας, ἀλλὰ πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν ἀφιεροῦν τῷ πεποιηκότι Θεῷ, μετὰ δέ γε τὸν ποιητήν, ἀπονέμειν ἑκάστῳ τὰ πρόσφορα, καὶ παισὶ καὶ ἀδελ 234 φοῖς καὶ φίλοις, τῆς γὰρ τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ταῦτα πληροῦν." ὁ ἀγαπῶν με, γάρ φησι, τὰς ἐντολάς μου πληρώσει". αἱ δὲ τοῦ Θεοῦ ἐντολαὶ περὶ τούτων διαγορεύουσιν. IV Τί δήποτε κατὰ τοῦ Θεοῦ ὀμνύναι διαγορεύει ὁ νόμος; Ἵνα μὴ κατὰ τῶν ψευδωνύμων ὀμνύωσι θεῶν. τοῦτο γὰρ καὶ διὰ τοῦ προ φήτου ἔφη·" ἐὰν ἐξάρῃς τὰ ὀνόματα τῶν βααλεὶμ ἐκ τοῦ στόματός σου καὶ ὀμόσῃς, ζῇ Κύριος, μετὰ ἀληθείας". καὶ ἐνταῦθα δὲ εἰρηκώς," Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ", ἐπήγαγεν·" οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέ ρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν". V Πῶς νοητέον τό," οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου"; Ὁ Κύριος αὐτὸ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἡρμήνευσε. τοῦ γὰρ διαβόλου εἰρηκότος," βάλε σεαυτὸν ἄνωθεν κάτω", εἶπεν·" οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου". ἐκπειράζει δὲ τὸν Θεὸν ὁ δίχα λογισμοῦ ῥιψοκινδύνως τι πράττων. VI Τί δήποτε ἀπαγορεύει ὁ νόμος τὰς πρὸς τοὺς ὁμόρους ἀλλοφύλους ἐπι γαμβρίας; 235 Οὐ δεῖται σαφηνείας ὁ νόμος· ἑαυτὸν γὰρ ἑρμηνεύει. ἔφη γάρ," ὅτι ἀποστήσουσι τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύ σει θεοῖς ἑτέροις". ἀναγκαίως μέντοι καὶ τὴν αἰτίαν αὐτοὺς τῆς θείας διδάσκει κηδεμονίας·" οὐ γὰρ διὰ τὸ πλείους εἶναι, φησί, τῶν ἐθνῶν προέκρινεν ὑμᾶς ὁ Θεός, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν καὶ τὴν γεγενημέ νην πρὸς ἐκείνους ὑπόσχεσιν". εἶτα τὸ ἀληθὲς αὐτοῦ δεικνύς, ἐπήγαγεν·" ὅτι ὁ Θεὸς πιστὸς φυλάσσων δια θήκην καὶ ἔλεον τοῖς ἀγαπῶσιν αὐτόν, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ, εἰς χιλίας γε νεάς". καὶ ἐπειδὴ ἀτελεῖς ἦσαν, καὶ τροφῆς γαλακτώδους ἐδέοντο καὶ ἀκούειν περὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἐδύναντο, ὑπισχνεῖται αὐτοῖς πολυγονίαν, καὶ γῆς εὐκαρπίαν καὶ ποιμνίων καὶ βουκολίων εὐεξίαν, καὶ σώματος ὑγείαν καὶ τὴν ἐν πολέμοις νίκην καὶ ὅσα τοιαῦτα. ἔπειτα πάλιν αὐτοὺς ἀνέμνησε τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς καὶ τὰς ταύτης αἰτίας ἐδί δαξεν·" ἐκάκωσε, γάρ φησι, καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ". διὰ μέντοι τούτων καὶ ἡμεῖς παιδευόμεθα μὴ δυσχεραίνειν δυσκολίαις τισὶ περιπεσόντες, ἀλλὰ στέργειν τὰς θείας οἰκονομίας, καὶ προσμένειν τὴν λύσιν τῶν πειρασμῶν, ἐπιδείκνυσι δὲ καὶ τὰς ἄλλας εὐεργεσίας·" τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου 236 τοῦ Θεοῦ σου, πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν". μετὰ τὸν πειρασμὸν ἡ παράκλησις· μετὰ τῆς παιδείας ἡ ψυχαγωγία· λιμὸς καὶ τρυφή, ὁδοιπορίας πόνος καὶ σώματος εὐπάθεια, σπάνις ἀναγκαίων καὶ τῶν εὐφθάρτων ἱματίων καὶ ὑποδημάτων τὸ διαρκές. εἶτα παραινεῖ νικῶντας μὴ τῇ οἰκείᾳ ῥώμῃ τὴν νίκην ἐπιγράφειν, ἀλλὰ τῷ ἐπικούρῳ καὶ προμάχῳ Θεῷ. VII Τίνας λέγει υἱοὺς Ἐνάκ; Ἀπόγονοι γιγάντων ἦσαν, ὡς ἡ ἱστορία διδάσκει. τοῦτο γὰρ ἔφη·" λαὸν πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ"; τὸ δέ," σὺ οἶσθα καὶ ἀκή κοας", τέθεικε, τῶν λόγων ἀναμιμνῄσκων τῶν ἐκείνην κατασκο πησάντων τὴν γῆν. ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι" ἦμεν ἐνώπιον αὐ τῶν ὡσεὶ ἀκρίδες". οὕτω τὸν ἐπὶ τῇ ῥώμῃ καταστείλας τύ φον, διδάσκει αὐτοὺς μηδὲ ἐπὶ τοῖς τῆς ψυχῆς κατορθώμασι μέγα φρο νεῖν." μὴ εἴπῃς, γάρ φησιν, ἐν τῇ καρδίᾳ σου, ὅτι διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κλη ρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην. διὰ γὰρ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων, Κύριος ἐξολο θρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν". ταῦτα δὲ ἔφη, δύο κατὰ ταὐτὸν πραγματευόμενος, καὶ μετριά ζειν διδάσκων αὐτοὺς καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ πᾶν ἐπιγράφειν· καὶ προλέγων, ὡς τὰ παραπλήσια πείσονται τοῖς ἔθνεσιν ἐκείνοις, εἰ τὰ ὅμοια δράσαιεν. εἰς καιρὸν δὲ καὶ τῶν ἐν τῇ ἐρήμῳ παρανομηθέντων ἀνέμνησε, 237 τὸν λόγον ἐκεῖνον κρατύνων, ὡς οὐ διὰ τὰς δικαιοσύνας αὐτῶν κληρονο μήσουσι τὴν γῆν·" μνήσθητι, γὰρ ἔφη, καὶ μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρή μῳ". ἤγαγε δὲ εἰς μέσον καὶ τὴν τοῦ μόσχου λατρείαν, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀσέβειαν τὰς θεοσδότους συνέτριψε πλάκας· καὶ ὡς σπουδαίαν ἱκετείαν προσενεγκὼν ἱλεώσατο τὸν Θεὸν μάλα καὶ αὐτοῖς καὶ τῷ Ἀαρὼν ὀργιζόμενον·" καὶ ἐπὶ Ἀαρών, γάρ φησιν, ἐθυμώθη Κύ ριος σφόδρα ἐξολοθρεῦσαι αὐτὸν καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καίρῳ ἐκείνῳ". οὕτω καὶ τὰ ἄλλα γεγενημένα διεξελθών φησι·" καὶ νῦν, Ἰσραήλ, τί Κύ ριος ὁ Θεὸς αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι Κύ ριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σοῦ"; καὶ ἵνα μὴ τοπάσωσι τὸν Θεὸν ταῦτα νομοθετεῖν, ὡς θυμάτων δεόμενον, ἐπήγαγεν·" ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς· πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς· καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη". διδασκόμεθα δὲ διὰ τούτων, ὡς ἀπο λαύουσι παῖδες ἀγαθῶν διὰ τὴν τῶν προγόνων εὐσέβειαν. ἐδίδαξε δὲ καὶ ποία περιτομὴ τῷ Θεῷ προσφιλής·" περιτεμεῖσθε, γὰρ ἔφη, τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι", καὶ ταῦτα ἐλέγετο τοῖς μηδέπω τὴν ἀκροβυστίαν περιτμηθεῖσιν. Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην ἐν Γαλγάλοις αὐτοὺς περιέτεμεν. ἀλλ' ὅμως καὶ ἀπεριτμή τοις οὖσιν οὐκ ἐκέλευσε τὴν ἀκροβυστίαν περιτμηθῆναι, ἀλλὰ τὴν σκλη 238 ροκαρδίαν καὶ τὸν τράχηλον τὸν σκληρόν. τοιγάρτοι τιμιωτέρα ἡ τῆς καρδίας περιτομή. ταύτην δὲ αὐτῶν τὴν κατηγορίαν καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ὁ δεσπότης Θεὸς ἐποιήσατο·" πάντα, γὰρ ἔφη, τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραήλ, ἀπε ρίτμητοι καρδίαις αὐτῶν". VIII Πῶς νοητέον," ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων"; Θεοὺς τοὺς κριτὰς ὀνομάζει·" θεοὺς, γάρ φησιν, οὐ κακολο γήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς". καὶ ἔνθα δὲ εἶπον οἱ ἑβδομήκοντα," ἄξεις αὐτὸν εἰς τὸ κριτήριον", οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον" ἄξεις αὐτὸν πρὸς τοὺς θεοὺς" ἡρμήνευσαν, θεοὺς τοὺς κριτὰς ὀνομάσαντες· τούτων αὐτὸν εἶπε Θεὸν θεῶν οὐ γάρτοι τῶν ψευδωνύμων. καὶ ἤδη δὲ διὰ πλειόνων ἡρμηνεύσαμεν ταῦτα. IX Πῶς νοητέον," οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐναντίον αὐ τοῦ"; Ἐν ἅπασιν οἷς κατεσκήνωσαν τόποις, θυσίας προσήνεγκαν τῷ δεσπότῃ Θεῷ, πρὶν μὲν τὴν σκηνὴν κατασκευάσαι, ἐκ λίθων αὐτοφυῶν οἰκοδομοῦν τες θυσιαστήρια. μετὰ δὲ τὴν ταύτης κατασκευήν, ἐν ταύτῃ τὰς θείας 239 λειτουργίας ἐπιτελοῦντες, οὐκ ἐν ἑνὶ μέντοι τόπῳ ταύτας ἐπετέλουν, ἀλλ' 239 ἐν ἑκάστῳ σταθμῷ. συνεχῶς γὰρ μετέβαινον. ἅτε δὴ τεσσαρακοντούτην χρόνον ἐν τῇ ἐρήμῳ καταναλώσαντες. ἀπαγορεύει τοίνυν ἐν τῇ γῇ τῆς ἐπαγγελίας τὰ παραπλήσια δρᾶν, ἵνα μὴ πρόφασιν λάβωσι τοῖς ψευδω νύμοις θύειν θεοῖς. παρεγγυᾷ δὲ ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τὰς θείας ἐπι τελεῖν λειτουργίας, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. ἐν ἐκείνῳ τῷ τόπῳ καὶ θύειν καὶ εὐωχεῖσθαι παρακελεύεται·" ἔσται, γάρ φησιν, ὁ τό πος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς ὑμῶν, ἐπι κληθῆναι ἐκεῖ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυ τώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, τὰ ἐπι δέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν", καὶ τὰ ἑξῆς. τὰ δὲ δόματα οἱ λοιποὶ" τὰ ἑκούσια" ἡρμήνευσαν, του τέστιν, ὅσα ἂν ἑκόντες προσενεγκεῖν ἐθελήσητε. εἶτα ἀπαγορεύσας τὸ ἐν παν τὶ τόπῳ τὰς θυσίας προσφέρειν, εἰ κρεῶν μεταλαβεῖν ἐπιθυμήσαιεν, μετα λαβεῖν συνεχώρησεν, ἐν αἷς κατοικοῦσι πόλεσι, τοῦ μὲν ἱερέως θύοντος, τοῦ δὲ αἵματος εἰς τὴν γῆν ἐκχεομένου. ἐκέλευσε δὲ καὶ τὸν ἀκάθαρτον σὺν τῷ καθαρῷ τῶν τοιούτων ἀδιαφόρως ἀπολαῦσαι κρεῶν, διδάσκων ὡς τὰ τοιαῦτα θύματα κοινά ἐστι, καὶ οὐ θεῖα. τῶν γὰρ δὴ θυσιῶν οὐκ ἐξὸν ἦν τοῖς ἀκαθάρτοις μεταλαμβάνειν, ὅθεν εἰκότως ἐπήγαγεν·" φάγετε αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον". ταῦτα δὲ καθαρὰ μὲν ἦν, εἰς δὲ θυσίαν οὐ προσεφέρετο. X Τὰς δεκάτας τοῖς ἱερεῦσι προσφέρειν νομοθετήσας, πῶς ἔφη," οὐ δυ νήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὰ ἐπιδέκατα 240 τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου"; Δύο δεκάτας ἀφιεροῦσθαι τῶν ὄντων προσέταξε· καὶ τὴν μὲν τοῖς λευΐταις προσφέρεσθαι, τὴν δὲ ἄλλην διαπιπράσκεσθαι, καὶ τὴν ταύτης τιμὴν εἰς τὴν αὐτῶν εὐωχίαν καὶ τὴν τῶν χηρῶν καὶ τῶν ὀρφανῶν, καὶ τῶν προ σηλύτων ἀναλίσκεσθαι θεραπείαν. εὐωχεῖσθαι δὲ αὐτοὺς ἐκέλευσε παρὰ τὸν θεῖον νεών. ταῦτα δὲ ὁ πάνσοφος νενομοθέτηκε Κύριος, τῆς τῶν ψευ δωνύμων αὐτοὺς θεῶν πλάνης ἐλευθερῶν. ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγ νίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύ ταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν. XI Τί δήποτε συνεχῶς ἀπαγορεύει τὴν τοῦ αἵματος βρῶσιν; Ἔφη μὲν καὶ αὐτὸς ὁ νομοθέτης, ὅτι τὸ αἷμα αὐτοῦ ψυχὴ αὐτοῦ ἐστι. πλὴν οἶμαι τὸν νόμον καὶ ἕτερον πραγματεύεσθαι. τὴν μιαιφόνον γὰρ αὐτῶν ἰατρεύει γνώμην, εἰ γὰρ τὸ τῶν ἀλόγων αἷμα φαγεῖν, ψυχήν ἐστι φαγεῖν, πολλῷ μᾶλλον ἀνόσιον τὸ τὴν λογικὴν ψυχὴν χωρίσαι τοῦ σώματος. XII Ἐκ ποίας δυνάμεως ὁ τἀναντία διδάσκων προφήτης θαυματουργεῖ; Τοῦ Θεοῦ συγχωροῦντος ἐνεργοῦσιν οἱ δαίμονες. οὕτω καὶ τοῦ Φαραὼ οἱ φαρμακοὶ καὶ τὸ τῆς ῥάβδου καὶ τὸ τοῦ ποταμοῦ καὶ τὸ τῶν βατρά χων εἰργάσαντο· ἐνδεδωκότος τοῦ πανσόφου Θεοῦ διὰ τὴν τοῦ προσ τάττοντος ἄνοιαν. ἐπιτείνειν γὰρ αὐτοῖς ἐκέλευσε τὰς θεηλάτους πληγάς, λύειν μέντοι τὰς τιμωρίας οὐκ ἴσχυον, οὔτε μὴν τὸν σκνῖπα ἐξαγαγεῖν 241 ἠδυνήθησαν. ἃ γὰρ συνεχώρησεν ὁ Θεὸς εἰργάσαντο μόνα· τοῦτο καὶ ἐνταῦθα δεδήλωκεν. εἰρηκὼς γάρ," ἐὰν ἀναστῇ ἐν σοὶ προ φήτης ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δώσει ση μεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρὸς σέ· καὶ εἴπῃ, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ εἰσακούσεσθε τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπ νιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύ ριος ὁ Θεὸς ὑμῶν, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐκ ὅλης τῆς διανοίας ὑμῶν". τοιγάρτοι τοῦ Θεοῦ συγχωροῦντος ὁ ψευδοπρο φήτης τερατουργεῖ. διδασκόμεθα δὲ μὴ προσέχειν σημείοις, ὅτ' ἂν ὁ ταῦτα δρῶν ἐναντία τῇ εὐσεβείᾳ διδάσκει. ἐκέλευσε δὲ καὶ τὸν ψευδοπροφήτην ἀποκτανθῆναι, καὶ τὸν λαὸν τῆς πονηρᾶς διδασκαλίας ἀπαλλαγῆναι." ἀφανιεῖτε, γάρ φησι, τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν". ἐπειδὴ δὲ συνέβαινεν ἢ ἀδελφὸν ἢ φίλον ἢ συγγενῆ τῇ πλάνῃ δεδουλευ κότα πειραθῆναι φενακίσαι καὶ ἄλλους, ἀναγκαίως καὶ περὶ τούτου νενο μοθέτηκε, καὶ προσέταξε δῆλον ἀποφανθῆναι τὸν τῆς ἀσεβείας διδάσκαλον, καὶ πρῶτον ἀφεῖναι λίθον τὸν τῶν τοιούτων ὑπακούσαντα λόγων· εἶθ' οὕτως πάντα τὸν λαὸν καταλεῦσαι τὸν ἀλιτήριον, καὶ τῇ τούτου τιμω ρίᾳ σωφρονισθῆναι τοὺς ἄλλους. XIII Τί ἐστιν," οὐ φοιβήσετε καὶ οὐκ ἐπιθήσετε φαλά κρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ"; Τῶν δυσσεβῶν ἐθνῶν ἀπαγορεύει τὰ ἔθη· καὶ διὰ μὲν τοῦ," οὐ φοι 242 βήσετε", τὰς μαντείας ἐξέβαλε. φοῖβον γὰρ τὸν ψευδόμαντιν ἐκάλουν τὸν Πύθιον. διὰ δὲ τοῦ," οὐ ποιήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ", τὴν τοῦ πέν θους ἀπηγόρευσεν ἀμετρίαν. τινὲς μὲν γὰρ τῶν ἀλλοφύλων ἐθνῶν τὰς τῆς κεφαλῆς ἀπεκείροντο τρίχας καὶ ταύτας προσέφερον τοῖς νεκροῖς· τινὲς δὲ τὰς τῶν γενείων, ἄλλοι τὰς τῶν ὀφρύων. ταῦτα γίνεσθαι ὁ θεῖος ἀπηγόρευσε νόμος. ὅτι δὲ δύο δεκάτας ἀφορίζεσθαι πάντων προσέταξε, σαφῶς ἐνταῦθα δεδήλωκε ὅτι δύο δεκάτας προσάγειν νενομοθέτηκε τῷ λαῷ, μίαν τοῖς λευΐταις καὶ μίαν εἰς λόγον δοχῆς καὶ εὐωχίας." δεκά την, γάρ φησιν, ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν· καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξη ται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐ τοῦ ἐκεῖ". εἰ δὲ μία δεκάτη ἦν, πῶς οἷόν τε καὶ τοὺς λευΐτας λαμβά νειν καὶ τοὺς προσκομίζοντας εὐωχεῖσθαι; ἀλλὰ δῆλον ὡς τοῖς μὲν λευΐ ταις μίαν δεκάτην ἀπένειμεν, ταῖς δὲ τῶν προσφερόντων εὐωχίαις ἑτέραν. τοῦτο δὲ δηλοῖ καὶ τὰ ἐπαγόμενα." ἐάν, γάρ φησιν, ἡ ὁδὸς μα κρὰν εἴη ἀπὸ σοῦ, διαπώλησον καὶ λαβὼν τὴν τι μήν, εἰς ἐκεῖνον ἴθι τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου καὶ δὸς τὸ ἀργύριον εἰς πᾶν ὃ ἐπιθυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προ βάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σίκερᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ φαγῇ ἐκεῖ ἐναν τίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ λευΐτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν

Intertext edge

Open linked passage

Note