Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 114 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
114.1
Ἀθανασίῳ τέκνῳ Γράφω σοι τανῦν, τέκνον μου, ὡς οὐκ ἐβουλόμην, καὶ τὸν τρόπον οἶδας. φεῦ μοι τῷ ἀθλίῳ, οἴμοι τῷ ταλαιπώρῳ, οἷον συμβέβηκε τοῖς δυσὶν ἀδελφοῖς ἡμῶν. ἐμοὶ δέ, εἰ καὶ ἄμφω ποθητοὶ (τέκνα γὰρ ἀληθινά), ἀλλ' ὅμως ὁ σφέτερος ἐρασμιώτερος. διατί; ὅτι ἄνθρωπος θεοῦ, πλήρης πίστεως καὶ ἀληθείας, υἱὸς ὑπακοῆς, τέκνον φωτός, ἀνὴρ ἐπιθυμιῶν, ὑποτακτίτης ἀψευδής, δαμαστὴς παθῶν, καί γε ζηλωτής, καί γε πρόθυμος ὁδοιπόρος τῶν κατ' ἐντολήν, φιλῶν σφόδρα τὸν ἐν πνεύματι πατέρα καὶ φιλούμενος ἴσα, ἄσχετος σαρκὸς καὶ θεῷ συνημμένος, χρήσιμος πᾶσιν καὶ ὑπὸ πάντων αἱρετιζόμενος. δοκεῖς με χαρίζεσθαι τῷ ἀνδρί; καὶ πλέον ἔχει τὰ τῆς ἀληθείας. ἥψατό μου τὸ περὶ αὐτὸν πάθος κραταιῶς, ἐκλόνησέν μου τὸν νοῦν, συνέτριψέν μου τὴν καρδίαν, ἐδάκρυσα πικρά, συνεχύθην τῷ ὀδυρμῷ ὡς οὐδέποτε οἶδα, οὐχ εἵνεκα τῆς κοιμήσεως αὐτῶν, ἀλλ' ὅτι ἐν τοιούτῳ τόπῳ, δεδοικὼς μὴ ἡ προσταγή μου αἰτία (καὶ γὰρ ἐπειθάρχει χαίρων εἰς πῦρ βαίνειν ἐκ πίστεως καὶ μηδὲν βλάπτεσθαι), ὅμως ὅτι οὐ προαιρούμην πάντως ἐξορμεῖν αὐτοὺς ἐν τῷ χειμῶνι. πέπεικα δὲ προητοιμακότος τοῦ οἰκονόμου τὴν πορείαν αὐτῶν. Τοιαῦτα τὰ συμβεβηκότα. οὐ μὴν ἐναπέμεινα, τέκνον μου, ἐν τῷ πένθει, ἀνενέγκας δὲ τὸν λογισμὸν καὶ συλλογισάμενος ὅτι εἷς θάνατος μόνος πονηρός, ὁ τῆς ἁμαρτίας, καὶ οὐχ ὁ τόπος, ἀλλ' ὁ τρόπος τοῦ θανάτου ὁ ζητούμενος ηὐχαρίστησα ἐν τῷ συμβάντι τῷ Κυρίῳ, τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς οἰκονομίας παραχωρήσας τὸ πᾶν· ὃς πρὸ καταβολῆς κόσμου συμφερόντως καὶ τὸν καιρὸν καὶ τὸν τόπον τοῦ τέλους ἀπένειμεν ἑνὶ ἑκάστῳ. Ἐν τούτοις εὐθύμει καὶ αὐτός, ἀδελφέ μου ἀειπόθητε, τάττων μετὰ Ζωσιμᾶ καὶ Γαϊανὸν τὸν θαυμάσιον, τοὺς ἴσους ἀδελφοὺς τῷ πνεύματι ὡς καὶ τὰ σώματα· ὧν εἴην τῆς μερίδος ὁ ἀνάξιος. προσεύχου μοι ἀενάως ἵνα σῴζωμαι, τέκνον ἠγαπημένον. 115 Ναυκρατίῳ τέκνῳ Καὶ μὴ παρεμπιπτούσης ἀφορμῆς γραμμάτων φιλῶ σοι διαλέγεσθαι, πόσῳ γε μᾶλλον ἐξευρισκομένης; εὐηγγελίσθην οὖν διὰ τῶν γραμμάτων σου, τέκνον, τὰ ἀγαθά· εὐαγγέλια γὰρ ἐμοὶ τὸ τὸν ὄντως ἐμὸν ἀδελφὸν καὶ ἀρχιεπίσκοπον ἐξορίζεσθαι διὰ Χριστὸν καὶ τοὺς λοιποὺς πατέρας μου καὶ ἀδελφούς. καὶ τίς ἄν μοι ἔδωκεν ἰσχὺν ῥῆξαι πρὸς αὐτοὺς φωνὴν ἀλαλαγμοῦ; πλὴν πιστεύω λήψεσθαί ποτε· ὅτε γὰρ δόξειεν ὁ βασιλεὺς πανταχόθεν περικόψαι μου τὴν φωνήν, τηνικαῦτα βοήσομαι πνεύματι πτερούμενος καὶ εὑρίσκων τὰς διεξόδους. Σὺ οὖν, τέκνον μου ἀγαπητόν, ἐνδυναμοῦ ἐν Κυρίῳ, μηδόλως καταπίπτων ἐν τῇ ἐκδοχῇ τῆς μεταστάσεως· στῆθι κραταιῶς, ὁμολόγησον ἐρωτώμενος τὴν καλὴν ὁμολογίαν. ἐὰν δεῖ ῥαπισθῆναι, ῥαπίσθητι μετὰ Χριστοῦ, φυλακίσθητι, πίε χολὴν θλιβερῶν περιστάσεων, ἄνιθι ἐπὶ τὸν σταυρὸν τῇ προαιρέσει· οὕτω γὰρ λογισθήσεται παντὶ τῷ προαιρουμένῳ οἴσειν τὰ πάθη. οὐκ ἀρκεῖ σοι υἱὸν θεοῦ γενέσθαι; οὐχ ἱκανοῖ σοι συγκληρονόμον γενέσθαι Χριστοῦ; τίνων τὸ αὔχειν, τίνων τὸ χαίρειν καὶ ἀγάλλεσθαι καὶ εὐπαθεῖν; ἀλλ' οὐχὶ τῶν διὰ Χριστὸν πασχόντων καὶ περιοριζομένων; εἴθε καὶ ἄλλα παθεῖν ὁμοίως τῷ δεσπότῃ. καὶ τίς ἄξιος; ἀλλὰ χάρις ὁμοίως καὶ τοῖς φθάσασιν. Ἐγὼ ὁ τάλας οὔποτε ἐχάρην τοσοῦτον οὐδὲ εὐπαθῶν διετέλεσα (ναί, ναί, καὶ ἐν ταῖς προλαβούσαις ἐξορίαις) καὶ οὐκ ἐπιλέλησμαι τῶν τοῦ Κυρίου μου εὐεργεσιῶν, ἀλλὰ ἁπλῶς καὶ ἄρτι διὰ τὸ παραπέμψαι τὸν μακάριόν μου πατέρα σὺν τῷ ἁγίῳ μου Καλογήρῳ βασιλεύω, δεσπόζω, γήθω, χορεύω. οὕτως ἐκδέχομαι τὰς παρὰ τοῦ κόσμου κακώσεις ὡς τρυφάς. ἄφοβος, ἀπτόητος τολμῶ λέγειν μετὰ τοῦ ἁγίου Δαυίδ, ἐὰν παρατάξεται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ὁ θάνατός μοι ἐπιθυμητὸς διὰ τὴν ζωὴν τὴν αἰώνιον. καί γε οὕτως καὶ τηλικούτως διατιθέμενος ὁμολογῶ βδέ λυγμα εἶναι πάντων ἀνθρώπων καὶ ἀπερριμμένον ἀπὸ θεοῦ διὰ τὰ ἄμετρά μου ἁμαρτήματα. Οὕτως ταῦτα· ἴσως γὰρ καὶ τελευταίᾳ φωνῇ. ἐξοριζόμενος θεοῦ κελεύσει αἴρεις πάντως τὸν Κάλλιστον καὶ ὃν ἄλλον βούλει ἀδελφὸν ἢ εὐθὺς ἢ ὕστερον· ἔασον δέ μοι τὸν Προτέριον ὦδέ που περικρυβόμενον καὶ διακονοῦντά μοι, εἴπερ εὐοδοῖ θεός. Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου. 116 Τῷ αὐτῷ Ὁπόταν μάθω τὸν χελανδάριον ἐπιστῆναι μόνον, ἕως ἂν ἀναγνῶ τὴν ἐπιστολήν, σφαδάζων εἰμὶ καὶ ἀδολεσχῶν τί τὰ σημαινόμενα· ὃ καὶ νῦν πέπονθα. ἔγνων οὖν τὰ γεγενημένα, ἃ πῶς οὐκ ἔστιν ἀκούοντα στενάζειν; ὅτι γε μάλιστα καὶ Νεκτάριος ὁ ἀρχαῖος προδότης εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων· ὃν ὁ κρατῶν οὐ τοσοῦτον διὰ τὴν χρείαν, ὅσον διὰ τὸ ἐκ τοῦ πληρώματος τῆς καθ' ἡμᾶς ἀδελφότητος χρηματίσαι ἀπόστολον αὐτοῦ πεποίηκεν. λυπηρὰ μὲν οὖν ὡς ἀληθῶς, ἀλλὰ καὶ χαρᾶς ἀνάπλεα, ὅτι οἱ πατέρες ἡμῶν ἀχείρωτοι τῆς ἐπιχειρήσεως τῶν ἐναντίων διαμένουσι διὰ θεοῦ ἀγάπην. πλὴν τί τὸ τοῦ Νικαίας δρᾶμα καὶ πάντως γε ἵνα μαθὼν διδάξῃς, ἐπεὶ καὶ περὶ τῶν ἐγγύθεν ἡγουμένων. ἱνατί δὲ περὶ ἡμῶν ἐλυπήθης; εἰς οὐδέν ἐστιν· ἀδελφοί εἰσι καὶ ἀδελφικῶς πολλάκις διαφέρονται εἰς ἀλλήλους. Εὔχου οὖν, τέκνον μου, ἵνα ἡ χεὶρ τοῦ θεοῦ σκέπῃ ἀμφοτέρους, καὶ ταῦτα κοῦφα. παρὰ τοῦ ἀδελφοῦ Κληδονίου ἐδεξάμην γραμματεῖον καὶ ἀνεπάην· ἐν καιρῷ ἀντιγράφω. παρακαλῶ σε δέ, ὅτι παρεκάλεσέ με ἵνα αὐτὸν ἐπιτηρῇς καὶ περιέπῃς· καὶ δεῖξον ὅτι παρεκάλεσα. ὃν καὶ προσαγόρευσον ὥσπερ καὶ τὸν ἀδελφὸν Τιθόην· κἀκείνῳ δι' ἄλλης ἐπιστέλλω. οἱ ἀδελφοὶ προσαγορεύουσιν. 117 Τῷ αὐτῷ Ἐγρηγόρησας, τέκνον μου, δοῦναί μοι μικρὰν ἀμεριμνίαν· καί γε ὁ θεὸς τοῦ πατρός μου ἐλεήσαι σε καὶ ἀναπαύσαι σε. γνοὺς δὲ τὰ δηλωθέντα εὐχαρίστησα τῷ Κυρίῳ. πάντα χαρᾶς εὐαγγέλια, αἵ τε τῶν ἁγιωτάτων ἐπισκόπων ἐξορίαι, ὑπὲρ Χριστοῦ οὖσαι, αἵ τε τῶν ἀγαθῶν ἡμῶν ἀδελφῶν ἐνστάσεις. ἐφ' οἷς καὶ πολλή μοι μέριμνα καὶ ἀδολεσχία τῷ ταπεινῷ, πῶς ἀποβήσεται τὰ κατ' αὐτοὺς σκοποῦντι· τῶν γὰρ πάντων ἀγωνιστικώτερον ἀθλοῦσιν. ἀλλ' ἔσται Χριστὸς ἐπαμύνων καὐτούς, ἀλλὰ μὴν καὶ τοὺς ἡγουμένους, πολλοῦ γε εἰπεῖν τοὺς τῆς χώρας. Σὺ δέ, ὦ τέκνον, ὡς ὑπὸ θεοῦ βοηθούμενός τε καὶ σκεπόμενος μὴ φείσῃ ἐπιστέλλειν, ἐπιδημεῖν, στηρίζειν, νουθετεῖν, παραμυθεῖσθαι, διυπνίζειν, ἐκδιδάσκειν, ἐπαλείφειν τοὺς ἔξω, τοὺς ἔσω, τοὺς κακουμένους, τοὺς εὐδρομοῦντας, οὐ μὴν μέχρι τοῦδε, ἀλλὰ γὰρ καὶ τοὺς οὐχ ὑπὸ χεῖρα ἡμῶν τελοῦντας. δεῖ γάρ σε περαιτέρω χωρῆσαι διὰ Χριστόν, δηλονότι οἰκονομίᾳ καὶ εὐκαιρίᾳ χρώμενον· ἄρτι γὰρ δεῖ καὶ τοὺς μαθητὰς διδασκάλους γενέσθαι. Ἐγὼ γοῦν ὁ ἀχρεῖος, εἰ καιρὸν λάβοιμι καὶ πιστὸν γραμματηφόρον, εἴτε οἴκοθεν εἴτε ἔξωθεν προθυμοῦμαι πᾶσι τοῖς ἐξορίστοις πατράσιν ἐπιστεῖλαι (πολὺ γὰρ ὀνίνησι καὶ τὸν γράφοντα καὶ τὸν δεχόμενον τοῦτο, ἐπεὶ καὶ τοῖς ἁγίοις σύνηθες καὶ τῇ ἐκκλησίᾳ χρήσιμον), ἀλλὰ γὰρ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης βοῆσαι ὁ κύων καὶ ὁ ψύλλος παρασκευάζομαι. τίς δὲ τοῦδε εἴη μοι συνεργὸς πλὴν σοῦ, τοῦ ὑπὲρ πάντας τῶν ἀδελφῶν θερμοῦ φιλητοῦ καὶ Χριστοῦ καὶ ἐμοῦ τοῦ τάλαινος; ζῶμεν δὲ χάριτι Χριστοῦ καὶ εὐχαῖς ὑμῶν ἐνταῦθα, καθὼς προγέγραφα διὰ τοῦ Ἀδριανοῦ, ἐν οὐδενὶ λειπόμενοι πλὴν βιβλίων, ἥξει δὲ καὶ ταῦτα, ὁπόταν εὐοδοῖ Κύριος. Προσεύχου περὶ ἐμοῦ, τέκνον, θερμότερον ἵνα σῴζωμαι. 118 Τῷ αὐτῷ Ὡς καλά σου τὰ γράμματα, τέκνον ἠγαπημένον, πάντα ἡμῖν εὐκταῖα εὐαγγελιζόμενα. πρῶτον μὲν τὴν κυρίαν ἡμέραν τῆς κυρίας Θεοτόκου, δεύτερον τὴν πρὸς τὸ κρεῖττον εὐεξίαν σου, εἶτα τὴν ὑγιείαν τῶν ἀδελφῶν, καὶ μὴν καὶ τῶν ἑπτά· εἶτα τὴν θαυματουργίαν τῆς Χριστοῦ σεπτῆς εἰκόνος. εἰ γὰρ καὶ στενακτὸς ὁ τοῦ τολμητία θάνατος (πῶς γὰρ οὔ;), ἀλλὰ δοξαστὸς ὁ Κύριος καὶ θεὸς ἡμῶν κἀν τῇ αὐτοῦ εἰκόνι θαυματουργησάσῃ, κἂν οὐκ ἐπιστρέφωνται οἱ ἀσεβοῦντες, μεθοδεύοντες ἄλλως τὸν θάνατον, ἐπεὶ καὶ Ἰουδαῖοι τὴν ἀληθῆ τοῦ Χριστοῦ ἀνάστασιν. ἡμῖν δὲ πιστὰ ἀμφότερα. εὖ δὲ ποιήσαι ὁ θεὸς τῷ καλῷ Γαϊανῷ. ἄγγελος ἀγαθὸς ἧκεν, ἄγγελος τοιοῦτος, καὶ ἀπίτω καθὰ εἴρηκας. εἴη εὐλογημένος καὶ ὁ Νεῖλος, εἰ τοὺς ἑπτὰ ἐπεσκέψατο, μετὰ τῶν πεμψάντων αὐτόν. καλῶς φρονῶν ἐλήλυθεν καὶ ὁ ἀδελφὸς Ἰγνάτιος. ὁ Προτέριος πορευέσθω. ἱνατί δὲ κόπους ὑμῖν παρέχω τῇ συχνῇ ἐπισκέψει; ὅμως ἐπεὶ ἡ ἑορτή, τὸν μισθὸν ὑμῖν δοίη Κύριος. τὸ ˉα, τὸ ˉβ ἐξ ἡμῶν προσαγόρευσον. 119 Τῷ αὐτῷ Ἱκανῶς ἡμᾶς ἐξεδίδαξας, ὦ τέκνον ἠγαπημένον, τὰ γεγονότα καὶ ἤδη παριστάμενα, καὶ μέντοι ἀπὸ στόματος τὸ ˉχ. ἐπεὶ πᾶσιν οὖν εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ τὰ κατὰ δύναμιν εἰσοίσειν τοῖς ἀδελφοῖς ἡμῶν. διὰ τοῦτο ὅσον ἐπεφέρετο χρυσίον τὸ ˉχ ἐξ ἀγαθοποιῶν καὶ εἶχον κἀγὼ ἐνταῦθα, πλὴν μικρᾶς χρείας, ἀπέσταλκά σοι. καὶ γενοῦ βοηθὸς τῶν βοηθείας ἐνδεῶν, καθὰ διεταξάμην τὸ ˉχ· εἰς τοῦτο γάρ σε εἴασεν ὁ ἀγαθὸς ἡμῶν θεός. γράμμα εἰς τοὺς δέκα εὑρίσκων πιστὸν ἀδελφὸν πέμψον· ἐγὼ γὰρ πέπομφα, καὶ τέως οὐκ ἀναγκαῖον. εἰ δὲ μή, κἂν εὐλογίαν. τῷ ˉδ ἐπέστειλα· ἀλλὰ καὶ ἐφ' ἑτέρου προσώπου ἢ τῶν ἡμετέρων ἢ τῶν ἄλλων, ἡνίκα ἐπινοεῖς χρήσιμον εἶναι, δήλου, καὶ εἰ δοκιμάσω κἀγὼ εὖ ἔχειν, ἐπιστέλλω. οὐ γὰρ καθήκει σιωπᾶν δέει τῶν κρατούντων, ὁπόταν δέοι· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν σοί. ᾧ ἀντιτασσόμενος ὁ βασιλεὺς τὸ μὴ διδάσκειν μηδὲ λαλεῖν καθόλου ἐγκελεύεται. ἀλλ' εἰ καὶ ἁμαρτωλοί ἐσμεν οἴδαμεν ἐκείνων εἶναι μαθηταὶ τῶν λεγόντων, ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν· οὐ δυνάμεθα οὖν ἃ ἠκούσαμεν καὶ οἴδαμεν μὴ λαλεῖν. ἀσφαλιζόμεθα οὖν καὶ περὶ τῶν ἐκβαινόντων ἀκοῶν· καί γε, εἰ οὐκ ἔστιν ἀναγκαῖον, οὐ θεωρήσομεν οὐδὲ ἐκ τῶν ὧν παραπέμπεις. παραπέμψοις δὲ πάλιν, ὅταν καθήκῃ· εἰ ὑπερβῇς τὰς δύο ἑβδομάδας μὴ πέμπων, λογισμομαχήσομεν, εἰ δὲ ἔνδον, οὐδαμῶς. Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου, τέκνον· εὔχου μοι ζεόντως, ὡς κἀγὼ σοί. 120 Τῷ αὐτῷ Ἐξέπληξέν με λίαν ἡ ἀγγελία, τέκνον· καὶ τί εἰπεῖν οὐκ ἔχω ἢ ὅτι θεοῦ κίνησις ἐγένετο οὕτω θαρσυνθῆναι τοὺς γενναίους ἀδελφοὺς ἡμῶν τὰ κατὰ τὸν ἀσεβῆ Ἀντώνιον πρᾶξαι ῥιψοκινδύνως. μαρτύρων οὖν ἀπενέγκαντο κλέος, τῶν ἐκκαλεσαμένων ἀφ' ἑαυτῶν τὰ ἱερὰ σκάμματα, καὶ ὁ ἀντιλέγων οὐδείς. ἀλλ' εὐλογητὸς ὁ θεὸς ἡμῶν, ὁ ἀνδρειώσας καὶ κρατύνας καὶ τὰ αὐτοῦ στίγματα φορέσαι αὐτοὺς καταξιώσας· εὔξαιντο περὶ ἐμοῦ τοῦ ταπεινοῦ κατόπιν αὐτῶν βαδίσαι. εὖγε καὶ τῷ ˉη καὶ τῷ ˉθ ὅτι ἀναγκαίως, μᾶλλον δὲ καὐτοὶ μαρτυρικῶς ἐπέδωκαν ἑαυτοὺς πρὸς βοήθειαν τῶν ἐν τῷ μοναστηρίῳ κακουμένων κρατηθῆναι. εὐλογήσαι καὶ ἐλεήσαι Κύριος καὶ τὸν καλόν μου Προτέριον ἔντε ταῖς εἰσόδοις αὐτοῦ καὶ ἐξόδοις· καὶ πάλιν, τέκνον μου, ἀπόστειλον αὐτόν, εἰ καὶ τολμηρόν, καὶ Κύριος εὐοδώσειεν τὰς ὁδοὺς αὐτοῦ, ὅτι δι' αὐτὸν ὁ λόγος καὶ ὁ τρόπος, καὶ ὁ πονῶν, φησί, θήσει μηρόν. καὶ πῶς ἄλλως δοξασθήσεται ὁ θεὸς ἢ ἐν ταῖς ἀμηχανίαις δεικνὺς εὐμηχανίας; ἄρτι τῶν φιλαδέλφων τὰ γνωρίσματα, ἄρτι τῶν φιλοτέκνων τὰ ἰδιώματα. διὰ τοῦτο κἀγὼ ὁ τάλας προθυμοῦμαι, ἀπαιτοῦμαι γράφειν, παρακαλεῖν, ὑποστηρίζειν ὅσον ἐνδέχεται, δεύτερα τιθέμενος τὰ ἀνθρώπινα, ὑποδειγματιζόμενος τῷ ἔργῳ τοῦ Ἁγίου Κυριανοῦ ὁ ἀνάξιος· φησὶ γὰρ ὁ Θεολόγος ὅτι καὶ ἐξορισθεὶς οὐ διέλειπεν ταῖς ἐπιστολαῖς ἀλείφων καὶ κρατύνων τοὺς ὑπὸ χεῖρα, ἐξ ὧν πολλοὺς ἀπετέλεσε μάρτυρας. Δεῦρο δὴ οὖν, τέκνον μου, ἀπόστειλον πάλιν τὸ ˉχ, κομίζοντα ἐπιστολάς, τρακταϊζόμενον αὐτὸν ὑπὸ τῆς ἀγχινοίας σου· καὶ ἴδοι Κύριος τὸ ἔργον καὶ εὐμαρίσοι τὴν ὁδὸν αὐτοῦ. πίστις ἡ τὰ μεγάλα κατορθοῦσα, πίστις ἡ καὶ ἐκ θανάτου ῥυομένη· ταύτῃ ἐπερειδόμενοι πράττομεν ἃ πράττομεν οἱ ἀνάξιοι. περὶ τοῦ ˉμ, ἡνίκα ὁ Εὐθάλιος ὑποστρέψει, τότε παράπεμψον αὐτόν, θεοῦ εὐοδοῦντος. εἰς τὸν λογισμόν, ὃν ἐλάλησά σοι, εὐχαῖς σου ἐρραΐσθημεν· πλὴν χρεία τοῦ ˉμ. τὰ λοιπὰ ὡς ὁ Κύριος εὐοδοῖ σοι πρᾶττε, ἐπίστειλον δὲ καὶ τῷ ˉη καὶ τῷ ˉθ. Ὁ Κύριός σε σώσοι, τέκνον. προσαγόρευσον τοὺς ἀδελφούς· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε. 121 Τῷ αὐτῷ Κόπος ἐστί, τέκνον, ἐν τῷ τηλικούτῳ χειμῶνι παραγίνεσθαί τινα ἐνταῦθα, περῶντα μάλιστα τὸν βορβορωθέντα ποταμόν· πλὴν ὅτι ἀνέθημεν ἰδόντες τὸν ἀδελφὸν καὶ ἐντυχόντες τοῖς γράμμασί σου, ἓν λυπηρῶς δεξάμενοι, τὴν πτῶσιν τοῦ ἐλεεινοῦ Νεκταρίου. ὅμως ὅτι ἀκόλουθα τοῦ ὅλου βίου αὐτοῦ καὶ τὰ παρόντα, ἓν ζητεῖ μόνον, ποιῆσαι τὰς ἐπιθυμίας τῆς σαρκὸς αὐτοῦ, καὶ τὰ τῆς πίστεως αὖραι φέροιεν. Ἐκεῖνος μὲν οὕτως ἔχων, οὕτω καὶ ὠλίσθησεν. σὲ δὲ ὁ θεὸς τοῦ πατρός μου καὶ τοὺς πάντας ἀδελφοὺς ἡμῶν, τούς τε κρατουμένους καὶ μή, στηρίξειεν, σθενώσειεν, βεβαιώσειεν, ἡμέραν ἐξ ἡμέρας τὸ μαρτύριον τῆς ὁμολογίας αὐτῶν ἀποπληρῶσαι· οὐ γὰρ τὸ ἐνάρξασθαι τὰ καλὰ ἐπαινετὸν ἁπλῶς, ἀλλὰ τὸ εἰς πέρας ἀγαγεῖν. πρόσεχε οὖν τῇ ἀναγνώσει, ἁπτόμενος καὶ τῆς γραμματικῆς ὅσον ἐνδέχεται, ἀσφαλῶς τὸ κάθισμά σου, μὴ ἐξαπίνης οἱ αἱρετικοί. τὸν θεὸν φοβοῦ, ἐν ᾧ ἐστι τὸ καθαίρεσθαι ἢ μένειν καθαρόν. περὶ τοῦ παροικονόμου ἀπαγγελεῖ σοι ὁ ἀδελφός. τίς ἀπίῃ εἰς τὸν ἀρχιεπίσκοπον, ἵνα δῶ γράμματα πάλιν; Προσαγορεύουσιν οἱ ἀδελφοὶ καὶ ἐπιθυμοῦσί σε ἰδεῖν μεθ' ἡμῶν. προσαγόρευσον τὸ ˉδ, τὸ ˉθ. ὁ Χριστὸς βοηθὸς ἡμῶν εἴη. 122 Γρηγορίῳ τέκνῳ Νῦν καιρὸς καὶ μονομερῶς σοι ἐπιστεῖλαι, υἱέ μου ἠγαπημένε καὶ ἀδελφῶν ὁμόψυχε, διὰ τὸ μεμονῶσθαί σε καὶ εἶναι ἐν φρουρᾷ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. τί καλλιώτερον, τί δὲ μακαριώτερον, ὅτι διὰ Χριστὸν πάσχεις, ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος, διὰ τὴν Θεοτόκον, ὑπὲρ ἑκάστου τῶν ἁγίων, οὐ μεριζομένων τῶν πρωτοτύπων ἀπὸ τῶν παραγώγων; ὄντως, ἀδελφέ μου, μεγάλων δωρεῶν ἠξιώθης· ἐπίσκοποι ἐκπέπτωκαν, ἡγούμενοι ὠλίσθησαν καὶ σύ, ἐν ὑποτακτίταις τελῶν, ἴσα τῶν ἐκλεκτῶν ἱεραρχῶν τε καὶ καθηγητῶν τὴν ὑπὲρ ἀληθείας φυλακὴν κατεκρίθης. οὐδεὶς ὑπηκόων τοιοῦτον ἐδοξάσθη, πλὴν τῶν συγκοινοβιωτῶν σου. σκίρτησον ἐν τούτοις, δόξασον ἀνθομολογούμενος τῷ θεῷ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ. ἐξέπεσεν ἐξ ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης σὺν τῷ Ἀφράτῃ. οὐ γὰρ ἦσαν ἐξ ἡμῶν· ἦ γὰρ ἂν μεμενήκεισαν μεθ' ὑμῶν. ὧν ὁ πρότερος βίος ἄπιστος εἰς ὑποταγήν, τούτων πῶς ἂν οὐκ ἕωλος εἰς Χριστόν; ἐγὼ ἐξενιζόμην καὶ εἰς ὃ μικρὸν ὑπέστησαν. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῷ κράτει τῆς πίστεώς σου, φέρων γενναίως τὰ παρόντα, προθυμούμενος καὶ ἕτερα δι' ἀγάπην θεοῦ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸν θεόν, τὸν σῴζοντά σε ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος· καὶ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου μετὰ σοῦ, ἀδελφὲ στεφανίτα. 123 Θεοκτίστῳ τέκνῳ Εἰ καὶ τῷ σώματι ἐχωρίσθην σου, τέκνον μου Θεόκτιστε, ἀλλ' οὐ τῷ πνεύματι· ἀεὶ γάρ σε ὁρῶ κατὰ νοῦν, περιπονούμενος ἐν τῇ διοικήσει σου πῶς τὰ κατὰ ψυχήν, πῶς τὰ κατὰ σῶμα. καί γε σημεῖον ὧν λαλῶ ἀληθές, τὸ ἑπτάκις τῆς ἡμέρας ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ μνημονεύειν σου ἐξ ὀνόματος μετὰ τῆς συνοδίας σου· τοιοῦτός μοι ὁ πόνος καὶ περὶ σέ. καὶ οἶδα ὅτι ὑστερούμενος εἶ, στενοχωρούμενός τε καὶ θλιβόμενος, ἀλλ' ὁ μακαρισμός σοι τοῦ διωγμοῦ παρὰ Χριστοῦ. διὸ χαῖρε ἐν τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν, κουφίζων ἐντεῦθεν τὰ λυπηρά· πόσον γὰρ καὶ ἐνταῦθα χαρήσῃ μετὰ τὴν ἀπαλλαγὴν τῶν πειρασμῶν καὶ ἐν τῷ μέλλοντι αἰῶνι σκιρτήσεις; ἄρτι τρίτον διώκεσαι διὰ κύριον, τρίπλοκον ἕξεις τὸν στέφανον. μὴ καταπέσῃς, τέκνον μου ἀγαπητόν, τῇ ῥαθυμίᾳ, ἀλλὰ στῆθι ἔτι γενναίως. κἂν δεῖ ἀποθανεῖν, ἀποθάνωμεν σὺν τῷ Χριστῷ, ἵνα καὶ συζήσωμεν εἰς αἰῶνας· πάντως γὰρ ἀποθανούμεθα, κἂν μὴ βουλώμεθα. ναί, παρακαλῶ, τέκνον ἐμόν. Χαίρω δὲ ὅτι σύνεστί σοι καὶ ὁ καλὸς Μεθόδιός μου. ἔσω ὁ Χριστὸς μέσον ὑμῶν, σκέπων, εὐψυχῶν ὑμᾶς καὶ προνοῶν ἐπὶ πᾶσι. προσεύχου καὶ αὐτὸς περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σωθῶ σὺν ὑμῖν. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει. 124 Δωροθέῳ τέκνῳ Καιρός μοι μονοπροσώπως σοι ἐπιστεῖλαι, τέκνον ἠγαπημένον, ἐπὰν ἐμονώθης διὰ τὸν θεὸν ἀπὸ τῶν ἀδελφῶν σου. ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς διὰ Κύριόν σου φυλακῆς· ὃ ἐζήτεις ἔκπαλαι φιλῶν τὸν Χριστόν, νῦν ἐπιτυχὼν ἀγάλλου, τέρπου. καὶ τί γὰρ εἴη ἄλλο τερπνότερον τοῦ μετὰ Χριστοῦ συμπάσχειν; ἐξέλαμψες ἐν τοῖς ἀδελφοῖς σου, ἀγωνίζῃ ἴσα τῶν ἀληθῶς ἐπισκόπων καὶ ἡγουμένων· ὃ οὐδεὶς ὑποτακτιτῶν ἠξίωται, πλὴν τῶν συγκοινοβιωτῶν σου, σὺ δεδόξασαι. ἐξέπεσαν ἀφ' ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης καὶ Ἀφράτης· καὶ οὐ θαῦμα, ἐπειδὴ ἀρχαῖοι ἄπιστοι ἀμφότεροι, καί γε ἀρνητὴς ὁ δεύτερος. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν Κυρίῳ, καθὼς ἤρξω κλήσει θεοῦ, καὶ τελείωσόν σου τὸν δρόμον. φέρε εὐψύχως τὰ τῆς φυλακῆς δυσχερῆ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸ σωτήριον τοῦ θεοῦ. ἂν δεῖ καὶ ἀποθανεῖν διὰ Χριστόν, ἀποθάνωμεν, ἵνα ζήσωμεν. Ὦ καλὲ Δωρόθεε, στῆθι γενναίως ὡς δῶρον θεοῦ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου εἴη μετὰ τοῦ πνεύματός σου. 125 Βασσιανῷ τέκνῳ Καιρός μοι μονομερῶς σοι ἐπιστεῖλαι, τέκνον μου ἠγαπημένον, ἐπὰν τῶν ἀδελφῶν σου ἀπεμονώθης· εὐχαρίστησα καὶ εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ σοί, ὅτι ὑπὲρ ὃ ἤλπιζον εὗρόν σε τανῦν πιστὸν ἐν Κυρίῳ, ἄνδρα γενναῖον, φύλακα ἀνοθεύτου ὑποταγῆς, ἄρνα Χριστοῦ, ὑπὲρ αὐτοῦ προαιρούμενον ἀποθνήσκειν. ἐγὼ καὶ ἐκ τῶν πρώτων γραμμάτων σου ᾔνεσά σε καὶ ἀπεδεξάμην, φανερώσαντά μοι τὰ συμβεβηκότα ὑμῖν καὶ μετὰ τοσαύτης εὐψυχίας. εὖγε, καλόν μου τέκνον Βασσιανέ· τάχα οἰκονομία γέγονεν θεοῦ μὴ ἆραί σέ με ἐν τῇ ἐξορίᾳ μου, ἵνα τὸ δοκίμιόν σου τῆς ἀρετῆς φανῇ. ὡμολόγησας, ἐφρουρίσθης, ἐπυρώθης ὡς χρυσὸς ἐν τῇ θλίψει καὶ τῇ ἀσθενείᾳ· ἔτι, τέκνον μου, ἐπίμεινον μακροθύμως ὅπως ἐκλάμψοις ὡς ὁ ἥλιος. ὁ γὰρ Ὀρέστης καὶ Ἀφράτης μικρὸν οὐκ ἤνεγκαν λυπηθῆναι· διὸ γεγό- νασιν υἱοὶ σκότους. κακοπάθησον ὅσον ὅσον ὡς στρατιώτης Χριστοῦ, τὰ ἄνω ὁρῶν, τὰ μέλλοντα σκοπῶν· τὰ γὰρ παρόντα ὡς ὀνείρατα ἀφίπταται. οἷον μέλλεις σκιρτᾶν μικρὸν ὕστερον, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλὰ καὶ ἐνταῦθα. διὸ εὐψύχει, διαβίβαζε ὥραν ἐξ ὥρας, σκοπῶν καὶ τοὺς ἔνδοθεν ἐχθροὺς ἵνα πάντοθεν ἀκυρίευτοι ὦμεν. κἂν δὲ μικρόν τι παραπίπτωμεν, θᾶττον διανιστάμεθα. προσευχώμεθα, κλαίωμεν, ἄρωμεν τὴν καρδίαν πρὸς θεὸν καὶ παραυτίκα ἡ βοήθεια. Ναί, τέκνον μου, παρακαλῶ, ναί, δέομαί σου τῆς ἀγάπης. τελείωσόν σου τὸν ἀγῶνα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 126 Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ Ὦ Θαδδαῖε, στρατιῶτα Χριστοῦ, τέκνον μου ποθητόν, ἀνὴρ στερροκάρδιε, προσπτύσσομαί σε διὰ τοῦ γράμματος ὡς ἀπὸ στόματος, περιπλέκομαί σε ἀπὸ ἀγκαλῶν καρδίας μου. ἥσθην καὶ ὑπερήσθην τῆς εὐτολμίας σου, τῶν ἀφ' ἡλίου ἀνατολῶν εὐγενέστερε, τῶν εὐδιαλέκτων ῥητόρων εὐλαλέστερε καὶ σοφώτερε. τί γάρ, εἰ οἱ μὲν ἀπεμωράνθησαν ἀλογώτερον κτηνῶν, ἔξαρνοι Χριστοῦ γενάμενοι ὡς Ὀρέστης καὶ Ἀφράτης, υἱοὶ τοῦ σκότους, σὺ δὲ ὑπὲρ αὐτοῦ ἐν φρουρᾷ καὶ κακώσει, καὶ ταῦτα παρρησιαζόμενος καὶ διαθερμαινόμενος; ὢ τῆς καλῆς σου ὑποταγῆς, ἥ σε ἤγαγεν ἐν τοῖς μέτροις τούτοις· ἔτι, τέκνον μου, ὑπένεγκε, ἐνάθλησον, ὑπόμεινον ἵνα στεφανωθῇς, συνετῶς ἀποκρινόμενος, ταπεινοφρόνως διεξερχόμενος, μετὰ ἐλπίδος διαβιβαζόμενος, προαιρούμενος καὶ τὸ αἷμα κενῶσαι διὰ σφαγῆς ὑπὲρ θεοῦ, ὅπερ καὶ προαιρῇ, ὡς ἐγώ σε οἶδα. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 127 Λιτοΐῳ τέκνῳ Οὐ διὰ μακρᾶς περιόδου μοι ὁ λόγος, οὐδὲ γὰρ ἐᾷ τὸ πάθος τῆς περιχαρείας, ὦ τέκνον, ἀναβάλλεσθαι τὴν φωνήν. ἐπεὶ οὖν εἴρηκας" 4ἥμαρτον" 5, παρεβίβασε Κύριος τὸ ἁμάρτημά σου, ὁ βραδὺς εἰς ὀργὴν καὶ ταχὺς εἰς οἰκτιρμούς. ἀλλὰ τί ἀνταποδώσω μου τῷ Κυρίῳ, ὅτι οὐκ εἰς τέλος παρεῖδέν μου τὴν ταπείνωσιν ἀπολέσαι με πρόβατον, ὃ πόνῳ πολλῷ καὶ πόθῳ περιεποιησάμην, ὃ εἶχον ἐν ἀγέλῃ μου ἐν ἐπισήμοις, οὗ φωνὴ ἠκούετο καὶ ἀντηκούετο ἡδύπνους μάλα, στάσις ἐπεφαίνετο εὔκοσμος ἄγαν; καὶ τί δεῖ πολλὰ λέγειν; εὗρον ὃ ἀπώλεσα, ἐστερνισάμην ὃ ἀφηρπάγην· συγχαίρουσί μοι οἱ ἔφοροι ἡμῶν ἄγγελοι, συνήδονται οἱ σύννομοι, εὐφραίνονται οἱ θεόφρονες, στυγνάζει μόνος ὁ Βελίαρ, ὁ ψυχοφθόρος λύκος. κἂν πολλὰ τὰ δήγματα, φιλάνθρωπα καὶ ἰάσιμα τὰ φάρμακα. Μὴ δὴ οὖν βαρυνθῇς, ὦ καλλίτεκνον, ἐγὼ ὁ ταπεινὸς μετὰ σοῦ, ἐγώ σου ὑπὲρ τῆς ψυχῆς τὸν ἐμαυτοῦ τράχηλον ὑποτίθημι· μόνον εὐθύμει, μόνον στῆθι ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ ἡμῶν ἐκ τοῦ δεῦρο. τί τοῦτο; τοῦ συνεῖναί σε μεθ' οὗ ᾑρετίσω βιοῦν ἄρτι ἀδελφοῦ σου, προσέχειν ἐντολαῖς ἁγίαις, φεύγειν τοὺς τῆς βλάβης χώρους, τὸν τῆς αἱρέσεως θανάσιμον βρόχον, εἴ τι καλόν, εἴ τι ὀνησιφόρον καρπούμενος, φέρων τὰ θλιπτικὰ ὑπομονητικῶς τῆς ὧδε κἀκεῖσε περιφορᾶς διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. σῴζοιο, τέκνον μου ἠγαπημένον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 128 Βησσαρίωνι τέκνῳ Χαρά μοι ἐπὶ σοί, τέκνον μου ἠγαπημένον Βησσαρίων, ὅτι ἐκλογὴ θεοῦ ἐγένου ἐν τοῖς ἀδελφοῖς σου, πάντως ὡς τὰ κάλλιστα προαιρούμενος καὶ ὑπὲρ ἀληθείας παρρησιαζόμενος. εἰσῆλθες ὡς χρυσοῦς ἐν καμίνῳ διὰ τῆς φρουρᾶς, προηνδρίσω, προεφυλακίσθης, ὡμολόγησας, ἀπεγράψατο Κύριος τὴν μαρτυρίαν σου. τί γὰρ ἄλλο οἱ μάρτυρες ἐποίησαν; τὸ ἀποθανεῖν δῆλον ὅτι ὑπὲρ Χριστοῦ. τοῦτο καὶ σὺ τῇ προαιρέσει· ἀεὶ γὰρ ἀποθνήσκεις ἐν τῇ φυλακῇ. δόξα τῷ δοξάσαντί σε θεῷ, χάρις τῷ καλέσαντί σε εἰς τηλικαύτην δόξαν. φεῦ τοῖς ἐξαρνησαμένοις, Ὀρέστῃ τῷ ἀθλίῳ καὶ Ἀφρατίῳ· διὰ μικρὰν εὐπάθειαν ἐξέπεσαν Χριστοῦ, ἀσχημονοῦντες τανῦν κἀν τῷ μέλλοντι αἰῶνι ἀπαρνηθησόμενοι ὑφ' οὗ Χριστοῦ ἠρνήσαντο. Ἐκεῖνοι μὲν οὕτως, ὡς ἀρχαῖα ζιζάνια. σὺ δέ, τέκνον μου, τελείωσόν σου τὸν δρόμον ὑποφέρων τὰ θλιπτικά, προαιρούμενος καὶ τὸ δι' αἵματος τελειωθῆναι, ἵνα σὺν μάρτυσι χορεύσῃς, ἵνα διὰ σοῦ κἀγὼ ὁ ἁμαρτωλὸς εὐδοξήσω. ναί, τέκνον μου, ἀρίστευσον ὡς ἐνήρξω ἕως τέλους, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς νικόλαος προσαγορεύει σε. 129 Τίτῳ καὶ Φίλωνι τέκνοισ Ἐπισκέπτομαι ὑμᾶς, τέκνα μου ἠγαπημένα, καὶ νῦν διὰ τῆς ἐπιστολῆς, πῶς ἔχετε φιλῶν μαθεῖν, πῶς ὑπομένετε τὴν ἐν Κυρίῳ φυλακήν. χάρις τῷ θεῷ, ὅτι ἀνεδείχθητε ὁμολογηταὶ Χριστοῦ, στῦλοι καὶ ἑδραιώματα τῆς ἐκκλησίας· κἂν γὰρ μικροί ἐστε ἐν τοῖς ἀδελφοῖς ὑμῶν καὶ μηδαμινοὶ λογίζεσθε τοῖς εὐσεβέσιν, ἀλλὰ παρὰ τῷ θεῷ μεγάλοι ὑμεῖς καὶ ἁγίοις συναρίθμιοι. λοιπὸν βλέπετε, ἀδελφοί, τὴν κλῆσιν ὑμῶν, οἷον τὸ ὕψος, ποταπὸν τὸ χάρισμα· ὑπομένοντες ὑπομείνατε τὸν Κύριον, ἡμέραν ἐξ ἡμέρας ἀπεκδεχόμενοι τὸ ἔλεος αὐτοῦ, ὡς ἀδελφοὶ μετ' ἀλλήλων ἀναστρεφόμενοι. βλέπε σύ, Τῖτε, ἀδελφέ μου, βλέπε Φίλων, τέκνον μου, διὰ θεὸν καὶ μετὰ θεοῦ ἡ φυλακὴ ὑμῶν. Χριστὸν ἔχοντες μὴ ῥαθυμῆτε· ἐξέλθετε ἀπὸ τῆς φυλακῆς ὅτε βούλεται Χριστὸς ὡς χρυσὸς ἀπὸ χωνευτηρίου, ὅλως καθαροί, τετιμημένοι, δεδοξασμένοι, στεφανίται. Τοῦτο τὸ πέρας ἐνθυμούμενοι στέργετε, φέρετε, χαίρετε, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. προσεύχεσθε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ πατρὸς ὑμῶν ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει. 130 Ἰγνατίῳ τέκνῳ Κἂν οὐκ ἠδυνήθην τὸ πρότερον ἰδίᾳ σοι ἐπιστεῖλαι, νῦν, τέκνον μου ἠγαπημένον, δεξάμενός σου τὸ γράμμα εὐθύμως ἐπιστέλλω. ὑγιαίνων ἔσο ψυχῇ τε καὶ σώματι, πραγματευόμενος τὴν βασιλείαν τῶν οὐρανῶν, ὑπὲρ ἧς καὶ ὁ ὁρώμενος διωγμὸς παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας. καλῶς οὖν ἐποίησας γεγονὼς ἐν τοῖς αὐτόθι, ὄντος τοῦ ἀρχιεπισκόπου, τοῦ οἰκονόμου καὶ τῶν λοιπῶν ἀδελφῶν, τῶν τε παρὰ βασιλέως ἀποσταλέντων καὶ τῶν διοικούντων ἐξ ἀρχῆς τὸ μοναστήριον. εἴτε οὖν ἐν τῷ Βοσκυτίῳ εἴτε ἐν τῷ Ἁγίῳ Γεωργίῳ, καθὼς διεταξάμην τῷ ἀδελφῷ Τιθοΐῳ, ἐπίμεινον. ἄνθρωπος εἶ τοῦ θεοῦ, ἐγγεγυμνασμένος παρὰ τῆς ταπεινώσεώς μου τὰ τῆς μοναδικῆς καταστάσεως, προβεβηκὼς ἐν ἀρετῇ κἀντεῦθεν ἀχθεὶς εἰς ἱερωσύνην εἰς βαθμὸν ἐπιστημονάρχου, ἀφῶ λέγειν πρωτοκαλλιγράφου καὶ χρυσοφύλακος. ταῦτα πάντα εἰς κλέος σου, εἰς δόξαν μου. Φάνηθι οὖν καὶ ἀπὸ τοῦ δεῦρο, τέκνον μου, τοῖς ἀδελφοῖς σου, τοῖς τε προέχουσι καὶ ἴσοις καὶ ὑφειμένοις, ὡς Ἰγνάτιος ὁ θεοφόρος, ἐξ οὗ καὶ καλεῖσαι, χάριν διδοὺς ἐν τῷ λόγῳ σου, ἀποπνέων τὰ μύρα τῶν ἀγαθῶν πράξεων, ἵνα ἡ εὐωδία σου διαδράμοι εἰς τὸ πλήρωμα τῆς ἀδελφότητός σου, ἵνα ἐκλάμψοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὡς ἥλιος μικρὸν ὕστερον. ὁ γὰρ θάνατος ἐνεργεῖται ἀεί, ὡς ὁρῶμεν ἐξ αὐτῶν τῶν ἀδελφῶν ἡμῶν· καὶ μακάριος ὁ καθάρας ἑαυτὸν καὶ οὕτως ἀποδημῶν, ὄνομά τε ἐγκαταλιμπάνων ὅσιον τοῖς ἔτι ζῶσιν. οὕτως εἴη σοι, τέκνον μου, τελειωθῆναι. Οἱ ἀδελφοὶ ἀσπάζονταί σε θερμῶς. 131 Τῷ αὐτῷ Ὦ καλέ μου Ἰγνάτιε, γίνωσκε ὅτι με αἴρουσι τῶν ἐνταῦθα καὶ μετεξορίζουσιν ὅπου ὁ Κύριός μου ἡτοίμασέ μοι τόπον καταπαύσεως· μὴ οὖν λυποῦ, ἀλλὰ χαῖρε, ὅτι κατηξίωμαι ὁ ἁμαρτωλὸς διὰ Χριστὸν μεθορίζεσθαι καὶ φυλακίζεσθαι. καὶ τί γὰρ χαριέστερον ἄλλο ἐπὶ τῆς γῆς ἢ τερπνότερον ἀλλ' ἢ διὰ θεὸν πάσχειν; οἶδά σε οὖν ὀχυρὸν τῷ πνεύματι, πιστὸν τῷ Κυρίῳ φύλαξον σεαυτὸν ἄσπιλον τῆς χριστομάχου αἱρέσεως. φεῦ τῷ προδότῃ Νεκταρίῳ, ὅτι τὴν ἀρχαίαν ἀποστασίαν οὐκ ἐπελάθετο· φεῦ τῷ ἀθλίῳ Ὀρέστῃ, ὅτι διὰ τὰ πάθη τὸν παθόντα ὑπὲρ αὐτοῦ Χριστὸν ἠρνήσατο, ὑπογράψας κατὰ τῆς εἰκόνος αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, φησὶν ὁ Χριστός, καὶ ὑμᾶς διώξουσι· τί οὖν θαυμαστόν, εἰ διωκόμεθα δι' αὐτόν; εἴθε καὶ ἀπεθάνομεν. Ταῦτά σοι ὡς ἐν διαθήκῃ παρ' ἐμοῦ τοῦ ταπεινοῦ. σὺ δέ, ὦ καλὸν τέκνον, μετὰ τῆς πίστεως καὶ πάσης ἀγαθοπραξίας ἐπιμελοῦ· ἔχε φιλίαν γνησίαν μετὰ πάντων σου τῶν ἀδελφῶν, ἐξαιρέτως μετὰ τοῦ οἰκονόμου, διὰ τὸ τῇ ὁμονοίᾳ τῶν πρώτων συνομονοεῖν καὶ τοὺς ὑφειμένους. ἔπεχε τῇ ἀναγνώσει, σοφίζου τὰ θεῖα. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σωθῶ. εἴη Χριστὸς ὁ θεὸς ἡμῶν φυλακή σοι ἐν ἅπασιν. ἀμήν. 132 Ναυκρατίῳ τέκνῳ Πεπονημένως ἀπεσκόπουν τὴν τῶν γραμμάτων σου ἀπαγγελίαν, τέκνον μου ποθητόν, οὐ μόνον διὰ τὰ προγεγραμμένα μοι παρὰ σοῦ ὅπως ἀπέκβη, ἀλλὰ γὰρ καὶ διὰ τὰ θρυλλούμενα ἐνταῦθα περὶ τοῦ σεισμοῦ. καὶ ὡς δεξάμενός σου τὴν ἐπιστολὴν ἀνέγνων, ἐξέστην ἔκστασιν ἱκανήν, στενάξας ἐπὶ τοῖς συμβεβηκόσι, κατελεήσας τοὺς τεθνεῶτας, εἶτα ὅτι καὶ τούτων γεναμένων μένει ἀμείλικτος ἡ καρδία τῶν ἀσεβούντων, ἀνδριζομένη μᾶλλον μὲν οὖν ἐπὶ τῇ κακίᾳ· ἅπαξ γὰρ ζωγρηθέντες ἐν τῷ τοῦ διαβόλου θελήματι ἀνανήξασθαι οὐ βούλονται ἢ οὐδὲ βουλόμενοι δύνανται. τίς κοπάσει τὸν χειμῶνα; τίς ἰάσεται τὸ σύντριμμα τῆς καθ' ἡμᾶς ἐκκλησίας; τίς ἄλλος ἢ ὃς ἔφη τῇ θαλάσσῃ πεφίμωσο; ἀλλ' οὐκ ἂν γένοιτο, εἰ μὴ μαθητιῶντες εἶεν Χριστῷ κατὰ ἀλήθειάν τινες, ὧν ὑπακούσειεν τῆς κραυγῆς ὁ θελητὴς τοῦ ἐλέους Κύριος. Γενοῦ οὖν εἷς τῶν τοιούτων, τέκνον, διὰ καθαρᾶς καρδίας καὶ ἐξιλέωσαι, ἵνα μὴ ἔτι ὀργιζόμενος ὁ θεὸς συναπολέσῃ δίκαιον μετὰ ἀσεβοῦς κατὰ τὸ γεγραμμένον. στήριζε τοὺς ἑπτὰ διὰ γραμμάτων καί τινων ἀποστολῶν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἐχρηστεύσω πρὸς τὸ κληρικὸν Στέφανον, καὶ ἔτι χρήστευσαι δυνάμενος. ἀνάγνωθι τοῦ μητροπολίτου τὴν ἐπιστολὴν καὶ δός μοι λόγον τῆς ἐρωτήσεως, λάβε δὲ καὶ παρὰ τοῦ ἀρχιεπισκόπου, ἀποκαλύπτων αὐτῷ τὴν γνώμην ὡς παρ' ἐμοῦ, μὴ μέντοι ὅτι γέγραφα τῷ μητροπολίτῃ. κοπιᾷς, τέκνον, τρέφων ἡμᾶς, τρέφεις δὲ ἕξ. ἐργόχειρον ἔλειψέν μοι τοῦ γράφειν, ὃ ἔχω εἰς πολλὴν παρηγορίαν καὶ βοήθειαν ψυχῆς· διὸ φρόντιζέ μοι ἀπάρτι ἐργόχειρα οἷα θέλεις συρμαιόγραφα, μόνον μὴ ζημιοῖς με εἰς τὰς τιμάς. εἶπον δὲ τῷ ἀδελφῷ τὸ τί πέμψεις συντόμως. Προσαγόρευσον τοὺς σὺν σοὶ ἀδελφούς μου. οἱ ἐνταῦθα ἀσπάζον ταί σε θερμῶς. ἀπηγγέλη μοι περὶ τῶν ἀποθανόντων, καὶ μακάριος ὁ μητροπολίτης. εἴη τὸ πνεῦμα αὐτοῦ μετὰ ἁγίων. 133 Τῷ αὐτῷ Αἱ περιστάσεις τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρή, τέκνον, στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν· γέγραπται γάρ, ὃν ἀγαπᾷ Κύριος παιδεύει. πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνοι; πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ' ἴχνος βαδίσειεν τῶν προωδευκότων πατέρων; ἀρίθμει τοὺς πειρασμοὺς καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους. μακάριοι οἱ ἀποθανόντες διὰ Κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ αἰῶνας ἀτελευτήτους κερδήσωσιν. ἤρθη ὁ ἀρχιεπίσκοπος, ὃ καὶ προεμελέτων· ὁ Χριστὸς σὺν αὐτῷ, ὑπερεύχεσθε αὐτοῦ. ἐδάρη ὁ Εὐπρεπιανός· ἴδε θεοῦ ἀγαθότητα, ὅτι ηὐδόκησεν ὑπὲρ ὀρθοδοξίας αὐτὸν τυφθῆναι. προσεύχεσθε καὶ περὶ αὐτοῦ (σὺν αὐτῷ καὶ τοὺς ἑπτὰ φυλάττεσθε)· πέμψον τι τῷ ἀνθρώπῳ τοῦ θεοῦ εἰς βοήθειαν ἀμφοτέρων. οὐ δοκῶ δὲ ἔτι τὸ μοναστήριον κρατεῖν ὑμᾶς, ἀλλ' οὐδὲ τὸν ἀρχιεπίσκοπον ἐξέρχεσθαι. καὶ χάρις τῷ θεῷ ἀδέτους ὑμᾶς εἶναι. μία μονὴ ἡμῶν ἀληθινή, ἡ ἄνω Ἱερουσαλήμ. Χαίρετε, ἀδελφοί μου, χαίρετε, ὅτι Χριστὸς χαίρεται διωκομένων ἡμῶν ὑπὲρ αὐτοῦ. ἄγγελοι κροτοῦσιν, ἅγιοι εὐλογοῦσι, δαίμονες σὺν εἰκονομάχοις πίπτουσιν, εἰ καὶ μαίνονται. ἕως δ' ἂν ἐστὲ ἐν τοῖς αὐτόθι δηλοποιεῖτε ἡμῖν καὶ ὅπως τὰ τῶν ἔσω συμβαίνει. ἐπὰν μετασταίητε, ἐξερχομένων αἱρετικῶν, ὅπου δοίη Κύριος κλῖναί σε κεφαλήν, τέκνον, εἰ δυνατῶς σχοίης, φανεροῖς. εἰ δὲ μή, οἶδά σε ποῦ εἶ· ἐν Χριστῷ γὰρ καὶ μετὰ Χριστοῦ. εἴη δὲ καὶ ἡμᾶς ὁμοίως σε διαγινώσκειν. ἀπαρασκεύαστος μὴ καθέζου, μὴ θᾶττον ἢ ἀρθῇς ἢ διωχθῇς. Προσειπὲ τοῖς ἀδελφοῖς μου πᾶσιν, ἐξαιρέτως Πέτρῳ, Τιθοΐῳ, Ἰγνατίῳ, Τιμοθέῳ καὶ τοῖς λοιποῖς. ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου διὰ τῆς πρεσβείας τοῦ πατρός μου. ἐμὲ οὐ δοκῶ ὅτι μεθιστᾷ, εἰ μὴ ἄρα πρὸς τὸ δεῖραι ἢ ἀλλῇ ἐξορίσαι. εὔχεσθε περὶ τῆς ταπεινώσεώς μου ἵνα ἰσχύς μου γένοιτο Χριστὸς δωρεὰν τῷ ὡς ἀληθῶς ἐκτρώματι. προσαγορεύουσίν σε οἱ ἀδελφοὶ γνησίως. 134 Τῷ αὐτῷ Ὅσον ἠθύμησεν ἡμᾶς ἡ ἀκοὴ τῆς ἀσθενείας σου, τοσοῦτον εὐθύμησεν ἡ ἀπαγγελία τῆς ἀναρρώσεώς σου, τέκνον ἠγαπημένον· εἴ γε καὶ διαμενεῖ σοι, ἀλλὰ μὴ ἐξ ὀχλήσεως τῶν ἀδελφῶν εἰς ὑποστροφήν σε ἄξει. ἐκεῖθεν γὰρ ᾤμην καὶ νοσῆσαί σε, χρησαμένῳ καὶ πολλῇ ὑδροποσίᾳ, τῇ τε ἀλλαγῇ τοῦ τόπου. εὖ δὲ γέγονεν ὅτι ἀφαίμαξας· πρὸς γὰρ τὴν κάκωσιν τῶν σπλάγχνων σου πῶς ἂν ἄλλως διεφορήθης, ὅπου γε καὶ μετὰ τὴν ἀφαίρεσιν, εἰ μὴ συντόνῳ χρήσῃ ἀλοιφῇ, οὐκ ἂν εὐεκτήσειας ἐπὶ μακρῷ. διὸ ἐπιμελήθητι ἐν πᾶσιν, ἵνα δουλεύῃς καὶ θεῷ κἀμοὶ τῷ ἁμαρτωλῷ διακονῇς. Ἐγὼ δὲ μᾶλλον ἔτι καὶ ἔτι ἀποκαθαίρομαι τῆς νόσου, εἴη δὲ καὶ τῆς ψυχῆς. περὶ γὰρ ταύτης πᾶς ὁ λόγος παντὶ ἀνθρώπῳ· τὸ γὰρ σῶμα οὐδέν ἐστι, καθὼς ὁ Κύριος εἶπεν. τὸ ˉχ ἐφοδίασον καὶ ἀπόστειλον πρὸς τὰ ἐν ἄστει, ἀσφαλιζόμενος αὐτὸν σοφίᾳ καὶ φρονήσει τὰ διατεταγμένα αὐτῷ ποιεῖν. μέσον δύο παθῶν ἐν μεταιχμίῳ κεῖμαι ὁ τάλας, φόβου τε τοῦ προσήκοντος καὶ ἀφοβίας διὰ τὴν ἐντολήν, ὡς πολλάκις σοι λέγω. οὐ γὰρ ἀρκεῖ μοι ἡ φρουρὰ πρὸς ἀπολογίαν, δυναμένῳ μοι λαλεῖν· εἰ γὰρ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸν Καίσαρα ἔχοντες βοηθὸν παρρησιάζονται τὴν ἀσέβειαν, ἐκκλίνοντες τὸν λαὸν τοῦ θεοῦ, καὶ ἐμπιπρῶσι πᾶσαν ἐκκλησίαν, τί ἡμεῖς οἱ τὸν ἁπάντων βασιλέα ἔχοντες πεισόμεθα, μηδὲ κρύβδην λαλοῦντες τοῖς ὁμοζήλοις; διὰ τοῦτο φησὶν ὁ Θεολόγος, σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα, ἀντὶ μεγάλης κατηγορίας τιθεὶς αὐτό· πάλιν δὲ φεύγειν τὸν πειρασμὸν προστετάγμεθα. μέσῳ οὖν χωρητέον, καθὼς εἴρηται, καὶ μετὰ τοῦτο καὶ τὸ ἐμπεσεῖν μακάριον. Μηδεὶς οὖν νοείτω οἷς γράφω, μηδ' αὐτὸς ὁ ἀρχιεπίσκοπος, καὶ ὡς ὁ Κύριος εὐοδοῖ. τὸν μητροπολίτην εἰ καὶ φεύγουσι τὸ ˉα καὶ τὸ ˉβ, ἀλλὰ σύ, τέκνον, λεληθότως ἑνοῦ αὐτῷ φιλίᾳ, δηλῶν καὶ τὴν ἐμὴν πρὸς αὐτὸν διάθεσιν· μεγάλως γὰρ ἠγωνίσατο ὑπὲρ θεοῦ ἐν τοῖς ἐπισκόποις. Ἔχομεν τὰς χρείας πάνυ, μὴ ἀδολέσχει. ὁ θεός σε σώσοι. πλεῖστά σε ἀσπάζονται οἱ ἀδελφοί, ἐξ ἡμῶν τὸν Κάλλιστον. 135 Τῷ αὐτῷ Καὶ ἀκήκοα τὰ γεγονότα καὶ τεθαύμακα οὐκ εἰς τὸν ἀποστάτην Νεκτάριον τοσοῦτον, ὅσον εἰς τὸν ἀσεβῆ οἰκονόμον, ὃν ὁ Κύριος ἐθαυμάστωσεν, εἴπερ ἀληθεύει τέλειον ἡ ἀκοὴ ἐν ταῖς ἡμέραις ταύταις ταῖς πονηραῖς. ἀγὼν δέ μοι ὑπεισίει περὶ τῶν ἑπτά, ὅπως ἀποβῇ τὰ κατ' αὐτοὺς ἀποσκοποῦντι· ἡ γὰρ διαχώρισις δοκιμασίας ἔργον. στηρίξειεν αὐτοὺς ὁ Κύριος ἀτρέπτως ὑπεξελθεῖν τὰς ἐπαγομένας προσβολάς, οὐ μόνον αὐτούς, ἀλλὰ καὶ πάντας τοὺς ἠγαπηκότας τὴν ἐπιφάνειαν αὐτοῦ, ἥτις ἐστὶν ὁρωμένη καὶ προσκυνουμένη ἐναργῶς ἐν τῇ ἀνθρωπομόρφῳ αὐτοῦ εἰκόνι. Καλῶς ἐποίησας ἀναγγείλας ἡμῖν τὸ ἀκουσθέν· μήτηρ ἡμῶν γὰρ χρηματίζει πνευματική. ἐπεὶ καὶ πᾶς ὡσαύτως πάσχων πατὴρ καὶ μήτηρ καὶ ἀδελφός. μεριμνῶμεν περὶ τοῦ ˉχ ἄρτι, ὃν ἀγάγοι Κύριος ὑγιῶς καὶ ἀστείως. ἀπελάβομεν ἃ ἀπέστειλας. τῇ μνημονευσάσῃ ἡμῶν δὸς εὐλογίαν τὸ μαλάκιον καὶ ἔχε αὐτὸς τὰ ἐντός· οὐ γὰρ εἴχομέν τι ἄλλο ἐξ ἑτοίμου. οἱ ἐνταῦθα ἀσπάζονταί σε· προσαγόρευσον τοὺς σὺν σοὶ περὶ ἡμῶν. 136 Τῷ αὐτῷ Μίᾳ καιροῦ ῥοπῇ πόσα γίνεται; ἤρθη ὁ Εὐπρεπιανός, ἐφ' ᾧ καὶ λυποῦμαι, ἀποσκοπῶν τὸ τέλος. προεπήρθη ὁ Μιλήτου· μεριμνῶ κἀν τούτῳ. οἱ ἑπτὰ ποῦ καὶ πῶς εἰσιν καὶ διεγένοντο καὶ λίαν κάμνω. ἀλλὰ ἀγαθὸς ὁ θεὸς τὰ σκῶλα εὐθετῆσαι· ἐπεὶ καὶ διὰ τοὺς Ἀγρινίτας στένω, ποῖον ὁ πονηρὸς ἔκαμεν. οἶδεν δὲ ὁ Κύριος καὶ τὰς τῶν κακῶν αἰτίας ἀγαθοποιοὺς δυνάμεις ἀποφαίνειν. λύπη ἐν τούτοις, χαρὰ ἐν τοῖς ὁμολογηταῖς, εἴπερ εἰσὶν οὓς ἐδήλωσας· καὶ ἐκπληρώσειεν ὁ Κύριος τὸν δρόμον αὐτῶν. εὖγε καὶ τῷ Μηδικιώτῃ, καλῶς ἀποκριθέντι, ὃν καὶ ἄσπασαι περὶ ἐμοῦ. περὶ τῆς βουλῆς γέγραπται, πολλαὶ συμβουλίαι παρὰ τοῦ πέλας, ἑκάστῳ δὲ οὐδὲν τῆς οἰκείας βουλῆς ἁρμοδιώτερον. τοῦτο δὴ καὶ κρατήσωμεν, μὴ λαμβάνοντές τι παρὰ τῶν ὑπογραψάντων, ἂν ἄρα καὶ πέμψωσι. τελείως δὲ ἐμάθομεν ὅτι ὑπέγραψαν. τοὺς δὲ φόβους, τέκνον, χαίρειν ἔα, ἀποσκοπῶν μόνον εἰς τὸ τῷ θεῷ φίλον· ὁ γὰρ μὴ τοῦτο ζητῶν οὐδὲ τὰ ἐνταῦθα ἕξει. Τοὺς ἀδελφοὺς ἄσπασαι· οἱ μεθ' ἡμῶν προσαγορεύουσιν. 137 Τῷ αὐτῷ Τὴν πρώτην περιοχὴν τῆς ἐπιστολῆς σου, τέκνον, μετὰ μειδιασμοῦ ἀνέγνων, ἐλθὼν δὲ εἰς τὴν ἔξωθεν συνεστάλην, ἀφιδὼν τὸ μέγεθος τοῦ κακοῦ. πλὴν εὐλογητὸς ὁ θεός, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν. ἑτοιμασθῶμεν ὡς Χριστοῦ στρατιῶται, κἂν ἁμαρτωλοί ἐσμεν. γλυκεῖς οἱ ἧλοι τοῦ δεσπότου, εἰ καὶ λίαν ὀδυνηροί. ἐπεὶ πάντως δεῖ ἡμᾶς τὸν κοινὸν θάνατον ἀποθανεῖν, ἀποθάνωμεν τὸν προαιρετικὸν ὑπὲρ Χριστοῦ, ἵνα μὴ φεύγοντες τὸ παθεῖν δι' αὐτὸν πρὸς ὥραν τὰ ἀνθρώπινα κολασθῶμεν αἰωνίως τὰ ἀθάνατα. βλέπε δὲ ὅτι καὶ ὁ ξενοδόχος τοῦ Λουπαδίου οὕτω προείρηκεν ἀπὸ χρόνου, καθὼς καὶ δεδήλωκά σοι διὰ στόματος, καὶ λοιπὸν ἀληθές ἐστιν ὃ ἤκουσας. Ἐπείχθητι, τέκνον μου, στηρίζειν ἑαυτὸν καὶ τοὺς ἀδελφούς. ὁ Κύριός σε διαφυλάξειεν. εὔχου περὶ ἐμοῦ τοῦ ἀσθενοῦς. 138 Ἰωάννῃ μοναχῷ Ἀνατολικῷ Ἐπειδὴ καὶ αὖθις ἐπέστειλας, ὦ φίλτατε παίδων καὶ ἀδελφῶν, καὶ πάλιν κἀγὼ κινῶ σοι γραφίδα ὁμοῦ μὲν προσαγορευτικήν, ὁμοῦ δὲ καὶ ὑπομνηστικήν, ὅτι καλὸν ἀεὶ καὶ θεῷ φίλον αἰτιάζειν ἑαυτὸν ἕκαστον ἐφ' ἅπασιν, ἀλλ' οὐ τὸν πέλας· ἐξ οὗ καὶ τὸ ὂν μειοῦσθαι πέφυκε καὶ τὸ μὴ ὂν οὐ προσγίνεσθαι. καὶ γοῦν περὶ τοῦδε ἅλις· δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔμφρονι ἐκ βραχέων σπερμάτων πολλὴ ἡ τοῦ νοητοῦ σίτου συγκομιδή. Τί δὲ τὸ ἑξῆς; εὐχαριστία μοι τῷ ἁμαρτωλῷ καὶ αἴνεσις ὑπὲρ τῆς τοῦ ἐμοῦ ἀγαπητοῦ τέκνου Μελετίου προσλήψεως· οὐ μόνον γάρ σου εἰσακούω τῆς δεήσεως, ἀλλὰ γὰρ καὶ χάριν σοι ὁμολογῶ, ὦ ποθητέ, μεγίστην τῆς προσενέξεως ἐξ ἐμμελοῦς σου εὐθυλογίας μετηνηνεγμένην ἐξ ἀκυβερνήτου ζήλου εἰς ὅρμον εὐταξίας καὶ ἀληθείας. καὶ ὢ τῆς προνοίας, μὴ ἐώσης παντάπασι ἀποπεπλανῆσθαι τοὺς τὴν οἰκείαν σωτηρίαν τεταπεινωμένως ἐκζητοῦντας. προσείλημμαι οὖν αὐτὸν διὰ φωνῆς σου καὶ σεσωμάτωκα τοῖς οἰκείοις μέλεσι, καί γε χαίρω ἐπ' αὐτῷ μᾶλλον ἢ ἐφ' οἷς ἤμην ἐξ ἀρχῆς συνηρτημένος· ἐὰν δέ μοι καὶ ἐπιστείλῃ, ὃ δεῖ καὶ γενέσθαι, καὶ ἀντιδέξεται τὰ εἰκότα. ὃν προσαγορεῦσαι παρακαλῶ σε, προσευχόμενον ὑπὲρ σωτηρίας μου ἀνεπιλήστως. 139 Νικήτᾳ μανδάτορι Διαγνοὺς τὴν μετὰ τῶν ἀδελφῶν μέχρι τοῦ Βυζαντίου διάσωσιν τοῦ ἠγαπημένου μου δεσπότου, ὅπως τε ἀπεσυνόψισε καὶ ἀπεσυνοψίσθη τῷ βασιλεῖ καὶ ὡς πάντα ἀκινδύνως αὐτῷ παρηκολούθησεν εὐδοκίᾳ θεοῦ, τὸν θεόν μου ἐδόξασα, τὸν ἔξω ἐνέδρων σε καὶ πείρας καϊαφαϊκῆς διατηρήσαντα μεσιτείᾳ τοῦ καλοῦ ἀνδρὸς καὶ δρομαρχοῦντος. γίνωσκε δέ, δέσποτα, ὅτι κέντρον ἀγάπης οὐ τὸ τυχὸν ἡμῖν ἐνέθηκες ἐν τῇ ταπεινῇ ψυχῇ· πολλοὺς γὰρ κατὰ πολλὰς προφάσεις παραλαβὼν ἐν οὐδενὶ οὕτω ἠγάσθην καὶ ἐτέρφθην ἄρχοντι βασιλικῷ, ὡς ἐπὶ σοί, κατά τε σύνεσίν φημι, φρόνησίν τε καὶ μειλιχιότητα, εὐθύτητα καὶ περιδεξιότητα καὶ εἴ τι ἄλλο τῶν εἰς ἀρετὴν φερόντων. τὴν δὲ εὐσέβειάν σου ποῦ θήσω, τὸ φιλόλογόν τε καὶ φιλομαθές, τό τε εὐσημείωτον καὶ εὐνούστατον; ἀλλὰ ποῦ παρήσω τὸ θεοταπείνωτον καὶ εὐσυγκατάβατον; κάμνοι ἂν ἡμῖν ὁ λόγος καὶ ἐπιστολῆς ἔκβοιμι μέτρον, εἰ πάντα καταριθμοίμην τὰ ἐνόντα σοι εἰς καλοκἀγαθίαν· ὡς ἔγωγε ἀδικεῖσθαι φαίην ἂν τὴν ἀλήθειαν, μὴ τῆς συγκλήτου σε τὰ πρῶτα ἔχειν, εἰ δ' οὖν, ἀλλὰ τὰ δευτεροβαθροῦντα. ὅμως ἡ ἀρετή, κἂν οὐχ ὑπό τινος ὑψοῦται, φύσει καὶ πρὸς αὐτῆς ἔχει τὸ βασιλικόν τε καὶ ἄναντες. Οὕτως ἐγὼ τὰ περὶ τῆς εὐγενείας σου φρονῶ καί, ὡς ἐμαυτὸν πείθω, ἀκλέπτως ἐξ ἀγάπης. τοίνυν ἔχου τῆς ἀρετῆς σου καὶ μή τινα φθονήσειας τῶν παραδυναστευόντων τοῖς βασιλεῦσιν· ἀλλὰ γὰρ καὶ μνημονεύειν ἡμῶν τῶν ἁμαρτωλῶν μὴ διαλείποις, ἐπικουρῶν τοῖς περὶ τὸν ἀββᾶν Ὑπάτιον ἕως ἐνδέχεται. τοῦτο παρακαλοῦμεν ὁμοῦ τε καὶ προσαγορεῦσαί σε τοὺς διαφέροντά σοι καὶ ἐμοὶ διὰ σοῦ εὖ ποιήσαντας. 140 Λογοθετίσσῃ Ὁ καιρὸς χαλεπὸς τοῦ διακομίζεσθαι γράμμα τῆς ταπεινώσεώς μου ἐν τοῖς αὐτόθι· ἀλλ' ὅμως ἡ κατὰ θεὸν ἀγάπη τῆς κυριότητός σου ἔπεισεν ἡμᾶς ἐπιστεῖλαι καὶ γνωρίσαι σοι ὅτι ἀνεπίληστος ἡμῖν ἐστιν ἡ θεοσέβειά σου καὶ ἡ πλουσία πεποίθησις, ἣν περὶ ἡμᾶς τοὺς ἀναξίους ἔσχες, οὐδὲν ἔχοντας ἐπαγωγὸν ἐφελκύσασθαί τινα εἰς πίστιν. ἀλλ' ὅμως οὐκ ἐζημιώθης ἐν τῇ ἀχρηστότητι ἡμῶν τὸν μισθόν σου, θεοῦ μετροῦντος καὶ δεχομένου τὸ ἔργον τῆς πεποιθήσεώς σου. διὸ καὶ εὐχόμεθα ὑγιαίνειν σε καὶ ἀτάραχον εἶναι ἐν εἰρήνῃ Κυρίου κατὰ ψυχήν. οὐκ ἔστιν δὲ ἄνευ θλίψεων εἶναι ἄνθρωπον, παιδευτήριον ἡμῖν παραχωρουμένων ὑπὸ θεοῦ, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως ἐντεῦθεν φανερωθῇ. Φέρε οὖν τὰ συμβαίνοντα καὶ χαῖρε ἐν τῇ ὑπομονῇ, ὅτι τὴν ἐλπίδα σοι τῆς σωτηρίας προξενεῖ. φύλαττε δέ σου καὶ τὴν ὀρθοδοξίαν, παρακαλῶ, μὴ συναπαχθεῖσα τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ ἢ τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν ἁγίων· οἶδα γάρ σου τὴν ἐν ἅπασιν ὀρθότητα. ὁ θεός σε, κυρία μου, φυλάξειεν κατὰ πάντα ὡς κειμήλιον αὐτοῦ ἅγιον. 141 Κανονικαῖσ Ὅτι οὐκ ἐπιλέλησμαι τῆς κατὰ θεὸν ὑμῶν ἀγάπης λογίζομαι καὶ αὐτὰς ὑμᾶς εἰδέναι· οὐ γὰρ ἂν ἀμνημόνευτος ὑμῖν διεξέρχομαι ἐπὶ τῶν προσευχῶν, οὐχ ὅτι ἀγαθὸν ἐν ἐμοί, ἁμαρτωλῷ τυγχάνοντι, ἀλλ', ὡς εἴρηται, διὰ τὴν ἐν Κυρίῳ ἀγάπην καὶ γνωριμίαν, προσθείην δ' ἂν καὶ ὁμοσχημίαν. ἐγὼ δὲ διὰ πολλὰ ἔχω τοῦ μεμνῆσθαι ὑμῶν, ὅτι καὶ εὐσεβεῖς καὶ εὐλαβεῖς καὶ μέντοι γε καὶ συμπαθεῖς πρὸς τὴν ταπείνωσιν ἡμῶν· οὐ γάρ τοι ἀμνημονῶ τῶν εὐποιϊῶν καὶ χαρίτων ὑμῶν, τῶν ὀδυνῶν, ἵν' οὕτως εἴπω, καὶ δακρύων ἐκ τῆς περὶ τὴν ἐξορίαν καὶ διὰ τὴν ἐξορίαν διαστάσεως ἡμῶν. διὰ ταῦτά τοι καὶ μνημονεύομεν καὶ περιέπομεν καὶ ἔχομέν σε ὡς μητέρα πνευματικήν, οὐ μὴν ἀλλὰ καὶ τὴν μετὰ σὲ τὰ δεύτερα διέπουσαν, προσευχόμενοι ὑμῖν τὴν ὑγιείαν καὶ ἀπὸ θεοῦ εὐλογίαν καὶ εὐπραγίαν ἐν τῇ ἀσκητικῇ ὑμῶν διαβιώσει· ἴσμεν γὰρ ὑμᾶς τὸν θεὸν φοβεῖσθαι καὶ ἀγαπᾶν τὸν ἐρωμένον καὶ ἀντερῶντα ὑμᾶς Χριστόν. διὸ καὶ ἀγωνιῶμεν ἐφ' ὑμῖν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τῆς χριστομάχου αἱρέσεως· φευκτέον γὰρ ταύτην, ὦ μῆτερ, ἐκ παντὸς τρόπου· ἡ γὰρ κοινωνία αὐτῆς διΐστησιν ἡμᾶς ἀπὸ Χριστοῦ. Πέπεισμαι οὖν τὸ καθ' ὑμᾶς καὶ χαίρω ὅτι Χριστοῦ ἐστε θεραπεύτριαι καὶ ὑπηρέτριαι· δέομαι δὲ ἐνεργέστερον τὰς ὑπὲρ τῆς ταπεινώσεώς μου ποιεῖσθαι ὑμᾶς ἐντεύξεις πρὸς θεόν, ὅπως ῥυσθῶ ἀπὸ τῶν παγίδων τοῦ ἐχθροῦ κατὰ πάντα. 142 Ἡγουμένῃ Γνώριμος ἡμῖν ἐστιν ἡ σεμνοπρέπειά σου ἀπὸ διηγήσεως Ὑπατίου τοῦ πνευματικοῦ ἡμῶν τέκνου, οὐκ ἀπὸ τῆς κατ' ὀφθαλμοὺς θεωρίας· ἄρτι δὲ καὶ μάλα ἔγνωσται ἡμῖν ἡ θεοσέβειά σου ἐκ τῆς κατὰ θεὸν ἐνστάσεως, ἑλομένης σου ἐκπεσεῖν καὶ μονῆς καὶ προστασίας ἀδελφῶν, καί γε ὑποστῆναι φυλακήν, ἣν κατεκρίθης, ἢ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσεῖν. ἔκπτωσις γάρ ἐστιν ὡς ἀληθῶς Χριστοῦ ἡ τῆς αὐτοῦ ἁγίας εἰκόνος ἄρνησις, ἣν οἱ νέοι Ἰουδαῖοι ἀπαιτοῦντες τοὺς μὴ πειθομένους φυλακίζουσι, δαίρουσι, πνίγουσι, θλίβουσι, πειράζουσιν, ἐξορίζουσι, σιδηροδεσμοῦσι, πᾶν ὁτιοῦν κακωτικὸν ἐπινοοῦντες. διὰ τοῦτο, ὦ ἀμμὰς ἀγαθή, ἀκηκοότες σου τὴν τοιαύτην καλὴν ὁμολογίαν, δίκαιον ἡγησάμεθα διὰ τοῦ παρόντος γράμματος ἐπισκέψασθαί σε, προσφωνοῦντές σοι τὰ εἰς εἰρήνην. ὁ Χριστὸς μετὰ σοῦ, ὃν ἐπόθησας καὶ ὑπὲρ οὗ πάσχεις. εὐθύμει, κραταιοῦ, ἴσχυε ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ μὴ τὰ ἐν οἷς εἶ μόνον, ἀλλὰ καὶ ὅσα μέλλει συγχωρεῖν ἐπαχθῆναι εἰς δοκιμὴν τῆς ἀνυποκρίτου σου πίστεως Χριστός. μὴ εἴποις" 4ἐξώκειλαν ἱεράρχαι, ἱερεῖς, ἡγούμενοι, κἀγὼ γυνή, τὴν φύσιν ἔχουσα ἀσθενῆ, τί πράξω; πῶς ὑποίσω;" 5 μηδαμῶς, ὦ μῆτερ· ἕκαστος ἡμῶν εἴληφεν δύναμιν παρὰ θεῷ, ἀνήρ τε καὶ γυνή, νέος καὶ πρεσβύτης, τῆς μέχρις αἵματος ὑπερμαχήσεως τοῦ θείου νόμου καὶ τῆς ὀρθοδόξου πίστεως ἡμῶν. καὶ οὐκ ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν ἡ τοῦ πέλας πτῶσις. πόσοι καὶ πόσαι ἐν τοῖς ἄνω ὑπὲρ Χριστοῦ μαρτυρίοις; καὶ ὀλίγοι καὶ ὀλίγαι, ἵνα μὴ κατονοματίζω, αἱ τὸν τῆς ἀθλήσεως στέφανον κομισάμεναι. Αὐταῖς οὖν ἐοικυῖα στῆθι καὶ αὐτὴ ἀνδρείως, παρακαλῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δίδου δὲ ἡμῖν καὶ αὐτὴ ἀντὶ λόγου τὰς ἱκετηρίας σου, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ κατόπιν που τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐναθλούντων καταντήσωμεν. 143 Ὑπατίσσῃ Χρεώστην ἐμαυτὸν λογισάμενος τῆς κατὰ θεόν σου τιμιότητος διὰ τὸ ἀπολελαυκέναι με δωρεῶν σου εὐσεβείας ἐπέστειλα τὸ παρὸν γραμματεῖον, ἀπολογίαν ποιούμενος τῇ κυριότητί σου. τί γάρ; ὅτι οὕτως κατηνύγη σου ἡ εὐσυμπάθητος ψυχή, πρῶτον μὲν ἀνοῖξαι θύραν τῆς θεοφυλάκτου σου οἰκίας τῷ ἀδελφῷ Προτερίῳ εἰς πᾶσαν ἀνάπαυσιν καὶ ἐν τοιούτῳ καιρῷ, ὁπότε κλείουσιν οἱ πολλοὶ τῶν φίλων καὶ ἰδίων ἀπὸ προσώπου τῶν διὰ Χριστὸν διωκομένων φόβῳ ἀνθρωπίνῳ τὰς οἰκίας· ἔπειτα καὶ ἡμῖν τοῖς ταπεινοῖς παραπέμπειν ἅ ἐστιν εἰς ἀνάπαυσιν καὶ παρηγορίαν. πολλῆς οὖν κατανύξεώς σου καὶ ἀγαθότητος ἔργον, πολλῆς φιλευσεβείας καὶ φιλεντολίας δεῖγμα εὐεργετεῖν ἀνθρώπῳ μὴ γνωριζομένῳ, ἀλλὰ καὶ ἁμαρτωλῷ τυγχάνοντι. ἀλλὰ τοῦτο οὐκ ὀρφανικόν, ἐξ ἀγαθοῦ δὲ θησαυροῦ ἑτέρων πλείστων ἀγαθοεργιῶν καὶ πίστεως ὀρθοδόξου σου ἀνίσχον, καθὼς ἡμῖν καὶ ὁ γραμματηφόρος ἀπαγγέλλει. Δοξάζομεν οὖν τὸν θεὸν ἐπὶ σοὶ (ἐπείπερ εἰς δόξαν θεοῦ ὁ ἐνάρετός σου τῆς χηρείας βίος), εἶτα καὶ προσευχόμεθα διαμένειν σοι τὰ ἀγαθὰ ἀναφαίρετα, ὡς ἂν εὐκλεέστερον ἀεὶ διαβιοῦσα φθάσοις εἰς μέτρον τελειότητος καὶ τύχοις τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τὰ ἔργα ἐξανύεις. γένοιτο. 144 Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ Ἃ ἐπέστειλάς μοι, γνησιώτατε καὶ ποθεινότατε, ἐπέγνων, ἀποδεξάμενός σου τὴν ἀγαθὴν προαίρεσιν, ὅτι καὶ εὐτολμεῖς γράφειν ἐν ταῖς ἡμέραις ταύταις καὶ παρηγορεῖς λόγοις ἐκ πολλῆς σου περιπονήσεως καὶ τῆς περὶ ἡμᾶς τοὺς ταπεινοὺς ἐλεημοσύνης. ἐγὼ δὲ ἀφεὶς τὰ ἐμαυτοῦ (οὐδὲ γάρ εἰσι χάριτι Χριστοῦ λυπηρά, κἂν δοκῇ, διὰ τὴν ὑπὲρ αὐτῶν ἐλπίδα) ἐπὶ τοῖς σοῖς συμβάμασι τρέπομαι ὁ ἁμαρτωλός. πῶς οὕτως ἀλλεπάλληλοί σου αἱ συμφοραί, ἔξωθεν, οἴκοθεν, ἐξ αὐτῶν τῶν τέκνων, ἀφ' ὧν ὅτι μάλιστα ἔδει καὶ τὴν οἰκουρίαν καὶ τὴν αὔξησιν τῆς οἰκίας, τήν τε χειραγωγίαν καὶ βακτηρίαν καὶ εἴ τι ἄλλο τῶν πατράσι φίλων εἶναι; φεῦ τῆς ἐμῆς ταλαιπωρίας, εἰς οἷα περιέστη σου ἡ ζωή. πίστευσόν με, ὦ καλὲ ἐξάδελφε, ἅπτεταί μου τῆς ψυχῆς τὰ κατὰ σὲ ὡς τοῦ πατρὸς ἡμῶν τοῦ μάκαρος αἰσθανομένου· ἠνιᾶτο γὰρ εἰ καί τις ἄλλος ἐπὶ ταῖς δυσπραγίαις σου. Μὴ οὖν ἀθυμήσῃς, μᾶλλον μὲν οὖν εὐχαρίστως οἶσον, φέρε· οἶδεν γὰρ ἡμῖν ὁ ἀγαθὸς θεὸς καὶ διὰ τῶν ἐναντίων καὶ θλιπτικῶν οἰκονομεῖν τὰ συμφέροντα, μετὰ δὲ πάντα ἔργον τὸ φυγεῖν τὴν κοινωνίαν τῆς χριστομάχου αἱρέσεως, ἧς ἡ μέθεξις μελαίνει τὴν ψυχὴν καὶ ἀπόλλυσιν. ὅσον οὖν δύνῃ, φρόντιζε σαυτοῦ, ὅτι τὰ μὲν ἄλλα, κἂν ἀφῃρήμεθα, οὐδὲν μέγα (κἂν μὴ βουλώμεθα γάρ, πάντες πάντα καταλείψοιμεν, γυμνοὶ πρὸς τὸν κριτὴν μεταχωροῦντες ὡς ἐγεννήθημεν), τὴν δὲ πίστιν ζημιούμενοι τὸ μέγιστον καὶ μόνον τῶν κινδύνων· μετὰ ταύτης γὰρ ἐξελευσόμεθα καὶ αὐτὴ ἡμῖν παρασταίη μόνη μετὰ τῶν ἔργων ἐν ἡμέρᾳ κρίσεως αἰωνίως. Μακαρία ἡ ἡγουμένη, εἰ τελειώσειεν τὸν δρόμον αὐτῆς. καὶ αὖθις προσαγόρευσον τοὺς ἡμετέρους, οἷς καὶ εὔχομαι ἀεὶ ὡς ἁμαρτωλὸς τὴν σωτηρίαν. 145 Ναυκρατίῳ τέκνῳ Τὸ σπουδαῖόν σου, τέκνον μου, τῆς τε πρὸς θεὸν ἀγάπης καὶ τῆς περὶ ἐμὲ τὸν ταπεινὸν ἀναπαύσεως οὐ διαλιμπάνεις ἐπιδεικνύμενος, ὡς καὶ τανῦν, ἀποστείλας τὸν ἀδελφὸν Κάλλιστον ἐν ἄστει πρὸς τὰ ἀναγκαίως ὀφειλόμενα· ὃν δεξάμενοι μετὰ τῶν γραμμάτων σοῦ τε καὶ τῶν ἐπιδωσάντων ἐμάθομεν καὶ λυπηρὰ καὶ περιχαρῆ, τὸ μὲν διὰ τὸν λιποτακτήσαντα ἄθλιον Ὀρέστην, ὃς οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ἐνεγκὼν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ἀπηυτομόλησε πρὸς τοὺς ἐναντίους, ἐπίχαρμα γενόμενος καὶ δαίμοσι καὶ ἀσεβέσει, τὸ δὲ διὰ τοὺς σῳζομένους ἀδελφοὺς ἡμῶν καὶ φέροντας τὰς κακώσεις ὑπὲρ θεοῦ, καί γε διὰ τοὺς πατέρας ἡμῶν τοὺς κοινούς. εἰ δὲ ὅτι ὠλίσθησεν ὁ δεῖνα καὶ ὁ δεῖνα, μὴ θαυμάσῃς, ἀλλ' εἴ γέ τις διασωθείη τέλεον, περὶ τούτου δόξασον· πολλὰ δεῖ καμεῖν, ἵνα κτήσηταί τις τὴν ἀθανασίαν. Διὸ θάρσει, καὶ παραθαρρύνειν ἄλλους κατὰ τὸ ἐφικτόν σοι μὴ ἐκκακήσῃς. ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν λόγος μεταστάσεως, λυπηρόν σοι, τέκνον, οἶδα, ὥσπερ καὶ τοῖς ἀδελφοῖς σου. ἀλλὰ χάρις Κυρίῳ, οὐδενὸς λόγον ποιοῦμαι, κἂν ἁμαρτωλός εἰμι, χάριν τῆς δόξης τοῦ Χριστοῦ, ὑπὲρ οὗ δονεῖται ἡ ταπεινὴ Γραικία μάλα. ἀλλὰ πῶς; ἵνα οἱ ἐκλεκτοὶ φανῶσι, μὴ πυρπολουμένης τῆς δοκιμασίας. ἔσω οἱ πατέρες τύπτονται καὶ λιμαγχονοῦνται· τί μέγα κἂν ἡμᾶς τοὺς ἀχρείους μεθορίσωσιν ἀλλαχοῦ; τοῦ Κυρίου ἡ γῆ ὅπου ἂν ῥιφῶ ἢ μόνος ἢ καὶ μεθ' ἑτέρων. τίνα δὲ αἱρήσομαι παραχωρούμενος συνοδίτην τῶν ἀδελφῶν οὐκ οἶδα, διὰ τὸ ἐφ' ἑνὶ ἑκάστῳ διαμερίζεσθαί μου τὴν ταπεινὴν καρδίαν. πλήν, ὡς ἀπαγγελεῖ ὁ ἀδελφός, ἔστιν ἡ βουλή. εἰ δὲ εὐοδώσειεν Κύριος πρὸ ἐπάρσεως ἰδεῖν ἡμᾶς ἀλλήλους, ἀσφαλέστερον διαθώμεθα καὶ περὶ τούτου καὶ περὶ ἑτέρων· εἰ δὲ μή, εἴη ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ. 146 Τῷ αὐτῷ Ἤδη ἀπεσώθημεν, τέκνον μου ἀγαπητόν, ἕως τοῦ τόπου, οὗ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν διὰ τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον περιορι σθῆναι ἡμᾶς, διανύσαντες τὴν ὁδὸν διὰ πεντεκαίδεκα ἡμερῶν οὐ πολὺ μετὰ κόπου διά τε τὴν ἄβροχον καὶ ἄπηλον τρίβον καὶ διὰ τὸ τὸν ἀπάγοντα ἡμᾶς εὐσπλάχνως πάνυ καὶ συμπαθῶς καὶ τιμητικῶς πρὸς τὴν ταπείνωσιν ἡμῶν διατεθῆναι. παρῳκήσαμεν οὖν ἐν τῇ Βονέτῃ ἐν τῇ ἑστίᾳ τῆς πατρικίας τῆς τοῦ Τούρκου, φιλοφρονηθέντες ὑπ' αὐτῆς εὐμενῶς ἄγαν καὶ μέντοι γε καὶ ὑπὸ τῶν γειτνιαζόντων ἀρχόντων. ἔστι δὲ τὸ τῆς λίμνης ὕδωρ ἁλμῶδες, ἄιχθυ, ἀλλ' ὅμως ἡμῖν διὰ Χριστὸν καὶ τὸ ἁλμυρὸν γλυκὺ καὶ ἡ ἄιχθυς ἰχθυοφοροῦσα. Δίδου οὖν ἡμῖν τὰς προσευχὰς ὅπως εἰς ἀρέσκειαν θεοῦ βιωτεύσωμεν ἐνθάδε, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπόμενοι, καὶ πρὸς πᾶν ἡμῶν ἔργον καὶ λόγον κατὰ θέλησιν αὐτοῦ κινεῖσθαι. οἱ περὶ τὸν Ἄρχιππον ἀδελφοὶ ἐναπέμειναν· οὐκ οἶδα εἰ φθάσωσιν ἐλθεῖν, δι' αὐτῶν δὲ οὐ πάντως ἐπιστέλλομεν, δεδιότες. πολλή ἐστιν ἡ ὁδὸς καὶ οὐκ οἴδαμεν εἰ ἐλευθερίως ἔχεις ἑτέρους αὖθις ἀποστεῖλαι ἀδελφούς, εἴ γε καὶ προθυμοῦνταί τινες· πλήν, εἰ καὶ εὕρηνται, χαλεπὸν ἐπιφέρειν αὐτούς τινας χρείας, οὐκ οἶδα εἰ μὴ βιβλία ἢ εἴ τι ἄλλο ἀναγκαῖον, ὅπερ οὐκ ἔστιν ἐν τῷδε τῷ τόπῳ καὶ κατὰ μικρόν. ἔστι καὶ πλοΐμως ἐλθεῖν· ἀπὸ γὰρ Λυκίας τῆς κατὰ παραθάλασσαν μέχρι τῶν ὧδε ἑκατὸν μίλια τυγχάνει. χρῄζω καὶ ἐργόχειρον τοῦ γράφειν· στέργω δὲ πρὸς πάντα τὰ κατὰ δύναμιν ὑμῶν. ὥστε, κἂν οὔπω δέξωμαι ἀπόκρισιν παρ' ὑμῶν ἐξ ἀποκλεισμοῦ τυχὸν ἢ ἐξ ἄλλης τινὸς δυσκολίας, φέρω εὐχαριστῶν τῷ Κυρίῳ· τὸ γὰρ κατὰ πρόθεσιν ὑμῶν οἶδα ὅτι καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν, εἰ χρεία καλεῖ, ἐξορύξαντες ἂν ἐδώκατέ μοι, πεποθημένα μου σπλάχνα. Ἕως, τέκνον μου, ἰσχύῃς, μὴ δῷς ἑαυτῷ ἄνεσιν ἐπικουρεῖν τοῖς ἀδελφοῖς σου, στηρίζων, νουθετῶν, ἀλείφων (δεῖ γὰρ ἡμᾶς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ὡς λόγον ἀποδώσοντας τῷ Κυρίῳ), καὶ μάλιστα τοῖς κεκρατημένοις κιχρῶ ἑαυτόν. Χριστὸς μεθ' ἡμῶν ὁ νικήσας τὸν κόσμον, ὁ καὶ ἡμῖν παρεγγυῶν νικᾶν. διὸ μηδαμῶς ἀθυμῶμεν, κἂν σωματικῶς ὑπὸ τοῦ κόσμου χωριζώμεθα, κἂν εἰς ἐρήμους τόπους καὶ ἀοικήτους περιοριζώμεθα, κἂν θλιβώμεθα, κἂν ὑστερούμεθα, κἂν κατακλειώμεθα· ὅσον τὰ πάθη καταλέγονται, τοσοῦτον οἱ στέφανοι πληθύνονται. τίς ἆρα ἄξιος καὶ μελοκοπηθῆναι ὑπὲρ θεοῦ καὶ ἀποθανεῖν; συμμορφωθήσεται γὰρ περισσοτέρως τῷ Χριστῷ. Ταῦτα ἴσθι, ἐν τούτοις σου ἡ μελέτη, ἡ εὐθυμία, ἡ χαρὰ καὶ ὁ στέφανος. τὰς ἔνδον τῆς ἐπιστολῆς σου ἐπιστολὰς ἀπόδος κατ' ὄνομα. ἄσπασαι τὸ ˉδ, τὸ ˉλ, τὸν Ἰγνάτιον, τὴν ποθητήν μοι συνοδίαν σου, πάντας τοὺς φυλάττοντας μυστήριον. οἱ σὺν ἐμοὶ τρεῖς πλεῖστά σε προσαγορεύουσι σὺν τοῖς τῆς συνοδίας σου. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, τέκνον μου ὑπεραγαπώμενον. 147 Ἡγουμένῃ Ἐπιδὼν τὴν δύναμιν τῶν τιμίων σου γραμμάτων ὅση καὶ ἡλίκη πρὸς τὴν ἐμὴν ταπείνωσιν ἐξ ἄκρας σου ταπεινοφροσύνης καὶ κατανύξεως, ἐκεῖνό μοι ἐπῆλθεν εἰπεῖν, εἰ καὶ τολμηρόν, ὅ φησιν ὁ Χριστός· ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας. καὶ γὰρ ἡ τοῦ δεχομένου πίστις ἐστὶ δοκιμαζομένη παρὰ θεῷ, καθ' ἣν καὶ δίδωσι τὰ αἰτήματα, κἂν πρὸς ἀνάξιον ἀναφέρωνται. αὐτὴν μὲν οὖν ταύτην τὴν συντετριμμένην σου προσφώνησίν τε καὶ πρόσπτωσιν δικαίως ἄν τις ἐπαινέσειέν τε καὶ δικαιώσειεν· δίκαιος γάρ, φησίν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίαις. καὶ αὖθις ὁ Χριστός, ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ἐπειδὴ δὲ καὶ βίον εἵλου μοναδικόν, ἀντηλλάξασα τῶν φθειρομένων τὰ ἀΐδια, χαῖρε ἐπὶ τῇ καλῇ εὐβουλίᾳ σου, ἰχνηλατοῦσα καὶ ὀρεγομένη ἀεὶ τὰς εἰς βασιλείαν οὐρανῶν φερούσας τρίβους διὰ τῆς ἀναλήψεως τῶν θεοποιῶν ἀρετῶν, δι' ὧν προσγέγονε τοῖς ἁγίοις πατράσιν ἡ εἰς θεὸν ἄνοδος. δυνατὸν δὲ πᾶσαν ἡμέραν ἡμᾶς βελτιοῦσθαι καὶ μεταστοιχειοῦν ἑαυτοὺς εἰς τὰ κρείττονα. Ἐπὶ τούτοις οὖν μοι ὁ πρῶτος λόγος. ἡμεῖς δὲ τί σοι προσαγάγοιμεν ἐπάξιον ἀνθ' ὧν ἐκ πεποιθήσεως περιπόνως λίαν ἔσχες πρὸς τὴν εὐτέλειαν ἡμῶν, ὥστε μακαρίζειν τοὺς ξενίζοντας ἡμᾶς καὶ σαυτὴν ταλανίζειν; οὔπω μέγα τῶν ὑποδεξαμένων οἷον τὸ σόν· οἱ μὲν γὰρ ἄγχου καὶ ἐξ ἑτοίμου τροφοδοτοῦσι, σὺ δὲ πόρρωθεν ὅτι μάλιστα διισταμένη τῷ τῆς συμπαθείας πτερῷ προφθάζεις τρέφουσα, πιαίνουσα, θάλπουσα, πῇ μὲν ἀπὸ Λαοδικείας ταῖς προσταγαῖς (εἴληφα γάρ), πῇ δὲ ἀπὸ Βιθυνίας ταῖς ἀποστολαῖς. οὕτως ἡμᾶς κατὰ κράτος ἐξέστησας πᾶσαν τὴν ἔκστασιν ταύτην, τῆς Σουμανίτιδος πλεονάζουσα μικροῦ δεῖν κατὰ χάριν, κἂν ἡ μὲν προφήτην, ἡ δὲ ἀνομίτην ξενίζουσα. εἰ δὲ δεῖ προσθεῖναι τῇ ἐξεικονίσει καὶ λόγον, ἕξεις ἐν γαστρὶ διανοίας μάλα τὸν τοῦ θεοῦ φόβον, καὶ ὠδινήσειας τὸν οὐράνιον ἔρωτα καὶ τέξειας πνεῦμα σωτηρίας σου πληρεστάτης. Ὁρᾷς οἵας φωνὰς ἀναλέγομαι, μὴ ἔχων ὅπως ἀμείψομαί σοι τὰ γέρα; τί δὲ ἡμῶν ἀποθαυμάζεις τὸν λόγον, ἠγροικισμένον ὄντα καὶ ἐρραψῳδημένον τῆς ἀγάπης τὸ πάθος; μακρὰν ἡμεῖς οἱ ἁμαρτωλοὶ οἷς παραβάλλεις ἢ ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἔργῳ καὶ λόγῳ· εἰ δὲ τὰ λογύδρια ἡμῶν ἀρεστά σοι, χρῶ αὐτοῖς, εἰς δ' ἄλλους μὴ ὕψου. τὸν κύριόν μου τὸν σπαθάριον καλῶς ἐκθειάζεις (κάλλιστος γάρ ἐστιν), ὃν καὶ προσαγορεύω πλεῖστα, ἐπεὶ καὶ τοὺς αὐτοῦ κλάδους, ἐκ ῥίζης ἀγαθῆς ἀνατεθηλότας. ὁ θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ. 148 Θεοδώρῳ σπαθαρίῳ Τὴν ἐπιστολὴν ἄρτι εἰμὶ χαράττων τῇ εὐσεβείᾳ σου, ὅτε τὴν φάσιν ἐδεξάμην παρὰ τοῦ ἐπιφοιτήσαντος βασιλικοῦ τῆς μεθορίσεως ἤγουν ἐξορίας ἡμῶν τῶν ταπεινῶν· καὶ ὅσον μὲν πρὸς τὴν ἐπίτασιν ὤκνουν τοῦ γράφειν, ὅσον δὲ πρὸς τὸν πόθον ἐκίνουν τὴν γραφίδα. καί γε νενίκηκεν ὁ πόθος τὸν τρόπον· ἔχει γὰρ ἐπὶ χεῖρας ἡ μεγαλωσύνη σου τὸ γραμματεῖον, ὁμοῦ μὲν προσηγορίαν φιλικὴν ἔχον, ὁμοῦ δὲ ἀπολογίαν εὐχαριστίας φέρον χάριν τῶν δωρεῶν, ὧν εἴληφα παρὰ τῆς φιλοθέου ὑμῶν δεξιᾶς. συλλαμβάνω γὰρ καὶ τὸ τίμιον πρόσωπον τῆς κυρίας τῆς πενθερᾶς, ἧς πολλὴν ἔγνων τὴν εἰς ἐμὲ τὸν ἁμαρτωλὸν προαίρεσιν. ἀμφοτέρους οὖν περιφυλάξειεν ὁ Κύριος ἀσινεῖς καὶ εὐθηνουμένους εἰς τὰ πρὸς Κύριον· τὰ γὰρ κατὰ βίον κεχάρισται ὑμῖν. ἥσθην δὲ μαθὼν τόν τε εὐσεβῆ ζῆλόν σου, δέσποτα, καὶ τὸ περὶ τὴν ἀλήθειαν φιλομαθές σου, καὶ μὴν καὶ τὸ περὶ τοὺς μονάζοντας φιλόξενόν σου. Ἀλλ' εἰ καὶ οἱ καρποὶ ὡραῖοι εἰς ὅρασιν τοῦ δένδρου, ὅμως ἐκ τῆς ῥίζης ἡ αἰτία· τίς δ' ἂν εἴη αὕτη ἢ ὁ ἁγιώτατος μητροπολίτης καὶ πατὴρ ἡμῶν πνευματικός; οὗ ταῖς εὐχαῖς σωθείημεν ἀμφότεροι πανέστιοι. ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι ποθεινότατε καὶ πανευκλεέστατε. 149 Μονάζουσι Ἐν τῷ καιρῷ τούτῳ, ἐν ᾧ ὁ Χριστὸς διώκεται διὰ τῆς εἰκόνος αὐτοῦ, οὐ μόνον εἰ βαθμῷ τις καὶ γνώσει προέχων ἐστὶν ὀφείλει διαγωνίζεσθαι, λαλῶν καὶ διδάσκων τὸν τῆς ὀρθοδοξίας λόγον, ἀλλὰ γὰρ καὶ εἰ μαθητοῦ τάξιν ἐπέχων εἴη, χρεωστεῖ παρρησιάζεσθαι τὴν ἀλήθειαν καὶ ἐλευθεροστομεῖν. οὐκ ἐμὸς ὁ λόγος τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τοῦ θείου Χρυσοστόμου, ἐπεὶ καὶ ἄλλων πατέρων. τὸ δὲ τοὺς κυρίους τοὺς ἡγουμένους, κρατηθέντας ὑπὸ τοῦ βασιλέως, μὴ τὰ προειρημένα πρᾶξαι, καίπερ ὄντας καὶ ἐν βαθμῷ καὶ ἐν γνώσει παρὰ πάντας τοὺς καθηγουμένους τῆς γῆς ταύτης, τοὐναντίον δὲ μᾶλλον σιωπῆσαι, καὶ οὐ τοῦτο μόνον, καίπερ ὂν δεινόν, ἀλλὰ καὶ χειρόγραφον ποιῆσαι μήτε εἰς ἀλλήλους συνέρχεσθαι μήτε διδάσκειν, τοῦτό ἐστι προδοσία τῆς ἀληθείας καὶ ἄρνησις τῆς προστασίας καὶ κατάλυσις τῶν ὑποτακτικῶν, ἐπεὶ καὶ τῶν ὁμοταγῶν. οἱ ἀπόστολοι παραγγελθέντες ὑπὸ τῶν Ἰουδαίων μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ τάδε φησίν· ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν. καὶ πάλιν, πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. Τοιαῦτα καὶ παρόμοια ἐχρῆν λαλῆσαι αὐτοὺς ἵνα ἐδοξάσθη ὁ θεὸς δι' αὐτῶν, ἵνα ᾠκοδόμησαν τοὺς ὀρθοδόξους, ἵνα ἐστήριξαν τὰ μοναστήρια, ἵνα ἐνεδυνάμωσαν τοὺς πάσχοντας ἐν ἐξορίαις. ἀλλὰ τί; ὅτι προτιμώμεθα μᾶλλον θεοῦ τὰ μοναστήρια καὶ τῆς ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθείας τὴν ἐντεῦθεν εὐπάθειαν. ποῦ ἐστι τό, ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην; ποῦ ἐστι τό, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, Κύριε σὺ ἔγνως; ποῦ ἐστι τὸ κλέος καὶ ἡ ἰσχὺς τοῦ καθ' ἡμᾶς τάγματος; πῶς Σάβας καὶ Θεοδόσιος οἱ μακάριοι, τὸ τηνικαῦτα Ἀναστασίου τοῦ βασιλέως δυσσεβεῖν ἑλομένου, διέστησαν, θερμῶς προμαχοῦντες τῆς πίστεως, τοῦτο μὲν μεθ' ὧν ἀνεθεμάτισαν τοὺς κακοδόξους ἐν τῇ ἐκκλησίᾳ, τοῦτο δὲ ἐν οἷς ἐπέστειλαν τῷ βασιλεῖ, διαμαρτυρόμενοι θάνατον ἑλέσθαι ἤ τι μετακινῆσαι τῶν καθεστώτων; Καὶ λέγουσιν, ὥς φασιν, οἱ κύριοι ἡγούμενοι·" 4ἡμεῖς τίνες ἐσμέν;" 5 πρῶτον χριστιανοί, οἳ ὀφείλουσιν ἄρτι λαλεῖν πάντως, ἔπειτα μο νάζοντες, οἱ μηδὲ τὸ τυχὸν ὑφαρπαζόμενοι ὡς ἄδετοι τῷ κόσμῳ καὶ ἀκράτητοι, ἔπειτα ἡγούμενοι, οἱ καὶ τὰ τῶν ἄλλων προσκόμματα ἐκβάλλοντες καὶ ἐν μηδενὶ προσκοπὴν διδόναι χρεωστοῦντες, ἵνα μή, φησί, μωμηθῇ ἡ διακονία. οἵαν δὲ προσκοπὴν καὶ μώμησιν, μᾶλλον δὲ συγκατάβασιν, διὰ τοῦ ἰδιοχείρου αὐτῶν δέδωκαν, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ἡ σιωπὴ μέρος συγκαταθέσεως, τὸ καὶ ἐγγράφως αὐτὴν κυρῶσαι ἐπὶ τῆς ὅλης ἐκκλησίας πόσον τὸ χαλεπόν; Καὶ λέγετε ὅτι" 4κρυπτῶς ἱερουργῶν Νικηφόρον ἀναφέρει" 5; τὸ λάθρα καὶ πάντες οἱ πατρίκιοι, ἵνα τοὺς ἄλλους ἐάσω, ὀρθοδοξοῦσιν. ἀλλὰ τί λέγει ὁ Χριστός; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὥσπερ καὶ τὸ ἐναντίον ἐπὶ τῆς ἀρνήσεως· κἂν μόνον τὸ μὴ συνέρχεσθαι εἰς ἀλλήλους ἐποίησαν τὸ χειρόγραφον, τὸ αὐτό ἐστιν. πῶς γὰρ φυλάξουσιν ὅ φησιν ὁ Χριστός, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω; ἔρχεταί τις διερωτῶν, ζητῶν μαθεῖν τὴν ἀλήθειαν, εἴτε ἡγούμενος εἴτε τις ἄλλος· τί ἀποκριθήσεται ὁ ἡγούμενος; δῆλον ὅτι" 4παραγγελίαν ἔλαβον μὴ λαλεῖν" 5. εἴθε οὕτω μόνον· ἀλλὰ" 4μηδὲ εἰσδέξασθαί σε εἰς τὸ μοναστήριον καὶ συναλισθῆναι" 5. ὁ Χριστὸς λέγει," 4δέξαι καὶ δίδαξον" 5· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἐγγράφως οὖν ἐποίησαν ἵνα τῷ βασιλεῖ πειθαρχοῦσιν ἀπεναντίας τοῦ Χριστοῦ. Τοσαῦτά εἰσιν, ὦ ἀδελφοὶ καὶ πατέρες, ἃ συνεπίσταμαι ἐξ ἀληθείας πεποιηκέναι αὐτούς. καὶ ἐπειδὴ κατεκρίνατέ με εἰπεῖν τὸ παριστάμενόν μοι, ἀνήγγειλα ὑπὸ μάρτυρι θεῷ λαβὼν καὶ λόγον ὡς φυλάσσεται μυστήριον φειδοῖ τοῦ πειρασμοῦ. λοιπὸν ὑμεῖς σῴζοντες σῴζετε τὰς ἑαυτῶν ψυχάς, εὐχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ. 150 Ναυκρατίῳ τέκνῳ Γίνωσκε, τέκνον μου, ὅτι πάλιν κατέλαβεν ὁ ἐξορίσας ἡμᾶς ἀγαθὸς ἀνὴρ μετὰ ἀπειλῆς τοῦ βασιλέως διὰ τὰ δηλωθέντα αὐτῷ παρ' ἡμῶν, καίπερ οὐ πάντα εἰπόντος τοῦ βασιλικοῦ, πρὸς τὸ δεῖραί με ἑκατὸν μάστιγας καὶ ἐπᾶραι τοὺς δύο ἀδελφούς, Λουκιανὸν καὶ Ὑπάτιον, τά τε βιβλία πάντα μέχρι καὶ τροπολογίου, οὐ μὴν ἀλλὰ καὶ εἰκόνα εὑρισκομένην ἐντὸς ἐγκολπίου, χρυσίου τε ἅμα καὶ ἐάσαι μοι δέκα νομίσματα. πρὸς ταῦτα ηὐχαρίστησα τῷ ἀγαθῷ μου θεῷ, εἰδότι τὸ συμφέρον καὶ οὕτω τὰ καθ' ἡμᾶς πάντως οἰκονομοῦντι· ἀπεκρίθην αὐτῷ ὅτι ἐγὼ οὐχὶ δαρῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ. Τοῦτο μὲν οὖν ὡς ἠβουλήθη πεποίηκεν· εἰς δὲ τοὺς ἀδελφοὺς προαιρούμην καὶ τὸν Νικόλαον αὐτὸν συναπᾶραι, ἀλλ' οὐ κατεδέξατο· βιβλία ἦρεν, τὴν Κλίμακα καὶ τροπολόγιον. περὶ χρυσίου εἶπον αὐτῷ ὅτι, εἰ ἐπ' αὐτῷ ἤμην πεποιθώς, τί καὶ ὑπομένω ταῦτα; διαχωρισθεὶς οὖν αὐτῶν εἰμὶ μετὰ Νικολάου, φύλακα ἔχων ἀεὶ συγκαθεζόμενον ἡμῖν. εὔχου οὖν καὶ ὑπερεύχου ὑπομονητικῶς ἡμᾶς καὶ εὐχαρίστως διαζῆσαι, εὖ τε παρατεταγμένους πρὸς πάντα τὰ θλιβερὰ μέχρι θανάτου καὶ μέντοι γε καὶ ἀβλαβῶς εἶναι μετ' ἀλλήλων, ἔχοντας τὸν θεὸν ἐν μέσῳ· οὗ γάρ ἐστιν ἐκεῖνος, ἐκεῖ πάντα οἰστά. Διὸ ἀνδρίζου καὶ αὐτός· ἥξει γὰρ πάντως καὶ πρὸς ὑμᾶς ἡ πεῖρα, δι' ἣν οἴομαι καὶ μετεξωρίσθαι ἐνταῦθα. ἀλλ' ἔχεις τὸν Κύριον βοηθοῦντά σοι, ὑπὲρ οὗ καὶ τὸ πάσχειν. μὴ πτοηθῆτε, τέκνα μου, ἀπειλάς, ὡς εἴθισται, μηδ' αὖ πληγάς, ἀφορῶντες εἰς Χριστόν, ὃς δι' ἡμᾶς ἐτραυματίσθη, ἀλλὰ μὴν μηδὲ θάνατον· ζωῆς γάρ ἐστιν αἰωνίου ἐφόδιον. ἐγώ, ἀσθενής, περιπαθής, ἀλλ' ἔχων τὰς εὐχὰς ὑμῶν σὺν τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν πάντων ἀδελφῶν χαίρω ὅ τι ἂν καὶ πάθω ἕτερον. μόνον γρηγορεῖτε προσευχόμενοι, δυναμούμενοι τῷ πνεύματι εἰς τὸ θεαρέστως ὑπαντῆσαι πρὸς πάντα. αὐτὸ τοῦτο μυστικῶς προσαγορεύων προσειπὲ τὸ ˉδ καὶ τὸ ˉλ, τὸν Ἰγνάτιον, εἴ τινα ἄλλον πιστόν. Ὁ θεὸς εἴη σοι εὐχαῖς τοῦ πατρός μου ὑπερασπιστὴς καὶ περιφύλαξ περὶ πάντα. 151 Τῷ αὐτῷ Ὅσα ἐπέστειλας, τέκνον ἠγαπημένον, ἥσθην, ἀγαθὰ καὶ οὐκ ἀγαθά, περιχαρῆ καὶ λυπηρά, εὐέλπιστα καὶ δυσέλπιστα, γινωσκόμενα καὶ ἀγνοούμενα· ἐῶ γὰρ λέγειν τοὺς περὶ τῆς ἀθλιότητός μου ἐπαίνους, οὐ ποιοῦντος οὐδ' οὐ μὴν ποιήσαντος ἀγαθὸν ἐπὶ τῆς γῆς, κἂν σοὶ σύνηθες ἐπαίρειν τὰ κατ' ἐμὲ ἔκ τε ἀγάπης καὶ πίστεως. αἷς κεχαρακτηρισμένον ὁρῶν σου τὸ τῆς ψυχῆς πρόσωπον δοξάζω μου τὸν θεόν, τὸν βεβαιοῦντά σε ἐν τῇ πεποιθήσει τοῦ φόβου αὐτοῦ. Τὰ ἡμέτερα μὲν οὕτως ἐν ταπεινώσει καὶ ἀθλιότητι. τί γὰρ καὶ πεπόνθαμεν; οὐδ' ὡς οἱ πατέρες μου καὶ ὁμοταγεῖς, κατόπιν δὲ πολύ, ἐπειδὴ καὶ τῆς κατ' ἀρετὴν αὐτῶν ἀξίας· ὅμως ὅτι ἐλέει θεοῦ καὶ ἱκεσίᾳ πατρικῇ, ἐπεὶ καὶ ἀδελφικῇ, εὔφορος ἡμῖν ἡ ἐξορία καὶ ἡ μόνωσις, ἄλλως τῆς ἀγαθότητος τοῦ θεοῦ ὑπαγαγόντος τὴν τῆς ταπεινώσεως ἡμῶν διάθεσιν. ἧς οὐκ ἂν ἐπέτυχον, εἰ μὴ ἐμονώθην, ἣν ἠσπασάμην βελτιώτερον μέλιτος. καὶ ὢ τῆς φιλανθρωπίας τοῦ πρὸς τὸ συμφέρον μικρὸν λυποῦντος, εἶθ' ὕστερον δεικνύοντος τὸ ἐκ τῆς θλίψεως κέρδος καὶ τὸ ἐκ τῆς πικρότητος γλυκύ. οὐ μὴ οὖν ἔτι ὁ τάλας δυσχερανῶ ἐφ' οἷς με ἄξοι Χριστός, ἡ πάντων χαρά, ἐπιφωνῶν δέ εἰμι, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. διὸ οὐ φροντίσω περί τινος, ὥσπερ οὐδὲ περὶ τῆς σκαιωρίας τοῦ βασιλέως, εἰ καὶ σχοινίοις διέτεινε παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα θέμενός μοι· γέγραπται γάρ, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Εἴη μοι, ὦ καλὸν τέκνον, δι' εὐχῶν ὑμῶν ἐξ ἄκρας φιλανθρωπίας θεοῦ καλυπτούσης μου ἄβυσσον ἁμαρτιῶν ἐνεργὴς ἡ προσταγὴ αὕτη πρὸς πᾶσαν μου τὴν ζωὴν κατὰ πάσης ὁρατῆς τε καὶ ἀοράτου δυνάμεως. ὅπως δὲ καθέζομαι, καθ' ἔπος καὶ ἀνήγγειλα, καὶ δι' οἰκείας φωνῆς διηγήσοιτο εὖ μάλα ὁ γραμματηφόρος, τίς τέ ἐστιν προστάτης τῆς ξενίας μου κατὰ πολλοὺς τοὺς τρόπους, οὓς καὶ λαμβάνειν ἐν ταῖς προσευχαῖς παρακαλῶ. ἱνατί δὲ κεκοπίακας, φιλοπάτωρ, ἐν οἷς ἀπέστειλας, πολλοῖς καὶ ποικίλοις οὖσιν; ἀνταμείψεταί σε ὁ θεός μου τοῖς ἐντεῦθεν πνευματικοῖς καὶ τοῖς ἐκεῖθεν ἀιδίοις. κάμνεις, οἶδ' ὅτι, ἑλκόμενος καὶ ἀνθελκόμενος, πιεζόμενος καὶ περιτεινόμενος πρὸς τοὺς κατ' ὄψιν, πρὸς τοὺς ἀπόντας, πρὸς λόγον, πρὸς ἔργον, πρὸς νουθέτησιν καὶ συμβίβασιν, πρὸς ὑπερέχοντας καὶ ὑπέχοντας, πρὸς πᾶν ὁτιοῦν τῶν παρισταμένων καὶ συμπιπτόντων, καὶ ταῦτα μετὰ καὶ παρασκευῆς ἄρσεως ἢ καὶ κινδύνου. ἀλλὰ θάρσει, πολύς σου ὁ μισθός, μαρτυρίου σοι στέφανος. καὶ ὢ τῆς προνοίας, τῇ τοῦ κρατοῦντος σκαιωρίᾳ ἀποχρησαμένης εἰς πολλῶν σωτηρίαν. πλὴν γρηγόρει λίαν σὺν τοῖς λοιποῖς· οὐ γὰρ ὡς ἔτυχεν ἐκτείνεται δίκτυα πτερωτοῖς. Ἀλλ' ὑμῖν ὁ Κύριος ὑπερπτῆναι ποιήσειεν μέχρι τέλους. ὡς ἀληθῶς ἥψατό μου τῆς ἐλεεινῆς ψυχῆς ἡ πτῶσις τοῦ Χρυσοπολίτου. ἀλλ' ὁ Κύριος εἴη βοηθὸς τῶν τε Γραμματικῶν καὶ τοῦ κυρίου Ἰωσὴφ καὶ οὗτινος ἄλλου πειραζομένου ὑπὸ τοῦ νέου Ἰαννοῦ· οἷσπερ καὶ ἐπέστειλα, εἴπερ εὐοδωθείη ἡ ἀπόδοσις αὐτῶν, πρότερον ἀναγινώσκοντός σου τὰς ἐπιστολάς. κιχρῶ σεαυτὸν καὶ τῇ τοῦ Ἁγίου Φωκᾶ κατὰ Κύριον καὶ διὰ Κύριον τὰ δυνατά, ἐπεὶ καὶ ἄλλαις φρουρουμέναις· θεοῦ γὰρ διάκονοί εἰσιν, ὁμολογίας ἔργον πληροῦσαι. Ἡ χάρις τοῦ Κυρίου εἴη σοι φυλακτήριον ἐν πᾶσιν, ἠγαπημένε. προσαγορεύει ὁ κῦρις Ἰωάννης σὺν τῷ ἀδελφῷ Νικολάῳ. 152 Τῷ αὐτῷ Τετράκις ἄρτι γράφων εἰμὶ ἐξ ὅτε ἀπεχωρίσθην σου, τέκνον μου ἠγαπημένον, δηλῶν τὰ καθ' ἡμᾶς ὁμοῦ τε καὶ τὴν τῶν ἀδελφῶν ἔπαρσιν καὶ ὡς μόνος κατελείφθην μετὰ τοῦ ἀδελφοῦ Νικολάου. διὸ οὐδὲ πολλοῦ μοι λόγου χρεία ἢ μόνον ἐπισημᾶναι, εὑρόντι τὸν γραμματηφόρον, ἀδελφόν τε ὄντα καὶ πιστόν, ὅτι ὑγιαίνομεν σώματι, ἡμέραν ἐξ ἡμέρας προσαναμένοντες τὸ σωτήριον τοῦ θεοῦ· ποῦ γὰρ ἀλλῇ περιβλεψώμεθα ἢ ἀποσκοπήσωμεν ἢ τίνα καὶ ἀναπνεύσωμεν εἰς ἑτοίμην βοήθειαν καὶ παράκλησιν θλίψεως; ὅθεν οὐδὲ γέγονεν ἡμῖν δυσχερὲς τὸ τοὺς ἀδελφοὺς ἀρθῆναι, τοὐναντίον παρ' ἐλπίδα ἀναπαυστικόν, σφιγχθεῖσιν εἰς θεὸν καὶ μόνον, καθάπερ σωλῆνος θλιβομένου ἀναπέμποντος τὸ ὕδωρ ὑψοῦ. διὸ αἱρούμεθα καὶ τοῦ ἀδελφοῦ Νικολάου διαιρεθῆναι, ὅμως στέργομεν ἐν τοῖς φθάσασιν οὐκέτι ἡμέτερον θέλημα, ἀλλὰ θεοῦ οἰκονομίαν, τοῦ συμφερόντως πάντως οἰκονομήσαντος τὸ ταπεινὸν ἡμῶν καθισμάτιον. Ἔχω τοίνυν ἀεὶ συνόντα μοι ἐκ διαδοχῆς ἑβδοματιαίου καὶ ἕνα τῶν πορταρίων· σὺν αὐτῷ ἐσθίομεν, ψάλλομεν, κοιμώμεθα. οὕτω διαμείβομεν τὴν ἡμέραν, ὡς ἂν οἶδεν ὁ ἐφορῶν θεός, ἐργαζόμενοι, ἀναγινώσκοντες, ἡσυχάζοντες, ἐν καιρῷ καὶ τὰ συμπίπτοντα ὁμιλοῦντες πρός τε ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἐπισκεπτομένους ἄνδρας ἀγαθούς, οὐ μὴν ἀλλὰ καὶ μονάζοντας· ἐκίνησεν γὰρ ὁ θεὸς οὐ μόνον ἐκ τῶν ἐγχωρίων, ἀλλὰ καὶ ἐκ τῆς ὑπερορίου καὶ ἔτι πορρωτέρω, παρακαλοῦντας ἡμᾶς καὶ σωματικῶς καὶ ψυχικῶς αὐτάρκως καὶ εἰς τοσοῦτόν τινας ὁμοψυχοῦντας, ὡς καὶ δεξιὰς δοῦναι μέχρι θανάτου ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγωνίσμασι. κἂν γὰρ ἡμεῖς ἀνάξιοι καὶ τοῦ ἀναπνεῖν, ἀλλ' ὁ ἀγαθὸς Κύριος ἐν παντὶ τοὺς δι' αὐτὸν ὑπεροριζομένους προφθάζει, φυλάττει, προνοεῖται, φροντίζει ὑπὲρ ὃ ἐλπίζει τις· οὕτως τὸν Ἠλίαν ὑπὸ κόρακος πεινῶντα ἔθρεψεν, οὕτως τὸν Δανιὴλ διὰ τοῦ Ἀμβακοὺμ ἀεροπορήσας καὶ ὅντινα ἄλλον τῶν θεραπόντων αὐτοῦ. Μὴ δὴ οὖν, ὦ τέκνα, λυπεῖσθε ἐφ' ἡμῖν τοῖς ταπεινοῖς ὡς ἐγκαταλειφθεῖσιν. ὅταν καὶ τοῦ δυστήνου τοῦδε σώματος διαιρεθῶ ὑπὸ τῶν χριστοδιωκτῶν (καὶ τοῦτο γάρ, κἂν ἀνάξιός εἰμι, παρασκευάζομαι παθεῖν), τότε σωθήσομαι, τότε προσληφθήσομαι εἰς ζωήν, τότε τὸν ἐμὸν διώκτην, καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν, νικήσω εἰς αἰῶνα. διό, τέκνον μου, θερμῶς μοι προσεύχου μετὰ τῶν ἀδελφῶν σου πάντα πάντοτε ὑπὸ ἐφόρῳ θεῷ καὶ διανοεῖσθαι καὶ διαλέγεσθαι καὶ ἐργάζεσθαι· ὅπερ κἀγὼ ὑπέρ τε σοῦ, τοῦ ποθητοῦ μου καὶ ὁμοκαρδίου παρὰ τοὺς ἄλλους σου ἀδελφούς, καὶ αὐτῶν παρακαλεῖν μετὰ δακρύων νύκτωρ καὶ μεθ' ἡμέραν οὐ διαλιμπάνω, ὡς ἂν οἱ πάντες εὐαρέστως Κυρίῳ, ἀνδρικῶς τε καὶ μαρτυρικῶς διενέγκοιμεν καὶ τόνδε τὸν καλὸν ἀγῶνα, μὴ καταισχύνοντες τοῖς ἤδη παρισταμένοις τὰ προϋπηργμένα. Διὰ τοῦτο μόχθει καὶ αὐτὸς ὑπὲρ ἐμοῦ ἐν τοῖς ἀδελφοῖς, τοὺς μὲν ἕλκων διὰ ζώσης φωνῆς καὶ στηρίζων, τοὺς δὲ καὶ ἀπὸ μέλανος ἀνακαλούμενος, καὶ ἁπαξαπλῶς ὅλον ἐπιδίδου σεαυτὸν εἰς ὅ τι ἂν ἡ χρεία καλοίη. περὶ τῆς οἱασοῦν σωματικῆς χρείας μὴ καταπονοῦ (ἔχομεν τὴν αὐτάρκειαν θεοῦ προνοίᾳ), ἀλλὰ μηδὲ τὰς βίβλους πέμψῃς, οὐκ οἶδα ἐὰν τὸ λεξικὸν καὶ τὸ τετράδιον, ἐν ᾧ διὰ σημείων λόγον ἐποίησα, ὅπερ καὶ ὑπέδειξεν ὁ Ὑπάτιος τῷ Καλλίστῳ πρὸς τὸ μεταγράψαι αὐτόν. καὶ πάλιν ὡς οἰκονομεῖ ὁ Κύριος δηλοῦμεν· διὰ γὰρ φίλων ἠδυνήθημεν καὶ ὧδε ἔχειν τινὰ πρὸς ἀνάγνωσιν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἔπεμψας εἰς τὸ ˉα· ἀλλὰ καὶ πάλιν ἐπέστειλα, καὶ ὅτε εὑρεθῇ τις ἀποστελεῖς. μεριμνῶ δὲ περὶ τῶν δύο ἀδελφῶν, πῶς τὰ κατ' αὐτούς, διὸ εὑρίσκων σήμανόν μοι, ὡσαύτως περὶ τῶν ἐννέα καὶ δέκα. Ὁ θεός σε, τέκνον, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπάσειεν. προσαγόρευσον τοὺς φυλάσσοντας λόγον, ἐξαιρέτως τὸ ˉδ, τὸ ˉλ, τὸ ˉι. 153 Τῷ αὐτῷ Ἐτάχυνας, τέκνον, τοῦ ἐπισκέψασθαι ἡμῶν τὴν ταπείνωσιν, ἀλλ' ὁ πόθος πρᾶγμα ἄστεκτον, τὰς ἡμέρας ὡς ὥρας καὶ τοὺς ἐνιαυτοὺς ὡς καιροὺς λογιζόμενος. εὐχαριστῶ οὖν τῷ θεῷ μου, ὅτι ἀνάξιος ὢν οὕτως ὑφ' ὑμῶν στέργομαι καὶ περιέπομαι. πέπομφας τὸν καλὸν Ἀδριανὸν εἰς ἀνδρείαν καὶ παρηγορίαν μου (οὐκ ἀκόπως δῆλον ὅτι διὰ τὴν σύζευξιν καὶ ἀποσύζευξιν τῶν μετ' αὐτοῦ· εὐχαριστῶ κἀν τούτῳ), ὅνπερ καὶ ἐκράτησα, ἔξωθέν που περιάγοντα. τοὺς δὲ περὶ τὸν ἀδελφὸν Σιλουανὸν ἀνέπεμψα πάλιν, παρακληθεὶς ἐν αὐτοῖς. ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· τοιοῦτοι οἱ ἄνδρες, ἵν' ἐν συντόμῳ τὸ κατ' αὐτοὺς παραστήσω. Ἡμῖν δὲ τοῖς ταπεινοῖς ὑγιεία πάρεστι σώματος, εἴη δὲ καὶ ψυχῆς διὰ τῶν ὑμετέρων προσευχῶν. ὅσα καὶ διὰ γράμματος καὶ στόματος ἀπηγγέλη μοι, ἔγνων· καὶ δέομαι ὡς ἁμαρτωλὸς ἔτι βεβαιωθῆναι ἐν τῇ ἀμετακινήτῳ πίστει ἡμῶν τῆς ἀληθείας πάντας τοὺς πατέρας ἡμῶν καὶ ἀδελφούς, τοὺς τοῦ ἡμετέρου σώματος καὶ τοὺς τοῦ κοινοῦ πληρώματος. μακαριστὸς ὁ πλεονάζων ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τέλος ἀγῶνος ἀποδιδούς. ἰδοὺ νῦν καιρὸς μαρτυρίου, τῷ νικῶντι παρὰ θεοῦ ὁ στέφανος. ἥσθη τοίνυν καὶ ἀγωνίζου, ὦ καλὲ Ναυκράτιε, νοὸς κράτος φερωνύμως γενόμενος, πάντοτε νήφων, πάντα κατὰ θείαν βουλὴν διαπραττόμενος· μηδεμίαν γάρ φησιν ἐν μηδενὶ προσκοπὴν διδόντες, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι. Τέως ἄρτι μηδεὶς διέλθῃ εἰς ἡμᾶς διὰ τὴν ἐξέλευσιν τοῦ ἔθνους ἢ ὅταν ὑποστραφῇ. ὁπόσα ἀπεκλαυσάμην διὰ τὸ πάθος τῶν δύο ἀδελφῶν, δηλοῖ καὶ ἡ πρὸς τὸν ἀββᾶν Ἀθανάσιον ἐπιστολή. μετ' εὐχαριστίας ἀπίτω ὁ χρηστὸς Σιλουανὸς τὴν ἐν Κυρίῳ πορείαν αὐτοῦ, ἐφοδιασθεὶς καὶ παρ' ὑμῶν γράμμασι. τὸν λόγον, ὃν ἔπεμψα, μεταγραφείτω καὶ ἐν ἑτέροις, ἵνα διασῴζηται· ἐτόλμησα αὐτὸν ποιῆσαι ἐκ πόθου, εἰ ἄρα μὴ πολύ ἐστιν ἀπόπτυστος τοῖς ἀναγινώσκουσιν καὶ τῇ μητρὶ τοῦ Κυρίου εἰς ὕβριν. Ἀλλ' ἱλεώσασθαι αὐτὴν παρακληθείητε ὑπὲρ ἐμοῦ. ἄσπασαι τὸ ˉδ, τὸ ˉθ, ἄσπασαι τοὺς συγκελλίτας, ἄσπασαι τοὺς μυστηριοφύλακας· ἀσπάζονταί σε οἱ σὺν ἐμοί. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου, ἀμήν. 154 Λιτοΐῳ τέκνῳ Διὰ τῶν ἀμφοτέρων σου ἐπιστολῶν, τέκνον ἠγαπημένον, ἔγνων καὶ νῦν τὴν ὁλικήν σου μετάνοιαν καὶ ἐπιστροφήν, μάλιστα ὅτι ἐξέφυγες τῶν ἐν ἄστει τὰς διατριβάς, προσφυεὶς τῷ οἰκονόμῳ. τοῦτό με πέπεικεν ἐξ ὁλοκλήρου σε φιλεῖν, μᾶλλον δὲ θεόν, δι' ὃν στέργω καὶ στέργομαι, ἐν ᾧ καὶ γεγέννηκά σε, υἱέ μου ἀγαπητὲ Λιτόιε. μὴ δὴ οὖν ἐν τοῖς προλαβοῦσι καταπέσῃς ἐφ' ὅσοις καὶ ὑπεσκελίσθης συμβάμασιν ἐξ ἁμαρτιῶν μου. μὴ γὰρ οὐκ ἔστιν ῥητίνη, φησίν, ἐν Γαλαάδ; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιστράφητε πρός με, βοᾷ ὁ θεός. ἀναπαλαίσας στρατιώτης καὶ πάλιν στρατιώτης, ὡσαύτως καὶ κυβερνήτης· οὐ γὰρ εἰ καὶ τὴν πρὸς θάνατον ἁμαρτίαν ἡμάρτομεν, οὐκέτι ἔστι ζῆν. ζῶμεν πάλιν διὰ μετανοίας· ἀψευδὴς γὰρ ὁ εἰπών, ζῶ ἐγώ, λέγει Κύριος, οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. ὥστε ἔστι μετὰ θάνατον ἁμαρτίας ζῆσαι, οὐκέτι δὲ μετὰ τὴν ἐνθένδε ἀποβίωσιν συνέκλεισεν γὰρ κατ' αὐτοῦ, φησίν. Δεῦρο λοιπόν, ἀδελφέ, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. στέρξον, τέκνον μου, ἐν τῷ οἰκονόμῳ, ἐὰν ἐμοὶ πείθῃ· οἱ γὰρ ἀνατρέποντές σε πάλαι τὴν ἔξοδον ἐχθροὶ καὶ οὐ φίλοι, οὔτε σοῦ οὔτε θεοῦ. κοπίασον μικρόν, δέομαι, ἐπιλαβοῦ ἀρχῆς, ἕξεως φροντιστικῆς τῆς σωτηρίας, ὅτι ᾗ ὥρᾳ οὐ προσδοκῶμεν ὁ Κύριος ἔρχεται· μνήσθητι, τέκνον, τῆς ἀποταγῆς σου, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματός σου, τῶν λοιπῶν κόπων καὶ ἀγώνων σου. ἐγὼ ἐγγυητής σου τῆς σωτηρίας, ὁ ἁμαρτωλός· ἐγὼ ἔτεκον, ἐγὼ ἰατρεύσω. μόνον αὐτὸς στῆθι, μόνον ἀνάνηξον τοῦ βάρους τῆς ἀθυμίας, μόνον ἔπεχε σεαυτῷ, μόνον μὴ μονωθῇς ἔτι, κἂν συμβῇ μὴ συμποιεῖν μηδ' αὖ πως συνεῖναί σε τῷ οἰκονόμῳ. Ταῦτα τὸ νῦν, ἐπεὶ καί, ἡνίκα τύχῃ γραμματηφόρος, οὐ κατοκνήσω γράφοντί σοι ἀντιγράφειν. αὐτὸς ὁ Κύριος τῆς σωτηρίας ἡμῶν ἐφαψάμενός σου τῆς καρδίας ἐμποιήσειεν φῶς ἐν τῇ ψυχῇ σου, παράκλησιν, διέγερσιν, ἐργασίαν καθ' ὅσον οἷόν τε καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. τέκνον μου, προσεύχου μοι, ἵνα σωθῶ κἀγώ. οἱ ἀδελφοί σου προσαγορεύουσίν σε. 155 Τῷ αὐτῷ Οἷα χαίρω ὁ ταπεινὸς δεχόμενός σου λόγον, τέκνον, καὶ ἔχων ἐν καρδίᾳ ὃν πάλαι ἀπώλεσα. ἀλλὰ χάρις τῷ συνάψαντι θεῷ· εἴθε καὶ τὸ πρόσωπον εἶδον, ὤφελον καὶ ζώσης σου φωνῆς ἐπαϊέναι. οὕτω σε ποθῶ καὶ χαίρω ἀνακληθέντα. μὴ δὴ οὖν ῥαθυμήσειας, υἱέ μου, εὐθυμῶν δὲ πορεύου τὴν ἐν Κυρίῳ πορείαν τῆς ψυχῆς, τὰ ὑποβληθέντα παρὰ τοῦ ἐμποδιστοῦ τῆς σωτηρίας σκῶλα καὶ ἐμπτώματα πόρρω βάλλων καὶ ὁδοποιῶν ἑαυτῷ τὴν πρὸς θεὸν εἴσοδον· ἤνοικται γάρ σοι ἤδη, τῶν κλείθρων τῆς ἁμαρτίας ἀρθέντων. ἄλειψαί σου τοὺς νοητοὺς πόδας καὶ κατὰ μικρὸν κινούμενος πέποιθα ὅτι καὶ ὀξυποδίσεις καὶ φθάσεις εἰσελθεῖν εἰς τὰ ποθούμενα. ἤδη πρόκειται καὶ ὁ ἀγών· τί οὖν παράδοξον καὶ εἰς κατάλογόν σε μαρτύρων φθάσαι; ναί, τέκνον μου Λιτόιε, στῆθι, σώθητι, εὐδόξησον. εὖ δὲ πάνυ ὅτι ἀπορίᾳ μετὰ τοῦ οἰκονόμου σε εἶναι ᾠκονομήθη· συνεζεύχθης τῷ Προτερίῳ ἀδελφῷ, τῆς ταπεινώσεως ἔργον, ταπείνωσις δὲ τὸ καθαιρετικὸν φάρμακον τοῦ ἀντικειμένου. Εἰρήνη σοι καὶ ἰσχὺς ἐκ θεοῦ. προσεύχου περὶ ἐμοῦ. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε. 156 Εἰρήνῃ πατρικίᾳ Καὶ γράφοντες καὶ μὴ γράφοντες ἔργον ἔχομεν ἀνεπιλήστως μνημονεύειν σου τῆς τιμιότητος οὐ μόνον κατὰ τὸν τῆς εὐεργεσίας λόγον, ὃν ἐνεδείξω ἔκπαλαι πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἀλλὰ γὰρ καὶ κατὰ τὸν τῆς ὁμολογίας Χριστοῦ τρόπον, συντάσσοντές σε τοῖς ὧδε κἀκεῖσε διὰ Χριστὸν περιωρισμένοις καὶ ἐναθλοῦσι· μὴ γὰρ καὶ αὐτὴ οὐ δεδιωγμένη, οὐκ ἄποικος, οὐκ ἄπολις, οὐ περιωρισμένη, οὐκ ἐμπαράσκευος ἀεὶ πρὸς κινδύνους; ναὶ ἀληθῶς καὶ διὰ τοῦτο μακαρία, ὅτι σοί ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. τίς οὐκ οἶδεν τῶν ὁμολογητῶν ὅτι συνωμολόγησας; ποῦ οὐκ ἠκούτισται ὅτι καὶ συγκλητικὴ ἐν μάρτυσιν; ἐθαύμασάν σε μοναστῶν τάγματα, ᾔνεσάν σε λαϊκῶν συνεδρεύματα· τί δὲ ταῦτα; αὐτὰ τὰ τῶν ἀγγέλων καὶ ἁγίων τάγματα εὐφράνθησαν ἐπὶ σοί. καὶ μὴ δοκήσῃς κολακείαν εἶναι τὸν λόγον. βλέπε οὖν, ὦ μάρτυς Χριστοῦ, οἷον τετίμησαι, οἷον ὕψωσαι· σύγκρινόν μοι πηλὸν καὶ χρυσόν, τοσοῦτον καὶ πολλῷ πλέον οὗ κατέλιπες ἐπιγείου ἀξιώματος τὸ νῦν δωρηθέν σοι ὑπὸ θεοῦ ἀξίωμα ἐπουράνιον, μάρτυρα καλεῖσθαι Χριστοῦ, ὁμολογητὴν ἀληθείας. Διὸ ὑπομνήσκω μὴ τραπῆναι τὸ καθόλου τῆς ἐνστάσεως, ἐπὶ τὴν ἀσάλευτον πέτραν τῆς ὀρθοδοξίας ἐρηρεισμένην σε, μηδὲ εὐπτόητον καὶ ἀμφοτερίζουσαν γενέσθαι ταῖς τινων καταπτώσεσιν εἴτε λαϊκῶν εἴτε μοναστῶν καὶ δοκούντων εἶναί τι εἴτε ἁπλῶς οὑτινοσοῦν· οἱ γὰρ τοιοῦτοι ψευδάδελφοι, ψευδαπόστολοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. πολλοὶ δοκησίσοφοι καὶ ἀρχιεροφανεῖς καὶ ἁγιόδοκοι ἐν τοῖς πάλαι ἑαλώκεσαν· ἔλαμψαν δὲ ὡς φωστῆρες ἐν κόσμῳ ὀλίγοι καὶ ἀληθινοὶ σοφοί, οἵτινές εἰσι φόβῳ θεοῦ διαζῶντες, ἐπείπερ ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μὴ οἰηθέντες εἶναι πολλοῦ ἄξιοι· ἐπειδὴ ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ. Παρακαλῶ ἔτι, στόμωσον ἑαυτὴν τῷ ἄνθρακι τῆς θείας ἀγάπης, κόπτουσα πᾶσαν προσπάθειαν· οὕτω γὰρ συγκόψεις τὰς προσβολὰς τὰς μελλούσας. μὴ γὰρ πάντως οἴου ἀβασάνιστος διαμένειν εἴτε λόγῳ ἢ καὶ ἔργῳ· φθονεῖ σε γὰρ ὁ διάβολος, λαβὼν καιρίαν πληγὴν ἐπὶ σοί." ὅτι καὶ γυνή μου κατεξανίσταται", φησί," καὶ ταύτη ὑπὸ ζυγόν, καί γε ἐν περιφανείᾳ", τοιαῦτά πως λέγων·" οὐ φέρω, κινῶ κατ' αὐτῆς ἔτι μου πολλὰς μηχανάς, τὸν ἄνδρα, τὸ τέκνον, τὸ αἷμα ὅλον, τὰς ὁμοσυγκλήτους, τὰς γνωρίμους, τοὺς παῖδας, τὰς παιδίσκας, τὴν περιουσίαν, πρὸς τούτοις ἐλεεινὰ δάκρυα, παρακλήσεις, ὑποσχέσεις· εἰ δέ γε ἐντεῦθεν ἀποτύχω, μετέρχομαι ἐπὶ τὸ ἕτερον εἶδος, προσάγω βασιλικὰς ἀπειλάς, φθόνους τῶν ὁμοαξίων," 4οὐά" 5, λεγόντων," 4ἐκείνη μόνη ὑπερέξει πάντων; ὅστις καὶ ποία;" 5, ὕβρεις ἔτι, χλευασμούς, μυκτηρισμούς, καταγέλωτας, ἐνίοτε καὶ ἐμπτυσμούς, μὴ καὶ ῥαπίσματα, μὴ καὶ κολαφίσματα, μὴ καὶ θάνατον". Ὅρα, ἀδελφὴ ἐν Κυρίῳ, μὴ ἐνδώσῃς. ταῦτα Χριστοῦ στίγματα, ταῦτα στέφανοι οὐράνιοι, νέαν σε μάρτυρα ποιοῦντα· μὴ γὰρ κἀκεῖναι οὐχ ὁμοιόσαρκοι, εὐγενίδες, πολύολβοι, ἐξ ἀνδρὸς τμηθεῖσαι μαχαίρᾳ τοῦ πνεύματος; οὕτως σε ὁ λόγος παρασκευάσθαι ὑποτίθεται, ἀδελφομήτηρ, μή σε δελεάσῃ ἔν τινι ὁ πειραστὴς διάβολος, ἵνα πολλοὺς τῷ οἰκείῳ ὑποδείγματι στερεώσῃς, καὶ σώσῃς, ὅπως χορεύσῃς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ αἰώνια. Προσεύχου περὶ ἐμοῦ· ἀσπάζομαι ἐν Κυρίῳ τὴν ὅρπηκά σου καὶ σύναθλον. 157 Ἰωάννῃ ἐπισκόπῳ Σάρδησ Οὔπω μοι μέχρι τοῦ δεῦρο ἤκουσται, ποῦ ποτ' ἂν εἴη περιωρισμένη ἡ πατρική σου ἁγιωσύνη· διὸ ὑπέμεινα συνέχων τὴν χεῖρα καὶ οὐχ εὑρίσκων πληρῶσαί μου τὴν ἐπιθυμίαν. ἐλπίδι οὖν πτερωθεὶς ἐπιτεύξασθαι τοῦ ποθουμένου ἐπέστειλα τὸ παρὸν καὶ οἶδ' ὅτι οὐ διαψευσθήσομαι τῆς ἐλπίδος ἐν Κυρίῳ. ἀλλά γε δεῦρο φράσον, ὦ μεγαλοπάτορ, πῶς ἡ ἐξορία καὶ ποῦ καὶ οἷος ὁ ὑποδεξάμενός σε χῶρος, οἵ τε αὐτόχθονες καὶ οἱ πλησιάζοντες; ἆρα δεξιοὶ καὶ τῆς ἐκλεκτῆς μερίδος ἑκάτερα ἢ ἄμφω τὰ ἐναντία καὶ σκολιάζοντα; πλὴν ὅτι διὰ Χριστὸν καὶ τὰ δυσχερῆ εὐχερῆ καὶ τὰ λυπηρὰ περιρχαρῆ. μακάριος εἶ, ὑπὲρ ἀληθείας δεδιωγμένος τῆς οἰκείας ἐκκλησίας καὶ ἐξωρισμένος πορρωτέρω τῆς ἐνεγκαμένης· μακάριος εἶ, διὰ Κύριον ἐμπαιχθεὶς καὶ κονδυλισθεὶς ὑπὸ τῶν ἀσεβῶν ἔμπροσθεν τοῦ καϊαφαϊκοῦ συνεδρίου. μετὰ Χριστοῦ ἐθεατρίσθης σὺν τοῖς ὁμάθλοις, σὺν Χριστῷ κατεδικάσθης· καὶ ἐπὶ τὸν σταυρὸν μὲν οὐκ ἀνῆλθες, ὅτι μὴ καιρός, σταυροφορῶν δὲ ἐξῆλθες, προπηλακισθεὶς καὶ διασυρθεὶς παρὰ τῶν παρανόμων· ἐξ οὗ καὶ ὁ τῆς δικαιοσύνης σοι στέφανος οὐρανόθεν ἀγγελόπλοκος. Ἄγε δή, πατέρων κορωνίς, εἰς μέσον τοὺς θείους σου ἀγῶνας, σύναψον αὐτοῖς καὶ τοὺς ἑξῆς· ἔτι γὰρ καιρὸς μαρτυρίου εἰς κόσμον τῇ Χριστοῦ ἐκκλησίᾳ. ἀπαράτρεπτος ἔσο (μετ' αἰδοῦς ὑπομνήσκω, λαβὼν ἔκπαλαι ἐπιτροπὴν τοῦ λέγειν ἐξ ἄκρας σου ταπεινοφροσύνης) τῆς καλῆς ὁμολογίας, ἧς ἔλαβες ὡς ἔπαθλα τὰς ἐντίμους ἀτιμίας καὶ ἣν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. διὰ Χριστόν ἐστι παθεῖν τὸ ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθλῆσαι· οὔτε γάρ, φησὶν ὁ Μέγας Βασίλειος, τὸ κράτος ἐπ' ἀμφοῖν σχίζεται οὔτε ἡ δόξα μερίζεται. οἱ δὲ χριστομάχοι οὐ μόνον μερίζουσιν, ἀλλὰ γὰρ καὶ ἀτίμως καθυβρίζοντες διὰ θατέρου θάτερον ἀπαρνοῦνται, ἰουδαΐζοντες πλαγίως καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀνασκευάζοντες. Εἰ γὰρ μὴ εἰκονίζεται Χριστὸς καθ' ἡμᾶς, ἔστιν ἀπερίγραπτος ὡς ἔξω σώματος· πᾶν γὰρ τὸ ἐνσώματον περιγραφόμενον. καὶ ποῦ ὅτι ὁ λόγος σὰρξ ἐγένετο; ἢ πῶς διαγνωσθείη ὁ τῆς σαρκώσεως λόγος, εἰ ὡς πρὶν σωματώσεως οὕτω καὶ μετὰ σωμάτωσιν ἀπερίγραπτος, ἤτοι ἀνεικόνιστος χαρακτῆρι τῷ καθ' ἡμᾶς μεμένηκεν Χριστός; δεῖ γὰρ διαφορὰν εἶναι δυοῖν πραγμάτων ἑτεροφυῶν, οἷον ὕδατος καὶ πυρός, ὕλης καὶ ἀυλίας, συνθέσεως καὶ ἁπλότητος καὶ τῶν ἐξ ἐναντίας ἁπάντων ἀφεστηκότων ἀλλήλοις· οὕτω τοιγαροῦν καὶ ἀσωματότητος καὶ σωματώσεως, ἥτις ἐστὶ διαφορουμένη πρὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καθ' ἣν Χριστὸς μεσίτης θεοῦ καὶ ἀνθρώπων, τοῖν δυοῖν τὰ ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀπαράφθαρτα φέρων. καὶ γέγονεν ὁ ἄυλος ἔνυλος, ὁ ἁπλοῦς σύνθετος, ὁ ἄσαρκος ἔνσαρκος, ὁ ἀνεμφερὴς καὶ ἀνεικόνιστος ὅμοιος ἡμῖν κατὰ πάντα. εἰ δὲ οὐκ εἰκονίζεται, οὔπω διαφορά, οὔπω σύνοδος τῶν ἐναντίων ἐκ θείας εὐδοκίας τε καὶ δυνάμεως· διὰ τοῦτο οὐδὲ σάρκωσις, ψεύδεται δὲ καὶ ὁ λέγων, θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ὅτι παραπλησίως ἡμῖν καὶ αὐτὸς μετέσχε σαρκὸς καὶ αἵματος. Οὕτω συνῆκται τοῖς δόγμασιν ἰουδαΐζειν τοὺς εἰκονομάχους καὶ προδρόμους πεφηνέναι τοῦ Ἀντιχρίστου. ὧν φύγοιμεν, ὦ πάτερ, τὴν ἀσέβειαν ἴσα ἰουδαϊσμοῦ, μὴ ἀτονοῦντες πρὸς τὰ πάθη μηδ' αὖ πρὸς τὸ μακροημερὲς τῆς αἱρέσεως, μιμούμενοι τοὺς ἁγίους, τοὺς διὰ μακροθυμίας καὶ πολλῶν παθημάτων κληρονομήσαντας τὰς θείας ἐπαγγελίας. συγγνωμονήσεις δέ μοι πάντως, ὦ ἱερὰ κεφαλή, ἐφ' οἷς διελέχθην, τὰ προστεταγμένα ποιοῦντι· ἀλλ' οὖν καὶ ὑπερεύξῃ ἐν ἀφέσει ἁμαρτιῶν καὶ ἀπτωσίᾳ λόγου καὶ ἔργου παρελθεῖν με τὸν τῇδε βίον. 158 Πέτρῳ Νικαίασ Κελεύει με ἐπιστέλλειν ἡ ἁγιωσύνη σου καὶ ἔχειν τοῦτο ἐρασμίως· ὅτου χάριν πυνθάνομαι, ὁσιώτατε, καὶ δι' ἥν τινα αἰτίαν, ἢ πάντως ἐφέλκειν θέλων πρὸς ἀγάπην, ὅπερ σοι δῶρον θεὸς ὑπὲρ τοὺς πολλοὺς ἐχαρίσατο, δημιουργεῖν φιλίας καὶ διὰ τοῦτο στέργεσθαι ἀντιπεπονθότως; εἴκω τῷ πατρικῷ προστάγματι ὡς υἱὸς ἐλάχιστος. ἀλλὰ τίς ὁ παρ' ἐμοῦ λόγος τοῦ ἀσυφήλου, ὠνήσασθαι δυνάμενος τὸν πολλοὺς ὠφελοῦντα, μάλιστα τανῦν αὐτοῖς ἔργοις ὑπὲρ ἀληθείας πάσχοντα καὶ μηδὲν ὑπὲρ αὐτῆς προκρίνοντα; ἥλιος ἔλαμψας ἐν τῇ αἱρετικῇ νυκτομαχίᾳ, στῦλος ἤγερσαι ἐν τῇ ἐκκλησίᾳ, ὑπερείδων τοὺς σαθρουμένους. ἀντιβολῶ, ὦ Πέτρου τοῦ μεγάλου συνώνυμε Πέτρε, πέτραν σε σχοίη ἀσάλευτον εὐσεβείας ὁ παρὼν σεισμὸς τῆς ἀσεβείας, ὡς ἂν καὶ ἡμεῖς οἱ εὐκαταγώνιστοι ἐρηρείσμεθα ἐν σοί. διάνυε τοὺς διαύλους τῆς ὁμολογίας, οὐκ ἀνιδρωτὶ πάντως· ἐν τούτῳ γὰρ καὶ οἱ στέφανοι. εἰ ἐν ἑπτὰ περιόδοις τὸν δρόμον τελοῦντες οἱ ἐπὶ γῆς ἁρματηλατοῦντες καταστέφονται, τί θαυμαστόν, εἰ τοῖς τὴν ἄνω νύσσαν θέουσι μηκυνεῖ Χριστὸς ὁ ἀληθινὸς ἀθλοθέτης, ὥσπερ εἴωθεν ἔκπαλαι, τοὺς χρόνους; ἐμοὶ δοκεῖν τῷ ἀμαθεῖ, ἵνα καὶ τῶν τρεχόντων τὸ ἀνολίγωρον δοκιμάσῃ καὶ τῶν ἐλαυνόντων τὴν μανίαν ἐπίσχῃ, εἰ δ' οὖν κολάσῃ. Σοὶ μὲν τὰ παρ' ἐμοῦ τοσαῦτα, παρεγγυοῦντι, ὦ μακάριε· ἐμοὶ δὲ ἀρκέσειεν ἱερῶν εὐχῶν σου ἀποστολή, κἂν ἐπιστολῆς ἀποτύχοιμι. 159 Μακαρίῳ ἡγουμένῳ Ἐμοὶ χαρὰ παντὶ μὲν ἄλλῳ ὁμιλεῖν διὰ γράμματος εὐσεβοῦντι, πόσῳ γε μᾶλλον πατρὶ τοιούτῳ καὶ τηλικούτῳ, οὗ ἡ ἀγάπη ἐν ἐμοὶ κραταιὰ καὶ ἡ εὐχὴ ἀσπαστὴ ὡς ὄμβρος ἐπ' ἄγρωστιν; καὶ γάρ, ὁσιώτατέ μου, χρῄζω σου τῶν ἱκεσιῶν μετέχειν ἀεὶ διὰ τὸ ἀκατάρτιστόν με εἶναι καὶ εὐκαταγώνιστον, ὡς ἂν διαδράσοιμι καὶ τὸν ἀόρατον διωγμὸν καὶ τὸν ὁρώμενον. οὗ ὁρᾷς οἷα τὰ τυρβάσματα, τὰ κολαστήρια, αἵματα μὲν τυχὸν οὐ κενοῦντα αἰσθητῶς φθόνῳ τοῦ μὴ δοκεῖν τοὺς πάσχοντας εἶναι μάρτυρας (εἰ καὶ ὅτι οὐκ ἀπὸ τῆς αὐτῶν γνώμης, ἀλλὰ τῇ τῆς ἀληθείας ψήφῳ κρίνει θεὸς τὰ πράγματα), ἐκ τοῦ κατὰ μικρὸν δὲ ὑπωπιασμοῦ καὶ ἐκθλιμμοῦ αἱματεκχυσίαν ἐργαζόμενα ἀψευδῶς· ὁπόταν γὰρ ἐν λιμῷ καὶ δίψει, ἐν ἐξορίαις καὶ εἱρκταῖς, ἐν σιδήροις ἐπὶ ποδὸς καὶ μονώσεσιν, ἐν ἁρπαγαῖς ὑπάρξεων καὶ ἐκδιώξεσιν, ἐν διατριβαῖς ἐρήμων οἰκήσεων, ἐν ὄρεσί τε καὶ σπηλαίοις κατὰ τὸ γεγραμμένον (καὶ οὔπω λέγω καὶ αἱμάτων διὰ μαστίγων κενώσεσι), πῶς οὐ ταῦτα μαρτύρια; πόσοι οἱ στεφανῖται; ἆρον κύκλῳ τοὺς τοῦ νοῦ ὀφθαλμούς, ὦ μακαριώτατε, καὶ ἴδε ἅπαντα καὶ πέρα τούτων, καὶ ἐξ ἑαυτοῦ ἀθλήσεως τὸν λόγον πιστούμενος. Ἀλλ' ὅμως νικῶν νίκα, τριπόθητε, οἷα καὶ εἶεν τὰ ἐπαγόμενα καὶ ἐπαχθησόμενα, ἵνα σε κορωνίδα ἡ μοναχικὴ πολιτεία ἔχοι, ἥ τε ὅλη τοῦ Χριστοῦ ἐκκλησία ὁμολογίας στεφανίτην γνωρίσοι, ἡμεῖς τε οἱ ἐλάχιστοι ἐγκαλλώπισμα λάβοιμεν εὐπρεπείας. 160 Τῷ φίλῳ ὁ φίλοσ Καιρός μοι τοῦ γράφειν, τοῦ δὲ μνημονεύειν σου τῆς καλῆς ἀγάπης ἅπας· καὶ τοῦτο οὐ δῶρον, ἀλλὰ κατὰ χρέος, οὐ μόνον διὰ τὴν φειδώ, ἣν ἐνεδείξω ἐν ἡμῖν (ἣν τίς μαθὼν οὐκ ἂν ἀγάσαιτο, πληρωτὴν οὖσαν τῆς ἐντολῆς ἐκείνης, ἵνα τις θήσῃ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ;), ἀλλὰ καὶ διὰ τὴν καλοτροπίαν σου· ὡς γὰρ ἕπεται τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ τῇ σῇ τιμιότητι τὸ χαρίεν καὶ ἀγαπητόν. καὶ τοῦτο οὐ λόγος διάκενος· τίς γάρ σε ἰδὼν οὐκ ἥσθη, τίς δέ σου πειραθεὶς οὐκ ἐτρώθη εἰς φιλίαν; πυνθάνομαι ὅτι καὶ ἐξ ἀκοῆς εἷλές τινα, ὥστε σε ἀγχιστεῦσαι θέλειν. καί γε τὸ παραδοξότερον· φασὶ γὰρ γυμνὸν ἐν βαλανείῳ εἰσελθόντα ἐπιγαμβρεύσασθαι, οὐδενὸς ἄλλου ἐπιζητουμένου διὰ τὸ πολύολβον τοῦ ἐκκαλουμένου. καὶ εἰκότως· ὁ γάρ τοι τὴν ἀρετὴν ἠμφιεσμένος πλουσιώτερος πάντων, ὥς που τὸν Ὀδυσσέα ἱστοροῦντες ἐκ ναυαγίου γυμνὸν περισωθέντα φάναι τάδε. ἴδε οὐ διέψευσμαι ἐν τοῖς ἀνόπιν· ἀλλ' ὡς ἔμαθον καὶ εἰς ἀρχὴν κομητάτου προῆχθαί σε, ἐχάρην μὲν οὐ πολὺ (μικρὸν γὰρ τῇ εὐσεβείᾳ σου καὶ ἀμφοτεροδεξιώσει τουρμαρχάτον), ἐλυπήθην δὲ ὅτι ἀπομακρύνεις· ὅμως τῷ πτερῷ τοῦ γράμματος δυνατὸν πέτασθαι καὶ συνάπτεσθαι ἀλλήλοις. Φύλασσέ μοι οὖν, ὦ παῖ καλέ, εἰ οὐ δυσχεραίνοις ἀκούων, τὴν παρακαταθήκην τῆς ὀρθοδόξου πίστεως καὶ κοινωνίας· μνημονεύων μου ἐξ ἴσου σῴζοιο ἐν Κυρίῳ πάντοτε. 161 Εἰρήνῃ καὶ Καλῇ ἀδελφαῖσ Ὅτι παρεκλήθη ἡ τιμία ὑμῶν δυὰς ἀπὸ τοῦ ἀδελφικοῦ πάθους, χάρις τῷ παρακαλέσαντι θεῷ. τοῦτο γὰρ ἐδήλωσεν ὁ γραμματηφόρος, ὃς καὶ ἤγαγεν ἡμᾶς τὰ ἀποσταλέντα παρ' ὑμῶν· ἃ ἰδόντες ἐδόξαμεν ἐκεῖνον τὸν μακάριον θεωρεῖν καὶ προσφθέγγεσθαι. καὶ γοῦν ἔχομεν αὐτὰ εἰς ὑπόμνημα αὐτοῦ ἀνεπίληστον· ἀναπαύσειεν ὁ θεὸς κἀκεῖνον μετὰ ἁγίων, ὧν εἵλετο ζῶν τὴν μερίδα, δοίη καὶ ὑμῖν τὸν μισθόν, ὑπὲρ ἀδελφοῦ ἀληθινοῦ ἀγωνιζομέναις διὰ τῆς τοιαύτης εὐποιΐας, ἀναπεμπούσαις τὰ ἀπόμοιρα αὐτῷ ἐν τῷ μέλλοντι αἰῶνι, ὃς καὶ ἔτι ζῶν προαπέθετο τὴν ἄσυλον κληρονομίαν. Ἀλλὰ τί ὅτι καὶ αὐταί, τὸν αὐτὸν τῆς παρθενίας εἱλάμεναι βίον, οὐδὲν ἀπολείπεσθε κόσμῳ, πάντα θεῷ θησαυρίζουσαι, ἐχόμεναι καί γε τῆς ὀρθοδοξίας; εὐλογηθείη ἡ τριὰς ὑμῶν, εὐλογημένη καὶ ἡ δυάς, ἡ ἐνεγκοῦσα ὑμᾶς εἰς φῶς· καλὴ ἡ φρόνησις ὑμῶν, μακαρία ἡ πρᾶξις ὑμῶν. Εὔχεσθε ὑπὲρ ἐμοῦ, ἅγιαι γυναῖκες. 162 Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ Οὐχ ὅτε γράφω, τότε μνημονεύω σου τῆς ἀγάπης, γνησιώτατόν μου αἷμα, ἀλλὰ καὶ πάντοτε λαμβάνων σε ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ οὐ διαψεύδομαι· ἐρῶ γάρ σε οὐ μόνον ὡς ἀγχιστέα, ἀλλὰ καὶ ὡς ὁμογνώμονα καὶ ὑπὲρ πάντα συγγενῆ οἰκειωμένον τῇ ταπεινώσει μου, οὐ μὴν ἀλλὰ καὶ ὡς φιλοσυνόμιλον, ὡς αὐτὸς ἀφ' ἑαυτοῦ εἰκάζειν ἔχεις, ἐπειδή πως ἔσοπτρον τῆς ἀγάπης τῆς πρὸς τὸν πλησίον ἐν ἑαυτῷ ἕκαστος κέκτηται. διέστησε δὲ ἡμᾶς ὁ καιρός, ὡς οἶδας· ἀλλ' ὥσπερ ἐγὼ εὔχομαί σε φυλάττεσθαι ἀσινῆ καὶ ἀμέτοχον τῆς χριστομάχου αἱρέσεως, οὕτω καὶ αὐτὸς ὑπερεύχου, φίλτατε, διασῴζεσθαί με κατὰ πάντα τὸν ἁμαρτωλὸν ἀπήμονα. Τί δὲ ὁρᾶταί σοι τὰ κατὰ τὴν Βυζαντίδα; ἐγκαταλέλειπται σπέρμα ὀρθόδοξον ἢ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν; στοναχίζει τις τὴν ἅλωσιν ἢ ὡς ἐπὶ Νῶε ἡ ἀναίσθητος ἀδιαφορία, οὓς ὕδωρ οὐράνιον κατέκλυσεν; ἆρα δὲ κἂν ἐκ τῶν Ναζιραίων οἱ ἑαλωκότες κλάουσιν ἢ ὡς μηδὲν πεπονθότες νήχονται τοῖς τῆς αἱρέσεως κύμασι; καί γε ὁ ἡμέτερος Μαξιμινίτης; δίδαξον, φρουρῶν τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, εἰ μή τι ἄλλο, ταύτην εἰλικρινῆ τῷ θεῷ παριστῶντες. 163 Γρηγορίῳ κληρικῷ Χαῖρε, στρατιῶτα Χριστοῦ, γέγονας ἐξόριστος δι' αὐτόν· ἐπειδὴ γὰρ ὥσπερ τις χρυσὸς ἐχωνεύθης οἱονεὶ καὶ ἐπυρώθης ταῖς μάστιξι, ταῖς φυλακαῖς, τοῖς προπηλακισμοῖς, τοῖς ἐμπτυσμοῖς, οἷστισιν ἄλλοις ἑπομένοις τοῖς προηγουμένοις (οὐδὲ γὰρ ἀπαριθμεῖν πάντα δυνατόν), εἴληφας καὶ τὸ τῆς ὑπερορίας κλέος ὥσπερ τι διάδημα. ἔχει σε ἡ νῆσος προῖκα ὀρθοδοξίας, αὐχεῖ σε ἡ ἐνεγκαμένη, περιθρυλλοῦσά σου τὸ κράτος τῆς ἀνδρείας. ὢ τοῦ θαύματος· μόνος ἐκ τοῦ κλήρου τῆς βασιλίδος, θεῖον σὺ ἀνάθημα. ποῦ δὴ τὸ πρεσβυτέριον; ποῦ δὲ τὰ ὑφειμένα τάγματα; ὢ τῆς ἀπωλείας· πάντες τοῦ καιροῦ, πάντες τῶν τῇδε, πάντες τῆς σαρκός, πάντες τῶν φόβων, ἀλλ' οὐχ ὁ ἱερὸς καὶ ἱερουργὸς τοῦ Χριστοῦ Γρηγόριος· καλῶ γάρ σου καὶ τὸ ὄνομα, ὥσπερ τι θεῖον ἄκουσμα ὑπομνηματίσαι. τοῖς μεγάλοις Γρηγορίοις σὺ συναρίθμιος, φερωνύμως γρηγορήσας τὰ θεῖα καὶ ὑπὲρ θεοῦ ἀνατλὰς πόνους καὶ ἱδρῶτας, προσθείην δ' ἂν καὶ αἱματεκχυσίας. χαίρετε, ἀπόστολοι Κυρίου, ὁ θεῖος ναὸς καὶ περιβόητος· ἀφ' ὑμῶν γὰρ ὁ κῆρυξ τῆς ἀληθείας, ὑμεῖς τὸν γενναῖον ἄνδρα καὶ ἱερουργὸν ὑμῶν οἱ καρποφορήσαντες. χαίρετε, μάρτυρες Χριστοῦ, οἷς ἡ εὔλαλος γλῶσσα πολλαχῶς παννυχίως ἐμελῴδησεν, οὗ ἡ ἀρετὴ διαπρύσιος καὶ ἡ γνῶσις περίδοξος καὶ ἡ εὐμέλεια ἀξιέραστος. Δεῦρό μοι, μύστα, μύησον καὐτόθι τὰ μυήσεως ἄξια, δίδαξον τοὺς ἀμαθεῖς, φώτισον τοὺς ἐνσκοτισμένους, δι' οὓς ηὐδόκησεν τὴν ἐξόρισιν θεός. ἔχεις τοὺς τὸ ἀσθενές σου σαρκίον ὑπερείδοντας ἢ πάντων ἀφῃρέθης διὰ Χριστόν; πλὴν Χριστός σοι ἑστία, Χριστὸς ἐπαρωγός, Χριστὸς στεφανοδότης· ᾧ μὴ ἐλλείπῃς προσεύχεσθαι κἀμὲ σῶον καὶ ἀπήμονα διαφυλαχθῆναι τοῦ ὠρυομένου ἀεὶ δράκοντος. 164 Ἀνατολίῳ τέκνῳ Χαίρω, ὁσάκις δέξωμαι ὑμῶν γράμμα, τέκνα μου ἀγαπητὰ καὶ ἐπιπόθητα· ἀκούω γὰρ ὑμῶν τῆς φωνῆς καὶ ἥδομαι, βλέπω κατὰ νοῦν ὑμῶν τὸν χαρακτῆρα καὶ γάννυμαι. πότε γὰρ καὶ ἐπιλαθέσθαι ὑμῶν δυνηθείην, τῶν ἐμῶν σπλάγχνων, τῶν ἐμῶν μελῶν; περισσοτέρως δὲ χαίρω ἀκούων καὶ μανθάνων ὅτι μένετε ὁμοῦ ἀδιάσπαστοι καθὼς καὶ συνήφθητε ἐν Κυρίῳ κατὰ προσώπου μου. τοῦτο δὲ τῆς σῆς ἐπιχάριτος πρῶτον, ἠγαπημένον μου τέκνον Ἀνατόλιε, ὁ τῶν ὀφθαλμῶν μου φωτισμὸς ἐν πνεύματι, ἔπειτα καὶ σοῦ, τέκνον μου καλὸν Σαββάτιε, τοῦ ὑπὸ τοῦ ἀδελφοῦ σου διὰ Κύριον φιλοῦντος πρωτεύεσθαι, ὅπερ ἐστὶν ἀποστολικόν· καὶ γὰρ ἀνὰ δύο ἀποστέλλων ὁ Κύριος τοὺς μαθητὰς εἰς τὸ κήρυγμα τοῖν δυοῖν τὸν ἕνα ὑπέταξεν. ἐπεὶ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, ὥς φησιν ὁ ἀπόστολος. καὶ οὗτος ἄριστος νόμος, καὶ αὕτη ἀρίστη ζωή. Στέργετε οὖν οὕτως, ἀγαπητοί, ἕλκοντες ἡμέραν ἐξ ἡμέρας μεθ' ὑπομονῆς καὶ μακροθυμίας (ἐν ταύτῃ γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας οἱ ἅγιοι· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησίν, οὗτος σωθήσεται), ἐπιτηροῦντες μή τι παρ' ἐντολὴν τὸ γινόμενον, μή τι κατὰ παρρησίαν ὀλέθριον, μή τι κατὰ ψυχικὸν νυσταγμόν· ἴστε γάρ, ἀδελφοί μου, ὅτι ἀκήρυκτος ὁ ἐν ἡμῖν πόλεμος τοῦ ἐχθροῦ, παντοίαις μηχαναῖς πάντοτε γλιχομένου ἡμᾶς πτῶσαι, ὀλέσαι, καταπιεῖν. ἀλλ' οὐ δοίη αὐτῷ Κύριος δύναμιν καθ' ἡμῶν, ἐάνπερ γρηγορῶμεν, ἐάνπερ νήφωμεν, ἐάνπερ ὁ ἁγνὸς αὐτοῦ φόβος καθηλοῖ τὰς σάρκας ἡμῶν καὶ κατασπᾷ ἔσθ' ὅτε ἐρεθιζομένας καὶ κινουμένας· πολέμου γὰρ ταῦτα. ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, φησὶν ὁ ἀπόστολος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ἵνα μὴ ἃ ἂν θέλωμεν, ταῦτα ποιῶμεν, ἀλλ' ἅπερ τὸ πνεῦμα. εἴη Χριστὸς βοηθὸς ἡμῶν, ἐν ᾧ νικᾶν τὸν σατανᾶν προστετάγμεθα κατά τε τὸν τῆς πράξεως λόγον καὶ τὸν τῆς πίστεως, ἐν ᾗ μάλιστα καὶ ὁ ἀγὼν τανῦν ἀκμάζων. βλέπετε, τεκνία, μὴ δειλανθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· μαρτυρίου καιρός, πάντα ὑποίσωμεν, παρακαλῶ, ὑπὲρ Χριστοῦ, ἵνα στεφανωθῶμεν. Προσεύχεσθε περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἀσπάσασθε τοὺς σὺν ὑμῖν, μάλιστα τὸν ἀδελφὸν Σίμωνα, ἐὰν ἔστι σὺν ὑμῖν· οἱ μετ' ἐμοῦ ἀδελφοὶ ὑμῶν πλεῖστα ἀσπάζονται. ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 165 Συμεὼν τέκνῳ Οὐχ ὅτε γράφω μνημονεύω σου μόνον, τέκνον ἠγαπημένον, ἐπεὶ οὐδὲν μέγα, ἀλλὰ σοῦ πάντοτε τὴν ἀγαθὴν μνήμην ἔχω μετὰ τοῦ συνόντος σοι τέκνου μου ἀββᾶ Ἀντωνίου, εὐχόμενος φυλάττεσθαι ἀμφοτέρους ὡς δύο κόρας ὀφθαλμῶν ἀθολώτους κατὰ πίστιν τε καὶ ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. περισσοτέρως δὲ ἐπαινῶν εἰμι τὴν φρόνησίν σου, τέκνον μου, ὅτι ἐμάκρυνας φυγαδεύων ἀπὸ τῆς ἐνεγκαμένης σε, παροικῶν ἐπὶ τῆς ξενίας· τί γὰρ ὠφέλησεν τῷ ἀναπαυμένῳ Δανιὴλ ἡ ἐγκάθισις; διὸ λυποῦμαι ὅτι τῷ ὄντι ἀθέσμως καὶ σκανδαλιστικῶς ἐναπέμεινεν ὁ πρῶτος ἀδελφὸς μεθ' ὧν ἔχει. Σὺ μὲν οὖν θεῖα φρονῶν καλῶς ἐξενίτευσας καὶ πορεύῃ· καί γε Κύριος καταρτίσαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθόν, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον αὐτοῦ. βοηθεῖτε δὲ ὅπως οὖν δύνασθε καὶ ἀδελφοῖς ὑμῶν οὐ καλῶς καθεζομένοις εἴτε διὰ γράμματος εἴτε διὰ παρουσίας εἴς τε τὸν προειρημένον καὶ εἰς τοὺς ἐν τοῖς αὐτόθι. τοῦτο δὲ λέγω διὰ τὸν Θεωνᾶν καὶ τὸν Θεόφιλον τὸν τέκτονα· ἀκούω γὰρ τὸν μὲν πάντῃ ἀπαυθαδιάσαντα, τὸν δὲ μετὰ τῆς ἀδελφῆς καταμένοντα. εἰς μὲν τοῦτον ἐπέστειλα· καὶ διὰ τὴν ἀγάπην τοῦ θεοῦ κοπώθητε ἀπελθεῖν μέχρις αὐτοῦ καὶ ἐπιδοῦναι αὐτῷ τὴν ἐπιστολὴν καὶ ἀναγνῶναι, ἥτις καὶ ἐμφέρεται ἔνδον τῆς ἐπιστολῆς σου. καὶ ἴσως ὁ θεὸς ὁρῶν τὸν κόπον ὑμῶν εὐθετήσει τὴν ζωὴν αὐτοῦ. εἰς δὲ τὸν Θεωνᾶν ὑπεστάλην τέως γράψαι, μὴ καὶ προδότης γένηται. ἀλλὰ δέομαί σου καὶ ἐπ' ἐκείνου ἢ αὐτοπροσώπως ἢ διὰ γραμμάτων μαθεῖν τὴν δύναμιν αὐτοῦ, λέγων αὐτῷ ὅτι" 4λυπεῖται σφόδρα ὁ πατὴρ ἡμῶν ἀκούσας οὐκ ἀγαθὰ περὶ σοῦ· καὶ γράψον αὐτῷ κἀγὼ δύναμαι ἵνα ἀποσωθῇ ἡ ἐπιστολή σου πρὸς αὐτὸν καὶ ἀντιγράψει σοι" 5. καὶ ἴσως οὕτως ἕλκεται καὶ γράφει ἢ παντελῶς μανθάνομεν τὴν ἀποστασίαν αὐτοῦ. Ναί, τέκνα μου, παρακαλῶ, κοπιάσατε ἐν τούτῳ· ὁ δὲ θεὸς τοῦ πατρός μου ἀναδείξει ὑμᾶς στύλους καὶ ἑδραιώματα τῆς αὐτοῦ ἐκκλησίας ἐν τῷ ὑπενεγκεῖν ὑμᾶς οὐ μόνον τὰ τῆς ἐξορίας θλιπτικά, ἀλλὰ καὶ τὰ μέχρις αἵματος ἀγωνιστικὰ ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, προσευχομένους καὶ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως ἵνα σῳζώμεθα ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν ἀσπάζονται ὑμᾶς πόθῳ. ἡ χάρις μεθ' ὑμῶν· ἀμήν. 166 Θεοφίλῳ τέκνῳ Ἀδελφὲ Θεόφιλε, ὑγιαίνων ἔσῃ· τί τοῦτο, ὃ ἀκήκοα περὶ σοῦ, τοῦ ἀγαπητοῦ μου υἱοῦ, τοῦ πιστοῦ μου τέκνου, τοῦ ὑπὲρ τοὺς πολλοὺς τῶν ἀδελφῶν εὐλαβεστέρου, τοῦ προκειμένου τοῖς τέκτοσι πᾶσιν ἐξ ἀρχῆς εἰς ὑπόδειγμα καλόν, τοῦ θερμοτέρου τῶν ἄλλων εἰς ἀπολογίαν εὐσεβῆ καὶ ζῆλον θεοῦ διάπυρον (καὶ τί δὴ πολλὰ λέγω;), τοῦ ὀφείλοντος εἶναι καὶ κατὰ τὸ ὄνομα φῶς τῶν ἐν βίῳ καὶ ἅλας τῶν μεμωραμμένων; σὺ συνοικεῖν εἵλω μετὰ τῆς κοσμικῆς ἀδελφῆς; σὺ εἰς χωρίον κοσμικὸν ἀναστρέφῃ; σὺ κατὰ ὀνειδισμὸν τοῦ εὐαγγελικοῦ σχήματος ποδοβολεῖς; σὺ κατὰ τῶν θείων νομοθεσιῶν πα ρανομεῖς; σὺ κατὰ τῆς ἐπαινουμένης ἡμῶν ἀδελφότητος ἐνασχημονεῖς; ἄλλων ἀδελφῶν σου τῶν μὲν φρουρουμένων κατὰ μόνας, τῶν δὲ δαρέντων καὶ ἐξορισθέντων, τῶν δὲ ὧδέ τε κἀκεῖσε ἐν ἐρημίαις καὶ ὄρεσι καὶ ἀποκρύφοις τόποις ἐναυλιζομένων καὶ ὅπως ἁπλῶς ἑκάστῳ ἤνοιξεν θύραν ὁ ἀγαθὸς θεός, σὺ μόνος κατὰ θεοῦ τοῦ σώσαντός σε καὶ καλέσαντος καθέζῃ; ὢ φρίκης τῆς ταπεινῆς μου ψυχῆς, ὢ καταφρονήσεως κριτηρίου θεοῦ. οὐ φέρω, Κύριέ μου, Κύριε, οὐ καρτερῶ τὰ ἐντός· καίομαι, φλεγόμενος τὰ σπλάγχνα. ἀντὶ φωτὸς ὁ υἱός μου γέγονε σκότος, ἀντὶ δόξης ἀτιμία, ἀντὶ εὐφημίας βλασφημία, ἀντὶ ὠφελείας σκάνδαλον· ἄκουε, ἀδελφέ, τοῦ Κυρίου λέγοντος περὶ σοῦ, συνήφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς ἐκρεμάσθη περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐρρίφη εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν ἀδελφῶν αὐτοῦ· σὺ δέ, σκανδαλίζων πάντας, πομπεύεις. οἴμοι, τῷ ἀθλίῳ, πῶς οὐκ αἰσθάνῃ, ἀδελφέ; ἐλέησόν με, τέκνον μου, ἡνίκα δέξῃ τὴν ἐπιστολὴν παρὰ τῶν ἀδελφῶν σου, ἀποπήδησον, ἀναχώρησον ἐκ τῆς κατάρας τοῦ Κυρίου, ἐκ τοῦ αἰωνίου οὐαί· σύμμιξον σεαυτὸν ἀδελφῷ σου, ἵνα διαλλαγῇ Χριστὸς ἐπὶ σοί, ὅπως παύσῃς τὸ ἄλγος μου τοῦ ἁμαρτωλοῦ, ἵνα καταλύσῃς τὸ σκάνδαλον τοῦ σατανᾶ, ᾧτινι ἐφιλιώθης. μὴ παρακούσῃς θεοῦ· πῦρ γὰρ ὁ θεὸς ἡμῶν καταναλίσκον. ἐπεὶ αὕτη ἡ φωνή σοι, ἣν ὁ Μέγας Βασίλειος πρός τινα ὁμοίως σοι συνοικοῦντα γυναικὶ εἴρηκεν· ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι ἔσονται. ὅπερ ἀπείη ἐν σοί, τέκνον μου Θεόφιλε, καὶ λέγειν καὶ ἐννοεῖν.

Intertext edge

Open linked passage

Note