Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones in Octateuchum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
291.1
καρποῦ τῆς γῆς ἄζυμα, καὶ ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα, μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς. καὶ οὐκ ἔτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπώσαντο γὰρ τὴν γῆν τῶν φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ". καὶ ἡ δευτέρα δὲ τῶν Παραλειπομένων περὶ ὧν ᾐχμαλώτευσαν ἐκ τῆς Ἰούδα φυλῆς αἱ δέκα φυλαὶ διηγουμένη οὕτως ἔφη·" καὶ κατέστησαν αὐ τοὺς εἰς Ἰεριχὼ τὴν πόλιν τῶν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν". VI Πῶς νοητέον," καὶ ἦν Κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἐδύνατο κληρονομῆ σαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς"; Τοῦ Ῥηχάβ, ὡς εὐσεβοῦς ἄγαν πολλαχοῦ ἡ θεία μνημονεύει γραφή· καὶ ὅτι μέχρι τῶν ἀπογόνων αὐτοῦ διέδραμεν ἡ εὐσέβεια· τοῦτο εἰσηγήσασ θαι λέγει τῇ Ἰούδα φυλῇ, τὴν κοιλάδα καταλιπεῖν καὶ τὸ ὄρος οἰκῆσαι. ἦν δὲ καὶ αὐτὸς τῆς Ἰούδα φυλῆς, ὡς ἡ τῶν Παραλιπομένων διδάσκει βίβλος. οἶμαι δὲ αὐτὸν συμβεβουλευκέναι τὴν κοιλάδα φυγεῖν διὰ τὴν τῶν περιοίκων ἀσέβειαν· καὶ μέντοι καὶ διὰ τὸ τῆς θαλάττης γειτόνημα. οἱ γὰρ θαλάττῃ πελάζοντες, καὶ τοὺς πόρρωθεν καταπλέοντας δέχονται, καὶ αὐτοὶ ναυτιλίας ὀρέγονται. ἡ δὲ τῶν ἀλλογενῶν ἐπιμιξία, τὴν νομι κὴν ἐλυμαίνετο πολιτείαν. VII Τί δήποτε μὴ πάσας εἷλον τὰς πόλεις, ἀλλὰ πλῆθος αὐτοῖς συνῴκει τῶν ἀλλοφύλων ἐθνῶν; Πρῶτον διὰ νωθείαν πάσης τῆς γῆς οὐκ ἐκράτησαν· ἔπειτα καὶ διὰ πλεο 292 νεξίαν·" ἔθεντο, γάρ φησι, τὸν χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν". καὶ τοῦτο περὶ ἑκάστης ὁ συγγραφεὺς εἶπε φυλῆς. πρὸς δὲ τούτοις τὸν θεῖον παραβάντες νόμον, καὶ τοῖς τῶν ἀλλοφύλων δεδουλευκότες θεοῖς, τῆς θείας ἐγυμνώθησαν προμηθείας. οὗ δὴ χάριν ὁ πάνσοφος Κύριος οὐκ ἄρδην τὸ τῶν χαναναίων ἐθνῶν διέφθειρε γένος, ἀλλ' εἴασε πολλοὺς γειτονεύειν αὐτοῖς· ἵνα πολε μούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι. καὶ ὅτι ταῦτα οὐ λογισμοῖς ἀνθρωπίνοις κεχρημένος λέγω, ἀλλὰ παρ' αὐτῆς διδαχθεὶς τῆς ἱστορίας, αὐτίκα δη λώσω." ἀνέβη, γάρ φησιν, ἄγγελος Κυρίου ἀπὸ Γαλ γὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ ἀπὸ Γαλγάλων". Γάλγαλα δὲ ὁ τῶν ἀκροβυστιῶν ὠνομάσθη τόπος. δηλοῖ δὲ τοὔνομα κατὰ τὴν ἑβραίων φωνήν, τὴν ἐλευθερίαν. ἐκεῖθεν πέμπει τὸν ἄγγελον, ἀναμιμνῄσκων αὐτοὺς τῆς τε τοῦ ποταμοῦ διαβάσεως, καὶ τῆς γεγενημένης περιτομῆς. εἶτα λέγει καὶ τίνα τὰ ῥηθέντα ὑπὸ τοῦ ἀγγέλου·" Κύριος ἀνήγα γεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν δοῦναι ὑμῖν καὶ εἶπεν ὑμῖν, οὐ μὴ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα. καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις ἐν τῇ γῇ ταύτῃ, οὐδὲ τοῖς θεοῖς αὐ τῶν οὐ μὴ προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε· καὶ οὐκ εἰσακούσατε τῆς φωνῆς αὐτοῦ, ὅτε ταῦτα ἐποιήσατε". καὶ" ἐγώ, φησίν, οὐ προσθήσω τοῦ μετοι κίσαι τὸν λαὸν, ὃν εἶπον τοῦ ἐξῶσαι αὐτὸν ἀπὸ προ σώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς καὶ οἱ θεοὶ 293 αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον". παρέβητέ μου φησί, τὸν νόμον, οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου· εἰρήνην ἐσπείσασθε πρὸς τοὺς τῆς ἀσεβείας διδασκάλους, καὶ τοῖς τούτων θεοῖς ἐδουλεύσατε. ἀπολαύετε τοι γαροῦν ὧν ἐποθήσατε καὶ ἀμήσατε τῶν σπερμάτων ὑμῶν τὰ δράγματα. οἵ τε γὰρ διαφυγόντες τὸν ἐκ πολέμου θάνατον, πολεμοῦντες ὑμῖν διατε λέσουσι· καὶ οἱ τούτων θεοὶ τὰς ὑμετέρας ἐξανδραποδιοῦσι ψυχάς. τούτων ὑπὸ τοῦ ἀγγέλου ῥηθέντων, ἐθρήνησεν ὁ λαός· ὅθεν καὶ ὁ τόπος ὠνομάσθη" Κλαυθμών". ἐντεῦθεν ὑπέλαβον τὰ πλείονα τῶν εἰρημένων ἀνακεφαλαίωσιν εἶναι τῶν ἐπὶ τοῦ Ἰησοῦ πεπραγμένων. ἔφη γὰρ ὁ συγ γραφεύς·" καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν καὶ ἀπῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὸν τόπον αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν· καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πά σας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακρο ημέρευσαν μετὰ Ἰησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησε τῷ Ἰσραήλ". λέγει δὲ καὶ ὅσων ἐτῶν ἐτελεύτησε, καὶ ἔνθα ἐτάφη· καὶ προστέθεικεν, ὅτι ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτοὺς καὶ οὐκ ἔγνωσαν Κύριον καὶ τὸ ἔργον ὃ ἐποίησε τῷ Ἰσραήλ. καὶ ὅτι τοῖς χαναναίοις καὶ τοῖς φερεζαίοις καὶ τοῖς ἄλλοις συνοικοῦντες ἀλλοφύλοις, τάς τε πρὸς αὐτοὺς ἐπιγαμίας ἐποιή σαντο καὶ διὰ τῆς ἐπιγαμίας τῆς ἀσεβείας μετέλαχον. ἐλάτρευσαν γὰρ τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρώθ. διδασκόμεθα δὲ διὰ τούτων, ὅσον τοὺς ὑπηκόους ὀνίνησιν ἡ τῶν ἀρχόντων εὐσέβεια, καὶ ὅσον ἡ ἀναρχία λυμαί νεται, καὶ αὖ πάλιν ἡ τῶν πονηρῶν ἡγεμονία. τοῦτο γὰρ καὶ ἥδε ἡ ἱστορία διδάσκει." ἤγειρε γὰρ αὐτοῖς φησί, Κύριος κριτὰς 294 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευσάν των αὐτούς". καὶ ὅτε" ἤγειρεν αὐτοῖς τοὺς κριτὰς καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωζεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ". καὶ μετ' ὀλίγα·" καὶ ἐγένετο ὡς ἀπέθνῃσ κεν ὁ κριτὴς καὶ ἀπέστρεφον καὶ διέφθειρον πά λιν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, τοῦ λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς". οἶμαι δὲ καὶ ἑτέραν αἰτίαν εἶναι, δι' ἣν οὐ πᾶσαν τὴν ἐπηγγελμένην ἐκομίσαντο γῆν· ἔστι δὲ αὕτη. στενω τάτης ἐδεῖτο γῆς τῆς νομικῆς πολιτείας ἡ φυλακή· τρὶς γὰρ τοῦ ἔτους ἑορτάζειν ὁ νόμος ἐκέλευσεν εἰς ἓν ἅπαντας χωρίον συντρέχοντας, ἐν ᾧ τὸν θεῖον νεὼν ἐδομήσαντο. ἐκεῖ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ τῶν θρεμμάτων πρωτότοκα καὶ μέντοι καὶ τὰς ἄλλας θυσίας κομίζειν ἐκέλευσεν. εἰκότως τοίνυν αὐτοὺς σμικρῷ περιώρισε τόπῳ, ὥστε ῥᾳδίως καὶ τοὺς νωθεῖς εἰς τὸν ἀφιερωμένον νεὼν συναγείρεσθαι. VIII Πῶς νοητέον τόδε τὸ χωρίον," ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς, ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάν τας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν· πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ἰσραὴλ τοῦ διδά ξαι αὐτοὺς πόλεμον· πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά"; Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος οὐ κατὰ πολεμικὴν τέχνην ὁ λαὸς ἐνίκα παραταττόμενος, ἀλλὰ τῆς ἄνωθεν ἀπολαύων ἐπικουρίας·" ἀποσ τελῶ, γὰρ ἔφη, τὰς σφηκίας ἔμπροσθεν ὑμῶν· καὶ ἐξολοθρεύσει τὸν χαναναῖον καὶ τὸν χετταῖον", καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ σκηπτοὺς ἄνωθεν ἀφιεὶς καὶ χάλαζαν λίθων ἔχου 295 σαν μέτρον, τοὺς πολεμίους ἀνήλισκε. λέγει τοίνυν, ὅτι τούτου χάριν οὐ πάντας ἄρδην διώλεσε τοὺς τὴν γῆν ἐκείνην οἰκοῦντας Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος, ἵνα καὶ οἱ μετ' ἐκεῖνον τῇ πείρᾳ τὴν τοῦ Θεοῦ δι δαχθῶσι κηδεμονίαν, καὶ διὰ τὴν πολεμικὴν ἀνάγκην τὸν δεσπότην κα λῶσιν εἰς συμμαχίαν· τὸ μέντοι" πειρᾶσαι" ὁ Σύμμαχος" ἀσκῆ σαί" φησιν αὐτοὺς ἠβουλήθη, καὶ διδάξαι τοῦ πολέμου τὴν τέχνην. καὶ τὸ" πειρᾶσαι" δὲ κατὰ τοὺς ἑβδομήκοντα κείμενον, οὐ τὴν ἄγ νοιαν τοῦ Θεοῦ δηλοῖ. οὐδὲ γὰρ τὸν Ἀβραὰμ τούτου χάριν ἐπείραζεν, ἵνα μάθῃ τοῦ Ἀβραὰμ τὴν γνῶσιν. κἀκεῖ γὰρ ἐδίδαξεν, ὅτι ᾔδει ὁ Θεός, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν, φυλάσσειν πάντα τὰ κρίματα Κυρίου τοῦ Θεοῦ. οὐχ ἵνα τοίνυν αὐτὸς μάθῃ πειράζει ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ. ὥσπερ τοίνυν εἰς γυμ νασίαν τοῦ λογικοῦ τῷ Ἀδὰμ ἐδεδώκει τὴν ἐντολήν, οὕτω κἀνταῦθα ἔνια τῶν ἐθνῶν καταλέλοιπεν· ὥστε τῶν μὲν δεῖξαι τὸ εὐσεβές, τῶν δὲ διελέγξαι τὸ δυσσεβές. τοῦτο γὰρ λέγει·" ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ τοῦ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατρά σιν αὐτῶν ἐν χειρὶ Μωϋσῆ". καὶ αὐτὰ δὲ διδάσκει τὰ πράγ ματα, ὡς αὐτοὶ αἴτιοι γεγένηνται τοῦ μὴ παντάπασιν ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἐκείνων ἐθνῶν. ἐννέα γὰρ καὶ εἴκοσι βασιλέας, δίχα τῶν τῆς Ἰεριχὼ καὶ τῆς Γαῒ στρατηγῶν, ὁ Ἰησοῦς σὺν ταῖς στρατίαις αὐτῶν κατηκόντισε, μὴ πόλιν ἔχων, μὴ ὁρμητήριον, μὴ στρατιώτας ἐμπειρίαν ἠσκημένους πολεμικήν. οἱ δέ γε μετ' ἐκεῖνον καὶ πόλεις ὀχυρὰς ἐσχηκότες, καὶ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐκ τῶν λαφύρων κτησάμενοι καὶ πα νοπλίας ἔχοντες καὶ τείχη καὶ περιβόλους περιγενέσθαι τῶν ὑπολειφθέντων οὐκ ἴσχυσαν διὰ τὴν οἰκείαν ἀσέβειαν. 296 IX Πῶς ὁ Γοθονιὴλ καὶ τοῦ Χαλὲβ ἀδελφὸς καὶ Κενὲζ υἱός; ὁ γὰρ Χαλὲβ Ἰεφονῆ υἱός. Εἰκὸς καὶ διώνυμον εἶναι τὸν Ἰεφονῆ καὶ καλεῖσθαι καὶ Κενέζ. εἰκὸς καὶ ἐκ διαφόρων αὐτοὺς εἶναι πατέρων, μιᾶς δὲ μητρός· καὶ τὸν μὲν Χαλὲβ τὸν Ἰεφονῆ ἐσχηκέναι πατέρα· μετὰ δὲ τὴν τούτου τελευτὴν γήμασθαι τὴν αὐτοῦ μητέρα τῷ Κενὲζ καὶ τεκεῖν τὸν Γοθονιήλ. ὅτι μέντοι τὴν Ἰεριχὼ πόλιν φοινίκων ὠνόμασε, τὰ κατὰ τὸν Ἐγλὼμ διδάσκει." ἐπορεύθη, γάρ φησιν, Ἐγλώμ, καὶ ἐπάταξε τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινί κων". καὶ μετ' ὀλίγα·" καὶ Ἐγλὼμ ἀνέστρεψεν ἀπὸ τῶν εἰδώλων τῶν ἐν Γαλγάλοις. καὶ εἶπεν Ἀὼδ τῷ Ἐγλώμ· λόγος μοι κρύφιος πρὸς σέ, βασι λεῦ". ἡ δὲ Γάλγαλα τῇ Ἰεριχὼ πελάζει. φλόγα δὲ τὸ σιδήριον τῆς μαχαίρας ὠνόμασε, παραξιφίδα δὲ τὴν λαβήν. τοῦτο γὰρ λέγει·" καὶ ἔλαβε τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Ἐγλὼμ καὶ ἐπεισήνεγκεν καὶ τὴν λαβὴν ὀπίσω τῆς φλογὸς καὶ ἀπέκλεισε τὸ στέαρ τὴν παρα ξιφίδα". X Τὰ κατὰ τὸν Ἰαβὶν τὸν βασιλέα Ἀσὼρ ἱστορεῖ καὶ ἡ ἱστορία τοῦ Ἰησοῦεἰ τοίνυν ἐπ' ἐκείνου ἀνῃρέθη, πῶς μετὰ πολὺν χρόνον ἐπανέστη τῷ Ἰσ ραήλ; Ἄλλος ἦν ἐκεῖνος καὶ ἄλλος οὗτος· ὁμώνυμοι δὲ ἦσαν, τὴν αὐτὴν ἐσχηκότες βασιλείαν. εἰκὸς δὲ τοῦτον καὶ υἱὸν ἐκείνου γενέσθαι. ἔστι γὰρ πολλοὺς 297 εὑρεῖν τὰς τῶν πατέρων ἐσχηκότας προσηγορίας· αὐτίκα γοῦν Κωνσταν τίνου τοῦ βασιλέως ὁ πρῶτος υἱὸς Κωνσταντῖνος ὠνόμασται. XI Ἀλλ' ἡ τοῦ Ἰησοῦ ἱστορία οὐ μόνον τὸν Ἰαβὶν εἶπεν ἀνῃρῆσθαι ἀλλὰκαὶ τὴν Ἀσὼρ ἐμπρησθῆναι. Οὐδὲν ἀπεικὸς καὶ τότε κατασκαφῆναι καὶ αὖθις οἰκοδομηθῆναι. πλὴν ἐνταῦθα μέμνηται μὲν τῆς Ἀσώρ, οὐ μὴν ἐν αὐτῇ κατοικεῖν αὐτὸν ἔφησεν, ἀλλὰ τὴν Ἀσηρώθ. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὅτι κιναίους τοὺς ἀπογό νους τοῦ Ἰοθὼρ καλεῖ. XII Τί δήποτε γυνὴ προφητεύει; Ἐπειδὴ ἀνδρῶν καὶ γυναικῶν μία ἡ φύσις. ἐκ γὰρ τοῦ Ἀδὰμ ἡ γύνη διεπλάσθη καὶ λόγου μετείληχεν ὡς ἐκεῖνος. διὸ καὶ ὁ ἀπόστολός φησιν," ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ". οὕτω καὶ Μωϋσῆς προφήτης καὶ Μαριὰμ προφῆτις. οἶμαι δὲ τὴν Δεββώραν εἰς ἔλεγχον τῶν τότε ἀνδρῶν τῆς προφητείας ἀξιωθῆναι. οὐδενὸς γὰρ ἐξ ἐκείνων εὑρεθέντος ἀξίου τῆς χάριτος, αὕτη τῆς τοῦ παναγίου πνεύ ματος τετύχηκε δωρεᾶς· καὶ οὕτω δήλη ἦν, ὅτι τῆς ἄνωθεν ἠξίωτο χάρι τος, ὡς τὸν Βαρὰκ μὴ τολμῆσαι δίχα ταύτης εἰς τὴν παράταξιν ἐξελθεῖν· τοῦτο δὲ καὶ ἐν τῇ ᾠδῇ αὐτῆς ἔφη·" ἐξέλιπον οἱ κρατοῦντες ἐν τῷ Ἰσραήλ, ἕως οὗ ἐξανέστη Δεββώρα μήτηρ ἐν Ἰσραήλ". λέγει δὲ καὶ τὴν τῶν ὁμοφύλων ἀσέβειαν·" ᾑρέ τισαν θεοὺς κενοὺς ὡς ἄρτον κρίθινον". τὴν πολλὴν 298 αὐτῶν ἀφροσύνην διὰ τῆς εἰκόνος ἤλεγξεν. ὥσπερ γὰρ ἀνόητος ὁ τῶν πυρίνων ἄρτων προτιμῶν τοὺς κριθίνους, οὕτως ἄγαν ἐμβρόντητος, ὁ τοὺς ψευδωνύμους θεοὺς τοῦ ἀληθινοῦ προτιθείς. δηλοῖ δὲ αὐτῆς καὶ τὸ πιστὸν τῆς γνώμης·" ἐὰν γὰρ ἴδω, φησί, σειρομαστῶν τεσσαράκοντα χιλιάδας, ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ἰσραήλ". ταῦτα δὲ ὁ θεῖος διηγόρευσε νόμος." ἐὰν γὰρ ἴδῃς, φησίν, πλῆθος πολεμίων καὶ ἅρματα καὶ ἵππον μὴ φοβηθῇς, ὅτι Κύριος ὁ Θεός σου πολεμήσει ὑπὲρ σοῦ". κελεύει δὲ οὐ μόνον τοῖς πένησιν ἀλλὰ καὶ τοῖς ἐπὶ πλούτῳ μέγα φρονοῦσιν, ὑμνεῖν τὸν Θεόν." οἱ δυ νάσται, γάρ φησι, τοῦ λαοῦ εὐλογεῖτε τὸν Κύριον, ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων. ἐκεῖ δώσουσι δικαιοσύνην τῷ Θεῷ"." μοσφαθὲ" δὲ" ἀγρ οὶ" ἑρμηνεύονται," ἀμαδαρὼθ" δὲ" ἀβλεψία"· τὸ δὲ καὶ" ἀρᾶσθαι ἐν τῷ κραταιῷ". διδασκόμεθα δὲ διὰ τῆς ἱστορίας, ὡς πατρικῇ φιλοστοργίᾳ κεχρημένος ὁ δεσπότης Θεὸς καὶ παρανομοῦντα τὸν λαὸν παρεδίδου τοῖς ἀλλοφύλοις· οἷόν τινι ῥάβδῳ κεχρημένος καὶ μάστιγι καὶ πάλιν μεταμελόμενος ἐλέει, καὶ παντοδαπῆς ἠξίου κηδεμονίας αὐτίκα γοῦν μετὰ τὴν διὰ τῆς Δεββώρας εὐεργεσίαν, εἰς ἀσέβειαν ἐξοκεί λαντα μαδιηναίοις παρέδωκεν. εἶτα μετὰ τὴν παιδείαν, τῆς ἐπικουρίας ἠξίωσε. διά τινος δὲ τοῦ προφήτου πρῶτον ἐξήλεγξεν αὐτῶν τὴν ἀσέβειαν. ἀνέμνησε δὲ καὶ τῶν εὐεργεσιῶν ὧν ἀπήλαυσαν· εἶτα διά τινος ἀγγέλου 299 τὸν Γεδεὼν παραθαρρύνας παρατάξασθαι τοῖς πολεμίοις ἐκέλευσεν. XIII Τί ἐστι·" πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ"; Προτραπεὶς ὑπὸ τοῦ ἀγγέλου στρατηγῆσαι, καὶ τοῦ πολέμου καταθαρ ρῆσαι, ἔφη πρὸς αὐτόν·" καὶ εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες ὅτι ἐξ Αἰγύπτου ἀνήγα γεν ἡμᾶς Κύριος. καὶ νῦν ἀπώσατο ἡμᾶς Κύριος καὶ παρέδωκεν ἡμᾶς εἰς χεῖρας Μαδιάμ". ἐπειδὴ τοίνυν ἔσχε τὴν μνήμην τῆς τοῦ Θεοῦ θαυματουργίας καὶ βεβαίαν ἐκέκτητο τὴν περὶ Θεοῦ δόξαν, ὅτι ῥᾴδιον αὐτῷ βουληθέντι τῶν κατεχούσων αὐ τοὺς συμφορῶν ἀπαλλάξαι, ἔφη ὁ ἄγγελος·" πορεύου ἐν τῇ ἰσ χύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χει ρὸς Μαδιάμ"· ἀντὶ τοῦ, μετὰ ταύτης παράταξαι τῆς πίστεως, καὶ νικήσεις. μηδεὶς δὲ τοῖς ἑξῆς ἐπιμεμφέσθω. οὐ γὰρ ὡς τῷ Θεῷ ἀπιστῶν ἔφη·" ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ· καὶ ἐγὼ σμικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου"· ἀλλὰ μετρίῳ κεχρημένος φρονήματι. ὅθεν ὑπολαβὼν ὁ ἄγγελος ἔφη·" ὅτι ἔσ ται Κύριος μετὰ σοῦ, καὶ ἀποκτενεῖς τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα". εὐθὺς γοῦν πιστεύσας θυσίαν προσήνεγκεν. ὁ δὲ ἄγγελος οὐχ ἥρπασε τὴν θεῖαν τιμήν· ἀλλ' ἱερέως χρείαν ἐπλήρωσε, καὶ ῥάβδῳ πατάξας τὴν πέτραν, ὡλοκαύτωσε τὴν θυσίαν παραδόξῳ πυρί. XIV Τί δήποτε τὸν τῷ Βαὰλ τρεφόμενον μόσχον τῷ Θεῷ προσενεχθῆναι προσ έταξε; 300 Μετατιθεὶς αὐτοὺς ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν. διά τοι τοῦτο καὶ τὸν ἐκείνου βωμὸν κατασκαφῆναι παρηγγύησε, καὶ τὸ ἄλσος ἐκκοπῆναι. ἔδει γὰρ τὸν τῆς τοιαύτης χάριτος ἀξιωθέντα, μὴ μόνον εὐσεβεῖν, ἀλλὰ καὶ ἄλλων γενέσθαι διδάσκαλον. XV Τίνος σύμβολον ὁ πόκος ὁ τὴν δρόσον δεξάμενος; Πρῶτον ᾔτησεν ὁ Γεδεὼν ἐν τῷ πόκῳ γενέσθαι τὴν δρόσον, πᾶσαν δὲ τὴν γῆν διαμεῖναι ξηράν· μετὰ δὲ ταῦτα, τὴν μὲν γῆν ὑγρανθῆναι, μόνον δὲ τὸν πόκον ἄμοιρον διαμεῖναι τῆς δρόσου. δηλοῖ δὲ ὁ λόγος, ὡς πάλαι μὲν ὁ Ἰσραὴλ τῆς θείας ἀπήλαυσε χάριτος, ὡς ὁ πόκος τῆς δρόσου· ὕστε ρον δὲ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τῶν πνευματικῶν τετύχηκε δωρεῶν. ἔρημος δὲ τούτων ὁ Ἰσραὴλ γέγονε, καθάπερ ὁ πόκος ἐστερήθη τῆς δρόσου. XVI Τί δήποτε τοὺς κυνὶ παραπλησίως πεπωκότας μόνους ἐκέλευσε παρα τάξασθαι; Δεδήλωκε τὴν αἰτίαν αὐτὸς ὁ δεσπότης Θεός." πολύς, γάρ φησιν, ὁ ὄχλος ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ ἐπ' ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με". τῶν πλείστων τοίνυν ἀπολυθέντων, τοὺς ὑπολειφθέντας τῷ ποταμῷ προσαχ θῆναι προσέταξεν, εἶτα τῶν πλειόνων εἰς γόνυ κλιθέντων καὶ πεπωκότων συντόμως· τῶν δὲ τριακοσίων τοῦτο μὲν δι' ὄκνον οὐ πεποιηκότων, τῇ δὲ χειρὶ τὸ νᾶμα προσενεγκόντων τῷ στόματι, τούτους μόνους ἐκέλευσεν, ὡς ἀργοὺς καὶ νωθεῖς, κατὰ τῶν ἀντιπάλων ὁρμῆσαι· ἵνα γένηται δήλη 301 πᾶσιν ἡ θεία ῥοπή. οὕτω καὶ διὰ δώδεκα ἁλιέων καὶ τελωνῶν καὶ σκυτο τόμου ἑνός, τὴν τῶν δαιμόνων κατέλυσε φάλαγγα, καὶ τῶν ἀνθρώπων τὴν φύσιν διέσωσε. τούτου χάριν ὁ προφήτης Ἠσαΐας τούτοις ἐκεῖνα παρέβαλλεν καὶ ἔφη·" τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ". ὥσπερ γὰρ ἐνταῦθα γυμνοῖς ἐχρήσατο στρατιώταις, τῇ μὲν λαιᾷ φέρουσι κεκρυμμένας ἐν ἀμφορεῦσι λαμπάδας, τῇ δεξιᾷ δὲ τὰς σάλπιγγας· οὕτω τοὺς ἱεροὺς ἀποστόλους γυμνοὺς εἰς τὴν οἰκουμένην ἀπέστειλε, φέροντας τὴν λαμπάδα τῶν θαυμάτων καὶ τὴν σάλπιγγα τῶν κηρυγμάτων. XVII Τί ἐστιν," ἐποίησεν αὐτὰ Γεδεὼν εἰς ἐφοὺδ καὶ ἔσ τησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθά"; Παράνομον μὲν τὸ γεγονός. τῷ γὰρ ἐφοὺδ μόνοις ἐξῆν κεχρῆσθαι τοῖς ἱερεῦσι· δι' ἐκείνου γὰρ τὸ πρακτέον ἀπεκαλύπτετο. ὁ μέντοι τοῦ Γεδεὼν σκοπὸς οὐκ εἰς ἀσέβειαν ἀπέκλινεν, ἀλλ' ὡς ἄρχων καὶ στρατηγὸς ἐβού λετο διὰ τοῦ ἐφοὺδ τὸ πρακτέον μανθάνειν· τῷ δὲ λαῷ πρόξενον παρανο μίας ἐγένετο." ἐξεπόρνευσε, γάρ φησι, πᾶς Ἰσραὴλ ὀπί σω αὐτοῦ ἐκεῖ· καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον". τὸ δὲ ἐφούδ," ἐπωμίδα" ἐν τῇ Ἐξόδῳ ἡρμήνευσα, ᾗ τὸ λόγιον συνήπτετο· δι' ἐκείνου δὲ ἡ ἐν πολέ μοις ἐδηλοῦτο νίκη. ἡ δὲ τῶν Βασιλειῶν ἱστορία σαφέστερον τοῦτο δι δάσκει. τῶν γὰρ ἀλλοφύλων συνηθροισμένων, ἐκέλευσεν ὁ Σαοὺλ ἆραι τὸ ἐφοὺδ τὸν ἱερέα· εἶτα τεταραγμένους τοὺς πολεμίους ἰδών, καὶ τὴν νίκην δεδηλωμένην," συνάγαγε, φησί, τὸ ἐφούδ". δῆλον τοίνυν ὡς ὕφασμα ἦν τοῖς ἱερεῦσι περιτιθέμενον, καὶ προμηνύον τὸ πρακ τέον, καὶ ὁ Ἀκύλας δὲ" ἐπένδυμα" αὐτὸ κέκληκεν. τὰ δὲ κατὰ τὸν Ἀβιμέλεχ καὶ τοὺς σικημίταις διδάσκει ἡμᾶς, ὡς ἡ πονηρὰ συμφωνία τοῖς 302 χρωμένοις ἐπάγει πανωλεθρίαν εἰς διχόνοιαν τελευτῶσα. κοινῇ γὰρ τοῦ Γεδεὼν ἀνελόντες τοὺς παῖδας ὑπ' ἀλλήλων διώλοντο. XVIII Τί ἐστιν·" ἔσπειρεν αὐτὴν ἅλας"; Τὴν ἀκαρπίαν τοῦτο δηλοῖ· οὐδὲν γὰρ ἐξ ἁλῶν φύεται. ἐπισημήνασθαι δὲ δεῖ, ὅτι μικρᾶς ἀνακωχῆς ἀπολαύοντες εὐθὺς τοῖς εἰδώλοις ἐλάτρευον·" προσέθεντο, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς Ἀμμὼν καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων". ἐπειδὴ δὲ ὀργισθεὶς ὁ Θεὸς ἐπέστησεν αὐτοῖς τὸν τῶν ἀμμανιτῶν βασιλέα, ἐβόησαν μὲν πρὸς τὸν σωτῆρα Θεὸν καὶ σφῶν αὐτῶν κατηγόρησαν, ὅτι τὸν εὐεργέτην κα ταλιπόντες, καὶ ἀληθινὸν Θεόν τε καὶ Κύριον, τοῖς ψευδωνύμοις ἐλάτρευ σαν· εἶτα διελέγξας αὐτῶν ὁ φιλάνθρωπος Κύριος τὴν ἀχάριστον γνώμην, πολλῆς γὰρ πολλάκις ἀπολαύσαντες κηδεμονίας, τὴν τῶν εἰδώλων προ ετίμησαν θεραπείαν· καὶ ἀπειλήσας ὡς οὐδεμιᾶς αὐτοὺς ἀξιώσει κηδε μονίας." οὐ προσθήσω, γάρ φησιν, ἔτι σῶσαι ὑμᾶς, βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέ ξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν". ἐπειδὴ τοίνυν καὶ τὰς οἰκείας ὡμο λόγησαν παρανομίας καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐλάτρευσαν Κυρίῳ, τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. XIX Τί ἐστιν·" εἴπατε δὴ σύνθημα"; 303 Οἱ τῆς Ἐφραῒμ φυλῆς ἐπεστράτευσαν τῷ Ἰεφθάε χαλεπαίνοντες ὅτι δὴ τῆς κατὰ τῶν ἀμμανιτῶν οὐκ ἐκοινώνησαν νίκης· εἶτα δυσπραγήσαντες ἔφυγον. ἀλλὰ λόχον τινὰ τῶν συστρατευομένων ἀποστείλας ὁ Ἰεφθάε διαβῆναι τὸν ποταμὸν αὐτοὺς διεκώλυσεν. ἔπειτα πειρωμένους ἐξαπα τῆσαι, καὶ λέγοντας ἐκ τῶν ἄλλων εἶναι φυλῶν, ἐκέλευσεν ἐπερωτᾶσθαί τινα λόγον, ὃς ἐπέφερε διὰ τῆς γλώττης τὸν ἔλεγχον. ὥσπερ γὰρ ὀσροη νοὶ καὶ σύροι καὶ εὐφρατήσιοι καὶ παλαιστῖνοι καὶ φοίνικες τῇ σύρων χρῶνται φωνῇ, πολλὴν δὲ ὅμως ἡ διάλεξις ἔχει διαφοράν, οὕτως ἑβραῖοι μὲν ἦσαν αἱ δυοκαίδεκα φυλαί, εἶχον δέ τινα ὡς εἰκὸς ἰδιώματα, ὥσπερ ἀμέλει καὶ αὕτη. ὡς γὰρ ὁ σύρος φησί, τῶν ἄλλων τὸν ἄσταχυν σεμβλὰ καλούντων, οἱ τοῦ Ἐφραῒμ ἔκ τινος συνηθείας σεμβελὼ ἔλεγον, τοῦτο γινώσκων ὁ Ἰεφθάε λέγειν ἐκέλευσε, καὶ διελεγχομένους ἀνῄρει· XX Τί δήποτε συνεχώρησεν ὁ δεσπότης Θεὸς τοῦ Ἰεφθάε σφαγῆναι τὴν θυγατέρα; Ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις. ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ τὸν νόμον ἀκάθαρτα. παιδεύων τοίνυν δι' ἐκείνου τοὺς ἄλλους ὁ δεσπότης Θεός, ὥστε μετὰ συνέσεώς τε καὶ γνώσεως ποιεῖσθαι τὰς ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. ὅτι γὰρ τῶν τοιούτων θυμάτων κατηγορεῖ, μάρτυς ὁ μακάριος Δαβὶδ βοῶν·" καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέ ρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυ σαν τοῖς γλυπτοῖς Χαναάν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι", καὶ τὰ ἑξῆς. καὶ αὐτὸς δὲ ὁ δεσπότης Θεὸς δι' Ἰεζεκιὴλ τοῦ προφήτου φησί·" καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι, καὶ προσήνεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου· 304 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου". καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολὴν προσέθηκεν·" ὃ οὐκ ἐνεθυμήθην, οὐδὲ ἀνέβη εἰς τὴν καρδίαν μου". καὶ τοῦ Ἀβραὰμ δὲ γυμνᾶσαι τὸ φιλόθεον βουληθεὶς προσέταξε μὲν τὸν υἱὸν ἱερεῦσαι· δείξας δὲ τοῦ δικαίου τὴν γνώμην, ἐκώλυσε τὴν σφαγήν. δηλοῖ δὲ καὶ τὰ ἑξῆς τοῦ Ἰεφθάε τὸ ἀτελές. ὑποσχόμενος γὰρ πᾶν πρῶτον ὑπαντῶν εἰς θυσίαν προσοίσειν, εἶτα τὴν παῖδα τοῦτο δράσασαν θεασάμενος, καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ πικρῶς ὠλοφύρατο καὶ θρηνῆσαι αὐτῇ συνε χώρησε πρότερον, εἶθ' οὕτω κατέθυσεν. ἀμείνων δὲ αὐτοῦ ἡ θυγάτηρ πολλῷ·" εἰ ἐν ἐμοί, γάρ φησιν, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ' ὧν ἐποίησέ σοι Κύριος ἐκδί κησιν ἐκ τῶν ἐχθρῶν σου, ἐκ τῶν υἱῶν Ἀμμών". διδάσκων τοίνυν ὁ δεσπότης Θεός, πῶς δεῖ ποιεῖσθαι τὰς πρὸς αὐτὸν ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. μετὰ ταῦτα διδάσκει ἡμᾶς ἡ ἱστο ρία τῶν ἀγγέλων τὴν περὶ τὸν Θεὸν εὔνοιαν. τοῦ Μανωὲ γὰρ ἔριφον αὐ τῷ προσενεγκεῖν ἐθελήσαντος, ἔφη ὁ θεῖος ἄγγελος·" ἐὰν παρα βιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου. καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα τῷ Κυρίῳ ἀνοίσεις αὐτό". τροφῆς φησίν, οὐ δέομαι· θυσίαν οὐ δέχομαι. τοῦτο μὲν γὰρ Θεοῦ, ἐκεῖνο δὲ τῆς ἀνθρωπίνης φύσεως ἴδιον. ἐγὼ δὲ οὔτε ὡς ἄνθρωπος χρῄζω τροφῆς, οὔτε τὴν θείαν ἁρπάζω τιμήν. καὶ ἐντεῦθεν δῆλον, ὡς οἱ ὑπὸ τοῦ Ἀβραὰμ δεξιωθέντες, ἑτέρῳ τινι τρόπῳ τὴν παρατεθεῖσαν τροφὴν κατηνάλωσαν. XXI Πῶς ὁ Σαμψὼν ἐκδεδιῃτημένως καὶ παρανόμως ζῶν πνευματικῆς ἀπή λαυσε χάριτος; 305 Καὶ ἐντεῦθεν δῆλον, ὡς καὶ ἀναξίοις ὁ δεσπότης ἑτέρας χάριν οἰκονομίας τῆς θείας μεταδίδωσι δωρεᾶς. τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δείκ νυσιν ὁ σωτήρ·" πολλοί, γάρ φησιν, ἐλεύσονται ἐν ἐκεί νῃ τῇ ἡμέρᾳ, καὶ ἐροῦσί μοι, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό ματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐ τοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα τίνες ἐστέ". τοῦτο καὶ ἐνταῦθα πε ποίηκεν ὁ δεσπότης Θεός. τῶν γὰρ ἀλλοφύλων ἐθελήσας καταλῦσαι τὸ κράτος, διὰ τῆς πνευματικῆς χάριτος ῥώμην αὐτῷ καὶ δύναμιν ἐδωρή σατο. διά τοι τοῦτο καὶ συνεχώρησεν αὐτὸν ἀλλόφυλον γῆμαι γυναῖκα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει·" καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν, ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ζητεῖ ἀπὸ τῶν ἀλ λοφύλων". τὸ δὲ" παρὰ Κυρίου ἐστὶν" οὐ τὴν ἐνέρ γειαν τὴν θείαν ἀλλὰ τὴν συγχώρησιν τὴν θείαν δηλοῖ. XXII Τί δήποτε καὶ ναζηραῖος ὤν, καὶ ὑπὸ τὸν νόμον τελῶν, ἔφαγε τὰ ἐν τῷ στόματι τοῦ λέοντος, καὶ νεκροῦ ὄντος, κατασκευασθέντα κηρία; Δηλοῖ καὶ τοῦτο τῶν τοιούτων νόμων οὐ πᾶσιν ἀναγκαίαν τὴν χρείαν. οὐδεὶς γὰρ τῶν τοὺς τοιούτους παραβεβηκότων νόμους εἰσεπράχθη δίκας· εἰ δέ τις ὑπείληφε τοῦτο πεπραχέναι τὸν Σαμψών, ὡς οὐκ ἀκριβῆ φύλακα τοῦ νόμου γεγενημένον, σκοπησάτω πάλιν, ὡς διψήσαντι νᾶμα δέδωκεν ὁ Θεὸς τὸ κοῖλον τῆς τοῦ ὄνου σιαγῶνος ἀναβλῦσαι κελεύσας. αὕτη δὲ 306 κατὰ τὸν νόμον τριπλῆς μετεῖχεν ἀκαθαρσίας. καὶ γὰρ ζῶν ὁ ὄνος ἀκά θαρτος, καὶ νεκρὸς πάλιν ἀκάθαρτος καὶ τὸ φονικὸν γενόμενον ὄργανον καὶ χιλίους κατακοντίσαν τῶν ἀλλοφύλων, ἄλλην εἶχεν ἀκαθαρσίαν. ἀλλ' ὅμως ὁ τοῦ νόμου νομοθέτης ἐντεῦθεν αὐτῷ, καὶ οὐκ ἄλλοθεν, παρέσ χε τὴν τοῦ ὕδατος χρείαν. ἀλλὰ τοῦτον τὸν ἀχείρωτον, τὸν ἀήττητον, ὃν πολλαὶ τῶν ἀλλοφύλων ἔφριξαν μυριάδες, ἑταιρικὸν ἐξηνδραπόδισε γύναιον. τοσοῦτον χαλεπώτερος τῆς ἐν πολέμοις παρατάξεως τῆς ἐπι θυμίας ὁ πόλεμος, τὸν γὰρ οὕτω γενναίως ἠριστευκότα καὶ διὰ τὰς ὑπερ φυεῖς ἀνδραγαθίας πολυθρύλλητον γεγενημένον, δορυάλωτον ἀπέφηνεν ἡ ἡδονή, αὕτη καὶ τῆς θείας αὐτὸν ἐγύμνωσε χάριτος." ἐξηγέρθη, γάρ φησι, Σαμψὼν ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι, καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτι νάξομαι". καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη Κύριος ἀπ' αὐτοῦ· οὐ παντελῶς δὲ αὐτὸν καταλέλοιπεν ὁ φιλοικτίρμων Θεός, ἀλλ' ἰδὼν ἐπικερ τομούμενον, ᾤκτιρε καὶ εὐξαμένῳ ἐπήκουσε καὶ τοσαύτην ἰσχὺν ἐχορή γησεν, ὡς μὲν κλονῆσαι τοὺς φέροντος κίονας τὸν τῶν εἰδώλων σηκὸν συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον καὶ τρισχιλίους ἄνδρας συγχῶσαι καὶ γυναικῶν πολλαπλασίονα ἀριθμόν. XXIII Πόθεν ὁ Σαμψὼν τοσαύτας ἀλώπεκας ἤγρευσεν; Ὄρος ἐστὶ παρ' αὐτοῖς πολλὰς ἀλώπεκας τρέφον· καὶ τοῦτο ἡ ἱστορία διδάσκει·" ἤρξατο, γάρ φησιν, ὁ ἀμορραῖος τοῦ κατοι κεῖν ἐν τῷ ὄρει τοῦ μυρσινῶνος, οὗ οἱ ἄρκοι καὶ αἱ ἀλώπεκες". 307 XXIV Τί ἐστιν·" ἐποίησεν αὐτῷ Μιχὰ ἐφοὺδ καὶ θεραφίν"; Περὶ τοῦ ἐφοὺδ πολλάκις εἰρήκαμεν, ὅτι ὕφασμα ἦν ἱερατικὸν καὶ δι' αὐ τοῦ ὁ Θεὸς τὸ πρακτέον ἐδήλου. τὸ δὲ θεραφὶμ τοιοῦτο τρόπον τι ἦν εἰδώ λοις, ἀλλ' οὐ τῷ Θεῷ ἀνακείμενον. τοῦτο γὰρ καὶ ἐνταῦθα ἡ ἱστορία δι δάσκει." ἐποίησε, γάρ φησι, γλυπτὸν καὶ χωνευτόν". εἶτα ἐπάγει·" καὶ ἐποίησε Μιχὰ ἐφοὺδ καὶ θεραφὶμ καὶ ἔπλησε τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα". τῆς δὲ λευϊτικῆς οὐκ ἦν οὗτος φυλῆς, ἀλλὰ τῆς τοῦ Ἐφραΐμ. ἐδίδαξε δὲ καὶ τὴν αἰτίαν τῆς παρανομίας." ἐν ταῖς ἡμέραις, γάρ φησιν, ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλ μοῖς αὐτοῦ ἐποίει". τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία. XXV Τὰ ἑξῆς πολλὴν ἔχει ἀμφιβολίαν·" ἦν, γάρ φησι, παιδάριον ἐκ Βηθλεὲμ δήμου Ἰούδα, ἐκ συγγενείας Ἰούδα, καὶ αὐτὸς λευΐτης καὶ αὐτὸς παρῴκει ἐκεῖ". εἰ γὰρ λευΐτης, πῶς ἐκ συγγενείας Ἰούδα; Δῆμον Ἰούδα τὴν Βηθλεὲμ ὠνόμασεν· ὡς δὲ νομίζω, καὶ συγγένειαν Ἰούδατὴν αὐτὴν προσηγόρευσε κώμην. εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐ ταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους. τοιγάρ τοι καὶ οὗτος λευΐτης ὢν ᾤκει τὴν Βηθλεὲμ οὖσαν τοῦ δήμου καὶ τῆς συγ γενείας Ἰούδα. εἰ δέ τις βεβιασμένην ταύτην ὑπείληφε τὴν ἑρμηνείαν, ἀναμνησθήτω τῶν ἤδη παρ' ἡμῶν εἰρημένων, ὡς ἐπεμίγησαν ἀλλήλαις 308 αἱ δύο φυλαί, ἥ τε βασιλικὴ καὶ ἡ ἱερατική. εἰκὸς δὲ τοῦτον λευΐτην μὲν εἶναι πατρόθεν, μητέρα δὲ ἐκ τῆς Ἰούδα ἐσχηκέναι φυλῆς. πολλὴ μέντοι τοῦ ἀνδρὸς ἡ παρανομία. πρῶτον γὰρ τοῦ Θεοῦ τὴν σκήνην ἐν τῇ Σιλὼμ πήξαντος, ἐν ἑτέρῳ παρὰ τὸν θεῖον νόμον ἐλειτούργει χωρίῳ. ἔπειτα χειροποιήτοις εἰδώλοις– τοῦτο γὰρ δηλοῖ" τὸ γλυπτὸν καὶ τὸ χωνευτόν"–, τὰς θυσίας προσέφερε. πρὸς δὲ τούτοις καὶ ἄλλην ἐτόλμα παράβασιν. ἱερᾶσθαι γὰρ τοὺς λευΐτας ὁ νόμος ἐκώλυε· τοῖς δὲ ἱερεῦσιν ἐκέλευσε λειτουργεῖν. τοιγαροῦν καὶ τοῦτον παρέβη τὸν νόμον ἱερατεῦσαι τολμήσας. ἀχάριστος δὲ καὶ περὶ τὸν τεθεραπευκότα γεγένηται· λαβὼν γὰρ τῆς ἀπάτης τὰ ὄργανα, τοῖς ἐκ τῆς Δὰν φυλῆς ἠκολούθησε, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης ἐγένετο πρόξενος. XXVI Τί ἐστιν·" ἐν κοιλάδι ἦν τοῦ οἴκου Ῥηχάβ"; Παρ' ἐκείνην, ὡς εἰκός, τὴν πόλιν ᾤκησεν ὁ Ῥηχάβ. αὕτη δὲ πάλαι μὲν Λαϊσὰ προσηγόρευται· πολιορκηθεῖσα δὲ ὑπὸ τούτων μετεκλήθη Δάν· νῦν δὲ Πανεὰς ὀνομάζεται. ἐνταῦθα μέντοι τοῦδε τοῦ λευΐτου τὸ γένος σαφῶς μεμαθήκαμεν." Ἰωναθάν, γάρ φησιν, υἱὸς Μανασσῆ υἱοῦ Γηρσώμ, υἱοῦ Μωϋσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐ τοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δάν, ἕως τῆς μετοικε σίας τῆς γῆς. καὶ ἔταξεν αὐτοῖς τὸ γλυπτὸν Μιχὰ ὃ ἐποίησε, πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶ κος τοῦ Θεοῦ ἐν Σιλώμ". παρανόμως τοιγαροῦν ἱεράτευον, οὐ μόνον εἰδώλοις λατρεύοντες, ἀλλὰ καὶ ἱερατικὸν ἔργον τολμῶντες πληροῦν. λευΐται γὰρ ἦσαν, οὐχ ἱερεῖς· μόνον γὰρ τοῦ Ἀαρὼν τὸ γένος 309 ἱερατεύειν ὁ δεσπότης Θεὸς διηγόρευσε. καὶ νομίζω διὰ τὸ ἀλλόφυλον ἀγαγέσθαι γυναῖκα τὸν νομοθέτην, τοὺς ἐκ τούτου φύντας τοῖς λευΐταις συνταχθῆναι, καὶ οὐ τοῖς ἱερεῦσι προσέταξεν· ἵνα μὴ τὸ ἱερατικὸν ἀξίωμα καθυβρίζηται ὀνειδιζόμενον τὴν δυσγένειαν. εἰ γὰρ ἀδελφὸς καὶ ἀδελφὴ ταύτην τῷ νομοθέτῃ τὴν λοιδορίαν ἐπήνεγκαν, τί οὐκ ἂν ἐτόλμησαν οἱ περὶ τὸ στασιάζειν καὶ τυραννεῖν προχειρότεροι; οἱ γὰρ κατὰ τοῦ Ἀαρὼν θρασυνόμενοι, ὃς κόρην ἔγημεν ἐκ τῆς βασιλικῆς βεβλαστηκυῖαν φυλῆς, τί οὐκ ἂν ἔδρασαν κατὰ τῶν Μωϋσέως παίδων, ὃς μαδιηναίου καὶ εἰδώλων ἱερέως ἠγάγετο θυγατέρα; XXVII Τί δήποτε ζήλῳ κινηθεὶς ὁ Ἰσραὴλ καὶ τῆς συγγενείας τὴν εὐσέβειαν προτιμήσας ἡττήθη; Ὅτι ταῖς ὁμοίαις παρανομίαις ἐκέχρηντο, καὶ τὰς μὲν τῶν ἄλλων ἀκολα σίας ἑώρων, παρεώρων δὲ τὰς οἰκείας. τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη·" ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρί νεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων". καὶ πάλιν·" λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ, ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρησ τὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησ αυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο καλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ". τοῦτο καὶ οὗτοι 310 πεπόνθασι. δικαίῳ γὰρ χρησάμενοι κατὰ τῶν ἐν τῇ Γαβαὼν παρανενο μηκότων θυμῷ, τὰς τετρακοσίας ἐξώπλισαν χιλιάδας· παιδεῦσαι δὲ αὐ τοὺς βουληθεὶς ὁ Θεός, ὡς τὰ ὅμοια δρῶντας, καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς συνεχώρησεν ἡττηθῆναι, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι. ἐπειδὴ δὲ εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ κεχρημένους καὶ ὀλοφυρομένους καὶ ποτνιωμένους, καὶ πολλὰ προχέοντας δάκρυα, συνήρ γησε τῇ προθυμίᾳ καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσε, πλὴν ὀλί γων ἄγαν εὐαριθμήτων. καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προ κινδυνεύσαντες. ἐξαιτούντων γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον οὐκ ἐξέδοσαν, ἀλλὰ καὶ προθύμως αὐτῶν ὑπε ρήσπισαν. οὗ δὲ χάριν κοινὸν ὑπέμειναν ὄλεθρον. οἶμαι δὲ τοῦτον τὸν πόλεμον πρὸ τῶν ἄλλων γεγενῆσθαι πολέμων, οὐ μετὰ πολὺν χρόνον τῆς Ἰησοῦ τελευτῆς." Φινεές, γάρ φησιν, υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, παρειστήκει ἐνώπιον τῆς κιβωτοῦ ἐν ταῖς ἡμέραις ἐκείναις". ὁ δὲ Ἐλεαζὰρ εὐθὺς μετὰ τὸν Ἰησοῦν τοῦ βίου τὸ τέλος ἐδέξατο. διεδέξατο δὲ τὴν ἱερω σύνην ὁ Φινεές. καὶ τοῦτο ἡμᾶς ἐδίδαξε τὸ τέλος τῆς Ἰησοῦ τοῦ Ναυῆ συγγραφῆς. οἶμαι τοίνυν τὸν τήνδε τὴν ἱστορίαν συγγεγραφηκότα οὐχ ὡς ἔτυχε τάξαι τελευταῖα τὰ πρῶτα γεγενημένα. ἠβουλήθη γὰρ τὰς τῶν κριτῶν ἡμῖν πρότερον ἐπιδεῖξαι διαδοχάς, καὶ τίς πρῶτος, τίς δεύ τερος, τίς τρίτος ἡγήσατο· εἶθ' οὕτω τὰ δύο ταῦτα διηγήματα θεῖναι· τό τε κατὰ τὸν Μιχὰν καὶ τὴν Λαϊσὰν καὶ τὸ κατὰ τὸ γύναιον ὅπερ ἡ μανικὴ τῶν ἀκολάστων ἀνεῖλε λαγνεία. 311 XXVIII Τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοσίοις τοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν ἐν Σιλὼμ χορευουσῶν παρθένων ἁρπάσαι τε καὶ γῆμαι; Αἱ τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν. αὐτοὶ δὲ ὀμωμό κεισαν μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον εὗρον ἐν ἀπόροις καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.

Intertext edge

Open linked passage

Note