Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Εἰς τὴν διακονίαν τῶν ἀπρονοητῶν Ὅτι κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν ὁ ἄνθρωπος ἔκτισται, ἀναγκαῖον τῇ ἀνθρωπίνῃ φύσει, καθόσον ἐφικτόν, ὡς εἰκόνι τὰ τοῦ ἀρχετύπου μιμήματα ἐν ἑαυτῇ περιφέρειν. ἐπεὶ οὖν τὸ θεῖον ἐπὶ πάντα διήκει τὴν τῆς οἰκείας ἀγαθότητος πρόνοιαν, δίκαιον ἂν εἴη ἐκμιμεῖσθαι τὸ ἀνθρώπινον τὴν τῆς ἀρρήτου σοφίας προνοητικὴν ὡς δυνατὸν διοίκησιν. ὅθεν καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι, εὐλαβῶς εἰς τὸ θεῖον ἀπιδόντες καὶ πρὸς τὸ ὁμόφυλον τὴν ἀγαπητικὴν διάθεσιν ἀναλαβόντες, καθήκαμεν ἑαυτοὺς εἰς τόδε τὸ εὐσεβὲς σύστημα, καθὼς ὑποτέτακται, πρόνοιαν ποιούμενοι τῶν ἀπρονοητῶν σκηνωμάτων, εἴτουν νενεκρωμένων καὶ ἐκ πενίας ἢ ἐκ ξενιτείας μὴ ἐχόντων πῶς ἐκκομίζεσθαι καὶ ἐνθάπτεσθαι ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων. Τῷ τοίνυν θείῳ τούτῳ τύπῳ ἐπερειδόμενοι ἑκάστῳ τε ἐνιαυτῷ ἐκ τῶν προσόντων παρὰ θεῷ δωρεῶν, ὁ καθεὶς ὡς ἔχει δυνάμεως, καταβολὴν ποιούμενοι πρός τε ἀγορασίαν ἐνταφίων καὶ [τὰ] τῶν εἰς ταφὴν ἄλλων συντελούντων, διορίζομεν ἐν Κυρίῳ τάδε, τούτων μηνυομένων ἢ θεωρουμένων κατὰ περίοδον πρὸς ἑκάστου τῶν συνειλεγμένων ἐν τῇ ἀδελφότητι. νεκρὸν ἄνθρωπον, τοῦτον τοῖς προσήκουσιν ἐνταφίοις ἐκκομίζεσθαι καὶ ἀποτίθεσθαι ἐν ταῖς ἀποτεταγμέναις ἡμῖν ὁσίαις θήκαις. καὶ μὴν διὰ τοῦ ἐνιαυτοῦ, ἀρχῇ τε ἰνδίκτου καὶ διὰ τῆς ἐν τῇ Πεντηκοστῇ πολυημερίας ἐπιτελεῖν ἡμᾶς κοινῶς τὰ μνημόσυνα πάντων τῶν κηδευθέντων, ποιούντων ἡμῶν ἐν ταὐτῷ ἐκ τῆς συνεισφορᾶς καὶ ἀγάπην παρακλήσεως σωματικῆς, μὴ μέντοι ἔξω τῶν νενομισμένων τῆς αὐταρκείας ὅρων, ὡς ἢ πολυοινίᾳ ἢ πολυφαγίᾳ ἐξορχεῖσθαι ἡμᾶς τὰ ἐπιτελούμενα μνημόσυνα· ἀλλὰ μετ' εὐλαβείας ἀναφερόντων ἡμῶν δοξολογίαν τῷ καταξιώσαντι ἡμᾶς θεῷ τὴν ὁσίαν ταύτην τελετὴν ποιήσασθαι, οὕτως ἐπὶ τὴν τῆς τραπέζης ἰέναι χρείαν, προσαναγινωσκομένου ἤδη τοῦ τόμου, ὡς ἂν καὶ ἐπ' αὐτῆς τῆς τροφῆς ἡμῶν τὰ ἀρεστὰ Κυρίῳ μεταδιώκειν, τὸ κατὰ περισσείαν διανεμόμενον πτωχοῖς, μὴ ἐμπολιτευομένων ἀργῶν ῥημάτων ἐν τῇ ἑστιάσει μηδὲ γελοιασμάτων, πολλοῦ γε εἰπεῖν παιγνίων, ὅπου γε οὐδὲ τῷ τυχόντι χριστιανῷ ἐνεργεῖν δέχεται ὁ λόγος. εἰ δὲ καὶ λαλεῖν δεήσειεν, ταῦτα ὅσα πρέπει χριστιανοῖς, τοῦ φυλάττεσθαι ἡμᾶς ὅρκον, τὸ ἀγάπην ἔχειν ἐν ἀλλήλοις, ἀλήθειαν ἐκ τοῦ στόματος προφέρειν, δόλου καὶ φθόνου ἀποδιδράσκειν, εὐποιίας τὸ κατὰ δύναμιν ἀντέχεσθαι, ἐπισκέψεις ποιεῖσθαι τῶν ἐν φυλακαῖς, τῶν ἐν ἀρρωστίαις, προσέχειν ταῖς ἀναγνώσεσιν καὶ ταῖς ἐν ἐκκλησίαις προεδρίαις, ἀλλήλους τῇ τιμῇ προηγεῖσθαι καὶ μάλιστα ἱερεῖς τε θεοῦ καὶ μοναστάς, φιλοξενίαν μεταδιώκειν, πορνείας καὶ μέθης τὸ καθόλου ἀπέχεσθαι, τὴν ὀρθόδοξον πίστιν κατέχειν, αἱρετικῶν κοινωνίας ἀποφεύγειν. καὶ γὰρ ἡ τῶν τοιούτων λαλιὰ καὶ μελέτη πολλῶν ἀγαθῶν πρόξενος γένοιτ' ἂν ἡμῖν. Ταύταις ταῖς θείαις συνθήκαις συγκατατιθέμενοι καὶ συνεπόμενοι ἐπεδώκαμεν ἑαυτοὺς ὡς τῷ Κυρίῳ τῷδε τῷ συστήματι (φησὶ γάρ· ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ πεποίηκεν), μηδὲν τῶν κειμένων ἀθετοῦντες μηδὲ παραμελοῦντες, ὡς ἐάν ποτε ὀφθείη τις τῶν ἀδελφῶν ἢ παρορῶν τὸν κείμενον νεκρὸν καὶ μὴ ἀναφέροι τῷ τὰ πρῶτα φέροντι τῆς ἀδελφότητος ἢ ἐν τοῖς ἀρίστοις φθεγγόμενος ἃ μὴ θέμις καὶ πράττων τὰ οὐχ ὅσια, ὡς ἐντεῦθεν τὸν θεὸν παροργίζεσθαι, ἐπιτιμίῳ ὑποβάλλεσθαι παρὰ τοῦ προκαθηγουμένου, τριῶν ἡμερῶν ἀποχὴν οἴνου ἢ ἀργυρίου ἑνὸς καταβολήν, εἶθ' οὕτως αἰτεῖν πρὸς τὸ ἑξῆς βελτίωσιν. πρὸς τούτοις φυλάττεσθαι ἡμᾶς καὶ τό, ὅταν τύχῃ ἑνὶ τῶν ἀδελφῶν ἡμῶν ὁ κοινὸς θάνατος, πάντας συναθροίζεσθαι ἐπὶ τὸ αὐτὸ καὶ τὴν ἐκκομιδὴν καὶ ἐνταφίασιν αὐτοῦ ποιεῖσθαι, ὥστε καὶ ἐκ τούτου τὸ καλὸν ἡμῶν σύναγμα ἐπαινεῖσθαι πρὸς δόξαν καὶ αἶνον τοῦ μεγαλοδώρου θεοῦ ἡμῶν. Πίστει οὖν καὶ φόβῳ τῷδε τῷ γραμματείῳ συντάξαντες ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ὀνόματα ὑπεσημηνάμεθα σὺν τοῦ ποσοῦ, τὴν μισθαποδοσίαν ταύτης ἡμῶν τῆς ἐλαχίστης προθέσεως ἀπεκδεχόμενοι ἐν τῷ μέλλοντι αἰῶνι παρὰ τοῦ μισθαποδότου δικαίου κριτοῦ τῶν ὅλων Ἰησοῦ Χριστοῦ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. 14 Ἰγνατίῳ ἡγουμένῳ Πρὸ παντὸς ἄλλου τὸ τῆς προσηγορίας χρέος ἀποτιννύω τῇ πατρικῇ σου ἁγιωσύνῃ (ὤφελον γάρ), εἶθ' οὕτως τὴν αἰτίαν τῶν γραμμάτων ἀπαγγελῶ. πρόβατον ἡμῶν λογικόν, ὁ δεῖνα ὁ ἀδελφός, δελεασθεὶς ὑπὸ τῆς πολυμεθόδου πανουργίας τοῦ ψυχοφθόρου λύκου, ἀπεξεώθη τῆς ταπεινῆς ἡμῶν ποίμνης καί, ὡς ἔγνωσται ἡμῖν, προσεδέχθη ἐν τῇ μονῇ τῆς ὁσιότητός σου. καὶ εἰ μὲν παρευθὺ δεξαμένη νενουθέτηκεν τὰ πρὸς ὑποστροφήν, ὑποδεικνύουσα τὴν ἀπάτην καὶ τὸν ὄλεθρον ὃν πέπονθεν, εἶτα βελτιώσασα ἀνθυπήγαγεν πρὸς τὴν εὐτέλειαν ἡμῶν, οὐδὲν τὸ ἀπεικός, ἀλλὰ καὶ τὸ ἐφαρμόζον αὐτῇ, ὡς ἐντετάλμεθα ὑπὸ τῶν ἁγίων. ἐπεὶ δὲ τοσοῦτος χρόνος παρίππευσεν καὶ οὐδαμοῦ ἡ ἀνάλυσις, ἐρωτηθῆναι βούλομαι, ποίῳ τρόπῳ τὸν μαθητήν μου ἐπικρατεῖ ἡ θεοφιλία σου. ὡς ἀγνοοῦσα; ἀλλ' ἔδει μετ' ἐπιγνώσεως ὃν οὐκ ἀπέκειρεν ἀποπέμψασθαι. ὡς γινώσκουσα; πολὺ τὸ ἐπιβλαβές· ἐπίσταται γὰρ τί νομοθετεῖ ὁ θεῖος καὶ μέγας Βασίλειος, τοῦ ἀπρόσδεκτον εἶναι ἐν πάσαις ταῖς ἀδελφότησι τὸν ἀποπηδῶντα τῆς τῶν οἰκείων ἀδελφῶν συναφείας. πῶς γὰρ ἂν καὶ συσταίησαν τὰ κοινόβια, εἰ μὴ τοῦτο παρατηρηθείη πρό γε πάντων τὸ κεφάλαιον; εἰ γὰρ ἐπὶ τῶν παιδοδιδασκάλων τοῦ κόσμου τούτου οὐχ οἷόν ἐστι δέξασθαι ἐν τοῖς μαθήμασί τινα τὸν ἐν ἑτέρᾳ σχολῇ προπαραδοθέντα παῖδα ἢ τοῦτο ποιοῦντα ὑποβάλλουσι συνηθροισμένοι οἱ πάντες ἐπιτιμίοις ζημίαν, πόσῳ γε μᾶλλον ἐφ' ἡμῶν, ἁγιώτατε πάτερ, τῶν ἐκκλησίας θεοῦ κατεχόντων καὶ ψυχῶν καθηγουμένων κατὰ μίμησιν τοῦ πρώτου διδασκάλου καὶ ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ; οἶδα τοίνυν ὅτι πεπληρωμένος εἶ σοφίας καὶ γνώσεως, ἀλλὰ δέομαί σου ἐπιγνῶναι τὸ πραττόμενον ἔκτοπον, καὶ μάλιστα αὐτὸς ὁ προέχων τῶν ἄλλων καὶ βρίθων ἐν ἱερᾷ ἀδελφότητι· ἢ οὐκ οἶδας, ὁσιώτατε, ὅτι καὶ αὐτῷ τῷ ποιμνίῳ σου ἐπιβλαβές ἐστι συνάπτειν πρόβατον ἑτεροδέσποτον; Τοσούτου οὖν ὄντος λοιπὸν ὁμολογουμένως τοῦ κακοῦ ἀντιβολοῦμεν, ἡνίκα δέξηται ἡμῶν τὰ εὐτελῆ γράμματα, παραδοῦναι αὐτὸν τοῖς πρὸς αὐτὸ τοῦτο πεμφθεῖσιν ἀδελφοῖς ἡμῶν, ἵνα ἀγάγωσιν αὐτὸν πρὸς τὴν ἰδίαν ποίμνην μεθ' ὧν ἐσφετερίσατο πραγμάτων τῆς ἐκκλησίας. εἰ δὲ ἀπειθείᾳ χρῆται ὁ ἀδελφός, ἀποσκορακίσαι αὐτὸν θελήσει τῆς ἱερᾶς αὐτοῦ ποίμνης παραυτίκα. εἰ δέ, ὅπερ οὐκ οἰόμεθα, μετὰ τὴν γνῶσιν ταύτην ἐπικατέχειν αὐτὸν βούλεται, γινωσκέτω ὅτι δεδεμένος ἐστὶ παρ' ἡμῶν οὐκ ἀλόγως, ἀλλὰ καὶ λίαν ἐγκεκριμένως, μᾶλλον δὲ ὑπὸ τῆς Ἁγίας Τριάδος καὶ πάσης θεσμοθεσίας ἱερατικῆς τοῦ ἀκοινώνητον αὐτὸν εἶναι τῶν θείων δώρων, ἐπεὶ καὶ ἀμέτοχον τῶν ἐξωτέρων βρωμάτων, ἕως ἂν ἀνθυποστρέψας εἰσοικισθῇ ἐν τῇ μάνδρᾳ αὐτοῦ. ὥσπερ δὲ οὐ θέμις, ὃν δεσμοῖ οἰκεῖον μαθητὴν ἡ ἁγιωσύνη σου, λύειν τινὰ τὸ καθόλου (παρανομίας γὰρ τοῦτο ἔργον καὶ ἐκ ψήφου κοινοῦ τῆς ὅλης ἐκκλησίας καταδίκη ὁμοιοπαθείας), οὕτω πάντως οὐδὲ πρὸς τὴν ἡμετέραν ἐξουσίαν, ἣν ἀναξίως δέδωκεν ἡμῖν ὁ Κύριος, οὐκ εἰς καθαίρεσιν ἀλλ' οἰκοδομὴν ψυχῶν ἐπιβάλλει ἑαυτὴν ἡ ἁγιωσύνη σου· φρικτὸν γὰρ τὸ κρίμα. διὰ τοῦτο, παρακα λοῦμεν, πάντως γε τὸ πνευματικὸν ἡμῶν τέκνον παραδώσει τοῖς ἀδελφοῖς, εὐχομένη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδιαλείπτως.