Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 10 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Νικολάῳ μαθητῇ Ἐπειδὴ εὐδοκίᾳ θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. οὐ κτήσῃ τι τοῦ κόσμου τούτου οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἑαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ θεοῦ καὶ γενομένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφοὺς οὔτε εἰς τοὺς ποτὲ ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους. οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς οὔτε ζῶν οὔτε μετὰ θάνατον ἐλεημονητικῶς ἢ κληρονομικῶς εἰς τοὺς ποτὲ προειρημένους ἰδίους καὶ φίλους (οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου, πλὴν εἰ μή που μετάβοιέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ' ἡμᾶς τάγμα) καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων πατέρων. οὐ κτήσῃ δοῦλον οὔτε εἰς οἰκείαν χρείαν οὔτε εἰς ἣν ἐπιστεύθης μονὴν οὔτε εἰς ἀγρούς σου τὸν κατ' εἰκόνα θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. σοὶ δὲ χρεὼν ἑαυτὸν παρασχεῖν τοῖς ὁμοψύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος. οὐ σχοίης ζῷον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος, οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς, καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων πατέρων ἡμῶν ἐχρήσατο οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης, ἀλλὰ χριστομιμήτως πεζοπορήσεις· εἰ δ' οὖν, πῶλός σοι τὸ ὑποζύγιον ἔσται. παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθ' ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφίδος· σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μή τί γε ἄλλο, ἔστωσαν διαμεμερισμένα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς. οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι πάρεξ τῆς πατρικῆς σου ἐντάλσεως. οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιίας ἤ συντεκνίας, ὁ φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου· οὐ γὰρ εὕρηται ἐν τοῖς πατράσιν, εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος. Οὐ συνεστιαθῇς μετὰ γυναικὸς πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη καλοίη, καθὼς παρακελεύονται οἱ ἅγιοι πατέρες. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον, ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασῴζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα. Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισσάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ' ἑσπέραν, ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα· ἓν γὰρ τὸ σχῆμα ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο. Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν πατέρων, πρό γε πάντων τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου, ἀλλὰ πᾶν ὅ τι ἂν ποιῇς ἢ λέγῃς ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς θεοῦ. Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μετάβοις ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις ἄνευ πατρικῆς σου διαγνώσεως. Οὐ φιλιάσεις μετὰ κανονικῆς οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ οὐδὲ κατὰ μόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι, καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων· τὸ γὰρ ἕν, ὥς φησιν, εὐεπηρέαστον. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις, οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων, ἀλλ' ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι. Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ' ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον ἄνευ τοῦ ἱερατικοῦ, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδήσῃ. Οὐκ ἔσῃ ἁβροδίαιτος οὔτε ἐν τῇ οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περίσσειαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου καθὼς καὶ οἱ ἅγιοι πατέρες. οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα, ἀλλ' ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν· τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ, σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθὸ ἐντέλλῃ. οὐ ποιήσεις τι ἢ πράξεις κατ' οἰκείαν γνώμην ἐν παντὶ πράγματι οὔτε ἐν προόδῳ οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ οὔτε ἐν ὑπαλλαγῇ διακονίας οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ' οὖν οὐδὲ ἐν τοῖς ψυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο ἢ καὶ τριῶν ἢ καὶ πλειόνων κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ὥσπερ ἐντέταλται πατρικῶς. ταῦτα πάντα καὶ ὅσα ἕτερα παρέλαβες φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.

Intertext edge

Open linked passage

Note