Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
289.1
QUAESTIONES IN JUDICES I Διὰ τί Κριταὶ τὸ βιβλίον ὠνόμασται; Ὥσπερ τῶν Βασιλειῶν ἡ βίβλος πολλὰ μὲν ἔχει καὶ διάφορα διηγήματα, ὠνομάσθη δὲ Βασιλεῖαι ἐπειδὴ τὰ τῷ λαῷ συμβεβηκότα κατὰ τὸν τῶν βασιλέων καιρὸν ἱστορεῖ, οὕτω καὶ τὸ προκείμενον βιβλίον προσηγορεύθη Κριτῶν, ἐπειδὴ τὰ κατὰ τὸν τῆς δημαγωγίας καιρὸν γεγενημένα δι δάσκει. τὴν μέντοι τῆσδε τῆς ἱστορίας ἀρχὴν ἀνακεφαλαίωσιν οἶμαι εἶναι τῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατορθωμένων. μέμνηται γὰρ καὶ τοῦ Ἀδωνιβεζὲκ καὶ τοῦ κατ' αὐτὸν πολέμου, καὶ ἥττης αὐτοῦ καὶ τῆς ἀναιρέσεως. μέμνηται δὲ καὶ τῆς Χεβρών, ὡς ἀπονεμηθείσης τῷ Χαλέβ, καὶ τῆς τῶν τριῶν γιγάντων ἀναιρέσεως, τοῦ Ἐσσὶ καὶ τοῦ Ἀχιμὰν καὶ τοῦ Θολόμ, οὓς τοῦ Ἐνὰκ ἀπογόνους ὠνόμασεν. εἰκὸς δὲ τότε μὲν προρρηθῆναι τὴν τούτων ἀναίρεσιν, ὕστερον δὲ λαβεῖν τὴν πρόρρησιν τέλος. II Εἰ κάτ' ἐκεῖνον τὸν καιρὸν ἀνάστατος Ἰερουσαλὴμ ἐγεγόνει, πῶς ὕστερον αὐτὴν βασιλεύων ὁ Δαβὶδ εἷλε πολιορκίᾳ; Πολλὰς ἔσχε μεταβολὰς ὁ λαός, ὡς ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. ποτὲ μὲν γὰρ ἐνίκων, ποτὲ δὲ ἡττῶντο· καὶ πότε μὲν ἦρχον τῶν ἀλλοφύλων, 290 ποτὲ δὲ ἐδούλευον. δῆλον τοίνυν, ὡς ἐμπρησθεῖσαν τὴν Ἰερουσαλὴμ πάλιν ἀνῳκοδόμησαν οἱ ἰεβουσαῖοι, τῆς τοῦ λαοῦ δυσκληρίας ἐπιλαβό μενοι. καὶ ταύτην δὲ ὕστερον οἶμαι συγγραφῆναι τὴν βίβλον, τεκμηρίῳ χρώμενος τῷ τήνδε τὴν πόλιν Ἰερουσαλὴμ ὀνομάζειν τὴν ἱστορίαν· ὕστε ρον γὰρ ταύτην ἔσχε τὴν προσηγορίαν Ἰεβοῦς ὠνομασμένη. III Τί ἐστι," δός μοι λύτρωσιν ὕδατος, καὶ λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν"; Οἱ περὶ τὸν Σύμμαχον" ἀρδείαν ὕδατος"· καὶ ἀντὶ τοῦ" ταπεινῶν"," πεδινῶν" ἡρμήνευσαν. ὑπεβλήθη δὲ παρὰ τοῦ Γοθονιὴλ τοῦ ἀνδρὸς αὐτῆς Ἀσχὰν αἰτῆσαι ἀγρόν· ᾔτησε τοίνυν ἀρδείαν ὕδατος· καὶ ἔλαβεν ὥσπερ ᾔτησεν οὐ μόνον πεδιάδα γῆν, ἀλλὰ καὶ ὄρειον. τὸ μὲν γὰρ" κατὰ τὴν καρδίαν αὐτῆς", τὸ καταθύμιον σημαίνει. μετέωρα δὲ τὰ ὄρεια κέκληκε, ταπεινὰ δὲ τὰ ὕπτια. IV Πῶς ἐνταῦθα τοῦ νομοθέτου τὸν κηδεστὴν Ἰωβὰβ ὠνόμασεν, Ἰοθὼρ καὶῬαγουὴλ ἐν ἐκείναις ταῖς ἱστορίαις ὠνομασμένον; Καὶ ἤδη ἔφην, ὡς ὁ Ἰωβὰβ ἐκείνου ἦν υἱός· πενθερὸν δὲ αὐτὸν κέκληκεν, ὡς τῆς γαμετῆς ἀδελφόν. καὶ γὰρ νῦν πολλοὶ τοὺς τοιούτους πενθερίδας καλοῦσι. τοῦ Ἰωβὰβ τοίνυν οἱ παῖδες ἔγγονοι τοῦ Ἰοθώρ εἰσιν. V" Πόλιν φοινίκων" ποίαν καλεῖ; Τὴν Ἰεριχώ. νομίζω δὲ οὕτως αὐτὴν προσαγορεύεσθαι διὰ τὸν τῶν φοινίκων καρπόν. καὶ γὰρ ἐν τῇ πρὸ ταύτης βίβλῳ, εὐθὺς τοῦ λαοῦ δια βάντος τὸν Ἰορδάνην, ὁ συγγραφεὺς ἔφη ὅτι·" ἔφαγον ἀπὸ τοῦ

Intertext edge

Open linked passage

Note