Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
268.1
QUAESTIONES IN JOSUAM" Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωϋσῆ δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ, τῷ ὑπουργῷ Μωϋσῆ, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς". ὁ πάνσοφος ἡμᾶς ἐδίδαξε Παῦλος, ὡς τύπος ἦν ἡ παλαιὰ τῆς καινῆς." ταῦτα γὰρ πάντα, φησί, τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νου θεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν τησεν". καὶ γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη·" γέγραπται ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσ κης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλ ληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι", καὶ τὰ ἑξῆς. καὶ γέγραφεν, οὐ τὴν ἱστορίαν ἐκβάλλων, ἀλλὰ τῇ ἀληθείᾳ παρα βάλλων τὸν τύπον, τὸν Ἀβραὰμ τῷ Θεῷ, τὰς γυναῖκας ταῖς δύο διαθή καις, τοὺς υἱοὺς τοῖς λαοῖς. οὕτω τοίνυν κἀνταῦθα Μωϋσέα νοητέον τὸν νόμον· Ἰησοῦν τὸν ὁμώνυμον ἐκείνῳ σωτῆρα. ὅτι δὲ καὶ ὁ νόμος Μωϋσῆς ὠνόμασται, ἀπεδείξαμεν ἤδη ταῖς τῆς θείας γραφῆς μαρτυρίαις χρησά 269 μενοι·" ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφή τας". καί," μέχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσ κεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται". ὥσπερ τοίνυν κατὰ τὴν ἱστορίαν Μωϋσῆ τετελευτηκότος, Ἰησοῦς τὸν λαὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτω μετὰ τὸ τοῦ νόμου τέλος ὁ ἡμέτερος ἐπιφανεὶς Ἰησοῦς ἀνέῳξε τῷ εὐσεβεῖ λαῷ τὴν βασιλείαν τῶν οὐρανῶν." τέλος, γάρ φησι, νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι". καί," ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευ σαν· ἀπὸ δὲ τῶν ἡμέρων Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν". I Καὶ πῶς ἁρμόττει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τὸ τῆς ὑπουργίας ὄνομα; περὶ γὰρ Ἰησοῦ τοῦ Ναυῆ ἔφη," εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωϋσῆ". Ἀκούομεν καὶ τοῦ ἀποστόλου λέγοντος·" λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη θείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων". καὶ πάλιν" ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γεν νώμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν". ὡς ὑπὸ νόμον τοίνυν γενόμενος, οὕτω καὶ διάκο νος ἐκλήθη περιτομῆς. οὕτω καὶ τοῖς ἰουδαίοις ἔφη·" εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖ νος ἐλάλησεν". καὶ γὰρ ἐκεῖνοι πρὸς Ἰησοῦν εἰρήκεισαν τὸν Ναυῆ, 270" κατὰ πάντα ὅσα ἠκούσαμεν Μωϋσῇ, ἀκουσό μεθα καὶ σοῦ". II Τί δήποτε ὑποσχόμενος ὁ Θεὸς πάντα τόπον δώσειν αὐτοῖς οὗ ἂν ἐπιβῶσι τῷ ἴχνει τῶν ποδῶν αὐτῶν, καὶ τὴν ἔρημον, καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Σαφὴς ὁ λόγος καὶ οὐ πολλῆς ἑρμηνείας δεόμενος. πρῶτον μὲν γὰρ εἴρη ται, ὅτι" πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν". εἰκὸς οὖν αὐτοὺς μὴ ἐπιβῆναι τῆς ἄλλης γῆς Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος. ἡ ἐπαγωγὴ δὲ τέλεον λύει τὸ ζήτημα. ἐπήγαγε γάρ," ὃν τρόπον εἴρηκα τῷ Μωϋσῇ", οὐκ ἀορίστως δὲ πρὸς ἐκεῖνον ἐποιήσατο τὴν ὑπόσ χεσιν, ἀλλ'" ἐὰν φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου". ἐκεῖνοι μὲν οὖν, ὡς εὐθὺς παραβεβηκότες τὸν νόμον, τῆς ἐπαγγελίας τελείας οὐκ ἔτυχον. οἱ δὲ θεῖοι ἀπόστολοι οὐ μόνον ἐκείνων τῶν τόπων ἐκράτησαν ὧν ἐπέβησαν, ἀλλὰ κἀκείνων ἐν οἷς αὐτῶν ἀνεγνώσθη τὰ πάνσοφα γράμματα· καὶ τὴν πάλαι ἔρημον παράδεισον ἀπέφηναν θεῖον· περὶ ταύτης τῆς ἐρήμου καὶ ὁ προφήτης ἔλεγεν Ἠσαΐας·" εὐφράνθητι ἔρημος διψῶσα καὶ εὐ φράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς". καὶ ὁ δεσ πότης Θεὸς διὰ τῆς ἐκείνου γλώττης ὑπέσχετο ποιήσειν τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ταύτην πάλιν γενήσεσθαι τὴν ἔρημον ὡς τὸν Κάρμηλον ἔφη. ἐκληρονόμησαν δὲ καὶ τὸν Ἀντιλί βανον τῆς ἀληθείας οἱ κήρυκες· αἰνίττεται δὲ καὶ οὗτος τὴν τῶν ἐθνῶν σωτηρίαν· ἐπειδὴ καὶ Λίβανος ἡ Ἱερουσαλὴμ ὠνομάσθη." ὁ ἀετός, γάρ φησιν, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα 271 εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίττου". ἀετὸν γὰρ τὸν βαβυ λώνιον κέκληκε, Λίβανον δὲ τὴν Ἰερουσαλήμ· τὰ ἁπαλὰ δὲ τῆς κέδρου καὶ τῆς κυπαρίττου, τὸν βασιλέα καὶ τοὺς ἄρχοντας. τούτους οὐ μόνον κατασκόπους ἀλλὰ καὶ στρατηγοὺς ὁ ἡμέτερος ἀπέστειλεν Ἰησοῦς. κα θάπερ δὲ οἱ παρὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι τὴν πεπισ τευκυῖαν διέσωσαν πόρνην, σύμβολον αὐτῇ σωτηρίας δεδωκότες τὸ σπαρ τίον τὸ κόκκινον, οὕτως οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι τὴν πάλαι πόρνην, τὴν διαφόροις εἰδώλοις ἀνακειμένην ἐκκλησίαν, καὶ τῆς προτέρας ἀκολασίας ἀπέστησαν, καὶ τῶν αἰωνίων ἠξίωσαν ἀγαθῶν· οὐ σπαρτίῳ κοκκίνῳ χρησάμενοι συμβόλῳ, ἀλλὰ τῷ παναγίῳ αἵματι τὴν σωτηρίαν πραγματευσάμενοι. μηδεὶς οὖν νομιζέτω ἀνάξιον εἶναι τῆς ἐκκλησίας τῆς Ῥαὰβ τὸν τύπον· ἀκουσάτω δὲ τοῦ ἀποστόλου λέγοντος," ἦμεν γάρ πότε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμε νοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικί λαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους". καὶ πάλιν," ἀλλὰ τότε μὲν ὡς οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ οὖσι θεοῖς". καὶ ἀλλαχοῦ·" ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ". καὶ ἑτέρωθι·" μὴ πλανᾶσθε· οὔτε πόρ νοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖ ται, οὔτε εἰδωλολάτραι, οὔτε πλεονέκται, οὔτε κλέπται, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσιν". εἶτα ἐπήγαγε·" καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ πνεύ 272 ματι τοῦ Θεοῦ ἡμῶν". οὕτω καὶ Ῥαὰβ ἡ πόρνη τὸ πρότερον ἦν, ὑπεδέξατο δὲ τοὺς κατασκόπους πιστῶς καὶ βασιλέως παραδοθῆναι τούτους προστεταχότος οὐκ εἶξεν, ἀλλὰ κατέκρυψεν· ἐπίστευσε γὰρ τῷ τῶν ἑβραίων Θεῷ καὶ δηλοῖ τὴν πίστιν τὰ ῥήματα·" ἐπίσταμαι, γὰρ ἔφη, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς ὑμῶν τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς. ἀκη κόαμεν γάρ, ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν θάλασσαν τὴν Ἐρυθρὰν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐξ Αἰγύπτου· καὶ ὅσα ἐποιή σατε τοῖς δυσὶ βασιλεῦσι τῶν ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, Σηὼν καὶ Ὤγ, οὓς ἐξωλοθρεύσατε αὐτούς, καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν καὶ οὐκ ἔστι πνεῦμα ἐν οὐδενὶ ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω". ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὃν ὁ δεσπότης Θεὸς περὶ τοῦ Φαραὼ ἔφη·" εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ". διὰ γὰρ τῶν εἰς ἐκεῖνον γεγε νημένων δῆλος ἅπασι γέγονεν ὁ ἑβραίων Θεός, καὶ αἱ συνθῆκαι δὲ τῶν κατασκόπων σφόδρα τῇ ἀληθείᾳ συμβαίνουσι." πᾶς, γὰρ ἔφασαν, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ λόγῳ σου τού τῳ". καὶ ἡμῖν δὲ ἡ σωτηρία διὰ τῆς ἐκκλησίας προσγίνεται· οἱ δὲ ταύτης ἐκτὸς οὐκ ἀπολαύουσι τῆς αἰωνίου ζωῆς. καὶ τὰ λοιπὰ δὲ τῆς ἱστορίας προδιέγραψε τὴν ἀλήθειαν. ἡνίκα γὰρ ἤμελλον διαβαίνειν τὸν Ἰορδάνην, εἶπεν Κύριος πρὸς Ἰησοῦν·" ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι 273 ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ". τοῦτο καὶ ἐπὶ τῆς ἀληθείας ἐγένετο. ὥσπερ γὰρ ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐκ τοῦ κατὰ τὸν Ἰορδάνην θαύματος δῆλος γέγονε θεοφιλὴς ὢν ἀνήρ· οὕτως καὶ ὁ ἡμέτερος Ἰησοῦς μετὰ τὸν Ἰορδάνην, καὶ τὸ Ἰωάννου βάπτισμα, τῆςδιδασκαλίας καὶ τῶν θαυμάτων τὴν ἀρχὴν ἐποιήσατο. ἀλλ' ἴσως τισὶν ἀνάρμοστον εἶναι δοκεῖ τό," ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε", ἐπὶ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν τιθέμενον. ἀλλ' ἀκουσάτωσαν αὐτοῦ πρὸς τὸν πατέρα λέγοντος·" πάτερ, δόξα σόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσ μον εἶναι". καὶ ὁ ἀπόστολος δέ φησι·" διὸ καὶ ὁ Θεὸς αὐ τὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα". ὑψωθεὶς δὲ οὐκ ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ἔδειξεν ὅπερ εἶχεν· ἀγνοούμενος γὰρ ὅτι υἱός ἐστι τοῦ τῶν ὅλων Θεοῦ, ἐδείχθη τοῦτο ὤν, τοῦ πατρὸς παρὰ τὸν Ἰορδάνην εἰρηκότος·" οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα". προτυποῦσι δὲ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τὸν βαπ τιστὴν Ἰωάννην. ἱερεὺς γὰρ κἀκεῖνος, καὶ ἀρχιερέως υἱός. ὥσπερ τοίνυν τῶν ἱερέων τὴν κιβωτὸν φερόντων καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσελη λυθότων καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ ἅπας διελή λυθεν ὁ λαός, οὕτως Ἰωάννου τοῦ πάνυ βαπτίζειν ἀρξαμένου, καὶ Ἰησοῦ τοῦ σωτῆρος ἁγιάσαντος τῶν ὑδάτων τὴν φύσιν, ὁ εὐσεβὴς λαὸς διὰ τοῦ παναγίου βαπτίσματος εἰς τὴν τῶν οὐρανῶν εἴσεισι βασιλείαν. καὶ μέντοι καὶ οἱ δώδεκα ἄνδρες καὶ οἱ ἰσάριθμοι λίθοι, τὸν θεῖον προετύπωσαν τῶν ἀποστόλων χορόν, οἱ γὰρ αὐτοὶ καὶ οἰκοδόμοι καὶ θεμέλιοι·" οἰ κοδομηθέντες, γάρ φησιν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποσ τόλων καὶ προφητῶν". καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη·" ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα". 274 τὸ μέντοι" πῆγμα"" ἄσκωμα" ὁ Σύμμαχος ἡρμήνευσεν. ἐπεχομένη γὰρ τῶν ὑδάτων ἡ ῥύμη οἷον ἠσκοῦτο καὶ ἐκορυφοῦτο· παντὸς γὰρ ἀδα μαντίνου τείχους πλέον ἐπεῖχεν αὐτὴν ὁ τοῦ δημιουργήσαντος ὅρος. καὶ πρὸ τοῦ Πάσχα δὲ γέγονεν ἡ διάβασις· τῇ δεκάτῃ γὰρ διαβάντες, ἐπετέλεσαν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Πάσχα τὴν ἑορτήν. ἐπειδὴ κἀν τῇ ἀληθείᾳ μετὰ τὸ σωτήριον βάπτισμα ἡ τοῦ ἀμώμου ἀμνοῦ μετάληψις γίνεται. III Πῶς νοητέον τό," περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου"; Τὴν ἀλήθειαν μάλιστα οὗτος ὁ λόγος προδιαγράφει. τοῖς γὰρ τὴν μωσαϊ κὴν δεξαμένοις περιτομὴν τὴν πνευματικὴν προσήνεγκαν περιτομὴν τῶν εὐαγγελίων οἱ κήρυκες·" πιστεύσατε, γὰρ ἔλεγον, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ λήψεσθε τὴν ἐπαγ γελίαν τοῦ ἁγίου πνεύματος". ταύτην ὁ θεῖος ἀπόστολος" ἀχειροποίητον περιτομὴν" προσηγόρευσε. καὶ ἀλλαχοῦ," περιτομή, φησί, καρδίας ἐν πνεύματι, οὐ γράμ ματι". οἱ τοίνυν ἐξ ἰουδαίων τῷ σωτῆρι πεπιστευκότες, τὴν μωσαϊ κὴν περιτομὴν ἔχοντες, προσέλαβον τὴν πνευματικήν. τὸ τοίνυν" ἐκ δευτέρου" τὴν ἀλήθειαν προτυποῖ· τὴν γὰρ σάρκα δὶς περιτμηθῆ ναι τῶν ἀδυνάτων. ἡ δὲ ἐξεπιπολῆς τοῦ γράμματος διάνοια τοῦτο δηλοῖ· ὅτι καθάπερ τῷ Ἀβραὰμ τοῦτον ἐξ ἀρχῆς ὁ Θεὸς ἐδεδώκει τὸν νόμον, οὕτως" ἐκ δευτέρου" προσέταξε τῷ Ἰησοῦ τοὺς ἀπεριτμήτους περι τεμεῖν. θρηνῆσαι δὲ ἄξιον ἰουδαίους, συνιδεῖν οὐ δυναμένους, ὡς οἱ περι τετμημένοι μὲν ἀνῃρέθησαν διαφόροις τιμωρίαις περιπεσόντες, οἱ δὲ ἀπε ρίτμητοι διεσώθησαν· καὶ οἱ μὲν πατέρες διώλοντο, οἱ δὲ παῖδες τὴν ἀπαγ 275 γελίαν ἐδέξαντο. οὕτω καὶ ἡμεῖς παῖδες ὄντες τὴν τῶν οὐρανῶν προσδε χόμεθα βασιλείαν· ἰουδαῖοι δὲ τάξιν ἔχοντες πατέρων τῶν αἰωνίων ἐξέπεσον ἀγαθῶν, καὶ τῆς τῶν πατριαρχῶν ἐξεβλήθησαν συγγενείας. ἐχρῆν τοίνυν αὐτοὺς διὰ τούτων μαθεῖν, ὡς οὐκ ἀεὶ τῆς περιτομῆς ἀναγκαῖον τὸ χρῆμα. προμηνύσας γὰρ τῷ Ἀβραὰμ τῆς παροικίας τὸν χρόνον ὁ δεσπότης Θεός, περιτμηθῆναι προσέταξε· τῆς αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπῄτησε τοῦδε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας. ἐπειδὴ καθ' ἑαυτοὺς ζῶντες καὶ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἐπιμιξίας ἀπηλλαγμένοι, τοῦ σημείου τῆς περιτομῆς οὐκ ἐδέοντο. ὅτε δὲ λοιπὸν αὐτοὺς εἰς τὴν ἐπηγγελμένην εἰσή γαγε γῆν περιτμηθῆναι προσέταξεν, ἵνα μὴ ἡ ἐπιμιξία τῇ εὐσεβείᾳ λυμή νηται. εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινά, ῥᾴδιον ἦν τὸ σημεῖον ἰδεῖν καὶ τὴν ἀγέλην καταλαβεῖν· τὰ γὰρ ἐσφραγισμένα πρόβατα, κἂν ἀπόληται ῥᾳδίως εὑρίσκεται. IV Διὰ τί μαχαίραις αὐτοὺς πετρίναις περιτμηθῆναι προσέταξεν; Πάμπολυ πλῆθος ἦν τὸ περιτεμνόμενον, καὶ συντόμως ἔδει περιτμηθῆναι, καὶ ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν. εἰκὸς οὖν ἦν, τοὺς ἐν ἐρήμῳ το σοῦτον διάγοντας χρόνον μὴ ἔχειν πολλὰς ἐκ σιδήρου κατασκευασμένας μαχαίρας. ἄλλως τε καὶ προτυποῦσιν αἱ πέτριναι μάχαιραι τὴν ἡμετέραν περιτομήν· πέτρα γὰρ ὁ δεσπότης Χριστός." ἔπινον, γάρ φησιν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός". ὁ δὲ αὐτὸς καὶ μάχαιρα κέκληται·" ζῶν, γάρ φησιν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον". ἡ δὲ σωτήριος αὐτοῦ διδασκαλία τὴν πνευματικὴν ἡμῖν προσφέρει περιτομήν. ἡ μέντοι ἱστορία ἐδίδαξεν, ὅτι πολλοὶ καὶ τῶν ἐν Αἰγύπτῳ τεχθέντων τὴν περιτομὴν οὐκ 276 ἐδέξαντο, δεισάντων, ὡς εἰκὸς τῶν ἐκείνους γεγεννηκότων διὰ τὴν τῶν βρεφῶν ἀναίρεσιν, προσενεγκεῖν αὐτοῖς τὴν περιτομήν. ἅπαντες δέ, ὡς ἔπος εἰπεῖν, πλὴν ὀλίγων, οἱ ἐν τῇ ἐρήμῳ φύντες ἀπερίτμητοι μεμενήκασι. Γάλγαλα δὲ ὁ τόπος ὠνομάσθη, τοὔνομα δὲ τὴν ἐλευθερίαν δηλοῖ. τότε ὁ τῶν ὅλων ἔφη Θεός·" ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν". δηλοῖ δὲ ὁ λόγος τὴν τῆς αἰγυπτιακῆς δουλείας καὶ δυσσεβείας ἀπαλλαγήν, καὶ τῆς ἐπηγ γελμένης γῆς τὴν ἀπόληψιν. καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται. V Τίνα νοητέον τὸν ἀρχιστράτηγον τῆς δυνάμεως Κυρίου; Τινές φασι τὸν Θεὸν λόγον ὀφθῆναι· ἐγὼ δὲ οἶμαι Μιχαὴλ τὸν ἀρχάγγελον εἶναι. ἡνίκα γὰρ ἐπλημμέλησαν, ὁ τῶν ὅλων ἔφη Θεός·" οὐ μὴ συ ναναβῶ μετὰ σοῦ διὰ τὸ τὸν λαὸν σκληροτράχη λον εἶναι, ἀλλ' ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου πρότερόν σου". τοῦτον οἶμαι νῦν ὀφθῆ ναι τῷ Ἰησοῦ παραθαρρύνοντα, καὶ τὴν θείαν βοήθειαν προσημαίνοντα. {VI Πῶς τοίνυν τοῖς θείοις ἐχρήσατο ῥήμασι;" λῦσον, γὰρ ἔφη, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ ἕστηκας ἅγιός ἐστιν". Ἐπειδὴ ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός," ὡς ἐγενόμην μετὰ 277 Μωϋσῇ, ἔσομαι καὶ μετὰ σοῦ". τούτου χάριν ὧν ἤκουσεν ἐκεῖνος, ἀκούει καὶ οὗτος, ἵνα θαρσαλεώτερος γένηται, ὡς τῆς αὐτῆς ἀξίας τετυχηκώς. VII Διὰ τί τὴν Ἰεριχὼ πόλιν ἀναθεματισθῆναι προσέταξεν; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι τὸν ποταμόν, ὥσπερ τοί νυν προσέταξεν αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχάς, οὕτως ἐκέλευσεν καὶ τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νό μους διατηρεῖν. τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέ λυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵν' ὅτ' ἂν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμάς, τῶν θείων νόμων καταφρονήσαντες. VIII Τί δήποτε ἀλλόφυλος οὖσα ἡ Ῥαὰβ κατῴκησεν ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὡς ἡ ἱστορία διδάσκει; Καὶ τοῦτο προτυποῖ τὰ ἡμέτερα. ἔφη γὰρ ὁ δεσπότης·" καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκού σουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν". τούτου χάριν καὶ νομοθετῶν, ἔφη·" εἷς νόμος ἔσται τῷ προ σηλύτῳ καὶ τῷ αὐτόχθονι". διὰ τοῦτο οὐδὲ Μωϋσῆς ὁ νο μοθέτης ἐκώλυσε τῶν αἰγυπτίων τοὺς συναπᾶραι αὐτοῖς ἐθελήσαντας. 278 ἔδει δὲ καὶ" ὡς ἀγριέλαιον ἐγκεντρισθῆναι εἰς τὴν καλλιέλαιον", ᾗ φησιν ὁ μακάριος Παῦλος. IX Τί ἐστιν," ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐ τήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς"; Ἐπειδὴ τὴν πόλιν ἀνέθηκε τῷ Θεῷ, εἰκότως αὐτὴν κατέσκαψεν· ἄτοπον ἡγησάμενος οἰκητήριον γενέσθαι κοινὸν τὸ τῷ Θεῷ ἀπονεμηθέν. ἐπηρά σατο δὲ τοῖς ταύτην οἰκοδομοῦσιν, ὥστε τὸν ἐπιχειροῦντα παραβῆναι τὸν ὅρον, τὰ θεμέλια μὲν πηγνύντα, τῶν υἱέων ἀποβαλεῖν τὸν πρωτό τοκον· τὰς δὲ πύλας ἐπιτιθέντα, τὸν ἔσχατον. μέμνηται δὲ τῆς ἀρᾶς καὶ ἡ τῶν Βασιλειῶν ἱστορία. X Τί δήποτε τοῦ Ἄχαρ κεκλοφότος ἅπας ὁ λαὸς ἐπαιδεύθη; Ὑπέλαβεν ὁ κεκλοφώς, ὥσπερ τοὺς ἀνθρώπους, οὕτω δὴ λήσειν καὶ τὸν Θεόν. ἠβουλήθη τοίνυν κἀκεῖνον διελέγξαι, καὶ πᾶσιν ἐνθεῖναι δέος, ὅπως οἱ τοὺς θείους νόμους φυλάττοντες τοὺς παραβαίνοντας διελέγχωσιν, ὡς τῆς ἐπαχθησομένης μεθέξοντες τιμωρίας. τὴν δὲ" ψιλὴν" ὁ Ἀκύ λας" στολὴν" ἡρμήνευσεν· ὁ δὲ Ἰώσηπος" χλανίδα"· τὴν δὲ" γλῶσσαν"," μάζαν χρυσῆν". δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ἡ ὑπὸ τῶν προφητῶν καλουμένη κοιλὰς Ἀχώρ, αὕτη ἐστὶν ἐν ᾗ ὁ Ἀχὰρ κατελεύσθη. καὶ γὰρ ἡ Ἐμεκαχώρ, φάραγξ Ἀχὼρ ἑρμηνεύεται. 279 XI Διὰ τί προσέταξεν ὁ Θεὸς προλοχῆσαι τὴν Γαΐ; Διδάσκει καὶ ταῖς ἀνθρωπίναις ἐπινοίαις κεχρῆσθαι, πιστεύοντας δηλονότι τῇ θείᾳ ῥοπῇ. ἐπειδὴ γὰρ διὰ μόνης τῆς τῶν σαλπίγγων ἠχῆς εἷλον τὴν πρώτην πόλιν, μάλα εἰκότως μανθάνουσιν ἀγωνίζεσθαι καὶ πονεῖν, καὶ τὴν θείαν προσμένειν ἐπικουρίαν. αὐτίκα γοῦν πολεμοῦσιν αὐτοῖς ἐπε κούρησε, καὶ τοὺς πεφευγότας σκηπτοῖς καὶ χαλάζῃ κατηνάλωσεν ἅπαν τας. τὸ μέντοι" γαῖσον" ᾧ τοὺς λοχῶντας διήγειρεν Ἰησοῦς," ἀσ πίδα" ἡρμήνευσεν ὁ Ἰώσηπος, ὡσαύτως δὲ καὶ ὁ Σύμμαχος. XII Τινὲς ὠμότητα τοῦ προφήτου κατηγοροῦσιν, ὅτι καὶ πάντας ἄρδην ἀνῄ ρει καὶ τοὺς βασιλέας ἐσταύρου. Ὁ τοῦ προφήτου κατηγορῶν, τοῦ ταῦτα προστεταχότος κατηγορεῖ. αὐτὸς γὰρ διὰ Μωϋσῆ τοῦ νομοθέτου προσέταξε, πάντας ἄρδην ἀναιρε θῆναι τοὺς τὴν γῆν ἐκείνην οἰκήσαντας· ἅτε δὲ πανωλεθρίας ἄξια πεπρα χότας καὶ εἰς ἔσχατον παρανομίας ἐλάσαντας. τούτου χάριν καὶ τὸν κα τακλυσμὸν ἐπενήνοχε πάλαι, καὶ τὰ Σόδομα καὶ τὰ Γόμορρα πυρὶ κατη νάλωσε· καὶ τοῖς ἄρχουσι δὲ προσέταξεν ὁ προφήτης ἐπιθεῖναι τοὺς πόδας τοῖς τῶν βασιλέων τραχήλοις, ἵνα θαρρήσαντες προθυμότερον παρατά ξωνται. τοῦτο καὶ ὁ Κύριος ἡμῶν προσέταξεν Ἰησοῦς." ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ". εἴη τοίνυν καὶ ἡμᾶς ἐπιθεῖναι τοὺς πόδας ἡμῶν ἐπὶ τοὺς τραχήλους τῶν ἀντικειμένων πνευμάτων. 280 XIII Διὰ τί ξυλοκόπους καὶ ὑδροφόρους τοὺς γαβαωνίτας ἀπέφηνεν; Ἐξηπάτησαν καὶ τῷ σχήματι καὶ τῷ ψεύδει τῶν λόγων. καὶ δέον ἔρεσθαι τὸν δεσπότην Θεόν, εἶθ' οὕτως τὰς πρὸς αὐτοὺς συνθήκας ποιήσασθαι· τοῖς ψευδέσι λόγοις αὐτῶν πεπιστευκότες ἐπείσαντο, καὶ τὰς συνθήκας ἐκράτυναν ὅρκῳ. προσετετάχει δὲ ὁ τῶν ὅλων Θεὸς πάντας ἐκείνους παρα δοθῆναι θανάτῳ. τῆς θείας τοίνυν ἐντολῆς καὶ τῶν ὅρκων μέσος ἀποληφ θείς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν. οὐκ ἀτιμία δὲ τὸ διακονεῖν τῷ Θεῷ, ἀλλὰ καὶ μεγίστη τιμή. ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόρ ρησιν πέρας λαβεῖν. ἔφη γάρ," ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ". ἐν δὲ τοῖς γα βαωνίταις ἡ πρόρρησις τὸ πέρας ἐδέξατο. XIV Τί ἐστι τό," οὐχὶ αὐτὸ γέγραπται ἐπὶ βιβλίον τὸ εὑρεθέν"; Διδάξας ἡμᾶς ὁ συγγραφεὺς τοῦ προφήτου τὴν δύναμιν, ὅτι λόγῳ μόνῳ χρησάμενος προβῆναι τοὺς μεγάλους φωστῆρας κεκώλυκεν, ἕως κατὰ κράτος ἐνίκησεν, ὑπειδόμενος μή τις ἀπιστήσῃ τῷ λόγῳ, ἔφη τοῦτο ἐν τῷ παλαιῷ εὑρηκέναι συγγράμματι. δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλος τις τῶν μεταγενεστέρων τὴν βίβλον ταύτην συνέγραψε, λαβὼν ἐξ ἑτέρας βίβλου τὰς ἀφορμάς. καὶ τοῦτο δὲ προτυποῖ τὴν τοῦ σωτῆρος θαυμα τουργίαν· ὥσπερ γὰρ τοῦ προφήτου πολεμοῦντος ὁ ἥλιος ἔστη, οὕτω τοῦ σωτῆρος ἡμῶν θανάτῳ τὸν θάνατον καταλύοντος, ἐπέσχε τὰς ἀκτῖ νας ὁ ἥλιος καὶ σκότους ἐν μεσημβρίᾳ τὴν οἰκουμένην ἐπλήρωσε. 281 XV Πῶς νοητέον τό," παρὰ Κυρίου ἐγένετο κατισχύσαι τὴν καρδίαν αὐτῶν, ὥστε συναντᾶν αὐτοὺς εἰς πόλεμον ἐπὶ Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσι καὶ ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος τοῦ ἀφανισθῆναι αὐ τούς, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωϋσῆν"; Περὶ τῶν ἄλλων ἐθνῶν ἐνομοθέτησε τῷ Ἰσραὴλ ὁ Θεός· ὥστε εἰ πολιορκούντων αὐτῶν τὴν πόλιν πρεσβεύσαιντο ἐκεῖνοι, καὶ φιλίαν ἀσπάσαιντο δέξασθαι τὴν πρεσβείαν καὶ λῦσαι τὴν πολιορκίαν καὶ σπείσασθαι τὴν εἰρήνην. διδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ πάντα πρυ τανεύων Θεὸς συνεχώρει τούτοις ἀντιπαρατάττεσθαι τῷ λαῷ, ἵνα μηδε μιᾶς ἀξιωθῶσι φειδοῦς, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ἀναιρεθῶσιν. XVI Διὰ τί τοῖς μὲν Μωϋσῆς διανέμει τοὺς κλήρους τῆς γῆς, τοῖς δὲ Ἰησοῦς; Καὶ τοῦτο πάλιν προτυποῖ τὴν ἀλήθειαν. τοῖς μὲν γὰρ ἐπέκεινα τοῦ Ἰορδάνου Μωϋσῆς διεῖλε τὴν γῆν· τοῖς δὲ μετὰ τὸν Ἰορδάνην ὁ Ἰησοῦς. καὶ τῶν μὲν ἰουδαίων ἔχουσι τὸν τύπον οἱ διὰ Μωϋσέως εἰληφότες τοὺς κλή ρους· οἱ δέ γε διὰ Ἰησοῦ, τῶν πεπιστευκότων ἐθνῶν. καὶ ἐπειδὴ πρωτό τοκος ὁ Ἰσραὴλ, οἱ πρωτότοκοι διὰ Μωϋσέως τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. οἱ γὰρ ἐξ ἰουδαίων πεπιστευκότες τοῖς ἔθνεσι τὴν σω τηρίαν προσήνεγκαν. ὑπελείφθησαν δὲ ὅμως καὶ ἰεβουσαῖοι καὶ χαναναῖοι καὶ ἕτερα ἔθνη τῶν ἀλλοφύλων καὶ συνῴκει τῷ Ἰσραήλ. καὶ τούτου δὲ τοῦ τύπου τὴν ἀλήθειαν ἔστιν εὑρεῖν. οὐδὲ γὰρ ἅπαντες τὸν σωτήριον ἐδέξαντο λόγον, ἀλλ' ἐπέμειναν ἀντιλέγοντες καὶ ἰουδαῖοι καὶ ἕλληνες, 282 τὰς αὐτὰς ἡμῖν καὶ πόλεις καὶ κώμας οἰκοῦντες· οὓς οὐκ ἄν τις ἁμάρτοι χαναναίους καὶ χετταίους καὶ ἰεβουσαίους ὀνομάζων. ταύτης δὲ ἄξιοι τῆς προσηγορίας καὶ οἱ τὰ μυσαρὰ τῶν αἱρέσεων θρησκεύοντες δόγματα. διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη·" νῦν δὲ οὔπω ὁρῶ μεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα". καὶ πάλιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν" ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὑτοῦ". XVII Τί δήποτε τὴν Χεβρὼν ὁ Χαλὲβ ᾔτησεν; Εὐσεβείᾳ κοσμούμενος πάντων προτέταχε τὴν πόλιν, ἐν ᾗ παρῴκησαν οἱ παντάριστοι πατριάρχαι καὶ ταφῇ παρεδόθησαν. δηλοῖ δὲ ὁ τούτου λόγος, ὡς ἑπταετῆ πολεμήσαντες χρόνον τὴν γῆν διενείμαντο. ἔφη γὰρ οὕτως ὁ Χαλέβ·" τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέσ τειλέ με Μωϋσῆς ὁ παῖς Κυρίου ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν, καὶ νῦν διέθρεψέ με Κύ ριος ὃν τρόπον εἶπε. τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὗ ἐλάλησε Κύριος πρὸς Μωϋ σῆν". μετὰ δὲ τὴν κατὰ τῶν ἑξακοσίων χιλιάδων ἀπόφασιν τοῦ Θεοῦ, τριάκοντα καὶ ὀκτὼ διετέλεσαν ἔτη ἐν τῇ ἐρήμῳ διάγοντες· ἑπτὰ τοίνυν ἐστὶ τὰ λειπόμενα τοῖς πέντε καὶ ὀγδοήκοντα. τοῦτο δὲ καὶ ὁ τῶν ὅλων δεσπότης διὰ τοῦ θειοτάτου προείρηκε Μωυσέως·" ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ἐπηγγείλατο τοῖς πατράσι σου, μετὰ ἑπτὰ ἔτη ἀναγνώσῃ τὸν νόμον τοῦτον παντὶ τῷ λαῷ". ἐπισημήνασθαι δὲ προσή κει, ὡς τὴν Ἰερουσαλὴμ Ἰεβοῦς ὀνομάζει· καὶ ταύτην λέγει τῷ Βενιαμὶν κληρωθῆναι. ὁ δέ γε Συμεὼν κατὰ τὴν τοῦ πατρὸς πρόρρησιν διεσπαρ