Quaestiones in Octateuchum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζου σαι ἐπὶ τὴν γῆν". ὥσπερ γὰρ ἡ δρόσος ἀοράτως μὲν κά τεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη, οὕτως ἀόρατος ὢν ὁ Θεὸς λόγος διὰ τῆς σαρκὸς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ" ἐφανερώθη ἐν σαρκί", κατὰ τὸν θεῖον ἀπόστολον. καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων ἐστὶ μυστηρίων αἴνιγμα· τούτῳ συμ φωνεῖ τῷ λόγῳ καὶ τὰ ἑξῆς·" καὶ δουλευσάτωσάν σοι ἔθ νη· πάντα, γάρ φησιν, τὰ ἔθνη δουλεύσουσιν αὐτῷ" ᾗ φησὶν ὁ θεῖος Δαβίδ·" καὶ προσκυνήσουσιν οἱ ἄρχοντες· βασιλεῖς, γάρ φησι, Θαρσεῖς καὶ νῆσοι δῶρα προ σοίσουσι· βασιλεῖς ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς". ταύτην ἐκράτυνε τὴν εὐλογίαν καὶ ἡνίκα αὐτὸν εἰς τὴν Μεσοποταμίαν ἐξέπεμψεν·" ἔσῃ, γάρ φησιν, εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι Κύριος τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου". τίς δὲ ἡ εὐλο γία, ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός·" ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς". LXXXIV Τί δήποτε τοσαύτας εὐλογίας λαβὼν ὁ Ἰακὼβ ἀποδιδράσκει τὸν ἀδελφόν, καὶ μόνος ἀποδημεῖ τῶν ἀναγκαίων ἐστερημένος; Ἐναργέστερον ἐν ταῖς δοκούσαις κακοπραγίαις ἡ τοῦ Θεοῦ κηδεμονία δηλοῦται· οἱ γὰρ ἐν εὐκληρίᾳ ὄντες οὐχ οὕτως ἴσασιν ὅσων ἀγαθῶν ἀπο λαύουσι· τούτου χάριν ἀποδιδράσκει καὶ μόνος ἀποδημεῖ, ἵνα μετὰ πολ λῆς περιουσίας ἐπανελθών, καὶ αὐτὸς γνῷ, ὅση τοῦ Θεοῦ τῶν ὅλων ἡ 76 προμήθεια, καὶ τοὺς ἄλλους διδάξῃ. ταύτην αὐτῷ τὴν κηδεμονίαν παραυ τίκα διὰ τῆς ἐπιφανείας ἐδήλωσεν· ἐπέδειξε μὲν γὰρ αὐτῷ κλίμακα μέχρις αὐτοῦ διϊκνουμένην τοῦ οὐρανοῦ· τοὺς δὲ ἁγίους ἀγγέλους ἀνιόντας καὶ κατιόντας. αὐτὸς δὲ ἄνωθεν ἐφεστὼς παρεθάρρυνέ τε καὶ τὸ δέος ἐξή λασεν· ἐδήλουν δὲ οἱ ἄγγελοι τὴν θείαν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ μακάριος ἔφη Παῦλος," οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν"; τούτων δὲ ἕκαστον ἱκανὸν ἦν θάρσος ἐνθεῖναι τῷ πατριάρχῃ· διδάσκεται γάρ, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον παρὰ τῷ τῶν ὅλων Θεῷ· ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει, διακόνοις χρώμενος τοῖς ἁγίοις ἀγγέλοις. ἔδωκε δὲ αὐτῷ καὶ τὴν εὐλογίαν ἣν καὶ τῷ πατρὶ καὶ τῷ προπάτορι ἐδεδώκει, περί τε τῆς τοῦ σπέρματος πολυγονίας καὶ περὶ τοῦ τῆς οἰκου μένης δεσπότου·" ἐνευλογηθήσονται, γάρ φησιν, ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς"· εἶτα ὑπισχ νεῖται αὐτῷ καὶ τὴν ἐν τοῖς προκειμένοις κηδεμονίαν·" ἰδού, γάρ φησι, μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆ σαί με πάντα ὅσα ἐλάλησα". LXXXV Διὰ τί τὸν λίθον ἀλείφει ὁ Ἰακώβ; Οἷς εἶχε τὸν μεγαλόδωρον ἠμείψατο Κύριον· ὀρθώσας γὰρ τὸν λίθον ὃν ὑπέθηκε τῇ κεφαλῇ, κατέχεεν αὐτοῦ ἔλαιον· τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν παρὰ πολλῶν γυναίων τῷ Κυρίῳ πεπιστευκότων γινόμενον. εἰώθασι γὰρ ἐν τοῖς θείοις σηκοῖς ἐλαίῳ χρίειν τὰς τῶν ἀνακτόρων κιγκλίδας, καὶ τῶν ἁγίων μαρτύρων τὰς θήκας· δηλοῖ δὲ τοῦτο τῆς ψυχῆς τὴν εὐγέ 77 νειαν· δέχεται δὲ καὶ τὰ σμικρὰ ὁ φιλάνθρωπος Κύριος, ἀποδεχόμενος τὸν τοῦ γινομένου σκοπόν. LXXXVI Πολλοὶ πρόφασιν ἀκολασίας ποιοῦνται τὸ τέτταρας ἐσχηκέναι γυναῖκας τὸν Ἰακώβ Τὸν σκοπὸν ἑκάστου τῶν γινομένων ἐξετάζειν προσήκει· οὕτω γὰρ κρί νοντες εὑρήσομεν καὶ Ἰακὼβ τὸν πατριάρχην, τὴν μὲν Ῥαχὴλ μνηστευσάμενον μόνην, παρὰ γνώμην δὲ συναφθέντα τῇ Λείᾳ. παραυτίκα γοῦν τῆς ἀπάτης αἰσθόμενος καὶ ἐδυσχέρανε καὶ τοῦ κηδεστοῦ κατεβόησε· τῇ δὲ Βαλλᾷ, οὐ διὰ φιληδονίαν, ἀλλὰ διὰ τὴν τῆς ὁμοζύγου παραμυθίαν ἐμίγη· τῆς γὰρ Ῥαχὴλ διὰ τὴν ἀπαιδίαν ἀνιωμένης καὶ ἀνοήτως λεγού σης·" δός μοι τέκνα, εἰ δὲ μή γε ἀποθανοῦμαι", ἐπέπληξε μὲν εὐσεβῶς ὁ πατριάρχης καὶ ἔδειξε τὸν τῆς φύσεως ποιητήν, καὶ ὅτι οὐ γάμος ἐστὶ παίδων δημιουργὸς ἀλλ' ὁ τοῦ γάμου νομοθέτης Θεός· ἔφη γὰρ πρὸς αὐτήν·" μὴ ἀντὶ Θεοῦ σοί εἰμι ἐγώ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας"; ψυχαγωγῶν δὲ ὅμως αὐτήν, ἠνέσχετο τῆς αἰτήσεως, ᾔτησε αὐτὸν τῇ παιδίσκῃ μιγῆναι, ἵνα τὸ ἐξ αὐτῆς φυόμενον οἰκεῖον ἀποκαλέσῃ παιδίον. τοῦτο καὶ ἐπὶ τῆς Ζέλ φας ἐγένετο· πάλιν γὰρ ἡ Λεία παυσαμένη τοῦ τίκτειν, ἠντιβόλησεν αὐτὸν εἰς ἐκείνην σπεῖραι τὴν ἄρουραν. ταῦτα φιληδονίαν μὲν οὐδεμίαν αἰνίττεται, τὴν δὲ τοῦ ἀνδρὸς ἐπιείκειαν δείκνυσι καὶ ὅπως τὰς γυναῖκας θεραπεύειν ἐσπούδαζε. πρὸς δὲ τούτῳ κἀκεῖνο σκοπητέον, ὅτι νόμος οὐ δεὶς τηνικαῦτα ἦν τὴν πολυγαμίαν κωλύων, καὶ ὡς τρισολβίους ὑπελάμ βανον τότε τοὺς πολλῶν παίδων γιγνομένους πατέρας· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, αἱ θεῖαι μαρτυροῦσιν ἐπαγγελίαι· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός·" ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἴδε τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς", καὶ ἐπήγαγεν·" οὕτως ἔσται τὸ σπέρμα σου". καὶ" ὡς 78 ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἐξαριθμηθήσεται ἀπὸ τοῦ πλήθους. οὐκ ἂν δὲ αὐτῷ ταύτην ἔδωκε τὴν ὑπόσχεσιν, εἰ μὴ τὴν πολυγονίαν μέγιστον ἐνόμιζεν ἀγαθόν. LXXXVII Τίνος δὲ χάριν αἱ γυναῖκες ἐζηλοτύπουν ἀλλήλας; Ἀτελεῖς ἦσαν καὶ δυσσεβοῦς ἀνδρὸς θυγατέρες, τὰ ξόανα θεοὺς ὀνομά ζοντος. τούτου ἕνεκεν νομοθετῶν ὁ Θεὸς τὸν τοιοῦτον ἀπαγορεύει γάμον·" οὐ λήψῃ, γάρ φησι, γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς ἀντίζηλον αὐτῆς". LXXXVIII Διὰ τί ἡ γραφὴ μέμνηται τύχης; Ἴδια τῆς γραφῆς, τὰ τοῦ πνεύματος λόγια, αἱ θεῖαι διατάξεις, τῶν εὐσε βῶν ἀνθρώπων τὰ ῥήματα· τὰ δὲ ἄλλα ἱστορικῶς λέγει. χρὴ τοίνυν μὴ μόνον προσέχειν τῷ λόγῳ, ἀλλὰ καὶ τῷ προσώπῳ τοῦ λέγοντος· τὸ τοίνυν" εὐτύχηκα" οὐ τοῦ Ἰακώβ ἐστι ῥῆμα, ἀλλὰ τῆς Λείας γυναικός, ὡς ἔφην, ἐν δυσσεβείᾳ τραφείσης καὶ κατὰ βραχὺ τὰ θεῖα παιδευομένης· οὕτω καὶ ὁ ταύτης πατὴρ ἔφη τὸ" οἰωνισάμην", ἀλλ' ὁ θεῖος ἀπαγορεύει νόμος τοῖς οἰωνοῖς κεχρῆσθαι. μηδεὶς τοίνυν τοὺς τοιούτους λόγους τῆς θείας εἶναι νομιζέτω γραφῆς· τὰ γὰρ παρὰ τῶν οὐκ εὐσεβῶν εἰρημένα τίθησιν ὁ συγγραφεύς, ἅτε δὴ ἱστορίαν συγγράφων· οὕτω τέ θεικεν ὁ θειότατος Μωϋσῆς καὶ τοῦ Φαραὼ τὸν βλάσφημον λόγον·" οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποσ τέλλω". ἀλλ' οὐ τοῦ θείου πνεύματος οὗτος ὁ λόγος, ἀλλὰ τοῦ δυσσεβοῦς βασιλέως. οὕτω πάλιν ἀκούομεν τοῦ Σεναχηρεὶμ λέγοντος·" μή σε ἀπατάτω ὁ Θεός σου ἐφ' ᾧ σὺ πέποιθας 79 ἐπ' αὐτῷ λέγων ὅτι ῥύσεται Κύριος τὴν Ἰερου σαλὴμ ἐκ χειρός μου", ἀλλ' οὐ βλασφημεῖν ἐντεῦθεν μανθά νομεν ἀλλὰ βλασφημίας κατηγορεῖν. LXXXIX Ἀλλὰ καὶ αὐτὸς ὁ Ἰακὼβ ἔφη τῷ Λάβαν·" εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου" Δήλη τοῦ ῥητοῦ διάνοια· πόδα γὰρ τὴν παρουσίαν ἐκάλεσεν· ἀντὶ τοῦ διὰ τῆς ἐμῆς παρουσίας, καὶ τῆς ἐμῆς κηδεμονίας, τῶν θεοσδότων ἀπή λαυσας ἀγαθῶν· εἰς γὰρ τὴν ἐμὴν εὐσέβειαν ἀφορῶν ὁ Θεός, τὰ ἐγχει ρισθέντα μοι παρὰ σοῦ πάσης εὐλογίας ἠξίωσεν. XC Τίνος ἕνεκεν τὰς ῥάβδους λεπίσας πίνουσιν παρέθηκε τοῖς προβάτοις; Ὥσπερ ἠγάγετο μὲν παιδοποιῆσαι ποθῶν, οὐκ ἐν τῷ γάμῳ δὲ εἶχε τὴν ἐλπίδα τῆς παιδοποιΐας, ἀλλ' ἐν τῷ τοῦ γάμου νομοθέτῃ θεῷ· οὕτω καὶ τὰς ῥάβδους ἐλέπισεν, οὐ ταύταις θαρρῶν, ἀλλὰ τὴν θείαν ἐπικουρίαν προσμένων. ὅθεν καὶ τῆς θείας ἐπιφανείας τετύχηκε, καὶ λέγοντος ἤκου σεν·" ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σπο δοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν". ἐπειδὴ γὰρ τὰ φαιὰ καὶ τὰ ποικίλα τοῖς υἱέσι τοῦ Λάβαν ἐνεχειρίσθη καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστήκεσαν ἐκεῖναι τούτων αἱ ποίμναι· δείκνυσιν αὐτῷ τῶν ἀδικουμένων ὁ πρόμαχος ποι κίλους κριοὺς καὶ τράγους ὀχεύοντας, ἵνα τῇ πείρᾳ μάθῃ πόσης ἀπο λαύουσι προμηθείας οἱ τεθαρρηκότες τῷ τῶν ὅλων Θεῷ. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ἄγγελον εἰρηκὼς τὸν ἄνω ὀφθέντα, ἔδειξεν τὸν αὐτὸν 80 καὶ Θεόν·" ἐγὼ γάρ εἰμι, φησίν, ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ". εἶδε δὲ ἀγγέλους μὲν ἀνιόντας καὶ κατιόντας διὰ τῆς κλίμακος, τὸν δὲ Κύριον ἄνω ἐστηριγμένον· τοῦτον ἐνταῦθα καὶ ἄγγελον ὠνόμασε καὶ Θεόν· Θεὸν μὲν ὡς τοῦτο τὴν φύσιν ὄντα, ἄγγελον δὲ ἵνα γνῶμεν ὡς οὐχ ὁ πατήρ ἐστιν ὁ ὀφθείς, ἀλλ' ὁ μονογενὴς υἱός. τίνος γὰρ ἄγγελος ὁ πατήρ; ὁ δὲ υἱὸς καὶ Θεὸς καὶ" μεγάλης βουλῆς ἄγ γελος"· αὐτὸς γὰρ ἡμῖν ἀπήγγειλε τοῦ πατρὸς τὰ μυστήρια·" ἃ γὰρ ἤκουσα, φησί, παρὰ τοῦ πατρός μου, ἐγνώ ρισα ὑμῖν". οὕτω τὸν κεκληκότα τὸν Ἀβραὰμ καὶ ἄγγελον ὠνό μασε καὶ Θεόν. XCI Τίς ὁ σκοπὸς τῆς τῶν εἰδώλων κλοπῆς; Τινὲς ἔφασαν ἔτι διακειμένην περὶ αὐτὰ τὴν Ῥαχὴλ κεκλοφέναι αὐτά· ἐγὼ δὲ τοὐναντίον ὑπολαμβάνω, ὅτι καὶ τὸν πατέρα τῆς δεισιδαιμονίας ἐλευθερῶσαι βουλομένη σεσύληκεν αὐτά· τὸ γὰρ εὐσεβὲς αὐτῆς ἡ θεία διδάσκει γραφή·" ἐμνήσθη, γάρ φησιν, ὁ Θεὸς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν". ἀκούσασα γὰρ παρὰ τοῦ Ἰακὼβ" μὴ ἀντὶ Θεοῦ σοι ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοι λίας"; δῆλον ὅτι σπουδαιοτέραν τῷ Θεῷ προσενήνοχε προσευχὴν καὶ ἐτετυχήκει τῆς αἰτήσεως. καὶ μέντοι καὶ τεκοῦσα δεδήλωκε τὴν εὐσέ βειαν·" εἶπε, γάρ φησι, Ῥαχήλ· ἀφεῖλε μου ὁ Θεὸς τὸ ὄνειδος· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέ γουσα· προσθήτω μοι ὁ Θεὸς υἱὸν ἕτερον". πῶς τοίνυν ταύτην ἔχουσα περὶ τὸν Θεὸν τὴν διάθεσιν, τοῖς οὐκ οὖσι θεοῖς δουλεύειν ἠνείχετο; ἐγὼ δὲ οἶμαι καὶ ἕτερον ἐντεῦθεν προδηλοῦσθαι· τύπον γὰρ εἶχεν ὁ Ἰακὼβ τοῦ τῶν ὅλων Θεοῦ· δύο γὰρ καὶ ὁ Θεὸς ἔσχε 81 λαούς, τὸν μὲν πρεσβύτερον, κάλυμμα ἔχοντα ἐπὶ τὴν καρδίαν· τὸν δὲ νεώτερον, τὸ τῆς πίστεως περικείμενον κάλλος. καὶ ὁ Ἰακὼβ δύο γυναῖ κας· τὴν μὲν Λείαν ἀσθενεῖς ἔχουσαν ὀφθαλμούς, τὴν δὲ Ῥαχὴλ καλὴν τῷ εἴδει καὶ ὡραίαν τῇ ὄψει σφόδρα, καὶ πολύπαιδα μὲν τὴν πρεσβυτέ ραν, στερίφην δὲ τὴν νεωτέραν. καὶ γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν πάλαι, ἀλλ' ἐγένετο μετὰ ταῦτα πολύπαις·" εὐφράνθητι, γάρ φησι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρή μου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα". ἐπειδὴ τοί νυν ἡ ἐκκλησία τῷ σωτῆρι πεπιστευκυῖα Θεῷ, τὴν προγονικὴν πρόρ ριζον ἀνέσπασε πλάνην, τύπος δὲ ταύτης ἐτύγχανεν οὖσα ἡ Ῥαχήλ, κέκλοφε τὰ εἴδωλα τοῦ πατρὸς ἵνα τὴν ἀλήθειαν κἂν τούτῳ σκιαγραφήσῃ. XCII Τί ἐστιν," ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ"; Φόβον τοῦ Ἰσαὰκ τὴν εὐσέβειαν ἐκάλεσε, τουτέστι τὸν Θεὸν οὗ τὸν φόβον ἐν τῇ ψυχῇ περιέφερεν. XCIII Τίνος ἕνεκα παλαίει τῷ Ἰακὼβ ὁ ἄγγελος; Δεδιότι τὸν ἀδελφὸν θάρσος ἐντίθησι· διά τοι τοῦτο καὶ τῆς νίκης αὐτῷ παρεχώρησε μονονουχὶ λέγων· ἐμὲ νενίκηκας καὶ ἄνθρωπον δέδοικας; ἵνα δὲ μὴ μέγα φρονῇ δόξας νενικηκέναι Θεόν, τῇ ἁφῇ τοῦ μη ροῦ τὸ ἐθελούσιον τῆς ἥττης ἐδήλωσε· τῇ γὰρ ἁφῇ τὴν νάρκην εἰργάσατο. γνοὺς δὲ τοῦ ἐπιφανέντος τὴν δύναμιν, τὴν εὐλογίαν αἰτεῖ· ὁ δὲ καὶ τὴν αἴ τησιν δίδωσι καὶ τὴν προσηγορίαν ἀμείβει·" οὐκέτι, γάρ φησι, κλη θήσεται τὸ ὄνομά σου Ἰακὼβ ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ". ἔδειξε δὲ καὶ 82 τὴν αἰτίαν τῆς νίκης· μὴ δείσῃς γάρ, φησίν, ἄνθρωπον, ἐμοῦ σοι τῆς νί κης παραχωρήσαντος· διέμεινε δὲ καὶ μετὰ τὴν ἐγρήγορσιν ὁ μηρὸς ναρκῶν τε καὶ ὑποσκάζων, ἵνα μὴ φαντασίαν ὑπολάβῃ τὴν ὄψιν, ἀλλ' ἀκριβέστερον γνῷ τοῦ ἐνυπνίου τὸ ἀληθές. διὰ τοῦτο καὶ ἐρωτήσας τίνα προσηγορίαν ἔχει, οὐ μόνον διαμαρτάνει τῆς αἰτήσεως, ἀλλὰ καὶ ἐπι πλήττεται, ὡς ὑπερβὰς τὰ μέτρα τῆς φύσεως·" ἵνα τί, γάρ φησι, ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτο θαυμαστόν". ἐπισημαντέον δὲ κἀνταῦθα, ὡς τὸν αὐτὸν καὶ ἄνθρωπον ἐκάλεσε καὶ Θεόν·" ἐνίσχυσας, γὰρ ἔφη, μετὰ Θεοῦ". καὶ ἐκά λεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή". καὶ πάλιν·" ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ Εἶδος τοῦ Θεοῦ". διὰ τούτων δὲ πάντων μανθάνομεν, ὡς ὁ μονογενὴς υἱὸς καὶ Θεὸς ἐπεφάνη κἀνταῦθα τῷ Ἰακώβ. XCIV Τί ἐστιν" οὗτός ἐστιν ὁ Ἀϊνὰν ὃς εὗρεν τὸν Ἰαμὴνἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ"; Ὁ Σύρος λέγει πηγὴν αὐτὸν εὑρηκέναι· ἡ γὰρ πηγὴ αἰνὰ καλεῖται τῇ Σύρων φωνῇ. XCV Ὁ Ἰὼβ πόθεν κατάγει τὸ γένος; Ἀπὸ τοῦ Ἡσαῦ· τοῦτο γὰρ καὶ ἡ κατ' αὐτὸν ἱστορία διδάσκει·" ἄν 83 θρωπος γὰρ ἦν, φησίν, ἐν χώρᾳ τῇ Αὐσίτιδι". δε δήλωκε δὲ τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς· τῶν γὰρ ἐκ τοῦ Ἡσαῦ βεβασι λευκότων τὰς διαδοχὰς συγγράφων, οὕτως ἔφη·" ἀπέθανε δὲ Βα λὰκ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρας"· συμφωνεῖ δὲ ταῦτα τῇ τοῦ Ἰὼβ ἱστορίᾳ. XCVI Διὰ τί ἐφθόνησαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ; Ἠγαπᾶτο παρὰ τοῦ πατρὸς καὶ ὡς ὀψίγονος καὶ ὡς τῆς Ῥαχὴλ υἱὸς καὶ ὡς ἀρετῇ διαπρέπων· ἐβάσκαινον τοίνυν ὁρῶντες αὐτὸν προτιμώμενον· καὶ πρῶτον μὲν ἐπειράθησαν κακῶς αὐτὸν παρὰ τῷ πατρὶ διαθεῖναι, πολλαῖς κατ' αὐτοῦ λοιδορίαις χρησάμενοι· τοῦ σκοποῦ δὲ διαμαρτόν τες, ἀνελεῖν ἠβουλήθησαν, εἶτα συμβουλευθέντες ἀπέδοντο. τὸ δὲ τῶν δραγμάτων ὄναρ προσημαίνει τὴν διὰ τῶν πυρῶν γεγενημένην προσ κύνησιν· σιτοδοχίας γὰρ χάριν εἰς τὴν Αἴγυπτον εἰσελθόντες, κατὰ τὴν πρόρρησιν προσεκύνησαν. XCVII Τί δήποτε ἡ Θάμαρ ἑταιρικὸν σχῆμα περιθεμένη τὸν κηδεστὴν ἐξηπά τησεν; Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν. τοῦτο ἡ Θάμαρ εἰδυῖα, σπουδὴν ἔσχεν ἐξ ἐκείνου παιδοποιῆσαι τοῦ γέ νους· ἐπειδὴ τοίνυν αὐτὴν ὁ κηδεστὴς οὐ κατηγγύησε τῷ νεωτάτῳ παιδί, δείσας μὴ τοῖς ἀδελφοῖς παραπλησίως καὶ αὐτὸς τελευτήσῃ ἠναγκάσθη κλέψαι τῆς παιδοποιΐας τὰς ἀφορμάς, ἐπειδὴ προφανῶς λαβεῖν αὐτὰς ἐκωλύετο. πρὸς δὲ τούτῳ καὶ ἐλέγχει τὸν κηδεστήν, ὡς αὐτὸν μὲν οὐ σωφρονοῦντα, αὐτὴν δὲ σωφρονεῖν ἀναγκάζοντα. τοῦτο δὲ κἀκεῖνος κρί νων ἐδήλωσε· κύουσαν μὲν γὰρ αὐτὴν μεμαθηκώς, κατεψηφίσατο θάνα 84 τον· γνοὺς δὲ ὅθεν ἐκύησε, τὴν μὲν ἀθῷον ἀπέφηνεν, ἑαυτὸν δὲ κατέκρινε·" δεδικαίωται, γὰρ ἔφη, Θάμαρ ἢ ἐγώ, οὗ εἵνε κεν οὐ δέδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου"· ὅτι δὲ παιδοποιΐας χάριν, καὶ οὐ φιληδονίας, τοῦτο ἡ Θάμαρ ἐμηχανήσατο, τὰ μετὰ ταῦτα δηλοῖ· οὐκ ἔτι γάρ, οὔτε τῷ Ἰούδᾳ, οὔτε ἄλλῳ συνήφθη τινί, ἠρκέσθη δὲ μήτηρ κληθῆναι τῶν ἐξ ἐκείνου βεβλαστηκότων τοῦ σπέρματος. XCVIII Τίνος ἦν μήνυμα τὰ κατὰ τὸν Ζαρὰ καὶ τὸν Φαρές; Τῶν δύο λαῶν, ὁ Φαρὲς τῶν ἰουδαίων, καὶ ὁ Ζαρὰ τῶν ἐξ ἐθνῶν πεπιστευ κότων· καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι· διὰ τοῦτο ὁ Ζαρὰ προεξήνεγκε τὴν χεῖρα, τὴν πρὸ τοῦ νόμου πολιτείαν δεικνύς· τὸ δὲ κόκκινον σπαρ τίον μήνυμα ἦν τῶν παλαιῶν θυσιῶν· καὶ γὰρ ἐκεῖνοι θυσίαις τὸν Θεὸν ἱλεύοντο καὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ καὶ Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ· εἶτα ἐκείνου τὴν χεῖρα συστείλαντος, ἐξῆλθεν ὁ Φαρές· μέσος γὰρ ὁ νόμος τῶν πρὸ νόμου καὶ μετὰ νόμον. διὸ καὶ ὁ μακάριος λέγει Παῦλος·" νόμος δὲ παρεισῆλθε", διδάσκων, ὅτι καὶ πρὸ τοῦ νόμου κατὰ πίστιν ἐδικαιοῦντο, καὶ μετὰ τὸν νόμον ἡ χάρις διέ λαμψε. καὶ ὁ Κύριος δὲ κατὰ σάρκα ἐκ τοῦ Φαρὲς ἐβλάστησεν·" ὧν, γάρ φησιν, οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεός"· καὶ ἐν τῇ πρὸς ἑβραίους·" πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνα τέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός". τοῦ το καὶ ὁ μακάριος Ματθαῖος τὴν γενεαλογίαν συγγράφων ἐδίδαξε. τοῦτο μέντοι τὸ διήγημα τέθεικεν ὁ μακάριος Μωϋσῆς διδάσκων ἰουδαίους, ὡς τοῦ Δαβὶδ τὸ πολυθρύλλητον γένος, ἐκ γυναικῶν ἀλλοφύλων συνέσ 85 τη· ἵνα μὴ κατὰ τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀλαζονεύωνται, ὡς ἀκή ρατον φυλάξαντες τὴν εὐγένειαν. XCIX Θῶμεν τὴν Λείαν, ὡς ἀτελῆ κατὰ τὴν εὐσέβειαν, εἰρηκέναι τό" ηὐ τύχηκα", πῶς ὁ ἱστοριογράφος τὰ κατὰ τὸν Ἰωσὴφ συγγράφων εἶπε τό," ἦν ἀνὴρ ἐπιτυγχάνων"; Ἀνάγνωθι τὸ προτεταγμένον ῥητὸν καὶ εὑρήσεις τὴν λύσιν· εἰπὼν γάρ," ἦν Κύριος μετὰ Ἰωσήφ", ἐπήγαγε," καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων"· καὶ προστέθεικε," καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ αἰγυπτίῳ. ᾔδει δὲ ὁ κύ ριος αὐτοῦ, ὅτι Κύριος μετ' αὐτοῦ, καὶ ὅσα ἂν ποιεῖ Κύριος εὐοδοῖ". οὐκοῦν εἰς ἅπαντα ἐπετύγχανεν ἐπει δὴ Κύριος ἦν μετ' αὐτοῦ· αὐτὸς γὰρ εὐώδου τὰ παρ' αὐτοῦ γιγνόμενα. τοῦτο καὶ τὰ κατὰ δεσμωτήριον διηγούμενος ἔφη·" πάντα γὰρ ἦν, φησί, διὰ χειρὸς Ἰωσήφ, διὰ τὸ τὸν Κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώ δου ἐν ταῖς χερσὶν αὐτοῦ. C Πῶς εὐνοῦχος ὢν ὁ ἀρχιμάγειρος γυναῖκα εἶχεν; Μάλιστα μὲν οὖν καὶ τοὺς εὐνούχους καὶ τοὺς ἐκτομίας ὁμωνύμως καλοῦ σιν· οὐδὲν δὲ ἦν ἀπεικὸς καὶ εὐνοῦχον ὄντα γυναῖκα ἔχειν ἐν τῇ οἰκίᾳ, τῶν ἔνδον ἐπιμελουμένην πραγμάτων. CI Τίνος ἕνεκεν, χρόνου τοσούτου παρεληλυθότος, οὔτε Ἰωσὴφ τῷ πατρὶ τὴν δουλείαν ἐγνώρισεν, οὔτε ὁ Θεὸς δι' ἀποκαλύψεως ἐδήλωσε τοῦτο τῷ Ἰακώβ; 86 Ἔδει κατὰ τὴν πρόρρησιν τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην, τὸν Ἰακὼβ μετὰ τῶν παίδων καὶ τῶν ἐκγόνων εἰς τὴν Αἴγυπτον κατελθεῖν. εἰ δὲ τὰ κατὰ τὸν Ἰωσὴφ ἐγνώκει, πάντως ἂν αὐτὸν λύτρα πεπομφὼς ἐπανήγαγε. τούτου χάριν αὐτὸν ἀθυμοῦντα παρεῖδεν, ἵνα καὶ τὴν οἰκο νομίαν πληρώσῃ καὶ θυμηρεστέραν αὐτῷ μετὰ ταῦτα τὴν ζωὴν κατασ τήσῃ· καὶ αὐτὸς δὲ ὁ Ἰωσὴφ τοῦ Θεοῦ τὴν οἰκονομίαν διδάσκει τοὺς ἀδελφούς·" εἰς γὰρ ζωήν, φησίν, ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, τοῦ διαθρέψαι λαὸν πολύν". καὶ ὁ Δαβὶδ ταῦτά φησι·" καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν, ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπρά θη Ἰωσήφ", καὶ τὰ ἑξῆς. εἰ δὲ ὁ πατριάρχης τοῦ παιδὸς τὴν δου λείαν ἐγνώκει, πάντως ἂν αὐτὸν ἐλυτρώσατο· λυτρωθεὶς δὲ οὐκ ἂν δεσ μωτήριον ᾤκησεν· εἰ δὲ μὴ τοῦτο ἐγεγόνει, οὐκ ἂν τοὺς ὀνείρους τοῖς οἰκέταις ἐκείνοις ἡρμήνευσεν· μὴ ἑρμηνεύσας δὲ γνώριμος οὐκ ἂν ἐγεγόνει τῷ Φαραώ· γνώριμος δὲ μὴ γενόμενος, οὐκ ἂν τὴν διὰ τῶν ὀνείρων ἐσα φήνισε πρόρρησιν. τοῦτο δὲ μὴ δεδρακώς, οὐκ ἂν ἐπιστεύθη τῆς Αἰγύπ του τὰς ἡνίας· τῆς Αἰγύπτου δὲ μὴ παραλαβὼν τὴν ἀρχήν, οὐκ ἂν τὸν πατριάρχην μετὰ τοῦ γένους ἤγαγεν εἰς τὴν Αἴγυπτον. ἐκ τοῦ τέλους οὖν γίνεται δῆλος τῆς θείας οἰκονομίας ὁ σκοπός. CII Οὐκοῦν οὐκ ἐξήμαρτον οἱ ἀδελφοὶ οἰκονομίᾳ ὑπουργήσαντες θείᾳ; Τὸ μὲν ἐκείνων ἔργον βασκανίας καὶ φθόνου, σοφὸς δὲ ὢν ὁ Θεός, τῇ πο 87 νηρίᾳ τῇ ἐκείνων εἰς τοὐναντίον ἐχρήσατο· δι' ὧν γὰρ ἐπειράθησαν κωλῦσαι τῶν ὀνείρων τὴν ἔκβασιν, διὰ τούτων ἐπιτέθεικε τοῖς ὀνείροις τὸ τέλος. CIII Τίνος χάριν εὐθὺς ὀφθεῖσι τοῖς ἀδελφοῖς ὠμότερον προσηνέχθη; Μεμνημένος τῶν εἰς αὐτὸν γεγενημένων, καὶ τὸν Βενιαμὶν οὐκ ἰδών, ὑπε τόπασε κἀκεῖνον ταὐτὰ παρ' αὐτῶν πεπονθέναι· ἐπειδὴ δὲ ζῶντα τὸν ἀδελφὸν εἶδε, καὶ συγγνώμης καὶ παντοδαποῦς κηδεμονίας ἠξίωσε. CIV Τίνα ἑρμηνείαν ἔχει τό" ψομιθὸμ φανέχ"; Τῶν ἀπορρήτων ἑρμηνευτὴν αὐτὸν κέκληκεν, ὡς τοὺς ὀνείρους διασα φήσαντα. CV Τίνος ἕνεκεν τὸν δεύτερον, καὶ οὐ τὸν πρῶτον, τῶν ἀδελφῶν καθειρχθῆ ναι προσέταξεν; Ἐγνώκει τοῦ Ῥουβὴν τὸν σκοπὸν καὶ ᾔδει σαφῶς ὁπόσους ὑπὲρ αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς ἐποιήσατο λόγους, καὶ ὅσην ὑπὲρ τῆς αὐτοῦ σωτη ρίας εἰσενηνόχει σπουδήν. ἐπειδὴ τοίνυν οὐ συνήργησεν ὁ Συμεὼν τῷ Ῥουβὴν μάλα δικαίως αὐτὸν καθειρχθῆναι προσέταξεν· ἀλλ' ἐκδεδη μηκότων τῶν ἀδελφῶν, πάσης αὐτὸν θεραπείας ἠξίωσε. τούτων μέντοι γινομένων ἡσυχίαν ἄγειν τὸ συνειδὸς οὐκ ἠνείχετο, ἀλλὰ τῆς γεγενη μένης εἰς τὸν ἀδελφὸν παρανομίας ἀνέμνησεν·" εἶπε, γάρ φησιν, ἕκασ τος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις 88 γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερεί δομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατε δέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. ἕνε κεν τούτου ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ θλῖψις αὕτη". καὶ ὁ Ῥουβὴν δὲ εἰς καιρὸν ἐπάγει τὸν ἔλεγχον·" εἶπε, γάρ φησιν, αὐ τοῖς· οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται". ἐντεῦθεν ἐστι γνῶ ναι σαφῶς τὸ ἀκλινὲς τοῦ συνειδότος κριτήριον· τῆς γὰρ πρὸ δύο καὶ εἴκοσι ἐτῶν γεγενημένης ἀναμιμνῄσκει παρανομίας. CVI Διὰ τί τῷ Ῥουβὴν οὐκ ἐθάρρησε δοῦναι τὸν Βενιαμὶν ὁ πατήρ; Ὕποπτος ἦν αὐτῷ διὰ τὴν παράνομον συνουσίαν καὶ τῆς εὐνῆς παροι νίαν· ἠγνόει δὲ καὶ ὅσην ὑπὲρ τοῦ Ἰωσὴφ εἰσενηνόχει σπουδήν. CVII Τί ἐστιν" οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ"; Αὐξῆσαι τῆς δοκούσης κλοπῆς τὸ ἔγκλημα βουληθέντες, μαντείας ὄργα νον τὸ ποτήριον ὀνομάζουσι· τοῦτο δὲ καὶ αὐτὸς ἔφη Ἰωσήφ·" οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ"; ταῦτα δὲ ἔλεγεν, οὐ μαντείᾳ καὶ οἰωνοῖς κεχρημένος, ἀλλὰ πρὸς τὴν προκειμένην ὑπόθεσιν σχηματίζων τοὺς λόγους· ἄξιον δὲ αὐτοῦ θαυ μάσαι τῶν λόγων τὸ ἀκριβές. οὐδὲ ἀδελφοὺς γὰρ ὑποκρινόμενος ἠνέσχετο ἑαυτῷ τὸν οἰωνισμὸν περιθεῖναι, ἀλλ' ἄλλῳ τινὶ τὴν αὐτὴν πεπιστευ μένῳ ἀρχήν· οὐ γὰρ εἶπεν οἰωνίζομαι, ἀλλ'" οἰωνισμῷ οἰω νιεῖται ἄνθρωπος οἷος ἐγώ". 89 CVIII Τί δήποτε τὸ κατὰ τὸ κόνδυ κατεσκεύασε δρᾶμα; Βασανίσαι τῶν ἀδελφῶν ἠβουλήθη τὴν γνώμην, καὶ γνῶναι σαφῶς, εἰ τῷ Βενιαμὶν συκοφαντουμένῳ συναγωνίζονται· διά τοι τοῦτο καὶ εἰς τὸν ἐκείνου σάκκον τὸ κόνδυ κατέκρυψεν. ἐπειδὴ δὲ οὐχ ἁπλῶς συνηγο ροῦντας, ἀλλὰ καὶ ὑπερμαχοῦντας ἐθεάσατο, ῥίψας τὸ προσωπεῖον τὸ ἀδελφικὸν ἐπέδειξε πρόσωπον· ἐκείνων δὲ καταπτηξάντων, καὶ μονονουχὶ χάναι αὐτοῖς βουληθέντων τὴν γῆν, αὐτὸς παραθαρρύνει λέγων·" νῦν οὖν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε. εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν". μάλα δὲ χαριέντως καὶ προπέμπων αὐτοὺς παρῄνεσεν·" μὴ ὀργίζεσθε, γάρ φησιν, ἐν τῇ ὁδῷ", ἀντὶ τοῦ μὴ τοιαῦτα δράσητε οἷα εἰς ἐμὲ τετολμήκατε. CIX Τί δήποτε καὶ τὴν γῆν τῶν αἰγυπτίων καὶ τὰ κτήνη προσεπόρισε τῷ βασιλεῖ; Οὔτε τὰ κτήνη θρέψαι οἷον τε ἦσαν ἐν σιτοδείᾳ καὶ σπανοσιτίᾳ, οὔτε σπεῖραι τὴν γῆν· ταῦτα τοίνυν λαβὼν ἐν τῷ καιρῷ τοῦ λιμοῦ ὕστερον ἀποδέδωκε, τῆς προσόδου τὸ πέμπτον εἰσφέρειν νομοθετήσας, ἵνα ἐν ταῖς ἐνδείαις ἀποκειμένας ἔχωσι τὰς τῆς ζωῆς ἀφορμάς· εἰς θεραπείαν δὲ τοῦ βασιλέως τὴν ἱερατικὴν γῆν ἀτελῆ καταλέλοιπε μόνην· ταύτης δὲ τῆς τιμῆς οἱ τοῦ Θεοῦ τοῦ ὄντος οὐκ ἀπολαύουσιν ἱερεῖς. τοσοῦτον οἱ δυσσεβεῖς τοῖς οὐκ οὖσι θεοῖς ἀπένεμον σέβας. 90 CX Διὰ τί ὁ Ἰακὼβ εἰς τὴν Χεβρὼν τὸ σῶμα αὐτοῦ ταφῆναι κελεύει; Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰ γύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν· τοῦτον δὲ σαφέσ τερον ὁ Ἰωσὴφ τὸν λόγον ἀπέφηνε· τελευτῶν γὰρ οὕτως ἔφη·" ἐγὼ ἀποθνῄσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεός, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ". καὶ ὥρκισεν Ἰωσὴτοὺς υἱοὺς Ἰσραὴλ λέγων·" ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψε ται ὑμᾶς ὁ Θεὸς καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν", ὡς εἶναι δῆλον, ὅτι κἀκεῖνος καὶ οὗτος τὴν ἐπάνοδον προαγορεύοντες τὰ περὶ τῆς ταφῆς ἐνετείλαντο. CXI Τί ἐστι" προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ"; Καὶ πρεσβύτης ὢν καὶ ἀσθενῶς διακείμενος ἐπὶ τῆς κλίνης κατέκειτο· γνοὺς δὲ τοῦ παιδὸς τὴν παρουσίαν, ἐξαναστὰς ἐκαθέσθη· βακτηρίᾳ δὲ κεχρημένος ἐπεστηρίζετο αὐτῇ, τοῦ μὲν ἄκρου ταύτης ἐπειλημμένος τῇ δεξιᾷ, ἐπικείμενον δὲ τὸ πρόσωπον ἔχων. ἡσθεὶς τοίνυν ἐπ' αὐτῷ, καὶ τῇ τῆς ταφῆς ἐπαγγελίᾳ προσεκύνησεν ἐπικλίνας τῇ ῥάβδῳ τὴν κεφα λήν· καὶ πρῶτον μὲν τὸ τοῦ Ἰωσὴφ ἐνύπνιον τὸ πέρας ἐδέξατο·" εἶδε γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέ ρας προσκυνοῦντας αὐτῷ." πρὸς δὲ τούτοις προαγο ρεύει καὶ τῆς Ἐφραῒμ φυλῆς τὴν βασιλείαν καὶ τῶν δέκα φυλῶν τὴν ὑπο ταγήν· ταῦτα γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη·" πίστει Ἰακὼβ 91 ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε καὶ προ σεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ". δέδωκε δὲ αὐτῷ καὶ κλῆρον διπλοῦν·" Ἐφραΐμ, γάρ φησι, καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι". προφητικῶς δὲ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραΐμ· καὶ γὰρ τοῦ Ἰωσὴφ ὡς πρωτοτόκῳ τῷ Μανασσῇ τὰ πρεσβεῖα φυλάξαντος καὶ κατὰ τάξιν ἑκάτερον στήσαντος, ἐναλλάξας ὁ πατριάρχης τὰς χεῖρας ἐπιτέ θεικε τῷ νεωτέρῳ τὴν δεξιάν, τὴν εὐώνυμον δὲ τῷ πρεσβυτέρῳ. εἶτα νομίσας ὁ Ἰωσὴφ ἐξ ἀγνοίας δεδρακέναι τοῦτο τὸν Ἰακὼβ καὶ τοπάσας τοῦ πάθους εἶναι τῶν ὀφθαλμῶν τὴν αἰτίαν, καὶ εἰρηκώς·" οὐχ οὕ τως, πάτερ, οὗτος γάρ ἐστιν ὁ πρεσβύτερος", ἤκουσεν·" οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται". ἐπιση μαντέον δὲ ὅτι πανταχοῦ τῶν πρωτοτόκων οἱ μετ' αὐτοὺς προτιμῶνται· καὶ γὰρ τοῦ Κάϊν προεκρίθη ὁ Ἄβελ, καὶ τοῦ Ἰάφεθ ὁ Σὴμ δεύτερος ὤν·" ἀδελφός, γάρ φησιν, Ἰάφεθ τοῦ μείζονος". καὶ τοῦ Ἰσμαὴλ ὁ Ἰσαὰκ καὶ τοῦ Ἡσαῦ ὁ Ἰακὼβ καὶ τοῦ Ῥουβὴν καὶ Ἰδα ὁ Ἰωσὴφ καὶ τοῦ Μανασσῆ ὁ Ἐφραΐμ. τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα εὕροι τις ἄν. καὶ γὰρ τοῦ Ἀαρὼν ὁ Μωϋσῆς προετάχθη, καὶ Δαβὶδ νεώ τατος ὢν τῶν ἑπτὰ ἀδελφῶν. ὁ μέντοι πατριάρχης Ἰακὼβ ἐδίδαξε διὰ τῆς προρρήσεως τῆς ταφῆς τὴν αἰτίαν·" ἰδού, γάρ φησιν, ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν καὶ ἀποσ τρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ἡμῶν". CXII Πῶς εὐλογῆσαι λέγεται τοὺς παῖδας ὁ Ἰακὼβ ἐνίοις ἐπαρασάμενος; 92 Οὔτε ἀραί εἰσιν, οὔτε εὐλογίαι, ἀλλὰ προρρήσεις οἱ τελευταῖοι τοῦ πα τριάρχου λόγοι·" συνάχθητε, γάρ φησιν, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν". ἐμνήσθη δὲ καὶ τῶν παρ' ἐνίων γεγενημένων· οὐκ ἐπει δὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους, εἰς κοινὴν τῶν ἐντευ ξομένων ὠφέλειαν. καὶ τῷ μὲν Ῥουβὴν αὐθάδειαν ἐπιμέμφεται καὶ θρασύ τητα καὶ τὴν εἰς τὴν πατρῴαν εὐνὴν παροινίαν· οὗ δὴ χάριν ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει· τοῦτο γὰρ δηλοῖ τό" ὡς ὕδωρ μὴ ἐκζέσῃς", ἀντὶ τοῦ, μὴ θερμανθείης εἰς πολυγονίαν. νεμεσᾷ δὲ καὶ τῷ Συμεὼν καὶ τῷ Λευῒ τῶν σικημιτῶν ἄδικον ὄλεθρον ὀδυ ρόμενος καὶ εὔχεται μηδεμίαν κοινωνίαν εἰς τὴν παρανομίαν ἔχειν ἐκεί νην. ἐπαρᾶται μέντοι οὐκ αὐτοῖς, ἀλλὰ τοῖς πονηροῖς αὐτῶν πάθεσι, τῇ ὀργῇ τῇ μήνιδι· ἐπιθυμίαν δὲ τὴν ὀργὴν ἐκάλεσεν· ἐκ ταύτης γὰρ καὶ ἡ ὀργὴ τὴν ἐτυμολογίαν ἔχει· ὀρέγεται γὰρ ὁ ὀργιζόμενος ἀμύνασθαι τὸν ἐχθρόν· καὶ αὕτη δὲ ἡ τιμωρία πρόρρησις ἦν·" διαμεριῶ γὰρ αὐτούς, φησίν, ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ". ἀλλ' ἡ τοῦ Λευῒ φυλὴ διὰ τὴν ἄκραν διεσπάρη τιμήν, ὥστε γὰρ ἑκάστῃ φυλῇ συνεῖναι λευΐτας καὶ ἱερέας, καὶ τὴν παρ' αὐτῶν ὠφέλειαν καρποῦσθαι. οὐκ ἔλαβον ἴδιον κλῆρον, ἀλλ' ἐν ἑκάστῃ φυλῇ τινες αὐτοῖς ἀπενεμήθησαν πόλεις, καὶ τῆς προαστείου γῆς ὡρισμένος πήχεων ἀριθμός. καὶ ἡ τοῦ Συμεὼν δὲ φυλὴ οὐκ εἶχε κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόρρησιν, μεταξὺ τῶν ἄλλων διεσπάρη φυλῶν. τοῦ δὲ Ἰούδα πολλοὺς ἐπαίνους διέξεισιν·" Ἰούδα, σὲ 93 αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοι μήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐ τόν"; ἀλλὰ τούτων οὐδὲν τῷ Ἰούδα ἁρμόττει ἀλλ' ἢ τῇ ἐκ τούτου βλαστησάσῃ φυλῇ. βασιλικὴ γὰρ ἦν αὕτη, πρώτου μὲν τοῦ Δαβὶδ βασιλεύσαντος εἶτα τῶν ἐξ ἐκείνου· καὶ πασῶν δὲ τῶν ἄλλων φυλῶν ἦν δυνατωτάτη· καὶ γὰρ ἡνίκα Δαβὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας τοῦ Ἰούδα χιλιάδας εὗρε, τῶν δὲ ἄλλων φυλῶν ἐννακοσίας· καὶ μέντοι κἂν τῇ ἐρήμῳ διαριθμηθέντες πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν. ἀλλὰ τὸ ἀκριβὲς τῆς προρρήσεως τὴν ἔκβασιν ἔλα βεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ, ὃς ἐκ βλαστοῦ ἀνέτειλε, κατὰ τὸν πα τριάρχην Ἰακὼβ καὶ κατὰ τὸν προφήτην Ἠσαΐαν·" ἐξῆλθε ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀνέβη". αὐτῷ δὲ καὶ τό·" ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἁρμόττει καὶ ὡς σκύμνος λέοντος". ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων ἐστι φοβερός, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ διαβόλῳ γεγένηται. λέοντα δὲ αὐτὸν καὶ σκύμνον κέκληκε λέοντος ὡς βασιλέα καὶ βασιλέως υἱὸν καὶ Θεὸν καὶ Θεοῦ υἱόν· καὶ κατὰ τὸ ἀνθρώπινον γὰρ ἐκ τοῦ Δαβὶδ ἐβλάστησε, καὶ ὡς Θεὸς πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ἐγεννήθη. καὶ τό" τίς ἐγερεῖ αὐτόν"; τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν· αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε, κατὰ τὴν αὑτοῦ πρόρρησιν·" λύσατε τὸν ναὸν τοῦ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν". προ αγορεύει καὶ τῆς ἐπιφανείας αὐτοῦ τὸν καιρόν·" οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν". τοῦτο τῆς τοῦ Κυρίου παρουσίας σημεῖον σαφέσ 94 τατον· ἐξέλιπον γὰρ τῶν ἰουδαίων οὐχ οἱ βασιλεῖς μόνον, ἀλλὰ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ προφῆται, ὥστε δειχθῆναι τὸ τῆς προρρήσεως τέλος· τοῦ γὰρ σωτῆρος ἡμῶν τίκτεσθαι μέλλοντος, ἀλλόφυλοι αὐτῶν ἐκρά τησαν βασιλεῖς, ἵνα ὁ αἰώνιος δειχθῇ βασιλεύς, ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν δοθεῖσαν παρὰ τοῦ Θεοῦ τῶν ὅλων τοῖς πατριάρχαις ἐπαγ γελίαν. καὶ γὰρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὑπέσχετο ὁτῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη τῆς γῆς. τοῦτο ἐνταῦθα παρεδήλωσε τὸν Ἰούδαν εὐλογῶν ὁ Ἰακὼβ ὁ πατριάρχης·" οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγού μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπό κειται καὶ αὐτὸς προσδοκία ἐθνῶν". εἶτα δεικνὺς τὸν ἐξ ἐθνῶν καὶ ἰουδαίων συστάντα λαόν·" δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμ πέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ"· ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, ἅπαντες οἱ προφῆται διδάσκουσι· καὶ γὰρ Δαβίδ φησιν·" ἄμπελον ἐξ Αἰγύπτου μετῆρας" καὶ τὰ ἑξῆς. καὶ ὁ Ἠσαΐας," ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι"· καὶ διὰ τοῦ Ἰερεμίου ὁ τῶν ὅλων ἔφη Θεός·" ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφό ρον, πᾶσαν ἀληθινήν"· καὶ διὰ τοῦ νομοθέτου·" ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν". καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις·" ἄνθρωπός τις ἐφύτευσεν ἀμ πελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπε δήμησεν". πῶλον δὲ τὸν ἐξ ἐθνῶν ὀνομάζει λαὸν ὡς ἀδάμαστον ὄντα καὶ πωλοδάμνην οὐκ ἐσχηκότα. τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο τοῖς ἀποστόλοις προστεταχὼς" εἰς τὴν κατέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην, καὶ τὸν ταύτης πῶλον, ἐφ' ὅν φησιν οὐδεὶς ἀνθρώ 95 πων ἐκάθισεν"· οὔτε γὰρ πατριάρχης οὔτε νομοθέτης οὔτε προ φήτης, τῆς τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· οἱ δὲ θεῖοι ἀπόστολοι προσ ταχθέντες μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἔλυσαν μὲν τὴν ὄνον, τουτέστι τῶν ἀνθρώπων τὴν φύσιν, τὴν δεδεμένην ταῖς τῆς ἁμαρτίας σειραῖς· ἔλυσαν δὲ καὶ τὸν πῶλον, τὸν ἐκ ταύτης βεβλαστηκότα λαόν· καὶ ἐπιθέντες αὐτῷ τὰ ἑαυτῶν ἱμάτια, τουτέστι τὴν χάριν ἧς ἔτυχον·" ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χρισ τὸν ἐνεδύσαντο"· καὶ εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶ λον, καὶ ἐπεκάθισαν αὐτῷ τὸν δεσπότην καὶ προσέδησαν αὐτὸν τῇ ἀμ πέλῳ, τουτέστιν ἑαυτοῖς· ἐξ ἰουδαίων γὰρ οἱ ἀπόστολοι· καὶ οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ τρισχίλιοι οὓς κατὰ ταὐτὸν ἐσαγήνευσε τῶν ἀποστόλων ὁ πρῶτος, καὶ οἱ πεντακισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες περὶ ὧν ὁ τρισμακάριος Ἰάκωβος τῷ θειοτάτῳ διε λέχθη Παύλῳ. οὐ μόνον τοίνυν τοῖς ἀποστόλοις συνήφθησαν οἱ πεπισ τευκότες ἀλλὰ καὶ τοῖς τῶν ἀποστόλων μαθηταῖς· καὶ τοῦτο προορῶν ὁ πατριάρχης ἔφη·" δεσμεύων πρὸς ἄμπελον τὸν πῶ λον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶ λον τῆς ὄνου αὐτοῦ". εἶτα καὶ τὸ πάθος προλέγει·" πλυ νεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα". καὶ τὸ μὲν σῶμα αὐτοῦ στο λὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέ κληκεν ὁ δεσπότης· ἀκούομεν δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου διδάσ κοντος, ὡς τοῦ στρατιώτου νύξαντος αὐτοῦ τὴν πλευρὰν ἐξῆλθεν αἷμα καὶ ὕδωρ. οὗτοι δὲ οἱ κρουνοὶ διὰ τοῦ σώματος κατερρύησαν· διὰ τοῦτό φησιν ὁ πατριάρχης·" πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐ τοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐ τοῦ". εἶτα δείκνυσι τὴν ἀπὸ τοῦ πάθους γενησομένην εὐθυμίαν· 96" χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου". εὐφροσύνη γὰρ τῆς οἰκουμένης τὸ σωτήριον πάθος· ὅτι δὲ οὕτω τὸ πά θος ἐκάλεσε, μάρτυς αὐτὸς ὁ Κύριος λέγων·" πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ". οὕτω καὶ τοῖς υἱοῖς ἔφη Ζεβεδαίου·" δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν"; τὸ τοίνυν χαροποιὸν τῶν ὀφθαλμῶν τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ· μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάσ τασιν, εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταί, τὴν σωτη ρίαν προσφέροντες τοῖς πιστεύουσι. τῆς δέ γε διδασκαλίας τὸ διειδὲς καὶ τὸ διαφανὲς λευκοτάτοις ὀδοῦσιν ἀπείκασεν·" λευκοί, γάρ φη σιν, οἱ ὀδόντες αὐτοῦ ἢ γάλα". τοσαῦτα προείρηκεν ὁ πατριάρχης εὐλογῶν τὸν Ἰούδαν· τοῦ δὲ Ζαβουλὼν προεῖπε τὴν παρά λιον οἴκησιν· τοῦ δὲ Ἰσσάχαρ τὴν γηπονίαν· τοῦ δὲ Δᾶν, κατὰ μέν τινας, τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα. ἐκ ταύτης γὰρ ἦν τῆς φυλῆς· συνη ριθμήθη δὲ καὶ τοῖς κριταῖς· καὶ διὰ τοῦτό φησιν, ἔφη·" Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσρα ήλ". ἔνιοι δέ φασι τὰ κατὰ τὴν Λάϊσαν τὴν νῦν Πανεάδα καλουμένην προαγορεῦσαι. ἐξαπίνης γάρ τινες ἀπὸ ταύτης ὁρμώμενοι τῆς φυλῆς ταύτῃ προσβαλόντες τῇ πόλει, εἷλόν τε κατακράτος, καὶ ᾤκησαν καὶ τὴν οἰκείαν αὐτῇ προσηγορίαν ἐπέθηκαν· Δὰν γὰρ αὐτὴν ἐκάλεσαν. ἐγὼ δὲ οἶμαι, τὸ θεῖον Πνεῦμα τὰ κατὰ τὸν σωτῆρα τὸν ἡμέτερον διὰ τοῦ πατριάρχου προθεσπίσαν καὶ τὰ κατὰ τὸν Ἀντίχριστον διὰ ταύτης εἰπεῖν τῆς προρρήσεως· σφόδρα δὲ αὐτῷ καὶ τὰ γεγραμμένα ἁρμότ τει·" Δάν, γάρ φησι, κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ". ὥσπερ γάρ φησιν, ἐκ τῆς Ἰούδα φυλῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν βλαστήσας διασώσει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ Δᾶν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται. τοῦτο γὰρ λέγει·" καὶ 97 γενηθήτω Δὰν ὄφις ἐφ' ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων Κυρίου"· ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος, πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινα τρίβον φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ· ἵππον δὲ οἶμαι καλεῖν αὐτὸν τὸ σῶμα, ἐπιβάτην δὲ τὴν ψυχήν· τὸ δὲ εἰς τοὐπίσω πεσεῖν, τουτέστιν ὕπτιον κεῖσθαι, τὸν θάνατον παραδηλοῖ· τοιοῦτο γὰρ τῶν τεθνεώτων τὸ σχῆμα. διὰ δὲ τῆς πτέρνης τὴν ἀπάτην ᾐνίξατο· ἐπειδὴ γὰρ τοὺς μὲν ἐξαπατᾷ, τοῖς δὲ παγχαλέπας ἐπιφέρει κολάσεις, διὰ τοῦ ἵππου τὸ σῶμα δεδήλωκεν, οὗ δακνομένου καὶ διαφθειρομένου ὁ θάνα τος γίνεται, τοὺς τῆς ἐλπίδος τοῖς ὑπομένουσι κομίζων καρπούς· καρπὸς δὲ τῆς τοιαύτης ἐλπίδος ἡ σωτηρία. προλέγει καὶ τῷ Γὰδ τὰς ἐσομένας αὐτῷ παρὰ τῶν λῃστρικῶν ἐφόδων ἐπιβουλάς· τοῦτο γὰρ λέγει·" πει ρατήριον πειρατεύσει αὐτόν". προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτοῦ νίκην·" καὶ αὐτός, γάρ φησι, πειρατεύσει αὐτὸν κατὰ πόδας"· ὡσαύτως δὲ καὶ τοῦ Ἀσὴρ τὴν σιτο φόρον χώραν, καὶ τοῦ Νεφθαλεὶμ τὴν εἰς πλῆθος ἐπίδοσιν· τοῦτο γὰρ ἔφη·" στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννή ματι κάλλος". εἶτα τοῦ Ἰωσὴφ τὸν φθόνον καὶ τὰς παντοδαπὰς ἐπιδείξας ἐπιβουλὰς τὴν θείαν ὑμνεῖ κηδεμονίαν, δι' ἧς τοὺς πεπολεμη κότας νενίκηκε·" συνετρίβη, γάρ φησι, μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη νεῦρα βραχιόνων χει ρῶν αὐτῶν διὰ χεῖρα δυνατοῦ Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλό γησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα. ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου, ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονί 98 μων καὶ ἐπιθυμίας θινῶν αἰωνίων ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν". διὰ πάντων δὲ τούτων ὕμνησε τὸν οἰκεῖον Θεὸν ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ, καὶ τὸν υἱὸν ἄμα χον ἔδειξεν παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα· ταύτης δέ φησι τῆς κηδεμονίας τετύχηκας, τῆς εἰς τοὺς γεγεννηκότας θεραπείας μισθὸν κο μισάμενος· τοῦτο γὰρ λέγει·" ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου". γηροκόμος γὰρ σπουδαῖος τοῦ πατρὸς ἐγεγόνει. τὰ δὲ εἰς αὐτὸν γεγε νημένα κοινὰ αὐτοῦ τε καὶ τῆς μητρὸς εἶναί φησιν. τῆς γὰρ αὐτῆς ἂν κἀ κείνη τῆς κηδεμονίας ἀπήλαυσεν, εἰ μὴ θᾶττον ὑπεξῆλθε τὸν βίον· εἶτα ἐπεύχεται αὐτῷ περιφάνειαν, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίση μον·" ὑπερίσχυσας, γάρ φησιν, ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων· ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν". τοὺς δὴ θῖνας ὁ Ἀκύλας" βουνοὺς" ἡρμήνευσεν· ἐπειδὴ τοίνυν πόρρωθεν ὁρῶνται καὶ οἱ βουνοὶ καὶ τὰ ὄρη, τούτοις παραπλη σίως εὔχεται γνώριμον αὐτὸν γενέσθαι καὶ πάντων περιφανέστατον. τὸν δὲ Βενιαμὶν λύκον ἅρπαγα κέκληκε, διὰ τὸ συμβεβηκὸς πάθος τῇ τούτου φυλῇ· διὸ ἐπήγαγε·" τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν". ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλί γων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γά μον ἐμηχανήσαντο. εἰδέναι δὲ χρὴ ὥς τινες εἰς τὸν θεσπέσιον Παῦλον τήνδε τὴν πρόρρησιν εἵλκυσαν· λύκου γὰρ δίκην ἐλυμαίνετο τὴν ἐκκλη σίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος· ὕστερον δὲ τὴν πνευματικὴν τρο 99 φὴν τῇ οἰκουμένῃ διέδωκε. ταῦτα τοῦ Ἰακὼβ εἰρηκότος, καὶ τὴν οἰκείαν τελευτὴν μεμηνυκότος, ὁ συγγραφεὺς ἔφη·" καὶ ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ"· διὰ δὲ τούτων τῶν λόγων ᾐνίξατο τὴν ἐλπίδα τῆς ἀναστάσεως· εἰ γὰρ παντάπασι διεφθείροντο καὶ μὴ εἰς ἕτερον μετέβαινον βίον, οὐκ ἂν εἶπε," προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ". τοῦτο δὲ καὶ πρὸς τὸν Ἀβραὰμ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός·" σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ τραφεὶς ἐν γήρει καλῷ". ἐντεῦθεν καὶ ὁ Κύ ριος τὴν τῶν σαδδουκαίων ἀπιστίαν διήλεγξεν εἰρηκώς·" ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ οὐκ ἀνέγνωτε· ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων". QUAESTIONES IN EXODUM I Πῶς νοητέον τὸ" χυδαῖοι ἐγένοντο"; Οὐχ ὥς τινες νενοήκασιν ὑβριστικῶς αὐτὸ τέθεικεν, ἀλλὰ τὸ πλῆθος δε δήλωκεν. οὕτως γάρ φησιν, ηὐξήθησαν, ὡς κατὰ πάσης ἐκείνης ἐκχεθῆναι τῆς γῆς. οὕτω καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ·" ἐπλήθυνε, γάρ φησιν, ἡ γῆ αὐτούς". καὶ μετ' ὀλί γα·" καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσοῦτον πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα". II Τί ἐστιν," ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας"; Τοῦ Φαραὼ κελεύσαντος διαφθείρειν τὰ ἄρρενα, ἐκεῖναι δι' εὐλάβειαν ὑπουργῆσαι τῷ τῆς παιδοκτονίας οὐκ ἠνέσχοντο νόμῳ, οὗ δὴ χάριν αὐτὰς ὁ Θεὸς ἀμειβόμενος ἀφθονίαν αὐταῖς ἀγαθῶν ἐδωρήσατο. 101 III Πόθεν ἔγνω τοῦ Φαραὼ ἡ θυγάτηρ, ὅτι ἑβραῖον ἦν τὸ παιδίον; Ἡ περιτομὴ τοῦτο δεδήλωκεν. ἐντεῦθεν δῆλον, ὡς αἰγύπτιοι κατ' ἐκεῖνον οὐ περιετέμνοντο τὸν καιρόν· ὕστερον δὲ τοὺς ἑβραίους ζηλώσαντες τὸν τῆς περιτομῆς ἠσπάσαντο νόμον. ὅθεν καὶ διὰ Ἱερεμίου ἔφη ὁ τῶν ὅλων Θεός·" ἐπισκέψομαι ἐπὶ πάντας περιτεμνομέ νους ἀκροβυστίαν αὐτῶν, ἐπ' Αἴγυπτον καὶ ἐπὶ υἱοὺς Ἐδώμ", καὶ τὰ ἑξῆς. IV Διὰ τί ἀλλόφυλον γυναῖκα ἔγημεν ὁ Μωϋσῆς; Τύπος ἦν τοῦ δεσπότου Χριστοῦ, ὃς ἐξ ἰουδαίων κατὰ σάρκα βεβλαστη κώς, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν νύμφην ἑαυτοῦ προσηγόρευσεν. V Τινές φασιν ἄγγελον ὀφθῆναι τῷ Μωϋσῇ ἐν τῷ βάτῳ Ἡ ἀνάγνωσις τοῦ χωρίου τὸν ὀφθέντα δηλοῖ·" ὤφθη, γάρ φησιν, αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βατοῦ". καὶ μετ' ὀλίγα·" ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου". καὶ πάλιν μετὰ βραχέα·" καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ". καὶ εὐθὺς ἐπήγαγεν·" ἀπέστρεψε δὲ Μωϋσῆς τὸ πρό σωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώ 102 πιον τοῦ Θεοῦ". καὶ ἐπισυνῆψεν·" ἰδὼν εἶδον τὴν κά κωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἤκουσα", καὶ τὰ ἑξῆς. καὶ αὖθις·" ἐγώ εἰμι ὁ ὤν· τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς". καὶ ὅλον δὲ τὸ χωρίον δείκ νυσι Θεὸν ὄντα τὸν ὀφθέντα. κέκληκε δὲ αὐτὸν καὶ ἄγγελον, ἵνα γνῶμεν ὡς ὁ ὀφθεὶς οὐκ ἔστιν ὁ Θεὸς καὶ πατήρ· τίνος γὰρ ἄγγελος ὁ πατήρ; ἀλλ' ὁ μονογενὴς υἱός, ὁ" μεγάλης βουλῆς ἄγγελος", ὁ τοῖς ἱεροῖς μαθηταῖς εἰρηκώς·" πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου δεδήλωκα ὑμῖν". ὥσπερ δὲ τὸ ἄγγελος ὄνομα τέθεικεν, οὐχ ὑπουργίαν τινὰ σημαίνων, ἀλλὰ τοῦ μονογενοῦς ἐμφαίνων τὸ πρόσωπον· οὕτω πάλιν αὐτοῦ καὶ τὴν φύσιν καὶ τὴν ἐξουσίαν κηρύττει, λέγων αὐτὸν εἰρηκέναι·" ἐγώ εἰμι ὁ ὤν, καὶ ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυ νον γενεῶν γενεαῖς". ταῦτα δὲ καὶ τὴν θείαν οὐσίαν δηλοῖ, καὶ τὸ αἰώνιον καὶ τὸ ἀΐδιον δείκνυσιν. VI Τί δηλοῖ τὸ" τὸν βάτον καίεσθαι, καὶ μὴ κατακαίεσθαι"; Τὴν τοῦ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν κηρύττει, ὅτι δὴ φρυγανώδη ὄντα τὸ ἄσβεστον οὐκ ἀνήλισκε πῦρ. οἶμαι δὲ καὶ ἕτερα διὰ τούτου πα ραδηλοῦσθαι. καὶ ὅτι ὁ Ἰσραὴλ ὑπὸ τῶν Αἰγυπτίων ἐπιβουλευόμενος οὐκ ἀναλωθήσεται, ἀλλὰ κρείττων ἔσται τῶν πολεμούντων. καὶ ὡς ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ παρθενικὴν οἰκήσας νηδύν, φυλάξει τὴν παρθενίαν ἀκήρατον. φασὶ δέ τινες, ἐν βάτῳ φανῆναι τὸν Θεὸν καὶ οὐκ ἐν ἄλλῳ φυτῷ, διὰ τὸ μὴ δύνασθαί τινα ἐκ βάτου γλύψαι Θεόν. εἰκὸς γὰρ ἦν ἰουδαίους καὶ τοῦτο τολμῆσαι, εἴπερ ἐν ἄλλῳ ὤφθη φυτῷ. 103 VII Διὰ τί προσετάχθη ὁ Μωϋσῆς τὸ ὑπόδημα λῦσαι; Τινές φασιν, ἵνα τὰς βιωτικὰς ἀπορρίψῃ μερίμνας, τὰς τῷ θνητῷ βίῳ συνεζευγμένας· νεκρὰ γὰρ τῶν ὑποδημάτων τὰ δέρματα. τινὲς δέ, ἵνα γυμνοῖς, φησί, τοῖς ποσὶν ἁγιάσῃ τὴν γῆν. ἐγὼ δὲ οὐδέτερον τούτων προ σίεμαι· πρῶτον μὲν γάρ, οὐδέπω οὔτε ἀρχιερεὺς οὔτε προφήτης ἐκεχει ροτόνητο· ἔπειτα δὲ τοῦ Θεοῦ τὸν τόπον καθιερώσαντος, καὶ τούτου χάριν ἅγιον ὀνομάσαντος, περιττὸν οἶμαι λέγειν Μωϋσέα τοῖς ποσὶν ἁγιάσαι τὸν τόπον. δύο τοίνυν ἡγοῦμαι διὰ τούτου δηλοῦσθαι· πρῶτον μὲν γὰρ εὐλαβέστερον αὐτὸν τῷδε τῷ λόγῳ καθίστησιν, ὥστε μετὰ δέους τῶν προσταττομένων ἀκοῦσαι· ἔπειτα προπαιδεύεται, πῶς χρὴ τοὺς ἱερέας ἐν τῇ σκηνῇ λειτουργεῖν. γυμνοῖς γὰρ κἀκεῖνοι ποσὶ τὰς λειτουρ γίας ἐπετέλουν καὶ τὰς θυσίας. VIII Προειδὼς ὁ Θεὸς τοῦ Φαραὼ τὸ δυσπειθές, τί δήποτε μὴ ἐξ ἀρχῆς αὐτὸν ἐκόλασεν; Ὅτι προῄδει δεδήλωκεν·" οἶδα, γάρ φησιν, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου, εἰ μὴ μετὰ χει ρὸς κραταιᾶς. καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς αἰγυπτίους". ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ φιλάνθρωπος κολάζειν ἐκ μόνης προγνώσεως οὐκ ἀνέχεται· ἀλλ' ἀναμένει τῶν πραγ μάτων τὸ τέλος καὶ δείκνυσιν ἅπασι τῆς τιμωρίας τὸ δίκαιον. ἄλλως τε καὶ πολλῷ δικαιότερον τὸ τὴν ἐκείνου γυμνωθῆναι πονηρίαν τοῦ τὸν 104 Θεὸν ἀπηνῆ νομισθῆναι. εἰ γὰρ πρὸ τῶν ἐλέγχων ἐκόλασεν, ἔδοξεν ἂν καὶ ὠμὸς εἶναι καὶ ἄδικος· νῦν δὲ καὶ τοῦ Θεοῦ τὸ μακρόθυμον δέδεκται κἀκείνου τὸ δυσσεβὲς καὶ θηριῶδες ἐλήλεγκται. IX Διὰ τί πρῶτον σημεῖον δέδωκε τῆς ῥάβδου τὴν εἰς ὄφιν μεταβολήν; Ἐπειδὴ λογικῆς ὁ Φαραὼ φύσεως ὢν ὠμότητι κατὰ τῶν ἑβραίων ἐχρήσατο, καὶ τὸ θεοειδὲς θηριῶδες ἀπέφηνε, τὴν ῥάβδον δι' ἧς αὐτὸν ἐμαστίγω σεν εἰς ὄφιν μεταβληθῆναι προσέταξεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου θη ριωδίας, ἔμφασιν δὲ τῆς δυσμενείας. καὶ γὰρ τῇ τοῦ ὄφεως ἀρᾷ καὶ τοῦτο προστέθεικεν·" ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀνα μέσον τῆς γυναικὸς" καὶ τὰ ἑξῆς. X Ἡ λέπρωσις τῆς χειρὸς τί δηλοῖ; Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν· ἀλλ' ἐκεῖ τῶν αἰγυπτίων μετέμαθε τὴν ἀσέβειαν. τῆς ἐκείνων δὲ δουλείας ἀπαλλαγείς, τὸν τῶν ὅλων ἐπέγνω Θεόν. δεδήλωκε τοίνυν διὰ τῆς ἀλ λοιώσεως τῆς χειρὸς τὴν λέπρωσιν αὐτῶν, καὶ τὴν κάθαρσιν. πρὸς δὲ τούτοις καὶ ἕτερον ὁ δεσπότης ᾠκονόμει Θεός, ἐπειδὴ γὰρ ἤμελλε τὸν περὶ τῶν λεπρῶν τιθέναι νόμον, καὶ ἀκαθάρτους τούτους προσαγορεύειν· οὐδὲν δὲ τῶν ἀκουσίων ἀκάθαρτον· ἕτερα διὰ τούτων οἰκονομῶν, τούτοις ἐχρήσατο τοῖς νόμοις· ἅπερ ἐν ἐκείνοις γενόμενοι τοῖς χωρίοις σὺν Θεῷ φάναι δηλώσομεν. ἐλέπρωσε τοῦ νομοθέτου τὴν χεῖρα, τοὺς τὰ τέλεια πεπαιδευμένους διδάσκων, ὡς οὐδὲν τῶν τοιούτων ἀκάθαρτον. ἡ γὰρ τὰ θαύματα ἐκεῖνα ἐργασαμένη δεξιά, λεπρὰ πρότερον γενομένη ταῖς θεο 105 σημείαις ὑπούργησε, καὶ τὰ στοιχεῖα μετέβαλεν. τούτου δὲ καὶ τὸν νομο θέτην ἐπαίδευσεν μὴ μέγα φρονεῖν, ἀλλ' εἰδέναι τὴν φύσιν τῆς λεπρω θείσης ἀναμιμνησκόμενον δεξιᾶς. XI Ὑπουργῷ κεχρημένος τῷ Μωϋσῇ τῶν ὅλων ὁ Κύριος, τί δήποτε ἰσχνό φωνον αὐτὸν διέπλασε καὶ βραδύγλωσσον; Ἐπειδὴ τοῦτο μᾶλλον τὴν δύναμιν ἐδείκνυ τὴν θείαν. ὥσπερ γὰρ ἁλιέας καὶ τελώνας καὶ σκυτοτόμους, κήρυκας ἀληθείας καὶ διδασκάλους εὐσε βείας ἐχειροτόνησεν, οὕτω διὰ φωνῆς ἀσθενοῦς καὶ γλώσσης βραδείας, κατῄσχυνε τοὺς αἰγυπτίων σοφούς. XII Πῶς νοητέον τὸ" ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ"; Μάλα ῥᾴδιον ἦν τῷ Θεῷ μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπα γαγεῖν, ἀλλ' ἀφράστῳ κεχρημένος μακροθυμίᾳ μετρίας αὐτῷ παιδείας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν· οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατε φρόνει μαστίγων. καὶ ὅτι ταῦθ' οὕτως ἔχει, ἡ ἱστορία διδάσκει. πρῶτον μὲν γὰρ τῶν θείων ἐκείνων ἀκούσας ῥημάτων," ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρή μῳ", ὑπολαβὼν ἔφη·" τίς ἐστι Κύριος; οὐκ εἰσακού σομαι τῆς φωνῆς αὐτοῦ. οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ". ἔπειτα δὲ τῆς ῥάβ δου μεταβληθείσης εἰς ὄφιν φησὶν ἡ θεία γραφή·" καὶ κατίσχυ σεν ἡ καρδία Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν 106 καθάπερ ἐλάλησεν αὐτοῖς Κύριος". καὶ εὐθὺς ἐπά γει·" εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν". ἀμφότερα δὲ σημαίνει τὸ τῆς γνώμης αὐθαίρετον, καὶ τό," κατίσχυ σεν ἡ καρδία Φαραώ", καὶ τό," βεβάρηται ἡ καρ δία Φαραώ". βαρύνεται μὲν γὰρ καρδία ὑπὸ πονηρίας καθελκο μένη. καὶ τοῦτο σαφῶς ἡμᾶς διδάσκει ὁ μακάριος Δαβίδ·" αἱ ἀνομίαι μου, γάρ φησιν, ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ". καὶ ὁ Ζακχα ρίας τὴν ἀνομίαν ἐθεάσατο μολίβδου τάλαντον ἐν τῷ στόματι φέρουσαν. ἡ δέ γε ἀπονοίᾳ χρωμένη κατισχύειν λέγεται, ὡς ἀνθισταμένη τῷ δεσπό τῃ Θεῷ, καὶ νικᾶν αὐτοῦ νεανιευομένη τὴν δύναμιν. ἡ γὰρ εὐσεβὴς ὑπο τάττεται κατὰ τὴν προφητικὴν παραίνεσιν τὴν λέγουσαν," ὑποτά γηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν"· ἡ δέ γε ἀντίτυπος καὶ οἱονεὶ λιθίνη σκληρύνεται. ὅθεν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῶν ἰουδαίων ἔφη·" καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐξ αὐτῶν". διά τοι τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς, τὴν ἐπινίκιον ᾄδων ᾠδὴν περὶ τοῦ Φαραὼ καὶ τῶν αἰγυπτίων εἴρηκε·" κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος". καὶ πάλιν·" ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφο δρῷ". ἐπειδὴ γὰρ ἐβάρυναν αὑτῶν τὴν καρδίαν," ἔδυσαν ὡσεὶ μόλιβδος"· ἐπειδὴ δὲ καὶ ἐσκλήρυναν," κατέδυσαν εἰς βυ θὸν ὡσεὶ λίθος". ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ὑφ' ἡμῶν αὐτῶν γίγνεται, μάρτυς ὁ θεῖος ἀπόστολος λέγων·" ἀγνο ῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα νόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν 107 ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρι σίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔρ γα αὐτοῦ". πρὸς δὲ τούτοις κἀκεῖνο σκοπητέον, ὡς εἰ φύσει πο νηρὸς ἦν ὁ Φαραώ, οὐκ ἂν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε· νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον ὑπὸ δὲ τῆς μακροθυμίας σκλη ρυνόμενον. παιδευόμενος γὰρ ἠντιβόλει τὸν νομοθέτην," προσεύ ξασθε περὶ ἐμοῦ" λέγων· καὶ πάλιν," ὁ Κύριος δί καιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς". τῆς δὲ τι μωρίας παυομένης ἐβαρύνετο, καὶ ἐσκληρύνετο καὶ τοῖς προστάγμασι τοῖς θείοις ἀντέλεγε· καὶ τῆς μὲν κυνομυίας ἐπενεχθείσης, ἐν Αἰγύπτῳ θῦσαι προσέταξε τῷ Θεῷ· τοῦ θειοτάτου δὲ Μωϋσέως εἰρηκότος μὴ δύνασθαι τοῦτο δρᾶσαι διὰ τοὺς αἰγυπτίους·" τὰ γὰρ ὑπ' ἐκεί νων, φησί, θεοποιούμενα θύσομεν καὶ καταλεύον τες ἡμᾶς ἀποκτενοῦσιν", ἐπέτρεψεν εἰς τὴν ἔρημον ἀπελθεῖν καὶ τὰς θυσίας ἐπιτελέσαι. ἐπὶ τούτοις τοῦ προφήτου προσευξαμένου καὶ τὴν κυνόμυιαν ἀποφήναντος φροῦδον," ἐβάρυνε, φησί, τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τούτου τοῦ καιροῦ, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν". τοῦτο καὶ ἐπὶ τοῦ λοιμοῦ γεγένηται τῶν κτηνῶν·" εἶδε, φησί, Φαραώ, ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲ ἕν, καὶ ἐβαρύνθη ἡ καρ δία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν"· ἐν τούτοις ἅπασι δείξας τὸ τῆς γνώμης αὐθαίρετον, καὶ διδάξας ὅπως αὐτοῖς ἐπηνέχθη τῶν φλυκταινῶν τὸ πάθος, καὶ ὅτι τοῖς φαρμακοῖς ἡ νόσος ἐπέσκηψε," καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωϋσῆ διὰ τὰ ἕλκη". ᾐσχύνοντο γὰρ καθηλκω μένοι καὶ σφίσιν αὐτοῖς ἐπαμῦναι μὴ δυνάμενοι, ἐπήγαγε·" καὶ 108 ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν αὐτοῖς Κύ ριος", καὶ μετ' ὀλίγα πρὸς αὐτὸν ἔφη τὸν Φαραώ·" ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ". καὶ αὖθις μετ' ὀλίγα καὶ ταῦτα ἔφη·" ἰδών, γάρ φησι, Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χά λαζα καὶ αἱ φωναί, καὶ προσέθετο Φαραὼ τοῦ ἁμαρτάνειν· καὶ ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωϋσῇ". τὸ δὲ" καθάπερ ἐλάλησε", τὴν πρόγνωσιν τοῦ Θεοῦ δηλοῖ, ἀντὶ τοῦ, οὐδὲν τούτων ἠγνόησεν ὁ τῶν ὅλων Θεός, ἀλλ' ἐξ ἀρχῆς προείρηκε, ταῦτα δὲ πάντα διεξῆλθον δεῖξαι βουλόμενος, ὡς οὔτε φύσεως ἦν ὁ Φαραὼ πονηρᾶς, οὔτε ὁ δεσπότης Θεὸς σκληρὰν αὐτοῦ καὶ ἀντίτυπον τὴν γνώμην εἰργάσατο· ὁ γὰρ νῦν μὲν εἰς τοῦτο ῥέπων, νῦν δὲ εἰς ἐκεῖνο, δείκνυσι τὸ τῆς γνώμης αὐθαίρετον, ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον διαλύσω· ὁ ἥλιος τῇ τῆς θέρμης ἐνερ γείᾳ τὸν μὲν κηρὸν ὑγραίνει, τὸν δὲ πηλὸν ξηραίνει, καὶ τὸν μὲν μαλάτ τει, τὸν δὲ σκληρύνει. ὥσπερ τοίνυν οὗτος τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ, οὕτω τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν ὠφέλειαν, οἱ δὲ βλάβην καρποῦνται· καὶ οἱ μὲν μαλάττονται, οἱ δὲ σκληρύνονται. τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δεδήλωκεν·" εἰς κρῖμα, γάρ φησιν, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται". τοῦτο δὲ οὐ τοῦ δεσπότου δηλοῖ τὸν σκοπόν. οὐδὲ γὰρ τούτου χάριν ἐλήλυθεν, ἵνα τυφλοὺς ἀποφήνῃ τοὺς βλέποντας, ἀλλὰ τὸ γεγενημένον δεδήλωκεν·" αὐτὸς μὲν γὰρ βούλεται 109 πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν". ἐπειδὴ δὲ τὸ αὐθαίρετον ἔχει τῶν ἀνθρώ πων ἡ φύσις, οἱ μὲν πεπιστευκότες τῆς σωτηρίας ἀπήλαυσαν, οἱ δὲ ἀπισ τήσαντες πρόξενοι ἑαυτοῖς τῆς γεέννης γεγένηνται. οὕτως ὁ Ἰούδας βλέπων– ἀπόστολος γὰρ ἦν– ὕστερον ἐτυφλώθη· ὁ δὲ θεσπέσιος Παῦλος τυφλὸς ὢν πρότερον, ἀνέβλεψεν ὕστερον. οὕτω διὰ τῆς τοῦ σωτῆρος ἐπιφανείας ἐτυφλώθησαν μὲν τῶν ἰουδαίων οἱ πλεῖστοι, ἀνέβλεψαν δὲ τὰ ἔθνη. οὐ μήν, ἐπειδή τινες ἔμελλον ἀπιστήσειν, ἐχρῆν μὴ γενέσθαι τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν· τοῦτο γὰρ ἀπεστέρει τὴν οἰκουμένην τῆς σωτηρίας. οὕτω καὶ ὁ θειότατος ἔφη Συμεών·" ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολ λῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγό μενον". κἀκεῖνο μέντοι εἰδέναι χρή, ὡς τὸν παρόντα βίον ὁ τῶν ὅλων Θεὸς στάδιον τοῖς ἀνθρώποις ἀπέφηνεν, ἵν' ἐν τούτῳ ἀγωνιζόμενοι, δη λώσωσι τὸν οἰκεῖον σκοπόν· ἐν δέ γε τῷ μέλλοντι τὴν δικαίαν ποιούμενος κρίσιν, τοὺς μὲν ὡς νικηφόρους ἀγωνιστὰς στεφανώσει, τοὺς δὲ κολάσει ὡς τῆς κακίας ἐργάτας γεγενημένους. ἐπειδὴ δὲ οὐχ ἅπαντες τῷ μέλλοντι πιστεύουσι βίῳ, μάλα σοφῶς ὁ τῶν ὅλων Θεὸς καὶ κολάζει τινὰς ἐν τῷδε τῷ βίῳ πονηρίᾳ συνεζηκότας, καὶ αὖ πάλιν ἄλλους ἀνακηρύττει εὐσε βείας πεφροντικότας ὡς μάλιστα. τούτου χάριν ὁ θεῖος ἀπόστολος, τι νὰς μὲν" σκεύη ὀργῆς", τινὰς δὲ" σκεύη ἐλέους" ὠνόμα σεν, ἐπειδὴ δι' ἐκείνων μὲν δῆλος γίνεται κολάζων ἐνδίκως ὁ δεσπότης Θεός, διὰ δὲ τούτων ἐπιμελείας παντοδαπῆς ἀξιῶν καὶ προμηθείας τοὺς τῆς ἀρετῆς ἀθλητάς. ἴδοι δ' ἄν τις καὶ τῶν σωμάτων τοὺς ἰατροὺς τομαῖς καὶ καυτῆρσι χρωμένους, καὶ τοὺς κεκρυμμένους χυμοὺς καὶ χαλεπὴν τὴν νόσον ἐργαζομένους, ἀναμοχλεύοντας καὶ ἐξάγοντας, καὶ τὰ λαν θάνοντα πάθη δῆλα ποιοῦντας. οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς τῶν λογισ μῶν τὴν πονηρίαν ταῖς παιδείαις γυμνοῖ. τοῦτο γὰρ καὶ ἐν τῷ Δευτε 110 ρονομίῳ πρὸς τὸν Ἰσραὴλ ἔφη" καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου τεσ σαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρ δίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε", καὶ τὰ ἑξῆς. καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες– ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον–, ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ," ἕνεκεν τούτου διετηρή θης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ". ὅτι δὲ πάντοσε διέδραμε τῶν πεπραγμένων ἡ μνήμη, μαρτυρεῖ μὲν Ῥαὰβ ἡ πόρνη λέγουσα τοῖς κατασκόποις, ὅτι" ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς ὑμῶν τὴν ἐρυθρὰν θάλασσαν πρὸ προσώπου ὑμῶν". μαρτυ ροῦσι δὲ καὶ οἱ ἀλλόφυλοι πόρρωθεν τὴν κιβωτὸν θεασάμενοι, καὶ βοή σαντες·" οὐαὶ ἡμῖν ἀλλόφυλοι, οὗτος ὁ Θεὸς ὁ πα τάξας τὴν Αἴγυπτον". XIII Διὰ τί δὲ συνεχώρησεν ταῦτα παθεῖν τὸν λαὸν ὁ Θεός; Ἵνα μὴ μόνον τοὺς αἰγυπτίους, ἀλλὰ καὶ τοὺς ἐκείνων μισήσωσι θεοὺς 111 ὡς τοιαῦτα παρ' αὐτῶν πεπονθότες· καὶ ἵνα συντόμως ὑπακούσωσιν ἐξελθεῖν κελευόμενοι. εἰ γὰρ καὶ τούτων οὕτω γεγενημένων ἀνεμιμνῄσ κοντο τῆς ἐν Αἰγύπτῳ τρυφῆς καὶ πολλάκις ἐπειράθησαν ἀναστρέψαι, τίς ἂν αὐτοὺς ἔπεισε καταλιπεῖν τὴν Αἴγυπτον μηδὲν παρ' αὐτῶν πε πονθότας δεινόν; XIV Διὰ τί ἠβουλήθη ὁ ἄγγελος ἀνελεῖν τὸν Μωϋσῆν; Ἡ γυνὴ μὲν ἐτόπασε διὰ τὸ θάτερον τῶν παιδίων μὴ περιτμηθῆναι κατὰ τὸν τῶν ἑβραίων νόμον· παραυτίκα γοῦν αὐτῷ τὴν περιτομὴν προ σενήνοχε. τινὲς δέ φασιν, ἐπειδὴ πεμφθεὶς ἐπ' ἐλευθερίᾳ τῶν ὁμοφύλων κοινωνὸν εἶχε τῆς ὁδοῦ τὴν ὁμόζυγα. οὓς ἐχρῆν συνιδεῖν, ὅτι πεῖσαι τὸν κηδεστὴν βουλόμενος, ὡς οὐ καταφρονήσει τῆς γυναικὸς οὐδὲ ἑτέραν αὐτῆς προτιμήσει, λαβεῖν αὐτὴν ἠναγκάσθη, ἀλλ' οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι. αὐτίκα γοῦν λαβὼν τὴν ἀφορμὴν τοῦ ἀγγέλου, τὴν γυναῖκα πρὸς τοὺς οἰκείους ἀναστρέψαι προσέταξε. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἱστορία διδάσκει· μετὰ γὰρ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, διαβάντων αὐτῶν τὴν θάλασσαν, καὶ εἰς τὸ Σίναιον παραγε νομένων ὄρος, ἀφίκετο σὺν τῇ γυναικὶ πρὸς αὐτὸν ὁ κηδεστής. λέγει δὲ οὕτως ἡ ἱστορία·" ἔλαβε δὲ Ἰοθὼρ ὁ γαμβρὸς Μωϋ σῆ Σεπφώραν τὴν γυναῖκα Μωϋσῆ, μετὰ τὴν ἄφεσιν αὐτῆς, καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, καὶ ἦλθε πρὸς Μωϋσῆν εἰς τὴν ἔρημον". τοιγάρτοι ἄλλο τι κατασκευάζων ὁ ἄγγελος ἔδειξε τὴν ῥομφαίαν γυμνήν. ἐπειδὴ γὰρ ὁ μέγας Μωϋσῆς ἐδεδίει τὸν Φαραὼ καὶ πολλάκις τοῦτο τὸ δέος ἐδή 112 λωσε, νῦν μὲν λέγων," τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου"; νῦν δέ," προ χείρισαι ἄλλον δυνάμενον ὃν ἐξαποστελεῖς". καὶ πάλιν," ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι". ἀπειλεῖ αὐτῷ τιμωρίαν ὁ ἄγγελος, φόβῳ φόβον ἐξελαύνων, τῷ μείζονι τὸν ἐλάττονα· μονονουχὶ λέγων διὰ τῆς γεγυμνωμένης ῥομ φαίας, εἰ τὸν Φαραὼ δέδοικας, μᾶλλον δεῖσον ἐμὲ τὸν καὶ ἀοράτως σοι τὴν πληγὴν ἐπενεγκεῖν δυνάμενον. XV Τί ἐστι," τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐ τοῖς"; Διδάσκει πόσης αὐτὸν καὶ τιμῆς καὶ εὐμενείας ἠξίωσεν. ὃ γὰρ τοῖς πα τριάρχαις οὐκ ἐδήλωσεν ὄνομα, τοῦτο αὐτῷ δῆλον ἐποίησεν· ἔφη γὰρ πρὸς αὐτόν," ἐγώ εἰμι ὁ ὤν". τοῦτο δὲ παρ' ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρηται γὰρ αὐτοῖς τοῦτο διὰ τῆς γλώττης προφέρειν, γράφεται δὲ διὰ τῶν τεσσάρων στοιχείων· διὸ καὶ τετράγραμμον αὐτὸ λέγουσι. τοῦτο καὶ τῷ πετάλῳ ἐπεγέγραπτο τῷ χρυσῷ, ὃ τῷ μετώπῳ τοῦ ἀρχιερέως ἐπετίθετο τῇ ταινίᾳ τῆς κεφαλῆς προσδεσμούμενον. κα λοῦσι δὲ αὐτὸ σαμαρεῖται μὲν Ἰαβέ, ἰουδαῖοι δὲ Ἰά. XVI Τί δήποτε τῆς τοῦ Ἀαρὼν γυναικός, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν δῆλον ἡμῖν πεποίηκεν; Τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς φυλῆς τὴν ἐπιμιξίαν διδάσκει. ὁ γὰρ Ναασσῶν υἱὸς τοῦ Ἀμιναδάβ· ὁ δὲ Ἀμιναδὰβ τοῦ Ἀράμ· ὁ δὲ Ἀρὰμ 113 τοῦ Ἐσρών· ὁ δὲ Ἐσρὼν τοῦ Φαρές· ὁ δὲ Φαρὲς τοῦ Ἰούδα. αὐτὸς δὲ ὁ Ναασσῶν φύλαρχος ἦν τοῦ Ἰούδα· ἐκ τῆς τούτων συγγενείας ὁ Κύριος κατὰ σάρκα γεγέννηται. οὐ μάτην τοίνυν τῆς βασιλικῆς καὶ τῆς ἱερα τικῆς φυλῆς τὴν ἐπιμιξίαν ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὁ βασιλεὺς καὶ ἱερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας. XVII Πῶς ἐγένετο τοῦ Ἀαρὼν θεὸς ὁ Μωϋσῆς; Ὥσπερ ὁ Θεὸς προσέταττε τῷ Μωϋσῇ, οὕτως πάλιν ὁ Μωϋσῆς τῷ Ἀαρών· διὸ δὴ καὶ προφήτης ὁ Ἀαρὼν προσηγορεύθη τοῦ Μωϋσέως. XVIII Τί δήποτε συνεχώρησεν ὁ Θεὸς τοῖς φαρμάκοις ταὐτὰ δρᾶσαι τῷ Μωϋσῇ; Εἰσί τινες καὶ νῦν τῶν δυσσεβείᾳ συζώντων, οἵ φασι γοητείᾳ τεθαυμα τουργηκέναι τὸν θεσπέσιον Μωϋσῆν. τούτου χάριν ἐνδέδωκε ὁ Θεὸς τοῖς φαρμάκοις ἔνια δρᾶσαι, ἵνα δειχθῇ τὸ διάφορον. μετέβαλον μὲν γὰρ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις· ἀλλ' ἡ Μωϋσέως ῥάβδος τὰς ἐκείνων κατέπιεν· καὶ μετέβαλον εἰς αἷμα τὸ ὕδωρ κἀκεῖνοι, ἀλλ' εἰς τὴν προτέραν ἐπανα γαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν φύσιν. καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς αἰγυπτίους, καὶ τοῖς φαρμάκοις ἐνεργεῖν ἐνεδί δου· εἰς δὲ τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. ἐπειδὴ γὰρ ὑπὸ τοῦ Θεοῦ κολα 114 ζόμενος τῶν αἰγυπτίων ὁ βασιλεὺς οὐκ ἠρκεῖτο ταῖς θεηλάτοις πληγαῖς, ἀλλὰ καὶ τοῖς φαρμάκοις αὔξειν τὴν τιμωρίαν ἐκέλευσεν· καὶ διὰ τούτων αὐτὸν ἐκόλαζεν ὁ Θεὸς μονονουχὶ λέγων· ἐπειδὴ τέρπῃ κολαζόμενος καὶ διὰ τῶν ἐμῶν θεραπόντων παιδεύω, καὶ διὰ τῶν σῶν σε κολάζω· ἰδὼν δὲ αὐτὸν πλέον σκληρυνόμενον, ἐκώλυσε τὴν ἐκείνων ἐνέργειαν· καὶ οἱ τὸ μεῖζον ζῷον ἐξαγαγόντες τὸν βάτραχον, τὸν σκνῖπα τὸν σμικρότατον ἐξαγαγεῖν οὐκ ἴσχυσαν, ἀλλὰ δάκτυλον Θεοῦ τὴν πληγὴν προσηγόρευ σαν. τὰς μέντοι φλυκταίνας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ἵνα καὶ αὐτοὶ μάθωσι καὶ ὁ ἀνόητος αὐτῶν βασιλεύς, ὡς οὐ μόνον ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους πληγάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ἀναιδείας τοίνυν τὸ λέγειν μαγγανείᾳ τινὶ τεθαυματουργηκέναι τὸν Μωϋσῆν, τῶν μάγων βοώντων ὅτι θείας ἦν δυνάμεως τὰ σημεῖα. εἰ γὰρ φαντασία ἦν τὸ παρ' αὐτοῦ δρώμενον, ἔδει κἀκείνους φαντάσαι, καὶ τὸν ὁμότεχνον διελέγξαι· νῦν δὲ διαρρήδην βοῶσι" δάκτυλος Θεοῦ ἐστι τοῦτο". XIX Τί δήποτε πρώτην αὐτοῖς τὴν τοῦ ὕδατος ἐπάγει πληγήν; Πρῶτον ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ποταμῷ, καὶ θεὸν τοῦτον ἐνόμιζον, τὴν τῶν νεφῶν αὐτοῖς παρέχοντα χρείαν· ἔπειτα καὶ διὰ τὰ βρέφη τῶν ἰουδαίων τὰ τούτῳ παραπεμφθέντα. μεταβληθεὶς γὰρ εἰς αἷμα, τῆς γεγε νημένης κατηγορεῖ παιδοκτονίας. τούτου χάριν καὶ τοὺς βατράχους ἀνέβλυσε τὰ ὕδατα, ἀντὶ τῶν ἐν ἐκείνοις ἀποπνιγέντων ἀναδοθέντας παιδίων. μιμεῖται γάρ πως τὰ βρέφη τοὺς βατράχους βαδίζοντα· μηδέ πω γὰρ τοῖς ποσὶ μόνοις κεχρῆσθαι δυνάμενα, ταῖς χερσὶν ἐπαμύνει τῇ τῶν ποδῶν ἀσθενείᾳ. προσώζεσε δὲ ἐκ τῶν βατράχων ἡ γῆ· ἐπειδὴ" προ 115 σώζεσαν καὶ ἐσάπησαν τῶν αἰγυπτίων οἱ μώλωπες" ἐκ τῆς παμπόλλης πονηρίας. XX Εἰ ὅλον τὸ ὕδωρ εἰς αἷμα μετεβλήθη, πῶς ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν αἰ γυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως; Ἐπέλαζεν αὐτοῖς καὶ ἡ θάλαττα, τὸ δὲ πότιμον ὕδωρ εἰς αἷμα μετεβλήθη μόνον. ἠδύναντο τοίνυν μετακομίσαι θαλάττιον ὕδωρ εἰς τὰ βασίλεια, καὶ μεταβαλεῖν εἰς τὴν τοῦ αἵματος χροιάν, τοῦ Θεοῦ δηλονότι συγχω ροῦντος αὐτοῖς ἐνεργεῖν δι' ἃς εἰρήκαμεν αἰτίας· ἐπισημήνασθαι μέντοι καὶ τοῦτο δεῖ, ὡς τοὺς μὲν βατράχους ἐκ τῶν ὑδάτων ἐξήγαγε, τοὺς δὲ σκνῖπας ἐκ τοῦ χώματος, τὴν δὲ κυνόμυιαν ὅθεν ἠθέλησεν, ἵνα μάθωσιν, ὡς ῥᾴδιον τῷ Θεῷ, καὶ δίχα γῆς, καὶ δίχα ὑδάτων παράγειν ἃ βούλεται. τούτου χάριν καὶ προλέγει τὰς τιμωρίας, ἵνα μὴ ἀπὸ ταὐτομάτου ταῦτα συμβαίνειν τοπάσωσιν, ἀλλὰ γνῶσιν θεηλάτους εἶναι πληγάς. XXI Τί δήποτε μέλλων ἐπιφέρειν τὴν χάλαζαν παρηγγύησεν αὐτοῖς εἰς τοὺς οἴκους τὰ κτήνη συναγαγεῖν; Φιλάνθρωπος ὢν ὁ δεσπότης, ἐλέῳ τὰς τιμωρίας κεράννυσιν. ἄλλως τε καὶ ᾔδει τινὰς ἀξίους φειδοῦς· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή·" ὁ φοβούμενος, γάρ φησι, τὸ ῥῆμα Κυρίου τῶν θε ραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· ὃς δὲ οὐ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς 116 πεδίοις". τὴν δὲ χάλαζαν καὶ τοὺς σκηπτοὺς αὐτοῖς ἐπενή νοχε δεικνύς, ὡς αὐτός ἐστι τῶν στοιχείων ἁπάντων δεσπότης. ἐπειδὴ γὰρ καὶ αἰγύπτιοι καὶ ἕλληνες ἐνόμιζον τοὺς μὲν οὐρανίους, τοὺς δὲ ἐπι γείους, τοὺς δὲ ὑποχθονίους εἶναι θεούς· καὶ τοὺς μὲν τῆς γῆς, τοὺς δὲ τῆς θαλάσσης δεσπόζειν· καὶ τοὺς μὲν τῶν ὀρέων, τοὺς δὲ τῶν πεδίων ἔχειν τὴν ἐξουσίαν– διὸ καὶ οἱ σύροι ἔλεγον" Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων"–· ἀναγκαίως ἄγαν ὁ τῶν ὅλων Θεὸς οὐ μόνον αὐτοὺς διὰ τοῦ ποταμοῦ καὶ τῆς γῆς ἀλλὰ καὶ διὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης ἐπαίδευσε· καὶ οὐρανόθεν αὐτοῖς κεραυνοὺς ἐπαφῆκε, διδάσκων ὡς αὐτός ἐστι τῶν ὅλων ποιητὴς καὶ δεσπότης. τοῦτο γὰρ καὶ ὁ μακάριος εἴρηκε Μωϋσῆς πρὸς αὐτόν·" ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ σὺ καὶ οἱ θεράπον τές σου". XXII Διὰ τί τὰ τῶν αἰγυπτίων ἀνεῖλε πρωτότοκα; Ἐπειδὴ πρωτόγονον ὄντα τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἄγαν σκληρῶς ἐκεῖνος ἐδουλαγώγει· τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκεν ὁ δεσπότης Θεός·" υἱὸς πρωτόγονός μου Ἰσραήλ", μάλα δικαίως τὰ τῶν αἰ γυπτίων πρωτότοκα θανάτῳ παρέπεμψεν. ἰστέον μέντοι, ὡς ὁ πρω τόγονος καὶ ἀδελφοὺς ἔχει· ὁ γὰρ πρωτόγονος ἢ πρωτότοκος, πολλῶν ἐστι πρῶτος. γινωσκέτω τοίνυν ὁ Ἰσραήλ, ὡς πρῶτος μὲν τοῦ Θεοῦ λαὸς ἐχρημάτισε. πεπιστευκότα δὲ τὰ ἔθνη οὐ μόνον τῆς σωτηρίας τετύχηκεν, ἀλλὰ καὶ τῶν πρωτοτοκίων ἀπήλαυσε·" λαός, γάρ φησι, λαοῦ ὑπερέξει· καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι". 117 XXIII Αἰτιῶνταί τινες τὸ προστεταχέναι τὸν Θεὸν τοῖς ἑβραίοις αἰτῆσαι τοὺς αἰγυπτίους σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἐσθῆτα καὶ σκυλεῦσαι τοὺς αἰγυπτίους· οὕτω γὰρ ὁ Σύμμαχος τὸ" σκευάσασθαι" ἡρμήνευσεν. Πολὺν ἐν Αἰγύπτῳ χρόνον ὑπέμεινεν ὁ λαὸς πλινθουργῶν καὶ τειχοπο ιῶν καὶ πόλεις οἰκοδομῶν. ἠβουλήθη τοίνυν μισθὸν αὐτοὺς τῶν πόνων λαβεῖν ὁ δεσπότης Θεός. διὸ δὴ καὶ ταῦτα δρᾶσαι προσέταξε. καὶ μηδεὶς ἄδικον νομιζέτω, τοῦ Φαραὼ τὸν λαὸν ἠδικηκότος, τοὺς αἰγυπτίους τὸν μισθὸν εἰσπραχθῆναι. ἐκοινώνουν γὰρ κἀκεῖνοι τῆς ἀδικίας μιμούμενοι τὴν τοῦ βασιλέως ὠμότητα. XXIV Διὰ τί φεύγουσιν ἐπιτελέσαι προσέταξε τὴν τοῦ Πάσχα ἑορτήν; Ἀείμνηστον ἠβουλήθη φυλαχθῆναι τῆς σωτηρίας τὴν μνήμην. διάτοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν·" ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστιν τὸ Πάσχα; ἐρεῖς ὅτι· ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγε τοὺς πατέρας ἡμῶν Κύριος ὁ Θεὸς ἐκ γῆς Αἰγύπτου, καὶ ἐρρύσατο τὰ πρωτότοκα ἡμῶν, ἡνίκα ὁ ὀλοθρεύων ἐπά ταξε τὰ πρωτότοκα τῶν αἰγυπτίων". τούτου χάριν παρακελεύεται ταύτην ἐπιτελοῦντας τὴν ἑορτὴν τῆς ὁδοιπορίας περικεῖσθαι τὸ σχῆμα·" ἔστωσαν, γάρ φησιν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου". τὸ δὲ Πάσχα ὁ μὲν 118 Φίλων ἡρμήνευσε" διαβατήρια"· ὁ δὲ Ἰώσηπος" ὑπερβασία"· ὁ δὲ Σύμμαχος" ὑπερβάσεις"· ὁ δὲ Θεοδοτίων" φασὲχ" αὐτὴν τὴν ἑβραίαν φωνὴν τεθεικώς. σημαίνει δὲ τὸ ὄνομα τῶν ἑβραίων πρωτοτό κων τὴν σωτηρίαν. παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵν' ὅταν εἰσέλθῃ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν ἑβραίων τὰς οἰκίας. οὐκ ἐπει δὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ' ὅτι διὰ τοῦ συμβό λου κἀκείνους ἔδει μαθεῖν τὴν τοῦ Θεοῦ κηδεμονίαν, καὶ ἡμᾶς τοὺς τὸν ἄμωμον ἀμνὸν θύοντας γνῶναι προδιαγραφέντα τὸν τύπον. κελεύει τοί νυν αὐτοῖς λαβεῖν οὐ μόνον ἐκ τῶν προβάτων ἄρνας ἐνιαυσίους, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους· οὐχ ἵνα κατὰ ταὐτὸν τοῦτον κἀκεῖνον θύσωσιν· ἀλλ' ἵνα ὁ μὲν πρόβατον ἔχων, τοῦτο θύσῃ· ὁ δὲ σπανίζων προβάτου, τὸν ἔριφον. παρεγγυᾷ δὲ τοῦτο λαβεῖν τῇ δεκάτῃ τοῦ πρώτου μηνός, ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς· τῇ δὲ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν τυθῆναι. κατὰ ταύτην γὰρ τὴν ἑσπέραν καὶ ὁ δεσπότης Χριστὸς παρε δόθη τοῖς ἰουδαίοις. μετὰ πικρίδων δὲ αὐτὸ βρωθῆναι προσέταξεν, εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς καὶ τῆς χαλεπωτάτης δου λείας. διὰ δὲ τῶν ἀζύμων ἐμφαίνει οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ τὸ τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲ ἴχνος τῆς αἰγυπτιακῆς ἐπιφέρεσθαι πολιτείας. οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς εὐαγ γελίοις ἡρμήνευσε," προσέχετε, λέγων, ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρισαίων". ἐκέλευσε δὲ καὶ τοὺς ἀρ 119 κοῦντας εἰς ἐδωδὴν προβάτου κατὰ ταὐτὸν θῦσαι τὸ Πάσχα, φιλαδελ φίαν αὐτοὺς ἐκπαιδεύων καὶ τὸν εἰς τοὺς πένητας ἔλεον. διὰ τοῦτο παρα κελεύεται καὶ τὰ περιττεύοντα τῶν κρεῶν κατακαίεσθαι καὶ εἰς τὴν ὑστεραίαν μὴ φυλάττεσθαι· ταύτῃ καταναγκάζων αὐτοὺς καλεῖν τοὺς δεομένους εἰς κοινωνίαν τῆς ἑορτῆς. ταῦτα δὲ πάντα τῶν ἡμετέρων ἐστὶ μυστηρίων αἰνίγματα· χρίομεν γὰρ καὶ ἡμεῖς τῷ αἵματι τοῦ ἡμετέρου ἀμνοῦ, οὐ μόνον τὴν φλιὰν ἀλλὰ καὶ τοὺς δύο σταθμούς· κατὰ μὲν τὸ ὁρώμενον τὴν γλῶτταν καὶ τὰ χείλη καθαίροντές τε καὶ ἁγιάζοντες· κατὰ δὲ τὸ νοούμενον, ἀντὶ μὲν φλιᾶς τὸ λογικόν, ἀντὶ δὲ τῶν δύο σταθμῶν τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν. ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμὰ μήτε ἑψημένα ἐσθίειν, ἀλλὰ ὀπτὰ πυρί. οὔτε γὰρ μόνῳ τῷ γράμματι προσ βλέπομεν, ἀλλὰ τὴν διάνοιαν ἐρευνῶμεν. οὔτε μὴν ἀνθρωπίνους λογισ μοὺς τοῖς θείοις ἐπεισάγομεν λογίοις· τοῦτο γὰρ καὶ Ἠσαΐας τινῶν κατηγόρησεν, ὡς" ἀναμιγνύντων ὕδατι τὸν οἶνον". ἀλλὰ μόνῳ χρώμεθα τῷ θείῳ πυρί, τῇ τοῦ ἁγίου πνεύματος χάριτι. τὸ δὲ μὴ καταλιπεῖν τῶν κρεῶν εἰς τὴν ὑστεραίαν οὕτω νοοῦμεν, ὅτι ὁ μέλλων βίος τῶν συμβό λων οὐ δεῖται· αὐτὰ γὰρ ὁρῶμεν ἐν ἐκείνῳ τὰ πράγματα. τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες λόγια, καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν. τὸ δὲ μὴ μόνον ἐκ προβάτων, ἀλλὰ καὶ ἐξ ἐρίφων λαμβάνειν, τὴν θείαν πάλιν κηρύττει φιλανθρωπίαν· οὐ γὰρ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ὁ δεσπότης Χρισ τὸς τὸ σωτήριον ὑπομεμένηκε πάθος. οὕτω δὲ νοεῖν αὐτὸς ἡμᾶς ἐξεπαί δευσεν· ἀμνοῖς μὲν γὰρ τὸν τῶν ἁγίων ἀπείκασε σύλλογον· τὸν δὲ τῶν οὐ τοιούτων, ἐρίφοις· ἔριφον γὰρ ὑπὲρ ἁμαρτίας ὁ νόμος προσφέρειν ἐκέ λευσε. καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προ βάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι· οἱ δὲ ὡς ἐρίφου, διὰ μετανοίας ἐξαλείφοντες τὰς τῶν ἁμαρτημάτων κηλίδας. οὕτω καὶ ὁ σωτὴρ ἡμῶν, οὐκ ἐκ σιτίνων μόνον, ἀλλὰ καὶ ἐκ κριθίνων 120 ἄρτων τοὺς συνεληλυθότας διέθρεψε. καὶ ἡμῖν δὲ ὁ δεσπότης ἐκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας, καὶ τοὺς πόδας ὑποδεδεμένους, καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας. ἀλλ' ἑβραίοι μὲν ὡς αἰγυπτίων ἀπαλλαττόμενοι, καὶ εἰς τὴν χαναναίαν γῆν εἰσαγό μενοι, τοῦτο εἶχον τὸ σχῆμα, ἡμεῖς δέ, ὡς ἐντεῦθεν εἰς ἕτερον μεθιστάμενοι βίον. διὰ τοῦτο καὶ ἡμῖν ὁ θεῖος παρακελεύεται Παῦλος βοῶν," ἐκκα θάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύρα μα, καθώς ἐστε ἄζυμοι". καὶ ἐπήγαγε·" καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός", καὶ προσ τέθεικεν·" ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύ μοις εἰλικρινείας καὶ ἀληθείας". ἄνωθεν δὲ προμεμή νυκε τὴν τῶν ἐθνῶν σωτηρίαν ὁ τῶν ὅλων Θεός. καὶ γὰρ τοὺς προσηλύ τους μεταλαγχάνειν τοῦ Πάσχα προσέταξε· γειώραν γὰρ τὸν προσήλυτον προσηγόρευσε, καὶ ἰσονομίας αὐτῷ μετέδωκεν·" ἔσται, γάρ φησιν, ὡς ὁ αὐτόχθων τῆς γῆς". καὶ τὸ" ἐν οἰκίᾳ μιᾷ βρωθήσεται". φυλάττουσιν οἱ πιστοὶ ἐν μόνῃ τῇ τοῦ Θεοῦ ἐκ κλησίᾳ τῶν θείων μεταλαμβάνοντες μυστηρίων, τὰς δὲ τῶν αἱρετικῶν συναγωγὰς βδελυττόμενοι. τὰ μέντοι πρωτότοκα καὶ τῶν βοῶν καὶ τῶν προβάτων προσφέρεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τῆς τῶν πρω τοτόκων αὐτῶν σωτηρίας ἀναμιμνήσκων· οὐδὲ γὰρ αὐτὸς τῶν θυμάτων ἐδεῖτο, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν ἐπραγματεύετο. τοῦτο γὰρ καὶ αὐτὸς ὁ νόμος δηλοῖ·" ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστι τοῦτο; καὶ ἐρεῖς πρὸς αὐτόν, ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. ἡνίκα δὲ ἐσκλή 121 ρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύ ριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρω τοτόκου ἀνθρώπου, ἕως πρωτοτόκων κτηνῶν. διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά· καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. καὶ ἔσται εἰς ση μεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ἐξ Αἰγύπτου". τοιγάρτοι τούτων ἕκαστον οὐ τῆς τοῦ Θεοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς τοῦ λαοῦ ἐγίνετο ὠφελείας. XXV Τινές φασιν, εἰς δώδεκα διαιρέσεις διαιρεθῆναι τὴν θάλασσαν, καὶ ἑκάσ την φυλὴν καθ' ἑαυτὴν διαβῆναι· καὶ τοῦτο νομίζουσι τὸν μακάριον εἰρηκέναι Δαβίδ," τῷ καταδιελόντι τὴν ἐρυθρὰν θά λασσαν εἰς διαιρέσεις". Ἐγὼ δὲ διχῆ νομίζω τμηθῆναι τὸ πέλαγος· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή·" τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων". τὴν δὲ ὁδὸν εὐρεῖαν γενέσθαι, σύμμε τρον τῷ πλήθει τῶν παριόντων·" ὡδήγησε, γάρ φησιν, αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ". τοῦτο δὲ τῆς ὁδοῦ τὴν εὐρυχω ρίαν δηλοῖ. οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ. καὶ τοῦτο γὰρ κἀκεῖνο τῆς θείας ἔργον θαυματουργίας· χρὴ μέντοι ἀκολουθεῖν τῇ τῆς θείας γραφῆς ἀληθείᾳ. τῇ δὲ δι' ὕδατος πανωλεθρίᾳ τὸν Φαραὼ πανστρατιᾷ παραδέδωκεν ὁ δικαιότατος δικαστής, ἐπειδή περ δι' ὕδατος ἀνεῖλε τῶν ἑβραίων τὰ βρέφη. 122 XXVI Ὁποῖον ἦν τὸ ξύλον τὸ γλυκᾶναν ἐν τῇ Μερρᾷ τὸ ὕδωρ; Περιττὸν καὶ ἀνόητον τὸ τὰ σεσιγημένα ζητεῖν. ἀρκεῖ δὲ ἡμῖν μαθεῖν, ὡς διὰ τοῦ ξύλου τὸ πικρὸν ὕδωρ εἰς γλυκεῖαν μετεβλήθη ποιότητα. καὶ τοῦτο γὰρ τὴν ἡμετέραν προδηλοῖ σωτηρίαν. τὸ γὰρ σωτήριον τοῦ σταυροῦ ξύλον τὴν πικρὰν τῶν ἐθνῶν ἐγλύκανε θάλατταν. XXVII Πῶς νοητέον τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον," πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθού σης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός"; Τύπος ἦν τῶν νέων τὰ παλαιά, καὶ σκιὰ μὲν ὁ νόμος Μωϋσέως, σῶμα δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς ἑβραίους αἰγύπτιοι, διαβάντες δὲ τὴν ἐρυθρὰν θάλατταν οἱ ἑβραῖοι τῆς πικρᾶς τῶν αἰγυπτίων ἀπηλ λάγησαν δεσποτείας· τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλαττα· ἡ δὲ νε φέλη, τοῦ πνεύματος· ὁ δὲ Μωϋσῆς, τοῦ σωτῆρος Χριστοῦ· τοῦ σταυροῦ δὲ, ἡ ῥάβδος· τοῦ διαβόλου, ὁ Φαραώ· τῶν δαιμόνων, οἱ αἰγύπτιοι· τὸ δὲ μάννα, τῆς θείας τροφῆς· τὸ δὲ τῆς πέτρας ὕδωρ, τοῦ σωτηρίου αἵμα τος. ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ τῆς ξένης τροφῆς, καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος· οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον βάπτισμα τῶν θείων μεταλαμβάνομεν μυστηρίων. 123 XXVIII Διὰ τί ἡ πέτρα Χριστὸς ὠνομάσθη; Ὡς τύπος γενομένη τοῦ δεσπότου Χριστοῦ. οὕτω καὶ ἡ θάλαττα βάπ τισμα προσηγορεύθη, καίτοι οὐδενὸς ἐν αὐτῇ βαπτισθέντος· κεκονιαμένος γὰρ μᾶλλον αὐτὴν ἢ διάβροχος διῆλθεν ὁ Ἰσραήλ. XXIX Διὰ τί" ἄρτον ἀγγέλων" τὸ μάννα προσηγόρευσεν ὁ προφή της Δαβίδ; Ὡς ἀγγέλων τῇ τούτου δωρεᾷ διακεκονηκότων. ἡ γὰρ ἀσώματος φύσις οὐ δεῖται τροφῆς. οὕτως" ἄρτος οὐρανοῦ" προσηγορεύθη, ἐπει δὴ ἄνωθεν κατηνέχθη· οὐκ ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ἀέρος. οὕτω καὶ πετεινὰ οὐρανοῦ προσηγόρευται τὰ τὸν ἀέρα διαπερῶντα. XXX Διὰ τί μάννα ἐκλήθη; Εὐθὺς αὐτὸ θεασάμενοι ἀλλήλους ἠρώτων" τί τοῦτο"; ἐπέθεσαν τοίνυν αὐτῷ προσηγορίαν" τί τοῦτο". τοῦτο γὰρ ἑρμηνεύει τὸ μάννα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει·" ἰδόντες, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ εἶπον ἕτερος τῷ ἑτέρῳ τί ἐστι τοῦ το; οὐ γὰρ ᾔδεσαν τί ἦν". ἐγένετο τοίνυν ἡ ἐρώτησις ὄνομα. τὸ δὲ" ὡς ἐγκρὶς ἐν μέλιτι" ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν," ὡς ἄμυλος ἐν μέλιτι". τὸ δὲ γόμορ μέτρον ἦν ἑβραϊκόν. διδάσκει δὲ ὁ νομοθέτης, ὅτι" τὸ δέκατον ἦν τῶν τριῶν μέτρων"· ὡς δὲ Ἰώσηππος ἔφη," τρεῖς ἥμισυ κο τύλας ἀττικὰς ἔχει".