Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
243.1
αὐτῷ μερὶς μετὰ σοῦ οὐδὲ κλῆρος". εἶτα περὶ τῶν ὀφει λόντων δοθῆναι τοῖς λευΐταις νομοθετεῖ." μετὰ τρία ἔτη ἐξοί σεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ θήσεις αὐτὸ ἐν ταῖς πό λεσί σου, καὶ ἐλεύσεται ὁ λευΐτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ· καὶ ὁ προσή λυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα, οἱ ἐν ταῖς πό λεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου οἷς ἂν ποιῇς". ἰστέον δέ, ὡς Ἰώσηππος, ἐντεῦ θεν λαβὼν ἀφορμήν, μᾶλλον δὲ καὶ τὸ ἰουδαίων ἐπιστάμενος ἔθος ὡς ἰου δαῖος, τρεῖς ἔφη δεκάτας προστεταχέναι τὸν νόμον προσφέρεσθαι, τὴν μὲν τοῖς λευΐταις, τὴν δὲ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, τὴν δὲ ἄλλην ταῖς τῶν προσφερόντων εὐωχίαις. XIV Διὰ τί τὸ πεπηρωμένον πρωτότοκον ἀπαγορεύει προσφέρειν; Διὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικούς, ἄρτιον ἔχειν τὸ φρόνημα πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον. XV Τίς ὁ τῶν ἀζύμων λόγος; Ὁ νόμος ἡμᾶς ἐδίδαξεν. ἔφη γάρ," ἐπτὰ ἡμέρας φάγῃ ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπ του". ἀποχρῶντος δὲ καὶ περὶ τούτου εἰρήκαμεν ἤδη τὴν Ἔξοδον ἑρμηνεύοντες. 244 XVI Τί ἐστι," δικαίως τὸ δίκαιον διώξετε"; Κατὰ τὸν τοῦ δικαίου, φησί, σκοπὸν μὴ διὰ δόξαν κενήν, μὴ διὰ θεραπείαν ἀνθρωπίνην, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθόν. εἰσὶ γάρ τινες γνώμῃ μὲν οὐ τι μῶντες τὸ δίκαιον, διὰ δὲ τοὺς ἀληθῶς τιμῶντας τὸ δίκαιον, ὑποκρινό μενοι τιμᾶν τὸ δίκαιον. XVII Τί ἐστιν," ἐὰν ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον κρίσεως, καὶ ἀνὰ μέσον ἁφῆς", καὶ τὰ ἑξῆς; Ἐὰν φησί, μὴ δυνηθῇς εὑρεῖν τἀληθὲς δικάζων, ἢ τὸ σῶμα τὸ λεπρὸν δο κιμάζων· τοῦτο γὰρ ἁφὴν καλεῖ· μηδὲ διαγνῷς εἴτε ἀλφός ἐστιν, εἴτε λέπρα· μήτε κρίνῃς, μήτε δικάσῃς ἐξ ὑποψίας, ἀλλ' εἰς τὸν θεῖον νεὼν ἄπιθι καὶ δίδαξον αὐτὰ τὸν ἱερέα, ἢ τὸν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν δημαγωγίαν πεπιστευμένον, καὶ τὸ κελευόμενον πλήρωσον. εἰ δή τις τύφῳ χρώμενος τοῖς ὑπὸ τοῦ ἀρχιερέως, ἢ τοῦ κριτοῦ λεγομένοις ἀντείποι, θανάτῳ ζη μιούσθω, καὶ γινέσθω τοῖς ἄλλοις ὠφελείας ἀρχέτυπον. XVIII Τί δήποτε κελεύει τὸν ἄρχοντα ἵππους μὴ πληθύνειν; Βούλεται αὐτοὺς τῷ Θεῷ μόνῳ θαρρεῖν. διά τοι τοῦτο καὶ Δαβὶδ ὁ μα 245 κάριος ἐβόα·" οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύ ναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται". XIX Διὰ τί τὴν αἰχμάλωτον θρηνεῖν τοὺς οἰκείους κελεύει ῥητὸν ἡμερῶν ἀριθ μὸν εἶθ' οὕτω συναφθῆναι τῷ ταύτην ἀνδραποδίσαντι; Οὐ βούλεται ἀναμιγῆναι θρῆνον εὐφροσύνῃ, οὐδὲ μειδιάματι δάκρυον. τούτου χάριν προσέταξε καιρὸν αὐτὴν τοῦ πένθους λαβεῖν τριάκοντα ἡμέρας, εἶθ' οὕτω τοῦ πένθους ἀπαλλαγεῖσαν, μεταλαχεῖν τῆς γαμικῆς ὁμιλίας. πρὸς δὲ τούτῳ καὶ τὴν ἐπιθυμίαν τὴν ἐκείνου κολάζει, κελεύων μὴ τῆς ἡδονῆς τὸ πάθος, ἀλλὰ τὸν λογισμὸν τῆς κοινωνίας ἡγήσασθαι. ἐὰν δὲ μετὰ τὴν κοινωνίαν παραιτήσαιτο τὸν γάμον, ἀπολυθῆναι προσ έταξε, μισθὸν τῆς κοινωνίας τὴν ἐλευθερίαν λαβοῦσαν. XX Διὰ τί κοινὴν εἶναι βούλεται τὴν τῶν γονέων κατηγορίαν κατὰ παιδὸς γιγνομένην; Ἐπειδὴ μαρτυρεῖ τῇ τῆς κατηγορίας ἀληθείᾳ τῶν κατηγορούντων ἡ συμ φωνία. συμβαίνει γὰρ πολλάκις, μάτην τοῦ πατρὸς κατηγοροῦντος, ἀν τειπεῖν τὴν μητέρα, ἢ τῆς μητρὸς αἰτιωμένης, ἀντειπεῖν τὸν πατέρα. τὰ αὐτὰ μέντοι ἀμφοτέρων κατηγορούντων, δῆλον ἔσται τῆς κατηγορίας τὸ ἀληθές. οὗ δὴ χάριν ἀναιρεῖσθαι κελεύει τὸν οὕτω κατηγορούμενον. XXI Τί δήποτε τὸν νεοττοὺς ὀρνίθων εὑρηκότα, τούτους μὲν κελεύει λαβεῖν, τοὺς δὲ γεγεννηκότας ἀφεῖναι; 246 Φιλανθρωπίαν παιδεύει. εἰ γὰρ τοὺς τεκόντας λάβοι, καὶ καταλίποι τοὺς νεοττούς, ἀπολοῦνται πάντως, οὐκ ὄντος τοῦ τρέφοντος. εἰ δὲ καὶ τούτους κἀκείνους θηρεύσοι, διαφθαρήσεται δηλονότι τῶν ὀρνίθων τὸ γένος, εἰ πάντες τὰ ὅμοια δράσαιεν. XXII Τίνος χάριν στεφάνην τῷ δώματι γενέσθαι παρεκελεύσατο; Ἐδίδαξε τὰ ἑξῆς. ἔφη γάρ," καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πέσων ἀπ' αὐτοῦ". λόγῳ γὰρ ἡμᾶς τιμήσας, βούλεται τούτῳ εἰς δέον κεχρῆσθαι, καὶ πάντων προ μηθεῖσθαι, καὶ μὴ ἀνοήτως πάντων παραχωρεῖν τῷ Θεῷ· ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέροντας ἀναμένειν τὴν ἐκεῖθεν βοήθειαν. οὕτω σπείρον τες οὐ θαρροῦμεν τῇ γῇ, ἀλλὰ τὴν θείαν φιλανθρωπίαν προσμένομεν· καὶ χρώμενοι ἰατροῖς, ἴσμεν ὅτι τοῦ Θεοῦ τὸ διὰ τούτων ἰάσασθαι. τοσαῦτα γὰρ ἡ τέχνη δύναται, ὅσαπερ ὁ ταύτην δεδωκὼς βούλεται. XXIII Τί ἐστιν," οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διά φορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα, καὶ τὸ σπέρ μα, ὃ ἂν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπε λῶνός σου". Καὶ τὴν ἀπληστίαν ἐκκόπτει, καὶ αὐτῶν προμηθεῖται τῶν γεωργούντων. πλείονα γὰρ ἡ γῆ σπέρματα δεχομένη, ἐξιτήλους δίδωσι τοὺς καρπούς. κελεύει τοίνυν μήτε ἀναμεμιγμένα σπέρματα καταβάλλειν, μήτε μὴν τὰς ἀμπέλους σπείρειν. εἶτα τῷ παραβαίνοντι δίδωσιν ἐπιτίμιον, τὴν τοῦ κέρδους κολάζων ἐπιθυμίαν. ἐκέλευσε γὰρ αὐτῷ τὰ τοιαῦτα προσφέρεσ θαι. τοῦτο γὰρ εἶπεν·" ἵνα μὴ ἁγιασθῇ τὸ γένημα". 247 XXIV Διὰ τί τῷ μοιχῷ παραπλησίως κολάζεσθαι κελεύει τὸν φθείροντα τὴν ἄλλῳ μεμνηστευμένην; Ἐπειδὴ τὰ τῆς μνηστείας αὐτοὺς συνήρμοσεν σύμβολα· ὅθεν καὶ γυναῖκα αὐτὴν προσηγόρευσεν." ἐταπείνωσε, γάρ φησι, τὴν γυναῖ κα τοῦ πλησίον". οὕτω καὶ ἡ ἁγία παρθένος γυνὴ τοῦ Ἰωσὴφ ἐχρημάτισεν." μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μα ριὰμ τὴν γυναῖκά σου". XXV Διὰ τί τὸν θλαδίαν καὶ τὸν ἐκτομίαν εἰσελθεῖν εἰς ἐκκλησίαν ἀπαγορεύει; Τὸ ἄγονον τῆς ψυχῆς διὰ τούτων αἰνίττεται. ἀλλοτρία γὰρ Θεοῦ ἡ τῶν ἀγαθῶν ἀκαρπία. ἄλλως δὲ οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν κτηνῶν ἀπαγορεύει τὰ τοιαῦτα ποιεῖν· εἰς γὰρ τὴν τοῦ γένους αὔ ξησιν τὰ γεννητικὰ δεδημιούργεται μόρια. ὥσπερ δὲ τὴν ἀκαρπίαν ἀπα γορεύει, οὕτως καὶ τὸν πονηρὸν ἐκβάλλει καρπόν." οὐκ εἰσελεύ σεται, γάρ φησιν, ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου". XXVI Τί δήποτε τὴν πρὸς μωαβίτας καὶ ἀμμανίτας ἐπιμιξίαν κωλύει, οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ' ἕως εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγέννηνται συνουσίας. ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν, ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. τὸν μέντοι ἰδουμαῖον καὶ τὸν αἰγύπ 248 τιον, μετὰ τρίτην κελεύει προσίεσθαι γενεάν· τὸν μὲν ὡς ἀδελφόν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον. λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπ τον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν, διδάσκει τοίνυν ἡμᾶς ὁ νόμος μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. XXVII Τί ἐστιν," ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου"; Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κό προν. ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν·" ὅτι Κύριος, ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου", καὶ τὴν αἰτίαν διδάσκει·" ἐξελέσθαι σε καὶ παρα δοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου". διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. τοῦτο γὰρ ἐπάγει·" καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑ ρεθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος". XXVIII Τί ἐστι τελεσφόρος καὶ τελισκόμενος καὶ τελισκομένη; Ὥσπερ ἡμεῖς πιστοὺς ὀνομάζομεν τοὺς τῶν θείων μυστηρίων μετέχοντας, οὕτως τετελεσμένους ἐκάλει τὰ ἔθνη τοὺς δαιμόνων τινῶν διδασκομένους μυστήρια. τελεσφόρον τοίνυν καλεῖ τὸν μυσταγωγοῦντα, τελισκόμενον δὲ τὸν μυσταγωγούμενον. XXIV Τίνα ἐστί," τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ"; 249 Ἐπαγγελλόμενος τῷ Θεῷ, χρέος νόμιζε τὴν ὑπόσχεσιν, σπούδασον τοίνυν ταύτην ἀποδοῦναι συντόμως. τοῦτο γὰρ ἔφη·" οὐ χρονιεῖς ἀπο δοῦναι τὴν εὐχήν σου, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται σοι ἁμαρ τία". εἶτα διδάσκων, ὅτι τῆς ἐξουσίας ἐστὶ τῆς γνώμης τὸ ὑποσχέσθαι ἢ μή, ἐπήγαγεν·" ἐὰν δὲ μὴ θελήσῃς εὔξασθαι, οὐκ ἔσ ται σοι ἁμαρτία". ὅθεν καὶ ὁ μακάριος Δαβίδ·" ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου". πά λιν μέντοι τὸν περὶ τῆς λέπρας τεθεικὼς νόμον, τῆς Μαρίας ἀνέμνησε, λέγων·" μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ", διδάσκων ὡς θεήλατος ἡ πληγὴ καὶ ταύτην αὐτοῖς ἁμαρτάνουσιν ἐπέφερεν ὁ Θεός· καὶ αὖ πάλιν μεταμελου μένων ἔπαυσε. καὶ μέντοι καὶ περὶ τῆς τῶν παίδων ἀπειλῆς τὸ ἀμφίβολον ἔλυσεν. ἔφη γάρ·" οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ τέκνα ὑπὲρ πατέρων. ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται". εἰκὸς γὰρ καὶ πατέρας συμ βουλεῦσαι μὲν παισὶ τὰ συμφέροντα· μηδὲν δὲ διὰ τὴν ἐκείνων ἀπείθειαν ὀνῆσαι· καὶ παῖδας κρείττους τῶν πατέρων γενέσθαι. XXX Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος τεσσαράκοντα λαμβάνειν τὸν πλημμελή σαντα μάστιγας, παρὰ μίαν πληγὴν ἐπιφέρουσιν ἰουδαῖοι; Ἐπειδὴ ὁ πλείων ἀριθμὸς τὸν αἰκιζόμενον ἀτιμοῖ·" ἐὰν γὰρ προσ θῶσι μαστιγῶσαι αὐτόν, ἀσχημονήσει ὁ ἀδελ φός σου ἐναντίον σου". παρὰ μίαν διδόασιν, ἵνα μὴ τὸν ἀκρι βῆ φυλάττοντες ἀριθμὸν καὶ ἄκοντες τὸν τυπτόμενον ἀτιμάσωσι, τὸν περιττὸν ἐπιφέροντες. 250 XXXI Τί ἐστιν," οὐ φιμώσεις βοῦν ἀλοῶντα"; Τὸ μὲν τῆς ἀναγωγῆς νόημα σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος. καὶ αὐτὸ δὲ τὸ πρόχειρον εὐσεβές· ἄδικον γὰρ τὸν ἀρόσαντα τὴν γῆν καὶ τὰ δράγματα σὺν πόνῳ τέμνοντα, μὴ μεταλαγχάνειν τοῦ καρποῦ. XXXII Τί δήποτε ἐμπτύεσθαι κελεύει τὸν τοῦ ἄπαιδος ἀδελφοῦ τὴν γυναῖκα μὴ βουλόμενον γῆμαι; Ἀνάγκην αὐτοῖς διὰ τῆς ἀτιμίας φιλαδελφίας ἐπιθείς, ἄμεινον μὲν γὰρ ἦν διὰ τὴν φύσιν προμηθεῖσθαι τοῦ τεθνηκότος. ἐπειδὴ δὲ οὐχ ἅπαντες αἰδοῦνται τὸν τῆς φύσεως νόμον, τὴν τῆς ἀτιμίας αὐτοῖς ἀνάγκην ἐπέ θηκεν. XXXIII Διὰ τί πανωλεθρίᾳ κελεύει παραδοῦναι τὸν Ἀμαλήκ; Καὶ δυσσεβεῖς ἦσαν καὶ μισάδελφοι. καὶ γὰρ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, πρῶτοι τὸν κατὰ τοῦ Ἰσραὴλ ἀνεδέξαντο πόλεμον, καὶ ταῦτα πόρρωθεν ὄντος, καὶ τοῖς ὁρίοις αὐτῶν μὴ πελάσαντος. ἐδίδαξε δὲ πάλιν σαφέστερον, ὡς δύο ἀφορίζεσθαι δεκάτας προσέταξεν. ἔφη δὲ οὕτως·" ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπι δέκατον τῶν γενημάτων τῆς γῆς σου, ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ λευΐτῃ καὶ τῷ προσηλύτῳ καὶ τῇ χήρᾳ καὶ τῷ ὀρφανῷ καὶ φάγονται ἐν ταῖς πόλεσί σου καὶ ἐμ 251 πλησθήσονται". ὅτι μέντοι οὐκ ἐν μιᾷ ἡμέρᾳ τῷ λαῷ ταύτην τὴν διδασκαλίαν ὁ προφήτης προσήνεγκε, καὶ ταῦτα δηλοῖ." προσ έταξε, γάρ φησι, Μωϋσῆς καὶ ἡ γερουσία Ἰσραήλ, λέγοντες· φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον". εἶτα ἐκέλευσεν ὁ δεσπότης Θεὸς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, δύο στῆ σαι λίθους μεγάλους, καὶ κονιάσαι αὐτούς, καὶ ταύτας ἐπιγράψαι τὰς ἐντολάς· ἔπειτα ἐκ λίθων αὐτοφυῶν οἰκοδομῆσαι θυσιαστήριον ἐν τῷ ὄρει Γεβάλ, καὶ τὰς νενομισμένας ἐπιτελέσαι θυσίας· καὶ πρὸς ταῖς ἄλλαις, οἷόν τινα χαριστήριον τὴν τοῦ σωτηρίου· καὶ μετὰ ταῦτα εὐωχηθῆναι τὸν εὐεργέτην ἀνυμνοῦντας Θεόν. XXXIV Τί δήποτε κατάραις αὐτοὺς καὶ εὐλογίαις ὑπέβαλεν; Ὁ δεσπότης Χριστὸς τὰ τέλεια μαθήματα τοῖς τελείοις προσενεγκών, βα σιλείαν μὲν οὐρανῶν τοῖς ταῦτα πληροῦσιν ὑπέσχετο, ἠπείλησε δὲ τοῖς παραβαίνουσι γέενναν. ἰουδαίοις δὲ χαμαιπετὲς ἔχουσι καὶ χαμαίζηλον φρόνημα, τὰς τῇ γῇ προσηκούσας ἀρὰς καὶ εὐλογίας ἀπένειμεν. οἱ γὰρ μηδὲ τοῖς ὁρωμένοις πιστεύσαντες θαύμασι, πῶς ἂν ἐδέξαντο τὰ τῷ μέλ λοντι βίῳ προσήκοντα; ἐπισημήνασθαι δὲ χρή, ὡς τὰς μὲν εὐλογίας ταῖς ἐκ τῶν ἐλευθέρων βεβλαστηκυίαις φυλαῖς ἀπένειμε, καὶ τὴν ἱερατικὴν ἐνταῦθα τῷ λαῷ συνηρίθμησε, καὶ τὴν τοῦ Ἰωσὴφ διπλῆν οὖσαν, ὡς μίαν προσέταξεν εὐλογεῖν. τὰς δὲ κατάρας τοῖς ἡμιδούλοις ἐκλήρωσε· συντάξας αὐτοῖς διὰ τὸν τῶν φυλῶν ἀριθμὸν τὸν Ῥουβὶν καὶ τὸν Ζα βουλών· τὸν μὲν ὡς ἁμαρτίᾳ περιπεπτωκότα, τὸν δὲ ὡς ἔσχατον τῶν τῆς Λείας υἱῶν. ἐπαρᾶσθαι δὲ πρὸ τῶν ἄλλων ἁπάντων ἐκέλευσε τοῖς εἰς τὸ θεῖον ἀσεβοῦσι, καὶ τὰ χειροποίητα προσκυνοῦσιν ἀγάλματα. εἶτα τοῖς 252 εἰς πατέρας παρανομοῦσι. μετὰ γὰρ τὰ θεῖα δίκαιον θεραπεύειν τούτους δι' ὧν εἰς τὸ εἶναι παρήχθημεν. ἔπειτα τοῖς ἐπικερτομοῦσι τοῖς τὸ βλέ πειν ἀφῃρημένοις καὶ τῆς εὐθείας αὐτοὺς ἐκτρέπειν ὁδοῦ πειρωμένοις. καὶ ἁπαξαπλῶς τοῖς τὰς προειρημένας παραβαίνουσιν ἐντολάς. ταῦτα δὲ τῶν ἱερέων λεγόντων, ἐκέλευσε τὸν λαὸν ἐπιλέγειν," γένοιτο"· οἷον ὑπο γραφήν τινα γραμματείου ταύτην παρ' αὐτῶν κομιζόμενος τὴν φωνήν. τοῖς δὲ τὰς θείας φυλάττουσιν ἐντολάς, τὰς παντοδαπὰς δέδωκεν εὐλογίας, καὶ τοῖς τὰς πόλεις καὶ τὰς κώμας οἰκοῦσιν εὐπαιδίαν, πολυπαιδίαν, ποιμ νίων καὶ βουκολίων πολυγονίαν, τὴν ἀπὸ γῆς εὐκαρπίαν, τὴν ἐν εἰρήνῃ διαγωγήν, τὴν ἐν πολέμοις νίκην· καὶ τὰ τούτοις προσόμοια. ταῖς δὲ σω ματικαῖς καὶ πνευματικὴν εὐλογίαν προστέθεικεν" ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου". καὶ τοῦτον δὲ προστέθεικε τὸν διορισμόν·" ἐὰν εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ". ταῦτα γὰρ οἱ μὲν ὁρῶν τες, οἱ δὲ ἀκούοντες φοβηθήσονται, λογιζόμενοι τὴν θείαν κηδεμονίαν ἧς ἀπολαύετε. τὸ μέντοι," γενέσθαι εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν", ἄρχοντα λέγει καὶ μὴ δουλεύοντα. τοῦτο γὰρ ἐπήγαγε·" καὶ ἔσῃ τότε ἐπάνω, καὶ οὐχ ὑποκάτω". εἶτα πά λιν ἐπιφέρει τὰς ἀρὰς τἀναντία τῶν προρρηθεισῶν ἐχούσας εὐλογιῶν, ἀγονίαν, δυσκληρίαν, ἔνδειαν, νόσους, ταλαιπωρίαν, λιμόν, λοιμόν, πό λεμον, ἧτταν, ἀνομβρίαν, γῆς ἀκαρπίαν. τοῦτο γὰρ" ἡ σιδηρᾶ γῆ" δηλοῖ, καὶ" ὁ χαλκοῦς οὐρανός". ἔπειτα τὰ ἐν πολιορ κίᾳ γινόμενα·" γυναῖκα λήψῃ καὶ ἀνὴρ ἕτερος ἕξει 253 αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ ἐνοικήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν· ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ", καὶ τὰ ἑξῆς, τὴν αὐτὴν τούτοις ἔχει διάνοιαν. προστίθησι δὲ καὶ ἑλκῶν ἀπειλάς, καὶ παθημάτων διαφοράς, καὶ ἀνδραποδισμοὺς καὶ τὸ πάντων χαλεπώτατον·" ὁ προσήλυ τος, φησίν, ὅστις ἔστι σοι, ἀναβήσεται ἐπὶ σὲ ἄνω, σὺ δὲ καταβήσῃ κάτω". αἰνίττεται δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν αὐτῶν ἀπιστίαν προεῖπεν αὐτοῖς, καὶ τὴν ὑπ' ἀσσυρίων καὶ βαβυλωνίων καὶ μακεδόνων καὶ τὸ τελευταῖον τὴν ὑπὸ ῥωμαίων γεγενημένην πολιορκίαν καὶ τῆς πολιορκίας τὰς συμφοράς." φάγῃ, γὰρ ἔφη, τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύ ριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου", καὶ τὰ ἄλλα ὅσα μετὰ τὴν πεῖραν ὁ προφήτης Ἱερεμίας ἔφη τοὺς θρήνους συγγράφων. ἠπείλησε δὲ οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἑτέρας πολλαπλασίας ἐποίσειν αὐτοῖς τιμωρίας, τὰς θείας παραβαίνουσιν ἐντολάς. ἠπείλησεν αὐτοῖς καὶ τὴν αἰγυπτίων δουλείαν ἧς πεῖραν λαβόντες ἔναυλον εἶχον τὴν μνή μην. οἱ γὰρ ἐξανδραποδίζοντές σε, φησίν, ἐκεῖνοί σε ἀποδώσον ται. XXXV Ταύτας τὰς ἀρὰς καὶ τὰς εὐλογίας τοῖς τούτων οὐκ ἐδεδώκει πατράσιν. ἔχει τοίνυν ἡ βίβλος αὕτη καινήν τινα παρὰ τὰς ἄλλας διδασκαλίαν. 254 Ἐπεσημήνατο τοῦτο καὶ ὁ προφήτης. πεπληρωκὼς γὰρ τὸν περὶ τῶν ἀρῶν καὶ τῶν εὐλογιῶν λόγον, ἐπήγαγεν·" οὗτοι οἱ λόγοι τῆς διαθήκης, ὅσα ἐνετείλατο Κύριος τῷ Μωϋσῇ στῆ σαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ". ἐπειδὴ γὰρ ἔμελλεν αὐτοὺς εἰσάξειν εἰς ἣν ἐπηγγείλατο γῆν, ἀναγκαίως καὶ ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις προτρέπει, καὶ ταῖς τῶν τιμωριῶν ἀπειλαῖς κατα πλήττει, καὶ πάντα κινεῖ πόρον εἰς τὴν τῶν ψυχῶν αὐτῶν ἰατρείαν. XXXVI Τί δήποτε πλείους τῶν εὐλογιῶν αἱ ἀραί; Τοὺς πονηροὺς οἰκέτας οὐ τοσοῦτον ὠφελοῦσιν αἱ τῆς ἐλευθερίας ἐπαγ γελίαι, ὅσον τῶν μαστίγων αἱ ἀπειλαί. XXXVII Πῶς νοητέον τό," οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρ δίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης"; Ὡς τό," παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν", καί," παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας", καί," ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ". ἀγαθῶν γὰρ αἴτιος ὁ Θεός, κακῶν δὲ ἀναίτιος. ἐπιδείκνυσι γὰρ τὸ πρακτέον, ἀπο τρέπει δὲ τῶν ἐναντίων, οὐ βιάζεται δὲ τῶν ἀνθρώπων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρεῖ. ἐπειδὴ δὲ συγχωρεῖ γενέσθαι τἀναντία 255 κωλῦσαι δυνάμενος, οὐκ ἀνέχεται δὲ κωλύειν, ἵνα μὴ βίᾳ καὶ ἀνάγκῃ γέ νηται τὸ πραττόμενον– τὸ γὰρ ἐθελούσιον τῆς ἀρετῆς ἀξιέπαινον– τὴν συγχώρησιν αἰτίαν ἐκάλεσε. τούτῳ ἔοικε τὸ ἐν τοῖς θείοις εἰρημένον εὐαγ γελίοις·" τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν". καὶ μὴν πάντα πόρον κεκίνηκεν, ὥστε αὐτοὺς ἀπολαῦσαι τῆς σωτηρίας· θαυματουργῶν τὰ πεπηρωμένα μέλη θεραπεύων, ἐν ἐρήμῳ τρέφων, τοῖς στοιχείοις κελεύων, οὐ τοίνυν αὐτὸς τῆς ἐκείνων αἴτιος ἀπιστίας. τί δήποτε τοίνυν ὁ εὐαγ γελιστὴς τὴν προφητικὴν τέθεικε μαρτυρίαν; ἵνα δείξῃ ὡς οὐδὲν τούτων ἠγνόησεν ὁ δεσπότης Θεός, ἀλλὰ πόρρωθεν αὐτὰ προηγόρευσεν." ἀκοῇ, γάρ φησιν, ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέπον τες βλέψετε καὶ οὐ μὴ ἴδητε". οὕτω νοητέον καὶ τὸ ἐν ταῦθα κείμενον·" οὐκ ἔδωκε Κύριος ὑμῖν καρδίαν εἰδέ ναι. καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης". εἰ δὲ αὐτὸς οὐκ ἔδωκε τὸ βλέπειν καὶ τὸ ἀκούειν καὶ τὸ λογίζεσθαι, τί δήποτε καὶ ἐπαρᾶται καὶ τιμωρεῖται τοὺς οὐχ ἑκόντας παρανομήσαντας; ἀλλὰ περιττὸν οἶμαι περὶ τούτου μηκύ νειν. δῆλον γὰρ καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ὁ τοσαύτην διδασκαλίαν προσενεγκών, οὐκ ἀφαιρεῖται τὸ βλέπειν ἀλλὰ ποδηγεῖ καὶ φωτίζει καὶ τὴν εὐθεῖαν ὁδὸν ἐπιδείκνυσι. διδάσκει δὲ τοῦτο καὶ τὰ ἑξῆς·" οὐχ ὑμῖν, γάρ φησιν, μόνοις ἐγὼ διατίθεμαι τὴν διαθή κην ταύτην καὶ τὴν ἀρὰν ταύτην, ἀλλὰ καὶ τοῖς ὁδεύουσι μεθ' ὑμῶν σήμερον ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν μεθ' ὑμῶν ὧδε σή μερον". ὁ δὲ καὶ τῶν μελλόντων ἔσεσθαι προμηθούμενος, πῶς ἂν τῶν 256 παρόντων καὶ δεχομένων τὸν νόμον ἠμέλησε; τί δήποτε δὲ καὶ ἐνομο θέτει τοῖς συνιέναι μὴ δυναμένοις; ἰστέον δὲ καὶ τοῦτο, ὡς καὶ τοῖς ἀνθρω πίνοις πολλάκις οἱ προφῆται κέχρηνται λόγοις, ὡς μᾶλλον γνωριμωτέ ροις. εἰώθασι δέ τινες καὶ οἰκέταις ἐγκαλοῦντες καὶ μαθηταῖς λέγειν· ἐτύ φλωσεν ὁ Θεὸς τὴν καρδίαν σου, ἐκώφωσεν τὰ ὦτά σου. τοιοῦτόν τι καὶ ἐνταῦθα ὁ προφήτης πεποίηκε καὶ διὰ τῶν συνήθων λόγων τῆς ἀνοίας αὐτῶν κατηγόρησε. XXXVIII Πῶς νοητέον," ἐάν τις ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων· ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι"; Τὸν κατὰ τῶν θείων θρασυνόμενον ἐντολῶν ὁ λόγος διέγραψε. πολλοὶ μὲν γὰρ διὰ ῥαθυμίαν τὸν θεῖον παραβαίνουσι νόμον. πολλοὶ δὲ δι' αὐ θάδειαν καὶ τῦφον καταφρονοῦσι τῶν ἐντολῶν. τοῦτον ἐνταῦθα δεδήλω κεν, ὡς τὴν ἐναντίαν ὁδὸν προαιρούμενον καὶ τὴν πλανῶσαν τῆς εὐθείας προκρίνοντα. τούτῳ τὸν ἔσχατον ἠπείλησεν ὄλεθρον, ὥστε καὶ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν εὐσεβείας γενέσθαι παράδειγμα. διδάσκων δὲ αὐτοὺς ὡς οὐδὲν ἀγνοεῖ τῶν λάθρα γιγνομένων ἐπήγαγε·" τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν". ὥσπερ ὑμεῖς φησί, γιγνώσκετε τὰ προφανῶς γιγνόμενα, οὕτως ἐμοὶ δῆλα καὶ αὐτὰ τῶν λογισμῶν τὰ κινήματα. εἰσάγει δὲ καὶ τὸν περὶ μετανοίας λόγον. ἐάν, γάρ φησι, τὰς θείας παραβεβηκὼς ἐντολὰς ταῖς ἀραῖς περιπέσῃς καὶ δορυάλωτος γενόμενος τὸν τῆς δου λείας δέξῃ ζυγόν, εἶτα σώφρονι χρησάμενος λογισμῷ, τὰς τῆς δουλείας 257 αἰτίας ἐπιζητήσῃς καὶ ἐξιλεώσῃ τὸν νομοθέτην, οἴκτῳ χρώμενος ἐπανάξει σε καὶ τὴν πατρῴαν ἀποδώσει σοι γῆν. καὶ τοῦτο πολλάκις γεγένηται καὶ διδάσκει σαφῶς καὶ τῶν Κριτῶν ἡ βίβλος καὶ τῶν Βασι λειῶν καὶ τῶν Παραλειπομένων αἱ ἱστορίαι. ὕστερον μέντοι κατὰ τοῦ σωτῆρος λυττήσαντες εἰς ἅπασαν μὲν γῆν καὶ θάλατταν διεσπάρησαν. τετρακοσίων δὲ διεληλυθότων ἐτῶν, οὐκ ἔτυχον ἀνακλήσεως. ἐπέδειξε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς τὴν εὐκολίαν·" ἡ ἐντολή, γάρ φη σιν, αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκος οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ· οὐκ ἐν τῷ οὐρανῷ ἐστι, λέγων· τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; οὐδὲ πέραν τῆς θαλάσσης λέ γων· τίς διαπεράσει εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκουστὴν ἡμῖν ποιή σει αὐτὴν καὶ ποιήσομεν"; οὔτε πτερῶν σοι, φησί, χρεία εἰς πτῆσιν, οὔτε πλοίων εἰς ἀποδημίαν, ἵνα διδαχθῇς τὸ πρακτέον·" ἀλλ' ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό". δηλοῖ δὲ διὰ μὲν τοῦ στόματος, τὴν τῶν θείων λο γίων μελέτην, διὰ δὲ τῆς καρδίας, τὴν τῆς ψυχῆς προθυμίαν· διὰ δὲ τῶν χειρῶν, τὴν πρᾶξιν τῶν ἐντολῶν. ταύτῃ τῇ μαρτυρίᾳ καὶ ὁ θεῖος ἐχρή σατο Παῦλος·" ἐάν, γάρ φησιν, ὁμολογήσῃς ἐν τῷ στό ματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύ νην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν". τέθεικε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς καὶ τῆς παραβάσεως τὰ ἆθλα, τὴν ζωὴν καὶ τὸν θάνατον. 258 XXXIX Τί δήποτε μετὰ ἑπτὰ ἔτη προσέταξεν ὁ νομοθέτης ταύτην αὐτοῖς ἀναγ νωσθῆναι τὴν βίβλον; Οὐκ ἦγον σχολὴν πολεμοῦντες καὶ τὰς πόλεις πολιορκοῦντες· καὶ μέντοι καὶ μετὰ τὴν νίκην, κατὰ φυλὰς τὴν γῆν μεριζόμενοι καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ καθ' ἕνα. εἶτα οἰκοδομοῦντες καὶ γεωργοῦντες καὶ τἄλλα ποιοῦντες, ὅσα πράττειν ἀνάγκη τοὺς ξένης γῆς τὴν δεσποτείαν παρει ληφότας. τούτου χάριν τῷ ἑβδόμῳ ἔτει μετὰ τὴν τούτων ἀπαλλαγήν, γε νέσθαι προσέταξε τὴν ἀνάγνωσιν. XL Διὰ τί τὸν οὐρανὸν καὶ τὴν γῆν διαμαρτύρασθαι προσέταξεν; Οὐκ ἐπειδὴ ἔμψυχα ταῦτα καὶ λογικά, ἀλλ' ὅτι πάντων ἐστὶ τῶν κτισ μάτων περιεκτικά. τοῦτο καὶ Ἠσαΐας ὁ προφήτης πεποίηκεν·" ἄκουε, γάρ φησιν, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε". τοῦτο καὶ ὁ θεῖος Ἱερεμίας·" ἐξέστη, γάρ φησιν, ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπιπλεῖον ἡ γῆ, λέγει Κύριος". ἐπειδὴ γὰρ εἰς μαρτυρίαν αὐτὰ τῆς ἀπειλῆς ὁ νομοθέτης ἐκάλεσεν, εἰκότως μετὰ τὴν τῶν νόμων παράβασιν καὶ φρίξαι λέγεται, καὶ ἐκστῆναι. οὕτω καὶ ὁ Ἰακὼβ καὶ ὁ Λάβαν τὸν βουνὸν ὠνό μασαν" βουνὸν τῆς μαρτυρίας"· καὶ Ἀβραὰμ ὁ πατριάρχης, καὶ Ἀβιμέλεχ τῶν γεράρων ὁ βασιλεύς," φρέαρ τοῦ ὅρκου", ὡς ἐκεῖ μεθ' ὅρκου ποιησάμενοι τὰς συνθήκας. XLI Πῶς νοητέον τό," ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ 259 ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς"; Οὐκ ἔθνος ἓν οἱ τῷ σωτῆρι Χριστῷ πεπιστευκότες, ἀλλὰ μυρία. καὶ ταῦτα δέ ποτε ἀσύνετα ἦν καὶ ἀνόητα, ᾗ φησιν ὁ μακάριος Παῦλος·" ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώ μενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποι κίλαις", καὶ τὰ ἑξῆς. ὥσπερ τοίνυν, φησίν, ὑμεῖς τὸν ἕνα καταλι πόντες Θεόν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν σωτηρίαν. ἀλλ' οἱ μὲν τοὺς οὐκ ὄντας τετιμηκότες θεοὺς οὐκ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύ νετα ἔθνη θείας ἐμπλήσω σοφίας· ὑμεῖς δὲ ὁρῶντες τῷ φθόνῳ τακήσεσθε. XLII Πῶς νοητέον τό," εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγε λοι Θεοῦ"; Καὶ ἐξ ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· ἀλλὰ τοῖς ἔθνεσι τὴν διδασ καλίαν οἱ ἐξ ἰουδαίων πεπιστευκότες προσήνεγκαν. ἐξ ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι. ταῦτα τοίνυν προθεσπίζων ὁ προφήτης ἔφη·" εὐ φράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ", τουτέστι τῶν ἐξ ἰουδαίων πεπιστευκότων·" καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι Θεοῦ", τοὺς εἰς αὐτὸν πεπιστευκότας. καὶ γὰρ τοῦ σωτῆρος ἡμῶν γεννηθέντος, χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν, βοῶν·" δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία". καὶ τὰς ἀσπάρ τους δὲ καὶ ἀλοχεύτους ἐκείνας ὠδῖνας Γαβριὴλ προείρηκεν ὁ ἀρχάγγελος. κἀν τῷ πρὸς τὸν διάβολον ἀγῶνι παρῆσαν τῶν ἀγγέλων οἱ δῆμοι." προσελθόντες, γάρ φησιν, ἄγγελοι διηκόνουν αὐ 260 τῷ". καὶ τῷ πάθει παρῆσαν, καὶ μετὰ τὴν ἀνάστασιν τῷ τάφῳ προσ ήδρευον καὶ ταῖς γυναιξὶν ἔλεγον·" τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν"; καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῖς ἱεροῖς ἔφασαν ἀποστόλοις·" τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν". καὶ τῷ Κορνηλίῳ ἄγγελος τὰ κατὰ τὸν μέγαν Πέτρον ἐμήνυσε. καὶ ὁ θεῖος ἀπόστολος ἐν τῷ πλοίῳ τοῖς συμπλέουσιν ἔφη·" ὤφθη μοι ἄγ γελος τοῦ Θεοῦ οὗ εἰμι". καὶ πολλὰ δὲ τοιαῦτα εὕροι τις ἂν ἐθελήσας. ταῦτα μέντοι περὶ τῶν πεπιστευκότων εἰπὼν ὁ προφήτης, προλέγει καὶ τῶν ἀπίστων τὰς τιμωρίας, καὶ δήλας τούτων τὰς αἰτίας ποιεῖ. ἔφη γὰρ οὕτως·" ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκ δικεῖται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς αὐτοῦ καὶ τοῖς μισοῦσιν αὐτὸν ἀν ταποδώσει· καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ". υἱοὺς δὲ τοῦ Θεοῦ κέκληκε τοὺς ἁγίους, οὓς ἀνεῖλον οἱ μιαιφόνοι. ἵνα γὰρ τῶν προφητῶν τὰς σφαγὰς καταλίπω καὶ τοῦ δεσ πότου τὸ σωτήριον πάθος, τὸν μὲν καλλίνικον κατέλευσαν Στέφανον, ξύλῳ δὲ τὸν μέγαν ἀνεῖλον Ἰάκωβον· εἰς θεραπείαν δὲ αὐτῶν καὶ τὸν ἕτε ρον Ἰάκωβον Ἡρώδης ἀπετυμπάνισε καὶ πολλὰς δὲ ἄλλας μιαιφονίας ἐτόλμησαν· καὶ τῶν τῷ Κυρίῳ πεπιστευκότων τὰς οἰκίας ἐξεπόρθησαν. καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ·" καὶ τὴν ἁρπαγήν, φησίν, τῶν ὑπαρχόντων ὑμῶν μεθ' ἡδονῆς προσεδέξασθε". καὶ θεσσαλονικεῦσι, δὲ ἐπισ τέλλων οὕτως ἔφη·" μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἁγίων 261 τῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπά θετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ τῶν ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτει νάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων". ταῦτα καὶ ὁ Κύριος αὐτῶν κατηγόρησεν ἐν τῇ τοῦ ἀμπελῶνος παραβολῇ, ὅτι τῶν δούλων" ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν"· τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν. XLIII Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωϋσῆς προσετάχ θη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; Διδάσκει διὰ τούτων ἡμᾶς ὁ δεσπότης, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. τοῦτο καὶ σοφός τις ἔφη·" ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσον ται". καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις·" ᾧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ, ᾧ δὲ πολὺ δοθήσεται, πολὺ ἀπαιτήσουσι παρ' αὐτοῦ". ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι' ἑτέρων ὁ δεσπότης οἰκονομεῖ. ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προφήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγα γεῖν τὸν λαόν, ἵνα μὴ ὡς Θεὸν αὐτὸν σεβασθῶσιν οἱ ἰσραηλῖται· οἱ γὰρ τὰ ἄψυχα θεοποιήσαντες καὶ μόσχου εἰκόνα θεὸν ὀνομάσαντες, 262 δῆλον ὅτι πολλῷ μᾶλλον ὡς θεὸν ἂν ἐσεβάσθησαν τὸν τοσούτων αὐτοῖς ἀγαθῶν γεγενημένον διάκονον· τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδη λον πεποίηκεν ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων Θεός. εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωϋσῆς τύπον ἐπέχει τοῦ νόμου, διὸ καὶ Μωϋσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει·" ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφήτας". καί," ἕως σήμερον ἡνίκα ἀνα γινώσκεται Μωϋσῆς". καί·" ἐβασίλευσεν ὁ θάνα τος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως". ὥσπερ γὰρ Ἠσαΐαν καλοῦμεν οὐ τὸν προφήτην μόνον ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, καὶ Ἱερε μίαν καὶ Ἰεζεκιὴλ οὐ τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία· καὶ τὸν ἀπόστολον οὐ μόνον αὐτὸν τῆς ἀληθείας τὸν κήρυκα, ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, οὕτω καὶ Μωϋσῆς ὁ νόμος ὠνόμασται, Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, τύπος τοῦ σωτῆρος τῆς οἰκουμένης. ὥσπερ τοίνυν Μωϋσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτως ὁ νόμος μὲν τῆς ἀσεβείας ἀπαλλάττει τοὺς πειθο μένους, ἡ δὲ τῶν εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐ ρανῶν. XLIV Πῶς νοητέον τὰς τῶν φυλῶν εὐλογίας; Πρῶτον ἀνέμνησεν ὁ προφήτης τῆς θείας ἐπιφανείας τῆς ἐν τῷ Σινᾷ ὄρει γεγενημένης." Κύριος, γάρ φησιν, ἐκ Σινᾷ ἥξει καὶ ἐπέ φανεν ἡμῖν ἐκ Σιείρ, καὶ κατέπαυσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης· ἐκ δεξιῶν αὐτοῦ ἄγ γελοι μετ' αὐτοῦ". καὶ ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἐν τῷ Σιεὶρ τῆς θείας κηδεμονίας ἀπήλαυσαν. Κάδης δὲ ἐνταῦθα οὐ τὴν ἔρημον λέγει, ἀλλὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. τὸ γὰρ Κάδης τῇ ἑβραίων φωνῇ τὸν 263 ἅγιον δηλοῖ. ἔφη τοίνυν, ὅτι πολλαὶ μυριάδες ἁγίων ἀγγέλων τῷ δεσ 263 πότῃ συνῆσαν, τῆς οἰκείας αὐτοὺς ἀξιοῦντι κηδεμονίας. ἀναγκαίως δὲ προστέθεικε·" καὶ πάντες ἡγιασμένοι ὑπὸ τὰς χεῖρας αὐτοῦ καὶ οὗτοι ὑπὸ σέ εἰσιν". εἰ γὰρ καὶ ἀόρατον ἔχου σι φύσιν, ἀλλ' ὑπὸ τὴν σὴν δεσποτείαν τελοῦσι· σὲ γὰρ ἔχουσι ποιητήν. προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη καὶ τούτων κἀκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς." ἔσται, γάρ φησιν, ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχ θέντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ". Ταῦτα εἰπών, πρῶτον εὐλογεῖ τὸν Ῥουβήν, καὶ λύει τὴν πατρῴαν ἀρὰν ἀντιτάξας τὴν φιλαδελφίαν τῇ περὶ τὸν πατέρα παρανομίᾳ. ἐξῆν δὲ ὡς νομοθέτῃ εἰς εὐλογίαν τὴν ἀρὰν μεταθεῖναι." ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔσται πολὺς ἐν ἀριθμῷ". ἐπειδὴ γὰρ ὁ πατὴρ εἶπεν·" ὡς ὕδωρ μὴ ἐκζέσῃς", τουτέστι μὴ θερ μανθῇς εἰς πολυγονίαν, εἰκότως αὐτῷ τῶν ἀπογόνων τὸ πλῆθος ἐπηύ ξατο. εἶτα τὴν τάξιν ὑπερβάς, τῷ Ἰούδα τὴν εὐλογίαν προσφέρει, διὰ τὸν ἐκεῖθεν κατὰ σάρκα βεβλαστηκότα δεσπότην." πρόδηλον, γάρ φησιν ὁ θεῖος ἀπόστολος, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν". προλέγει δὲ καὶ τὴν δαβιτικὴν βασιλείαν." εἰ σάκουσον, γάρ φησι, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοι. αἱ χεῖρες αὐτοῦ διακρι νοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ". οὕτω τὴν βασιλικὴν εὐλογήσας φυλὴν εἰς τὴν ἱερατικὴν μετα βαίνει·" δότε Λευῒ δήλους αὐτῷ καὶ ἀλήθειαν αὐ τοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ". τῷ στέρνῳ τοῦ ἱερέως τὸ λόγιον ἐπέκειτο· εἶχε δὲ τοῦτο τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· πολλὰ γὰρ ἐκεῖ θεν προεδηλοῦτο· συνῆπται δὲ τοῖς δήλοις ἡ ἀλήθεια, διὰ τὸ ἀψευδὲς τῶν δηλουμένων." ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοι 264 δόρησαν αὐτὸν ἐφ' ὕδατος Ἀντιλογίας". τῶν εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν γεγενημένων ἀνέμνησεν·" ὁ λέγων τῷ πα τρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, οὐχ ἑώρακά σε· καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγια σου καὶ τὴν διαθήκην σου διετήρησεν". τὸ τέλειον τῶν ἱερέων ὁ λόγος διδάσκει. πάντων γὰρ τῶν κατὰ τὸν βίον καταφρονεῖν προσήκει τὸν ἱερέα καὶ τῇ θείᾳ προσεδρεύειν ἱερουργίᾳ. τούτου χάριν οὐδὲ κλῆρον αὐτοῖς ἀπένειμεν, οὐδὲ κτῆσιν ἔχειν ἐνομοθέτησεν, ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ, ἵνα τῶν βιωτικῶν ἀπηλ λαγμένοι φροντίδων, ἁγίως τὴν ἐγκεχειρισμένην ἁγιστείαν ἐπιτελῶσιν. αὐτίκα γοῦν Ἀαρὼν ὁ πρῶτος ἀρχιερεύς, οὔτε κηδεῦσαι τοὺς τεθνηκότας συνεχωρήθη παῖδας, οὕτω δὲ φησίν·" ἑαυτοὺς τελειώσαντες δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου". τοῦτο καὶ τοῦ λαοῦ τιμωρουμένου γεγένηται. ὁ γὰρ Ἀαρὼν προσενεγκὼν τὸ θυμίαμα τὸν θεήλατον ἐκώλυσε θάνατον. εἶτα τὴν θείαν αὐτοῖς εὐλογίαν αἰτεῖ." εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι". χρεία γὰρ καὶ σωματικῆς δυνάμεως τοῖς λειτουργοῦσιν, ἵνα μηδὲν ἐμπο δὼν γένηται τῇ προθυμίᾳ." κάταξον ὀσφῦν ἐπανεστη κότων ἐχθρῶν αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν". διὰ δὲ τούτων χαλινοῖ τῶν τυραννούντων τὸ θράσος· ἀναμιμνῄσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαντες. 265 XLV Τίνος χάριν ἔσχατον ὄντα τέταρτον ἔταξε τὸν Βενιαμίν; Ταύτης ἦν τῆς φυλῆς ἡ μητρόπολις· ἐν ἐκείνῃ δὲ ὁ ναὸς ἐδομήθη. τοιγάρ τοι εἰκότως τῇ ἱερατικῇ φυλῇ τὸν ἱερὸν συνέταξε τόπον. καὶ ἡ εὐλογία δὲ τοῦτο προαγορεύει." ἠγαπημένος, γάρ φησιν, ὑπὸ Κυ ρίου κατασκηνώσει πεποιθώς". ἔδειξε δὲ καὶ τὴν αἰτίαν τῆς πεποιθήσεως·" καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κα τέπαυσε". πελάζων γὰρ τῷ θείῳ νεῷ διηνεκῶς τῆς θείας κηδεμο νίας ἀπήλαυσε. τὸ δὲ" ἐν μέσῳ τῶν ὤμων αὐτοῦ κατέ παυσε", περὶ τοῦ Θεοῦ ἔφη, ὃς ἐν τῇ Ἰερουσαλὴμ τὸν ναὸν οἰκοδομη θῆναι κελεύσας, ἐν ἐκείνῳ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. μετὰ ταύτας τὰς φυλάς, τὸν Ἰωσὴφ εὐλόγησε, καὶ ταῖς δύο φυλαῖς κατὰ ταὐτὸν τὴν εὐλο γίαν προσήνεγκεν." ἀπ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ· ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γενήματα ἡλίου τροπῶν καὶ ἀπὸ συνόδου μηνῶν, καὶ ἀπὸ κορυ φῆς βουνῶν ἀεννάων". ᾔτησεν αὐτῷ τὰ οὐρανόθεν δωρούμενα ἀγαθά, τοὺς ἀπὸ τῆς γῆς παρεχομένους καρπούς· οὓς ἄρδουσι μὲν ὑετοί, τρέφουσι δὲ δρόσοι, πεπαίνει δὲ ἥλιος κατὰ τὰς τῶν ὡρῶν καὶ μηνῶν περιόδους. φέρει δὲ τούτους οὐ μόνον ἡ ὑπτία γῆ, ἀλλὰ καὶ ὄρειος· εἰς βεβαίωσιν δὲ τῆς εὐλογίας ἀνέμνησε τοῦ ὀφθέντος ἐν τῇ βάτῳ Θεοῦ. λέγει δὲ αὐτὸν καὶ τῶν πρωτοτοκίων τετυχηκέναι καὶ τούτου χάριν διχῆ τὴν φυλὴν μερισθῆναι καὶ δύο τὴν μίαν γενέσθαι· ἐπειδὴ διπλῆν μοῖραν ἐλάμ βανον οἱ πρωτότοκοι. καὶ τὸ δυνατὸν δὲ τῶν φυλῶν διδάσκων, μονο κέρωτι καὶ ταύρῳ ἀπείκασε· καὶ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραῒμ 266 κατὰ τὴν τοῦ προπάτορος εὐλογίαν. τῷ δὲ Ζαβουλών, καὶ τῷ Ἰσσαχάρ, τῷ μὲν ὡς τὴν παραλίαν οἰκοῦντι, τῷ δὲ ὡς γειτονεύοντι, καὶ τὴν ἐν πο λέμοις ἐπηύξατο νίκην, καὶ τὴν θείαν ἐπικουρίαν, καὶ τὰ ἀπὸ θαλάσσης ἀγαθά." ἔθνη, γάρ φησι, ἐξολοθρεύσουσι καὶ ἐπικα λέσονται ἐκεῖ καὶ θύσουσι θυσίαν δικαιοσύνης, καὶ πλοῦτον θαλάσσης θηλάσουσι καὶ ἐμπορίαν παραλίαν κατοικούντων". οἱ γὰρ θαλάττῃ πελάζοντες, οὐ μόνον τῶν οἰκείων καρπῶν, ἀλλὰ καὶ τῶν πάντοθεν φερομένων ἀγα θῶν ἀπολαύουσι. τὸν δὲ Γὰδ ἀπείκασε λέοντι· οὕτω γὰρ καὶ ὁ πατριάρ χης Ἰακὼβ ἔφη·" Γὰδ πειρατήριον πειρατεύσει αὐτὸν καὶ αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας". σκύμνον δὲ τὸν Δὰν ὠνόμασεν ἐκπηδῶντα ἐκ τοῦ Βασάν· ἐπειδὴ ἐξαπίνης τῇ Λαϊσσᾷ προσβαλόντες πόλει, καὶ αὐτὴν εἷλον καὶ τοὺς ἐνοικοῦντας ἀνεῖλον, καὶ οἰκεῖον ἀπέφηναν οἰκητήριον. καὶ τῷ Νεφθαλεὶμ δὲ τὴν ἀπὸ γῆς καὶ θαλάττης εὐπορίαν ἀπήγγειλεν· πρόσοικος γὰρ καὶ οὗτος ἦν τῆς θαλάττης, ἔχων ἀπὸ νότου τὴν Γαλιλαίαν· τοῦτο δὲ καὶ ὁ προφήτης καὶ ὁ εὐαγγελιστὴς ἔφη·" γῆ Ζαβουλὼν καὶ γῆ Νεφθα λεὶμ καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες Γαλιλαίαν τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκό τει εἶδε φῶς μέγα". τὸ μέντοι" πλησμονὴ δεκτῶν"," πλησμονὴ εὐδοκίας" ὁ Σύμμαχος ἡρμήνευσε· τὴν δὲ αὐτὴν ἔχει διάνοιαν· δεκτὰ γὰρ τὰ εὐδοκούμενα. καὶ μέντοι καὶ τῷ Ἀσὴρ καὶ τῆς γῆς τὴν εὐκαρπίαν καὶ τὴν ἀπὸ θαλάττης εὐπορίαν αἰτεῖ. καὶ γὰρ τὸ," βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ καὶ σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ", τὴν ἀφθονίαν τῶν ἀγα θῶν δηλοῖ. 267 XLVI Τί δήποτε τὸν Συμεὼν οὐκ εὐλόγησεν; Ὁ Ῥουβὴν ἔσχε τὴν φιλαδελφίαν ἀφορμὴν εὐλογίας. διὰ γὰρ ἐκείνης τῆς ἀρᾶς ἀπηλλάγη· καὶ ὁ Λευῒ διὰ Μωϋσῆν τὸν μέγαν τῆς εὐλογίας τετύχη κεν· ἡ γὰρ τοῖς ἄλλοις λύουσα τὰς ἀρὰς πολλῷ μᾶλλον ἔλυσε τὴν οἰκείαν. ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν. οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον καὶ συλληφθῆναι καὶ δεθῆναι καὶ καθειρχθῆναι κελεῦσαι. μετέσχε δὲ ὅμως καὶ οὗτος τῆς εὐλογίας· οὐ γὰρ μόνον ἰδίαν ἑκάστῃ φυλῇ δέδωκεν εὐλογίαν ἀλλὰ καὶ κοινὴν παντὶ τῷ λαῷ." κατασκηνώσει, γάρ φησιν, Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ γῆς σίτου καὶ οἴνου, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. πολλὰ δὲ καὶ ἄλλα τῇ κοινῇ εὐλογίᾳ προστέθεικε". μετὰ μέντοι τὰς εὐλογίας, ἔδειξεν ὁ δεσπότης Θεὸς τῷ προφήτῃ τὴν γῆν ἅπασαν· εἰσελθεῖν δὲ αὐτὸν ἐκεῖ διεκώλυσεν. προτυποῖ δὲ τοῦτο τὸ παρὰ τοῦ σω τῆρος ἡμῶν εἰρημένον·" πολλοὶ προφῆται καὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν".

Intertext edge

Open linked passage

Note