Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
283.1
μένον ἔσχε τὸν κλῆρον·" ἐγενήθη, γάρ φησιν, ἡ κληρονομία αὐτοῦ ἀνὰ μέσον κλήρου υἱῶν Ἰούδα". εἶτα τὰς πό λεις εἰπών, ἐπήγαγεν·" αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς τῆς κληρονομίας υἱῶν Ἰούδα μείζων αὐτῶν· καὶ ἐκληρονόμησαν υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν". XVIII Τίνος ἕνεκα τοῖς ἄλλοις διανείμας τὴν γῆν ὁ θειότατος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, ἀλλὰ παρὰ τοῦ λαοῦ τὴν Θαμνασαχὰρ ἐκομίσατο; Μιμεῖται κἀν τούτῳ τοῦ δεσπότου τὴν μετριότητα." μάθετε, γάρ φησιν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν". καὶ τὴν ἐσχάτην δὲ μετῆλθε πενίαν, ὡς μηδὲ οἰκίας εὐπορῆσαι." ὁ γὰρ υἱός, φησί, τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι". ἐπειδὴ τοίνυν τύπος ἦν αὐτοῦ ὁ ὁμώνυμος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, τὸν δὲ προσενεχθέντα ἐδέξατο· διδάσκων τοὺς ἀρχήν τινα πεπιστευμένους, μὴ τῆς οἰκείας θεραπείας, ἀλλὰ τῆς τῶν ὑπηκόων ὠφελείας φροντίζειν. XIX Τί δήποτε τοῖς ἱερεῦσιν ἐν τῇ Ἰούδα φυλῇ, καὶ τῇ Βενιαμὶν καὶ τῇ Συμεὼν τὰς πόλεις ἀπένειμεν; Κἀν τῇ ἐρήμῳ τὴν πορείαν ποιούμενοι τῇ Ἰούδα φυλῇ συνεζεύχθησαν. τὸ γὰρ ἑῷον ἔλαχον τμῆμα καὶ οἱ ἱερεῖς καὶ ἡ Ἰούδα φυλή· καὶ ἐνταῦθα πάλιν συνεκληρώθησαν τῇ Ἰούδα φυλῇ, ἐπειδὴ καὶ ἐπιμιξία τούτων ἐγέ 284 νετο τῶν φυλῶν. Ἀαρὼν γὰρ ὁ πρῶτος ἀρχιερεὺς τὴν τοῦ Ἀμιναδὰβ ἠγάγετο θυγατέρα· καὶ Ἰωδαὲ ὁ πανεύφημος ἀρχιερεὺς τοῦ Ὀχοζίου τὴν ἀδελφήν. συνεχώρησε δὲ τὰς φυλὰς ταύτας ὁ δεσπότης ἐπιμιγῆναι Θεὸς, ἐπειδὴ ὁ ἐκ τῆς Ἰούδα κατὰ σάρκα βλαστήσας, οὐ βασιλεὺς μόνος, ἀλλὰ καὶ ἀρχιερεὺς ἐχρημάτισεν. ἔδει δὲ αὐτοὺς καὶ ἐν τῇ Βενιαμίτιδι φυλῇ κατοικεῖν· ἐπειδὴ καὶ ὁ θεῖος νεὼς ἐν τῇ ἐκείνων ἔμελλεν οἰκοδομεῖσθαι φυλῇ. ἔλαβον δὲ καὶ ἐκ τῆς συμεωνίτιδος φυλῆς ἐνίας πόλεις· ἐπειδὴ καὶ ὁ τούτων κλῆρος ἐπέλαζε τῷ νεῴ. καθάπερ γὰρ τῶν ἀπὸ γῆς καρπῶν καὶ τῶν βοσκημάτων τὰς δεκάτας τοῖς ἱερεῦσι καὶ τοῖς λευΐταις ἀπένει μεν· οὕτω καὶ τῶν πόλεων οἱονεὶ δεκάτας αὐτοῖς δοθῆναι προσέταξε. ταύτας μέντοι δώσειν τῷ Θεῷ τὰς δεκάτας ὁ πατριάρχης Ἰακὼβ ἐπηγ γείλατο." πάντων, γὰρ ἔφη, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι". χρέος τοίνυν πατρῷον ἐξέτισεν ὁ λαός, οὐ δῶρον προσέφερε. πρὸς δὲ τούτῳ κατεῖχεν αὐτῶν καὶ τὸν κλῆ ρον τῆς γῆς. παυσαμένου μέντοι τοῦ πολέμου καὶ τῆς διαιρέσεως γενομέ νης, ἀπελύθησαν μὲν οἱ πέραν τοῦ ποταμοῦ τοὺς κλήρους εἰληφότες, πρὶν δέ γε διαβῆναι τὸν ποταμόν, βωμὸν ᾠκοδόμησαν μέγιστον. τὸν δὲ τῆς οἰκοδομίας ἠγνοηκότες σκοπὸν οἱ τῶν ἐννέα φυλῶν, ἀσεβείας δὲ ἀρχὴν τὴν οἰκοδομίαν τοπάσαντες, πανδημεὶ στρατεῦσαι κατ' αὐτῶν ἠβουλήθησαν, τῆς συγγενείας προτιμήσαντες τὴν εὐσέβειαν· ἀλλ' οἱ πάνσοφοι Ἰησοῦς καὶ Ἐλεάζαρ τὸν Φινεὲς ἀπέστειλαν, ὡς τῷ ζήλῳ κατὰ τῆς ἀσεβείας ἐν τῇ ἐρήμῳ χρησάμενον· ὥστε καὶ τῶν προγόνων, καὶ τῶν θεοσδότων ἀγαθῶν ἀναμνῆσαι καὶ τὴν τολμηθεῖσαν παῦσαι παρανο μίαν. ἐπειδὴ δὲ ἀπελθόντες ἔγνωσαν οὐ θρησκείας χάριν τολμηθεῖσαν τὴν καινοτομίαν, ἀλλὰ τῆς περὶ τὴν εὐσέβειαν κοινωνίας μνημεῖον κλη θῆναι τὸν γεγενημένον συνεῖδον βωμόν· ἵν' ἔχοιεν οἱ ἀπόγονοι δεικνύναι τοῦτον εἰς ἔλεγχον τῶν ἀπείργειν αὐτοὺς τῶν θείων πανηγύρεων πειρω 285 μένων, ἀνέστρεψαν γεγηθότες καὶ τὸν Θεὸν ἀνυμνοῦντες ἐπὶ τῇ τῶν ἀδελ φῶν εὐσεβείᾳ καὶ τῇ κοινῇ πάντων εἰρήνῃ. τοῦτο ἐχρῆν καὶ τοὺς νῦν ἰουδαίους εἰδέναι τε καὶ λέγειν, ὡς ὁ βωμὸς αὐτῶν οὐ τὸ ἀληθινὸν ἦν θυσιαστήριον, ἀλλὰ τὸ ἀληθινὸν προετύπου. μέλλων μέντοι τὸν βίον ὁ προφήτης ὑπεξιέναι, συνεκάλεσε ἅπαντας καὶ τὰ εἰκότα παρῄνεσεν αὐτοῖς, ὥστε μηδεμίαν πρὸς ἐγχωρίους ἐπιγαμίαν ποιήσασθαι, ὡς τῆς τοιαύτης ἐπιμιξίας τὰς τῆς ἀσεβείας παρεχούσης προφάσεις· προστέθεικε δὲ καὶ τῇ παραινέσει ἀπειλάς·" ἐάν, γάρ φησι, τοῦτο ποιήση τε, γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος ἐξολο θρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ σκῶλα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἐκ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν". ταῦτα δὲ σαφέστερον ἡμᾶς ἐδίδαξεν ἡ τῶν Κριτῶν ἱστορία. ἔγνωμεν δὲ καὶ τὴν αἰτίαν, δι' ἣν κατὰ τὴν θείαν ἐπαγγελίαν οὐχ ἁπάσης τῆς γῆς τὴν δεσποτείαν παρέλαβον. ἀσπασάμενοι γὰρ τῶν δυσσεβῶν ἐθνῶν τὴν συγγένειαν, καὶ μιμησάμενοι τὴν ἀσέβειαν, τῆς θείας ἐγυμνώθησαν προ μηθείας, καὶ δουλεύειν αὐτοῖς ἠναγκάζοντο. θαυμαστὸς δὲ αὐτοῦ καὶ φι λόσοφος καὶ ὁ περὶ τοῦ θανάτου λόγος·" ἐγώ, γὰρ ἔφη, ἀποτρέ χω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς". δείκνυσι δὲ αὐτοῖς καὶ τὸ τῆς θείας προρρήσεως ἀψευδές·" καὶ γνώ σεσθε ἐν τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν τῇ ψυχῇ ὑμῶν, διότι οὐ διέπεσε λόγος εἷς ἀπὸ πάντων τῶν λό γων τῶν καλῶν, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς· πάντα ἃ εἴρηκεν ἡμῖν, δέδωκεν ἡμῖν· οὐ δὲν διαπεφώνηκεν ἐξ αὐτῶν". τὸ ἀληθές, φησί, τῶν θείων 286 ἐπαγγελιῶν ἐκ τῶν εὐεργεσιῶν μεμαθήκατε. πεπλήρωκε ἅπερ ὑπέσχετο. τοιγαροῦν ἐντεῦθεν μάθετε καὶ τὸ τῶν ἀπειλῶν ἀψευδές. τοῦτο γὰρ ἐπή γαγεν·" καὶ ἔσται ὃν τρόπον ἦλθεν ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ ὅσα ἐλάλησε πρὸς ὑμᾶς. οὕ τως ἐπάξει Κύριος ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν ὑμῖν Κύριος, ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἣν ἐνετείλατο ἡμῖν". διδάσκων δὲ ὡς οὐκ ἀνθρώπινα ταῦτα τὰ ῥήματα ἐπήγαγεν·" ὅτι τάδε λέγει Κύ ριος ὁ Θεὸς Ἰσραήλ". καὶ ἀναμιμνῄσκει Θάρρα τοῦ πατρὸς Ἀβραὰμ καὶ Ναχώρ· τέθεικε δὲ τὸν Ναχὼρ διὰ τὸ μητρῷον γένος· ἐξ ἐκείνου γὰρ ἡ Ῥεβέκκα καὶ ἡ Λεία καὶ ἡ Ῥαχήλ. εἶτα διδάσκει, ὡς ὁ Θάρρα θεοῖς ἑτέροις ἐλάτρευσε, καὶ ὡς τούτου χάριν ὁ δεσπότης Θεὸς χωρίσας τὸν Ἀβραὰμ εἰς τὴν γῆν ἐκείνην μετέστησεν. προστέθεικε δὲ καὶ τὴν εἰς Αἴγυπτον τοῦ Ἰακὼβ εἴσοδον, καὶ τὴν διὰ Μωϋσέως γεγενημένην ἔξοδον· καὶ τῆς θαλάττης τὸ θαῦμα, καὶ τὴν ἐν τῇ ἐρήμῳ διαγωγὴν καὶ τὴν τῶν ἀμορραίων πανωλεθρίαν· καὶ τὰς τοῦ Βαλὰκ ἐπινοίας καὶ τὰς παρὰ γνώ μην τοῦ Βαλαὰμ εὐλογίας· καὶ τοῦ ποταμοῦ τὴν ξένην διάβασιν, καὶ τὴν τῶν ἐπαναστάντων πολεμίων ἀναίρεσιν καὶ τῶν παντοδαπῶν ἀγα θῶν ἀπόλαυσιν. καὶ παραινεῖ, τῆς μὲν τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι δουλείας, μόνῳ δὲ λατρεύειν τῷ πεποιηκότι καὶ σεσωκότι Θεῷ. προστέ θεικε δὲ αὐτοῖς καὶ αἵρεσιν·" ἐκλέξασθε, γάρ φησιν, ὑμῖν αὐ τοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποτα μοῦ, εἴτε τοῖς θεοῖς τῶν ἀμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐν τῇ γῇ αὐτῶν". οὕτω τοῖς ἄλλοις προστεθει 287 κὼς τὴν αἵρεσιν, αὐτὸς τὸ τῆς οἰκείας γνώμης ἐπέδειξεν εὐσεβές. ἔφη γάρ·" ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστιν". εἶτα τοῦ λαοῦ τῶν μὲν ψευδωνύμων ἀπαγορεύσαν τος τὴν λατρείαν ὑποσχομένου δὲ μόνῳ δουλεύειν τῷ σεσωκότι Θεῷ, ὑπο λαβὼν ὁ θειότατος Ἰησοῦς ἔφη πρὸς αὐτούς·" οὐ μὴ δυνήσησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζη λώσας ὑμᾶς οὐκ ἀνήσει ὑμῶν τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματα ὑμῶν, ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελ θὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς, ἀνθ' ὧν εὖ ἐποίησεν ὑμῖν". μὴ προσδοκήσητε, φησίν, καὶ παρανο μοῦντες τῶν αὐτῶν ἀγαθῶν ἀπολαύσεσθε. οἶδε γὰρ οὐ μόνον εὐεργετεῖν ἀλλὰ καὶ κολάζειν τοὺς παραβαίνοντας ὁ δεσπότης Θεός. ἐκείνων δὲ καὶ ταύτην δεξαμένων τὴν πρότασιν, καὶ ὑποσχομένων τῷ Κυρίῳ δουλεύειν, ἀναγκαίως ἐπήγαγε·" μάρτυρες ὑμεῖς καθ' ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κύριον λατρεύειν αὐτῷ". ἐδίδαξε δὲ καὶ ταῦτα ἡ ἱστορία, ὡς παραινέσας αὐτοῖς τῆς τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι λατρείας καὶ τὰ περὶ τῆς εὐσεβείας νομοθετήσας, οὐκ ἄγρα φα ταῦτα κατέλιπεν, ἀλλ' ἀνάγραπτον αὐτῶν τὴν μνήμην ἐφύλαξεν. XX Τί δήποτε τὸν λίθον στήσας εἴρηκεν·" ὁ λίθος οὗτος ἔσται ὑμῖν εἰς μαρτύριον, ὅτι οὗτος ἀκήκοε πάντα τὰ λεχθέντα παρὰ Κυρίου ἃ ἐλάλησε πρὸς ὑμᾶς σή μερον"; Ἄψυχος μὲν ὁ λίθος· εἰς ἔλεγχον δὲ τῶν ἐμψύχων καὶ λογικῶν, διὰ τῶν ἀψύχων μαρτύρεται· ἐχρήσατο δὲ καὶ τῷ ἔθει τῷ παλαιῷ. καὶ γὰρ ὁ 288 Ἰακὼβ καὶ ὁ Λάβαν ποιησάμενοι τὰς συνθήκας, τὸν βουνὸν ἐκάλεσαν μάρτυρα τῶν συνθηκῶν. ὅσον μέντοι ὀνίνησιν ἄρχων εὐσεβὴς καὶ φιλό θεος, ἡ ἱστορία διδάσκει·" ἐλάτρευσε, γάρ φησιν, Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον καὶ ὅσοι εἶδον πάντα τὰ ἔργα Κυ ρίου, ὅσα ἐποίησε μετὰ τοῦ Ἰσραήλ". μετὰ δὲ τὴν τούτων τελευτήν, ἀπέκλιναν εἰς ἀσέβειαν· τοῦτο γὰρ καὶ τῆς ἱστορίας τὸ τέλος ἐδίδαξεν. ἀλλ' ἔδοσαν δίκας τῆς ἀσεβείας· τῆς γὰρ θείας γυμνωθέν τες κηδεμονίας, ὑπεβλήθησαν τῷ τῆς δουλείας ζυγῷ, καὶ δεσπότην ἔσχον τὸν τῶν μωαβιτῶν βασιλέα. ἀλλ' ὁ φιλάνθρωπος Κύριος τῆς πρὸς τοὺς πατέρας μεμνημένος ἐπαγγελίας ὀκτωκαιδεκαετεῖ χρόνῳ περιώρισε τὴν δουλείαν.

Intertext edge

Open linked passage

Note