Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 169 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
169.1
Ἀθανασίῳ ἡγουμένῳ Καὶ αὕτη σου ἡ ἐπιστολὴ θεοχάρακτος, εὐφράνασα μὲν ἡμᾶς τοὺς ταπεινοὺς ἐπὶ τῇ ὑγιείᾳ καὶ εὐανδρίᾳ σου, λυπήσασα δὲ ἐπὶ τοῖς ἐπαίνοις καὶ ἐγκωμίοις, οἷς κατασεμνύνεις ἡμᾶς τοὺς ἀσέμνους καὶ ἀτημελεῖς καὶ μηδ' ὁτιοῦν πεποιηκότας ἀγαθὸν ἐπὶ γῆς· λέγουσι μὲν γὰρ τοῦτο ἐκ ταπεινώσεως οἱ ἅγιοι, ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐξ ἀληθείας. ἀλλ' ἡ φιλία τῆς πατρικῆς σου ἁγιωσύνης τὰ οὐκ ὄντα προσάπτει ἡμῖν, ἵνα πάντως βελτίους ποιήσῃ, ἐπειδὴ πολλάκις καὶ ἔπαινος ὀνίνησι. Χάρις οὖν τῷ ἁγίῳ θεῷ ὅτι εὐψύχως φέρεις τὰ δεσμὰ καὶ τὴν φρουράν, γενναῖε Χριστοῦ στρατιῶτα. τὰς γὰρ θείας προθυμίας καὶ ἀγάπας σου οἱονεὶ πυροβολεῖς διὰ τῶν τιμίων λόγων σου καὶ τὸ κάλλιστον, ὅτι μετὰ γνώσεως καὶ ἀνηγμένης θεωρίας, ἥν σοι παρέσχεν ἡ ἐκ μέσου ἀποπήδησις καὶ ἐφ' ὕψους ἀναδρομὴ τῆς Χριστοῦ ὁμολογίας· ἐν ᾗ καὶ περιφυλαχθείης τέλεον, φρυκτωρῶν ὡς ἑῷος ἀστὴρ τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως, τάχα δὲ καὶ ὡς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ὑποστηρίζων τοὺς χαύνους καὶ ὀκλάζοντας. ἀλλὰ μὴν καὶ ὡς βραχίων ὑψηλὸς χεῖρα ὀρέγοι τοὺς ὑποπεπτωκότας καὶ ὀλισθήσαντας. καὶ τοῦτο ἐδήλωσεν ἡμῖν τὸ πρὸς τὸν Φωτεινουδίου γραμματεῖον· εὖ ἔπραξας, εἴπερ καὶ ἀνύσειέν τι· τέως δ' οὖν αὐτὸς τὸ δέον ἐπλήρωσας. σκεπτέον δὲ τὸ ἐγχείρημα μήπως πρὸς τὸ μηδὲν ὀνῆσαι ἔτι καὶ βλάβης αἴτιον εἴη, ἐκφερομυθοῦντος τὸ γράμμα τοῦ δεχομένου κἀντεῦθεν ἀνατρεχούσης ταραχῆς ἐπὶ πάντας τοὺς ὁμολογητὰς Χριστοῦ· πάντα οὖν δοκιμάζοντες, φησὶν ὁ ἀπόστολος, τὸ καλὸν κατέχετε. Μὴ ἐπιλάθῃ τοιγαροῦν τῆς ταπεινώσεώς μου, ἠγαπημένε καὶ τοῦ πολυάθλου συνώνυμε, ἀδιαλείπτως προσεύχεσθαι ὅπως ῥυσθείην ἐκ τῶν παγίδων τοῦ διαβόλου καὶ κατὰ τὸν ἔνδον καὶ ἔξωθεν ἄνθρωπον. 170 Ἡγουμένῳ Πανάγρου Ἡ ἀγάπη οὐκ ἀνεκτὸν πρᾶγμα· οὔτε γὰρ τόπῳ περιώρισται οὔτε χρόνῳ πειρασμοῦ ἀποσβέννυται, οἷα τῶν ἐπιπολαίως καὶ σαρκικῶς φιλεῖν εἰωθότων, οἵ, ὁπηνίκα περιφορά τις εἴη δυσχερείας, πόρρωθεν καὶ ἐξ ἐναντίας γίνονται τῶν φιλουμένων. οὔκουν τοιοῦτοι ἡμεῖς οἱ ταπεινοί, εἰ καὶ τὰ ἄλλα στεναγμοῦ ἄξιοι διὰ τὰς ἁμαρτίας, ἀλλὰ καὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἐπιτείνειν εἰθίσμεθα τὸ τῆς ἀγάπης φίλτρον· οὗ χάριν τοσούτῳ μήκει διῳκισμένοι οὐκ ἠνέγκαμεν, καὶ ταῦτα ἐν φρουρᾷ ὄντες, μὴ τὸ καθῆκον τῆς ἀγάπης πληρῶσαι καὶ γράμμασιν ἐπισκέψασθαι τὴν ὁσιότητα ὑμῶν, ὦ πατέρες τίμιοι. μεμαθήκαμεν γὰρ ἐγκαταλιπεῖν ὑμᾶς τὸ μοναστήριον καὶ ἐν ὄρει προσυποκρυβῆναι πειθαρχίᾳ τῆς κελευούσης ἐντολῆς διὰ τοὺς χριστομάχους διώκτας. καί γε μακάριοι ὑμεῖς, πάντα δεύτερα ἡγησάμενοι διὰ Χριστὸν καί, ἀποστολικῶς εἰπεῖν, ἐν ὄρεσι πλανώμενοι καὶ σπηλαίοις καὶ τῖς ὀπαῖς τῆς γῆς. Ἀλλ' εἰ καὶ θλιβερὰ ἡ τοιαύτη ζωὴ τῇ σαρκί, ὅμως, ἀδελφοί, ὅτι πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς ἐφάμιλλός τε τῆς τῶν ἁγίων πολιτείας· τίς γὰρ τῶν ἀπ' αἰῶνος ἄτερ πειρασμοῦ εὐηρεστηκέναι θεῷ πεφανέρωται; μαρτυρεῖ δὲ καὶ ὁ ἀπόστολος λέγων, καὶ πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται, πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. οἷοί εἰσιν οἱ νῦν αἱρετίζοντες καὶ τὸν Χριστὸν διὰ τῆς ἁγίας αὐτοῦ εἰκόνος σὺν τῆς αὐτοῦ ἁγίας μητρὸς καὶ πάντων ὁμοῦ τῶν ἁγίων διώκοντες καὶ ἐξουδενώσει ἐξουδενοῦντες ἐν πάσαις πόλεσι καὶ χώραις, αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, φησὶν ὁ Θεολόγος Γρηγόριος· καὶ αὖθις ὁ Μέγας Βασίλειος, ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. καὶ οὔπω καιρὸς μακρηγορεῖν διὰ τὸ καὶ τὴν ὑμετέραν ἐμμέλειαν ἱκανῶς πεπειρᾶσθαι τὰ τῆς ἀληθείας καὶ τὸ τῆς ἐπιστολῆς μέτρον ὑπερβεβηκέναι. Παρακαλῶ οὖν ὑμᾶς, πατέρες ἅγιοι, κατέχειν τὴν ὁμολογίαν τῆς πίστεως ἀκλινῆ μέχρι τέλους μηδ' ὅλως τι ὑποχαυνῶσαι ἐκ τῆς ὑποσκελίσεως τῶν φρεναπατηθέντων ψευδαδέλφων· ἠπάτηνται γὰρ λίαν, κοινωνήσαντες κατὰ τοῦ Χριστοῦ. ἀλλ' εὔχεσθε καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τελειῶσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐν Χριστῷ, τῷ περιζωννύντι καὶ τοὺς ἀσθενεῖς δύναμιν. 171 Παρθενίῳ τέκνῳ Ὦ καλὲ Παρθένιε, θεοῦ στρατιῶτα, ἐμὸν γνήσιον τέκνον, καὶ σὺ ἐν ἀθληταῖς Χριστοῦ; καὶ σὺ ὑπέρμαχος ὀρθοδοξίας, μικρὸς ἐν ἡλικίᾳ καὶ μέγας ἐν εὐψυχίᾳ; δεῦρο φράσον μοι, υἱέ μου ποθητέ, πῶς προείλου παθεῖν ὑπὲρ Χριστοῦ; πῶς ἤνεγκας μαστιχθῆναι σὺν τοῖς πολυχρονίοις, ὁ νεανίσκος Χριστοῦ, ὁ ἴουλος τὴν ὄψιν, ὁ ἀρνιὸς ὁ λογικός; δόξα τῷ δυναμώσαντί σε θεῷ, αἶνος τῷ ἐκλεξαμένῳ σε Χριστῷ ἕνα τῆς δεκαδικῆς σου ἀδελφότητος ἀστέρα εὐσεβείας διαδειχθῆναι. διηγωνίζου πρὸ πράγματος, ὡς ἤκουσταί μοι, καὶ ἔφθασας μακαρισθῆναι ὑπὸ τῶν ἀκουσάντων σε καὶ μὴ ἀκηκοότων. ὑπὸ πρῶτόν σε ἐνέταξα καὶ τῶν πρώτων πρώτιστος ἐν ἀρετῇ ἐγένου. Υἱέ μου, χαῖρε, αἴνει τὸν θεὸν τὸν μεγαλύναντά σε, μεγαλυνεῖ σε δὲ ἔτι μάλα, ἐὰν τελειώσῃς σου τὸν ἀγῶνα. διὸ ἐρωτῶ καὶ παρακαλῶ σε, στῆθι, κραταιοῦ ἐν ὑπομονῇ, μεμνημένος σου τῶν καλῶς διηνυσμένων ἀγώνων, ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. οἵαν χαρὰν μέλλεις κτᾶσθαι ἐν καιρῷ ἀναλύσεως τοῦ σώματος ἢ καὶ πρὸ τῆς διαζεύξεως. τέκνον, πρόσεχε σεαυτῷ, ὅτι καὶ ἔνδον ἀεὶ ὁ τύραννος διάβολος ἐρεθίζων ἐστὶ διὰ τῶν παθῶν. ἄθλησον καὶ κατὰ συνείδησιν, μὴ ὑποσκελιζόμενος τῇ ἁμαρτίᾳ· νῆφε γρηγόρως καθ' ἡμέραν καὶ ὡς τελευταίαν τοῦ βίου σου τὴν φθάσασαν πάντοτε ὑποτίθεσο, ἵνα οὕτως ἐν φόβῳ καὶ τρόμῳ εὐαρεστήσῃς θεῷ, τὸ μὲν ἐργαζόμενος ταῖς χερσί, τὸ δὲ ψαλμολογῶν, τὸ δὲ προσευχόμενος, εἴ τι ἄλλο εἰς παραβίβασιν τῆς ἡμέρας. Ναί, τέκνον μου, πλήρωσόν μου τὴν χαράν, ἵνα ἀκούων τὰ περὶ σοῦ χαίρω καὶ ἐγκαυχῶμαι. προσεύχου δὲ καὶ περὶ ἐμοῦ, τοῦ ταπεινοῦ πατρός σου. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε. 172 Ἡγησίμῳ τέκνῳ Εὖγε, τέκνον Ἡγήσιμε, ἡγοῦμαί σε ὁμολογητὴν Χριστοῦ· ἡγήθης γὰρ καλῶς εἰσελθεῖν εἰς τὸ στάδιον σὺν τοῖς ἀδελφοῖς σου τῆς σωτηρίας. ἐξεδύθης σὺν Χριστῷ, ἐμαστιγώθης σὺν αὐτῷ, σύμμορφος ἐγένου τῷ σώματι τῆς δόξης αὐτοῦ. οὐ χαίρεις; οὐ σκιρτᾷς; πόσοι τῷ πλήθει οἱ ἀδελφοί σου, καὶ ὅμως σὺ κατηξιώθης σὺν τοῖς ἐννέα ἀθλοφορῆσαι. πόθεν σοι τοῦτο, ὦ τέκνον; δόξασον, ὕμνησον, αἴνεσον τὸν δωρεάν σε μεγαλύναντα Κύριον. μὴ μέντοι ἀναπέσῃς, ἀλλὰ καρδιώθητι ἔτι εἰς τὴν ἀγάπην Χριστοῦ, προθύμως καὶ θερμῶς δουλεύων αὐτῷ διὰ πάσης ἐντολῆς· ἔτι γὰρ ἐνέστηκε τὸ μαρτύριον, ἕως ἂν ὁ θάνατος παρῇ. μὴ ἀπονυστάξῃς κατὰ ψυχήν· ἐργάζου ταῖς χερσί, ψάλλε τῷ πνεύματι, ψάλλε καὶ τῷ νοΐ. κάθαιρε τὸν νοῦν ἀπὸ τῶν κοινούντων τὴν καρδίαν λογισμῶν πονηρῶν. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, μνημόνευε τὴν ἔξοδον, μιμνήσκου τῆς ἡμέρας τῆς φοβερᾶς τῆς ἀνταποδόσεως. προθυμοῦ, ἂν δέῃ, καὶ πάλιν μαστιγωθῆναι, τυχὸν καὶ θανεῖν, διὰ Χριστόν, ὅπως εἴη σοι λέγειν ἐν χαρᾷ ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν· προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 173 Στεφάνῳ τέκνῳ Χάρις σοι, ἀδελφὲ Στέφανε, τέκνον μου ἠγαπημένον, ἀθλητὰ Χριστοῦ· ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος, ἀσπάζομαί σε ἀπὸ καρδίας. καλή σου ἡ διὰ Χριστὸν ἄθλησις καὶ ἐξορία· εἵλου ἐνεγκεῖν πληγάς, ἵνα σύμμορφος γένῃ τοῖς παθήμασι Χριστοῦ, φερωνύμως στεφανωθεὶς τῷ μαρτυρίῳ Χριστοῦ. χαῖρε καὶ εὐφραίνου, ὅτι πολύς σου ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς. ἀλλ' ἐπειδὴ ἀκμὴν ὁ ἀγὼν ἐνέστηκεν, χρεία ὑπομονῆς, ἵνα οὕτως μέχρι τέλους κομίσῃ τὴν ἐπαγγελίαν τοῦ θεοῦ, ἑτοιμάζου τυχὸν καὶ αὖθις μαστιγωθῆναι, οὐ μὴν ἀλλὰ καὶ ἀποθανεῖν μαρτυρικῶς. καὶ τίς ἄξιος τοῦτο ὑπομεῖναι; ἐγὼ οἶδά σου τοὺς ἐν τῷ μοναστηρίῳ ἀγῶνας, τοὺς ἀσκητικούς τε καὶ φιλομαρτυρικούς, τὸ πρόθυμον καὶ ζέον τῆς καρδίας, ἐξ ὧν καὶ ὑπήχθης εἰσελθεῖν εἰς τὸ στάδιον τῆς μαρτυρίας Χριστοῦ. ἔτι ἀρίστευσον, ἔτι ἀνδραγάθησον δι' ὑπομονῆς, ἵνα χορεύσῃς σὺν ὁμολογηταῖς, σὺν μάρτυσιν. περὶ τῆς φυλακῆς τῆς ψυχῆς σου περισσόν μοί ἐστι τὸ γράφειν σοι, εἰδὼς τὴν ἀκρίβειάν σου, τὸ ἀπαρρησίαστον, τὸ νηφάλεον, τὸ διεγερτικόν. ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ διαλαλῆται, μνημόνευε τῆς ἡμέρας τοῦ θανάτου καὶ ἀνολίγωρος ἔσῃ πάντοτε. Εὔχου καὶ ὑπερεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζωμαι ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε πλεῖστα. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 174 Ἐφραὶμ τέκνῳ Χαῖρε, τέκνον Ἐφραίμ, ὁ καλὸς στρατιώτης Χριστοῦ· πῶς ἔχεις; πῶς ἡ ἐξορία; πῶς ἡ ὑπομονή; εὐχαριστεῖς τῷ θεῷ ὅτι ἠξίωσαι διὰ τὸ ὄνομα αὐτοῦ παθεῖν ἅπερ πέπονθας; δοξάζεις αὐτὸν καὶ αἰνεῖς ὅτι ἐκ πάσης τῆς ἀδελφότητος εἷς τῶν δέκα ἐγένου, δευτερεύων ἐν τῷ δέρεσθαι καὶ πρωτεύων ἐν τῷ σχήματι; ὑμνεῖς αὐτὸν καὶ στέργεις ὅτι εἶδες τὸ αἷμά σου χυθὲν ἐπὶ τὴν γῆν καὶ τὰς σάρκας σου ἐξεσμένας διὰ τὴν ἁγίαν εἰκόνα Χριστοῦ; χάρις Κυρίῳ, ἀδελφέ μου, τῷ καλέσαντί σε εἰς τὴν ὁμολογίαν αὐτοῦ σὺν τοῖς λοιποῖς· ἔλαμψες ἐν τοῖς ἀδελφοῖς σου, μᾶλλον δὲ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. βλέπε οὖν τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου, ποῦ ἦς κάτω καὶ ποῦ σε ὕψωσε Χριστός· ἀναλόγισαι γὰρ σαυτὸν καὶ τὰ σαυτοῦ καὶ δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, ὅτι οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. Στῆθι οὖν ἔτι, τέκνον μου, ὑποφέρων τὸν κόπον τῶν ἔνδον λογισμῶν· μέγας γὰρ οὗτος ὁ πόλεμος καὶ ἀκατάληκτος μέχρι τέλους ζωῆς. ὡς ἠρίστευσας ἔξωθεν ἐνεγκὼν τὰς πληγὰς καὶ φυλακάς, ἀρίστευσον καὶ πρὸς τοὺς ἀοράτως πολεμοῦντας, τοὺς πικροτέρους τῶν σωματικῶν τυράννων, ἵνα κομίσῃ τὸν μισθὸν τῆς στεφανώσεώς σου. ἔτι ἀγὼν κεῖται, μὴ ἀτονήσῃς ὅσα ἂν καὶ παραχωρῇ θεὸς ἢ εὐδοκῇ ἐπαχθῆναι, μὴ παραπεισθῇς ὑπό τινος μέχρις ἀγγέλου ἕτερόν τι φρονῆσαι ἢ ὃ παρελάβετε ἐκ θεοῦ, προσκυνεῖν τὰς τῶν ἁγίων εἰκόνας σὺν Χριστοῦ καὶ τῆς παναγίας Θεοτόκου· καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω τὴν καρδίαν σου ἐν πάσῃ ὑπομονῇ καὶ παρακλήσει. Προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα περισῴζωμαι· οἱ μετ' ἐμοῦ ἀδελφοὶ προσαγορεύουσίν σε. ἡ χάρις μετὰ σοῦ· ἀμήν. 175 Θεοφυλάκτῳ Νικομηδείασ Διετίαν ἄγω μεριμνῶν καὶ κάμνων τοῖς λογισμοῖς εἰς τὸ ἐπιστεῖλαί με τῇ ἱερᾷ σου κορυφῇ καὶ μόλις μέχρι τοῦ νῦν ἐξεπλήρωσά μου ὁ ταπεινὸς τὸν πόθον. ἀλλ' εὖγε ὅτι ἀξιοῦμαι διὰ τοῦ γράμματος ἀσπάσασθαί σε, τὸν ἐμὸν πατέρα, τὸν στῦλον τῆς ἀληθείας, τὸ ἑδραίωμα τῆς ὀρθοδοξίας, τὸν φύλακα τῆς εὐσεβείας, τὸ στήριγμα τῆς ἐκκλησίας, τὸν νικηφόρον ἄνδρα, τὸν χριστοφόρον ἀρχιερέα, τὸν ὁμολογίᾳ θεοῦ μάρτυρα· μὴ γὰρ οὐ μαρτυρίου στέφανός σοι ὅτι διὰ Χριστὸν ἐξόριστος, ἄποικος, πολύτλας, καὶ ταῦτα ἐν ἁπαλῷ τῷ σώματι ὅσον ἐκ φύσεως, προτετρυχωμένῳ δὲ ἐξ ἀσκητικῆς οἶδ' ὅτι θεοδρομίας; αὐχεῖ ἐν σοὶ τῶν ὀρθοφρόνων ὁ χορός, ὁ τῆς Νικομηδείας χῶρος χαίρει καὶ εὐδοξεῖ, προῖκα προβαλλόμενός σε τῇ ὑπ' οὐρανόν, ἀποσεισάμενος τὰ πάλαι θρυλλούμενα ἐκ τῶν ἐκεῖσε προεδρευσάντων ὀνείδη. εἰ δέ τι οἰκειότερον δεῖ φάναι, θυμηδιᾷ Ταράσιος ὁ ἐν ἁγίοις, ἐκ τῆς αὐτοῦ αὐλῆς καὶ χειρὸς πρόβατον πρίν, ἔπειτα ποιμένα περιβόητον ὁρῶν τανῦν ἀγωνιζόμενον καὶ προκινδυνεύοντα ὑπὲρ ὀρθοδοξίας, ᾗ συνεισήνεγκεν τὰ παρ' ἑαυτοῦ συνοδικῶς χάριτι θεοῦ ἐν ἡμέραις βασιλείας εἰρηνωνύμου καὶ εἰρηνοδώρου, ὡς συνδραμεῖν φερωνύμως τοῖς ὀνόμασι τὰ πράγματα. Ἀλλ' ἐκεῖνα μὲν τοιαῦτα· τὰ δὲ νῦν πικρά τε καὶ ἐπώδυνα (πῶς γὰρ οὔ;), θυσιαστηρίων ἀφανιζομένων, ἐκκλησιῶν πορθουμένων, ἄνω καὶ κάτω κυκώσης τῆς αἱρέσεως καὶ Χριστὸν διωκούσης σὺν μητρὶ καὶ θεράπουσιν. ἢ γὰρ οὐχ οὗτοι δεδιωγμένοι, τῶν ἁγίων εἰκόνων αὐτῶν πορθουμένων; εἰ μὴ ἄρα καὶ τοῦ τύπου τοῦ ζωοποιοῦ ξύλου ἀφανιζομένου λέγοι τις τὸν σταυρὸν μὴ ἐκποδὼν γενέσθαι· εἰ δὲ ἐπὶ τοῦδε οὐχ οὕτως δοτέον, πῶς οὐχὶ καὶ ἐπὶ τῆς εἰκόνος συγκαταθετέον; εἰκὼν γὰρ καὶ ὁ τύπος, ὡς ἀνάπαλιν ἀντιστρέφει ὁ λόγος. Ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας καὶ ἀμύητος θείῳ πατρί τε καὶ διδασκάλῳ αἰτιολογῶν ταῦτα; σὺ ἡμᾶς διδάσκοις, ὦ ἱερώτατε, τὰ τελεώ τερα ὡς θεομύητος καὶ ἔργῳ παιδεύοις φέρειν καρτερῶς τὴν νῦν εἴτε παιδείαν εἴτε δοκιμασίαν, τὸ πρῶτον ἐφ' ἡμῖν διὰ τὰς ἁμαρτίας, τὸ δεύτερον ἐπὶ σοὶ διὰ τὴν θείαν ἀγάπην Χριστοῦ· ᾧ λιτανεύειν μὴ ἐλλείποις ἐκτρέψαι τὴν τῆς ἀσεβείας σκιὰν εἰς πρωΐαν εἰρηνικῆς ὀρθοδοξίας τάχιστα. 176 Ἐπιφανίῳ ἡγουμένῳ Εὐκαιρίασ Παρὰ τὸ διδαχθῆναί με μεθορισθῆναί σου τὴν ἁγιωσύνην τῆς διὰ Κύριον φυλακῆς, ἐν ᾗ τανῦν κατέχῃ, οὐκ ἐξεγένετό μοι μέχρι τοῦ δεῦρο ἐπιστεῖλαι, καίπερ ἔχων πόθον· ἐπεὶ δὲ ἔμαθον ἀσφαλῶς ὅτι νικαΐζεις καὶ τόπῳ καὶ τρόπῳ, σὺν τάχει καὶ πόθῳ μοι τὸ γράμμα. δι' οὗ καὶ φιλῶ σε τὴν ἱερὰν κεφαλὴν καὶ ἀσπάζομαι καὶ χαίρω καὶ συγχαίρω· πῶς γὰρ οὐ χαρᾶς τὰ καθ' ἡμᾶς, ὅτι διὰ τὴν χαράν, ἣν ἐγέννησεν ἡ Θεοτόκος, ἐν ἐξορίαις καὶ φυλακαῖς εἷς ἕκαστος ἡμῶν; συναριθμεῖν γὰρ τολμῶ ἑαυτὸν ὁ ἀνάξιος τοῖς ὁμολογηταῖς Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν κακοπαθεῖν ἠξιώμεθα. εὐφροσύνης τὰ ἡμέτερα, ὦ ἄνερ, ἐπιθυμιῶν, θυμηδίας, αὐχήσεως· οὐκ ἀκούεις Παύλου φάσκοντος, νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία; ὑπὲρ ταύτης καὶ νῦν τὰ παθήματα, ὁ θλιμμός, ἡ στενοχωρία, ὁ διωγμός, ὁ δαρμός, ὁτιοῦν ἄλλο, εἰς ἔνδειξιν μὲν ἀπωλείας τοῖς ἰουδαΐζουσιν, εἰς ἀμοιβὴν δὲ σωτηρίας τοῖς σὺν σοὶ ὑπομένουσι τὰ τοῦ Χριστοῦ στίγματα. Ἀλλὰ ταῦτα μὲν οὕτως. πῶς δὲ καὶ οἵα ἡ φρουρὰ καὶ ὁ φρούραρχος; εἰ ἆρά εἰσί τινες εὐσεβοῦντες κἂν νικοδήμως ἐν τοῖς στρατιομονάχοις καὶ λαΐζουσιν ἢ πάντες ἐκκεκλικότες ἠχρείωνται; πῶς δέ σοι τὰ τῆς θεωρίας ἔχει; ἐπειδὴ καθαρὸς ὢν εἰλικρινεῖς τὰς ἐμφάσεις πρὸς θεὸν δέχῃ, κάμπτεται Χριστὸς λιτανιζόμενος πρὸς τὸ ἐπιτιμῆσαι τῇ αἱρετικῇ πολυκυμίᾳ ἢ ἔτι εἰς τὸ δοκιμάσαι, ὧν μὲν τὸν πρὸς αὐτὸν πόθον, ὧν δὲ κενῶσαι τὴν ὅλην κακίαν εἰς τὸ καὶ κολάσαι ἐνδίκως, ἀναβάλλεται τὴν ἐπιτίμησιν; Δίδαξον ἕκαστα καὶ στηρίζοις με εὐχαῖς ὅτι μάλιστα, ἀσαλεύτως ταῖς ἔνδοθεν τῶν παθῶν καὶ ἔξωθεν πειρασμῶν προσβολαῖς διαμένειν, τὸν σόν, εἰ καὶ ἁμαρτωλόν, ἀλλ' ὅμως ἐραστὴν καὶ ἐπαινέτην. 177 Ναυκρατίῳ τέκνῳ Οἱ προμεμελετηκότες ἀκούειν τὰ θλιπτικὰ οὐ ξενοπαθοῦσιν ἐν ταῖς ἀπευκταῖς ἀγγελίαις. διὸ οὔτ' ἐθροήμεθα, τέκνον, ἐν ταῖς τῶν γραμμάτων σου ἀπαγγελίαις· ἐλεειναὶ δὲ ὅτι μάλιστα (πῶς γὰρ οὔ;), ἔτι ἀφανιζομένων τῶν ἱερῶν ναῶν τοῦ θεοῦ τοῦ τε κατὰ τῶν εὐσεβούντων διωγμοῦ μᾶλλον κορυβαντιῶντος ἔσω τε καὶ ἔξω. δεῖ δὲ ὅμως κωδωνισθῆναι πᾶσαν ψυχὴν καὶ κοσκινισθῆναι πάντα τόπον, ἵνα τῶν ἀχύρων ὁ σῖτος διαχωρισθῇ, εἰ καὶ ὀλιγοστός· ἐπείπερ ὀλίγοι, ὡς ὁ Κύριος ἔφη, οἱ ἐκλεκτοί. ἐλύπησεν ἡμᾶς οὐ μικρὸν ἡ τοῦ Δημητριάδος κατάπτωσις· καί γε μὴ ἐπαινέσῃς ἄνδρα, φησίν, ἕως ἐξόδου αὐτοῦ. τί γὰρ καὶ πεπόνθαμεν; οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἀσέβειαν ἀνταγωνιζόμενοι καὶ ἐκλελήσμεθα, ἀποστολικῶς εἰπεῖν, τῆς παρακλήσεως. ἀγωνία μοι περὶ τῶν συλληφθέντων ὁμοῦ ἀδελφῶν, πῶς τὰ κατ' αὐτοὺς ἀποβῇ σκοποῦντι· πλὴν ὅτι εἰθίσμεθα, ὥσπερ οἱ ἐν τοῖς χαλκείοις τῇ σφυροκοπίᾳ, μὴ παραξενίζεσθαι ἐν ταῖς βαρείαις τῶν συμφορῶν ἀκοαῖς. Εὔχομαι τοίνυν ὡς ἁμαρτωλὸς εὖ πρᾶξαι αὐτούς· διὰ Χριστὸν γὰρ ὁ ἀγὼν καὶ οὐ μικρολογύμενος ὡς ἐπὶ τῆς μοιχείας παρά τισι τῶν ἀσυνέτων· Χριστὸς ἐμφανῶς ὁ τανῦν ἀθετούμενος σὺν μητρὶ καὶ θεράποσιν. ὦ ἄνδρες, ὦ στρατιῶται Χριστοῦ, στῆτε γενναίως, ἄρατε δυνατὰ ὅπλα, οἷς πεφράχθαι ἡμᾶς πρὸς καθαίρεσιν τῶν τοῦ διαβόλου ὀχυρωμάτων Παῦλος διακελεύεται. ἴδε ὁ πόλεμος, ἴδε ἡ νίκη (Χριστὸς γὰρ ἐπίκουρος), ἴδε οἱ στέφανοι τῆς δικαιοσύνης οἱ ἀμαράν τινοι, ἴδε ὁ παράδεισος, ἴδε ἡ βασιλεία τῶν οὐρανῶν· ὁρῶσιν οἱ ἄγγελοι, συνεφήπτονται τῇ πάλῃ ἡμῶν κατὰ τῶν ἐναντίων, συναγωνιοῦσιν οἱ ἅγιοι ἐξ οὐρανοῦ, ἐποπτεύοντες τὰ σκάμματα ἡμῶν. μὴ ἐκκλίνωμεν, ὦ σύναθλοι καλοί, μὴ ὑποπτήξωμεν τὰς φυλακὰς καὶ ταλαιπωρίας, ἔσθ' ὅτε καὶ ποινάς, μὴ καταισχύνωμεν Χριστὸν ἐν τῇ ἥττῃ ἡμῶν, ὅπερ ἀπείη, μὴ ἐντρέψωμεν τοὺς συναγωνιστὰς ἡμῶν ἀγγέλους, μὴ λυπήσωμεν τοὺς ὁμοταγεῖς ἡμῶν προδρόμους καὶ νικητάς. ἔστιν οὖν τοῦ πρώτου διαύλου ὁ ἀγών, ἐν ᾧ τὰ πολλὰ ἔπαθλα, ὡς ἴστε, κατὰ τὸν κάτω δρόμον. ἀλλά γε κἂν τοῦ δευτέρου ἡμεῖς τύχοιμεν· εἰ δέ γε διαμαρτοίημεν καὶ τοῦδε, κἂν τεταρτοβαΐσωμεν· μὴ δὴ μόνον λειφθῶμεν κατῃσχυμμένοι, εὑρισκόμενοι ἐν τῷ φοβερῷ βήματι Χριστοῦ, μὴ εὑρίσκοντες δευτέραν ἀναπάλαισιν. ναί, δέομαι, νικήσωμεν. ἐπειδὴ δὲ στάδιον ὁ παρὼν καιρός, πῶς οὐκ ἔστι χαίρειν με τὸν ταπεινόν, ἀκούσαντα καὶ νῦν ὅτι γε νενικήκασιν οἱ ἐκδημήσαντες ἀδελφοὶ ἡμῶν καλῶς πολιτευσάμενοι; ἥσθην ἐν τῷ Μηδικιώτῃ ὅτι κάλλιστα ἀνεπαλαίσατο, καί γε ἐπὶ τῇ ἐξορίᾳ τοῦ τῆς Νικαίας· ὧν εὐχαῖς στηριχθείην κἀγὼ ὁ ἀχρεῖος. εἰ ἐφιστῶσιν ὑμῖν εἰκονομάχοι, θύραν ἀφ' ἑαυτῶν μὴ ἀνοίξητε· ἂν δὲ λῃστρικῶς κατὰ τὸ σύνηθες αὐτοῖς ποιήσωσιν, ἀθῷοι ὑμεῖς. μὴ ὑποχωρήσητε, ἀλλ' ἔτι μένετε ἕως διωγμοῦ ἢ ἐπάρσεως· ὁ ἀφανισμὸς ἐπὶ κεφαλὰς αὐτῶν. ὑμεῖς δὲ τοῦ ναοῦ μὴ ἀποστῆτε καὶ ψάλλειν καὶ λειτουργεῖν· οὐκ οἶδα εἰ μὴ κοινώσωσι τὸν ναὸν διὰ τῆς οἰκείας μυσαρίας, ἤγουν λειτουργίας. Περὶ ὧν ᾔτησας συγχώρησιν, εἴη σοι ἀπὸ θεοῦ ἐπὶ πᾶσι. τὴν δυάδα τῶν γραμματηφόρων, ἐπειδὴ ἀσύνοδος, ἔλαβον αὐτὴν εἰς ὑπηρεσίαν ὁλοτελῶς τοῦ λόγου τῆς ἀληθείας· τί τοῦτο; εὐαγγελίζεσθαι διὰ τῆς ὁδοιπορίας ὧδε κἀκεῖσε τοῖς ἀδελφοῖς τὰ σωτήρια. εἴθε καὶ ἄλλους ἐξελεξάμεθα ἄνδρας δυνάμεως, γῆν καὶ θάλατταν περιερχομένους. ὧδε τανῦν ἐγώ· πρὸς τὸ ἑξῆς οὐκ ἴσμεν ποῦ καὶ πῶς οἰκονομήσει ὁ Κύριος, οὐ μόνον τὰ καθ' ἡμᾶς, ἀλλὰ καὶ τὰ κατὰ σέ, τοῦ τε ἀρχιεπισκόπου καὶ οὗτινος ἄλλου τῶν ἐναθλούντων ἀδελφῶν. ἐπεὶ καὶ ἐν Θεσσαλονίκῃ τινές, ὡς γέγραφας, δεῖ ἡμᾶς πανταχοῦ περιιέναι γράμμασι καὶ ἀδελφοῖς· οὕτω φιλεῖ Χριστός, οὕτω χρέος ἡμῖν φροντίζειν. καὶ εἰ οὕτως εὐοδώσειεν Κύριος ἀνοῖξαι ἡμῖν θύραν ἐν τῇ ὑπ' οὐρανόν· οὐδὲν γὰρ αὐτῷ ἀδυνατεῖ. εἰ δὲ ἄπεισί τις βοηθήσων τοῖς ἐν Θεσσαλονίκῃ, ἡμεῖς προθυμούμεθα τὰ θεῷ φίλα καὶ αὐτὸς τὰ εὔοδα παρέχοι· κἂν πάντες φρουρισθῶμεν, δύναται ἐκ τῶν λίθων ἐγεῖραι διακονητάς. διὸ μὴ καταπίπτωμεν, ἀλλὰ πιστεύωμεν. ἐτόλμησα ποιῆσαι ἐγκώμιον εἰς τὸν Θεολόγον καὶ κεφάλαιά τινα κατὰ τῶν εἰκονομάχων, τὸ μὲν ὡς χρέος, κινούμενος καὶ παρὰ τῶν ἀδελφῶν, τὰ δὲ ὡς ἐπισείοντά μου τὸν νοῦν· εἴ τι ἐν αὐτοῖς καλόν, ὑμῶν εὐχαῖς καὶ τοῦ ποιμένος, εἰ δέ τι σαπρόν, ἐξ ἐμῶν ἁμαρτιῶν. διὸ μεταγράψαντες ἔχετε ἀσφαλῶς, καιρῷ δυνάμεως ἐπισκεπτομένων παρὰ τοῦ ἀββᾶ Ἰωάννου. Προσαγορεύουσιν οἱ ἀδελφοί, ἀσπάζομαι τοὺς σὺν σοὶ καί γε τὸ ˉδ, τὸ ˉθ καί γε σέ, τέκνον μου ποθητὸν Λιτόιε. ἡ χάρις μετὰ πάντων ὑμῶν. 178 Τιθοΐῳ τέκνῳ Μικρὰ ἡ ἐπιστολή σου, τέκνον, ἀλλὰ μεγάλης θλίψεως ἔχουσα δύναμιν· καὶ οἶδ' ὅτι ἐλύπησά σε, τὸν υἱόν μου, ἀλλ' οὐ βουλόμενος, ἀλλ' οὐκ ἀσυμπαθῶς φερόμενος, ἵνα δὲ γνοίης ὅτι πατέρα ἔχεις, κἂν ἁμαρτωλόν, ὅμως φιλότεκνον. ἐκ γὰρ πολλῆς μου ἀγάπης, ἧς ἔχω περὶ σέ, πρὸς τὸ τέλειόν σε εἶναι καὶ ἐν μηδενὶ λειπόμενον, ἔπληξα, ἐλύπησα, ὠνείδισα, ἐβάρυνα τὴν ἀγανάκτησιν, ὅπως οἷον ζητεῖ ἡ ἀλήθεια ἀπεργάσοιμί σε. καί γε χάριτι Χριστοῦ εὗρον ὡς ἐν πυρὶ τῇ θλίψει δοκιμασθέντα καὶ χρυσίου τιμιώτερόν μοι ὀφθέντα δι' ὧν ἀπελογήσω, δι' ὧν κατηνύγης, δι' ὧν ἐβραχυλόγησας· τὸ γὰρ μικρὰς φωνὰς ἀφεῖναι ἀπολογίας τὸν ἐπιτιμούμενον μεγάλης ταπεινώσεως καὶ ἀρετῆς μέτρον. εἶδες πῶς σου ἀνεσκάλευσα τῷ ὀρυκτῆρι τῆς ἐπιτιμίας τοὺς τῆς ἀρετῆς θησαυρούς, τέκνον, καὶ ἀγνοουμένους εἰς προῦπτον ἤγαγον τοῖς ἀδελφοῖς σου, ἄλλον ἐξ ἄλλου σε φανερώσας; ὥστε καὶ χάριν ὀφείλεις μοι ὁμολογεῖν ἐπὶ τῇ ὑψώσει τῆς δόξης σου. ἔστρεψάς μου τὴν θλῖψιν, ἣν ἄκων ἐποίησας, εἰς χαρὰν μεγάλην, ἐκαρδίωσάς με μεῖζον πολὺ ἐν τῇ θερμῇ σου φιλίᾳ ὡς μάρτυς θεός· ὥστε οὐ μεταμεμέλημαι πλήξας (ἤνοιξα γὰρ πηγὴν ἀγάπης), ὥστε οὐκ εὐκαταφρόνητος ὁ ἀποστολικὸς νόμος· ἔλεγξον, φησίν, παρακάλεσον, ἐπιτίμησον εὐκαίρως ἀκαίρως. Οὕτω, τέκνον μου ποθητόν, εἰς καλὸν ἐν πᾶσι γέγονε τὸ γράμμα ἐκεῖνο· οἶδα ὅτι ἀγαπᾷς με, ἐπεὶ κἀγώ σε· οἶδα ὅτι δι' ἐμὲ ζῇς, ἐπεὶ κἀγὼ διὰ σέ· οἶδα ὅτι καὶ τοὺς ὀφθαλμούς σου, εἰ δυνατὸν ἐξορυχθῆναι, ἔδωκές μοι ἄν, ἐπεὶ κἀγώ σοι. χάρις τῷ θεῷ τῷ οὕτως οἰκονομήσαντι. ἔχου, τέκνον μου ποθητόν, τῆς διακονίας σου τελεώτερον· συγχωρηθείη σοι πᾶν ἁμάρτημα, ὡς καὶ τοῖς πᾶσιν. ἵνα δέ σοι δείξω καὶ ἐν ὑποδείγματι τὸ πλεονάζον τῆς πρὸς σέ μου ἀγάπης ἐν Κυρίῳ, δέξαι τὸ ἐγκώμιον τοῦ δεσπότου ἡμῶν τοῦ Θεολόγου, ὃ ἐπὶ σοῦ καὶ διὰ σοῦ πλέον κινηθεὶς ἐτόλμησα ὁ ἀνάξιος ποιῆσαι. μετάγραψον οὖν αὐτὸ καθαρίως καὶ εὔξασθε καταπεμφθῆναί μοι ἄφεσιν ἁμαρτιῶν ἐν οἷς καὶ ἐν τῷ ἐγκωμίῳ ἔσφαλα καὶ ἐνέλιπον ὁ τάλας καὶ ἐν παντὶ πάντοτε τῷ ἁμαρτωλῷ μου βίῳ. περισσοτέρως δὲ παρακαλῶ παρασκευάσθαι ὑμᾶς καθ' ἑκάστην ἐν τῷ προκειμένῳ διωγμῷ ὑπὲρ Χριστοῦ, ἵνα μηδεὶς ὑμῶν θεοῦ εὐδοκίᾳ καταισχυνθῇ. βλέπε, ἀδελφέ, πῶς παρακαλεῖτε καὶ ὑπομνηματίζετε ἀλλήλους ἐν τοῖς ὑπὲρ εὐσεβείας ἄθλοις. ἄσπασαι τὸν καλόν μου Δομετιανόν· ἄσπασαι Εὐπρεπιανὸν τὸν σύγκλειστον καὶ σύμψυχον καὶ συνταλαιπωρήτην μου· ἄσπασαι Θεόδουλον τὸ πιστόν μου τέκνον· ἄσπασαι Μητροφάνην τὸν ποθητόν μου υἱόν· ἄσπασαι μυστηρίως Κασιανὸν καὶ Νεῖλον, τοὺς πρὶν μὲν λυπήσαντας, ἄρτι δὲ διὰ σῆς ἀπολογίας φιλητούς μου παῖδας. Ὁ Χριστὸς μεθ' ὑμῶν· ἡ ἀγάπη μου ἐν Κυρίῳ μετὰ πάντων ὑμῶν· ἀμήν. 179 Τῷ αὐτῷ Οὐ πολλοῦ μοι λόγου χρεία ἐν τῇδε τῇ ἐπιστολῇ, τέκνον ἠγαπημένον, διὰ τὸ ἐν τῇ προπεμφθείσῃ τὰ νῦν δηλωθέντα μοι διὰ τῶν γραμμάτων σου καὶ ἀποδέξασθαι καὶ ἀποκριθῆναι· ὅμως καὶ ἡ ἐπιδευτέρωσίς σου ἀποδεκτέα μοι πάνυ. εὔχομαι οὖν ὡς ἁμαρτωλὸς τελειῶσαί σου τὸν δρόμον οὐ μόνον τὸν διὰ παντὸς τοῦ βίου, ἀλλ' ἤδη μάλιστα τὸν ἐνιστάμενον· ἴδε γὰρ τί ἔπαθον οἱ ἀδελφοί σου, οἱ μὲν διὰ τῆς ὑπομονῆς τῶν ὀδυνῶν στεφανωθέντες, οἱ δὲ διὰ τῆς ὀλιγωρίας καταισχυνθέντες. κράτυνον ἔτι, κράτυνον σαυτόν, τέκνον μου, σὺν τοῖς ὑπὸ χεῖρα τῆς διακονίας σου· καὶ ἐμπαράσκευοι ἐστέ, παρακαλῶ, καθ' ἑκάστην ἡμέραν πρὸς τὸ τὰ ἴσα παθεῖν. εἰ δέ τις ἐξ ἀπιστίας ὀκλάζει κατὰ τὰς ἁμαρτίας μου, ὑποχωρείτω, ἵνα μὴ πρὸς τῇ οἰκείᾳ ἀπωλείᾳ καὶ ἄλλοις γίνοιτο αἴτιος ἥττης· πόσῳ γὰρ συνέφερεν τοὺς περὶ Λουκιανὸν τοῦτο πρᾶξαι καὶ μὴ τῷ δοκεῖν φερεπόνους ὑπάρχειν καὶ εἰς πτῶσιν ἐνεχθῆναι. Ὢ τῶν ἁμαρτιῶν μου· δι' ἐμὲ γὰρ πάντα τὰ κακά. ἐδεξάμην καὶ νῦν τὰς εὐλογίας ὑμῶν, καὶ πολλαί εἰσιν καὶ καταβαρῶ ὑμᾶς, συγχωρήσατε· πλὴν πληρωθείητε παντὸς ἀγαθοῦ. ἄσπασαι τὸν οἰκονόμον καὶ παροικονόμον καὶ τοὺς λοιπούς, λέγων τῷ οἰκονόμῳ ὅτι πάνυ ἀπεδεξάμην τὰ γράμματά σου. οἱ σὺν ἐμοὶ προσαγορεύουσίν σε. 180 Δομετιανῷ τέκνῳ Εἴωθας πάντοτε, τέκνον μου, ἀνακαλεῖσθαί με ἐν ταῖς ἐξορίαις ὡς παῖς γνήσιος τὴν οἰκείαν μητέρα, καίπερ οὐ γάλακτος δεόμενος, ἀλλὰ στερεοτροφῶν ἐν Κυρίῳ. τί οὖν; τῆς πολλῆς σου ἀγάπης τὸ αἴτιον, οὐκ ἀνεκτῶς φερούσης τὸν χωρισμόν. ἀλλὰ δῴη σοι Κύριος τὸ ἑαυτοῦ φίλημα καὶ στερεώσειέν σε τὸν ὑπὲρ αὐτοῦ ἀγῶνα ἤδη προκείμενον ἄριστα διανύσαι· οἶδά σε γὰρ τίς εἶ, ὅτι θερμῶς ζητεῖς τὸν Χριστόν. ἴδε καιρὸς σύντομος εὑρέσεως, διάθου σαυτὸν κράτιστα. πίωμεν, τέκνον μου, τὸ ποτήριον, ὃ ἔπιεν ὁ Κύριος ἡμῶν, ἵνα γλυκανθῶμεν σὺν αὐτῷ εἰς αἰῶνας. ζέσωμεν μάλα τῷ πυρὶ τῆς θείας ἀγάπης, καὶ τὸν χειμῶνα τῆς ἀπιστίας οὐ δείσωμεν· οἱ γὰρ χλιαροὶ ἀδελφοὶ τί πεπόνθασιν, οἶσθα. ἡμεῖς τῶν ζεόντων ἐσόμεθα, ὧν τὰ στέφη ἰσομάρτυρα· εἶεν ταῦτα καὶ ἐφ' ἡμῖν. Ἐδεξάμην σου καὶ νῦν τὰς προσφορὰς καὶ μάλιστα τὸν καμψάκην τοῦ ἐλαίου· καὶ ἱνατὶ αὐτὸ ὃ εἶχες ἔπεμψες; πλὴν ὁ θεός μου ἀντιδοίη σοι τὰ αἰώνια. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ θερμότερον. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται. 181 Εὐθυμίῳ καὶ τοῖς λοιποῖς ἀδελφοῖσ Τίς ἡ ἀκοὴ ἡ τὰ ὦτα τῆς ἐμῆς ταπεινώσεως περιηχήσασα; τίς ἡ ἀγγελία ἡ τὴν ἀθλίαν μου ψυχὴν ἐξάπινα ἐκθαμβήσασα; καὶ Εὐθύμιος ὁ ἐμὸς γνήσιος υἱὸς ἐν μάρτυσι μεθ' ἑτέρων ἐννέα, ὧν τὰ ὀνόματα Ἐφραίμ, Ἀφροδίσιος, Ἀμμωνᾶς, Ὑπερέχιος, Στέφανος Παρθένιος, Ἡγήσιμος, Συμεὼν καὶ Δωρόθεος. μικροῦ καὶ ἀπιστῶ, μικροῦ καὶ τοῦ γράφειν ἐγκόπτομαι, δάκρυσιν ὁμοῦ καὶ χαρᾷ περιεχόμενος. δόξα σοι ὁ θεός, ὁ μαρτυρικοῖς ἀγῶσι περιαστράψας ὑμᾶς. ἐβαστάξατε, τέκνα ἀγαθά, αὐτοὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τοῖς τιμίοις ὑμῶν μέλεσιν, ἐδώκατε ὡσαύτως τὸν νῶτον ὑμῶν εἰς τοσαύτας μάστιγας· ἡγιάσθη ἡ γῆ ἐν τοῖς αἵμασιν ὑμῶν. πόθεν καὶ πῶς ἐκ πάντων αὐτοὶ τόδε τὸ κλέος ἐκληρώσασθε; πολλὴ ἡ παρρησία, ἀθλοφορικὴ ἡ πρὸς τὸν χριστομάχον Ἀντώνιον ὑπόκρισις ὑμῶν. εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ἀπαρχὴ ἁγία, στήλη ἀνδρείας τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, εὐζηλία καὶ ἀναπύρωσις τοῦ μοναδικοῦ τάγματος. μία ὥρα ἡ ποινὴ καὶ διαιωνίζουσα ἡ μισθαποδοσία, ἐπ' ὀλίγον τὰ ἀλγεινὰ καὶ ἀπλήρωτα τὰ ἀγαθά. ἄπιτε καὶ αὐτοὶ χρυσότεκνοι, τάττοισθε μετὰ τῶν ἰσαρίθμων ὑμῶν κρητιαίων μαρτύρων. προσεύξασθε ἑπομένως ὑμῖν κἀμὲ τὸν ἀνάξιον ὑμῶν πατέρα θεοῦ εὐδοκίᾳ ἐπιέναι. ἤκουσεν καὶ ηὐφράνθη Σιὼν καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Βυζαντίδος, εἰ δ' οὖν ἀνατολὴ καὶ δύσις, μακαρίζουσα ὑμῶν τὴν θεοστεφάνωτον δεκάδα. Οὕτως ὑμῖν ἐν βραχέσι διελέχθην, πολλοῖς ἐγκωμίοις οὖσιν ἀξίοις· ὧν τὴν μνήμην ὁ ἑξῆς δηλώσει χρόνος εἰς καύχημα ὀρθοδόξων, εἰς αἰσχύνην τοῦ ἐχθροῦ. τὰ δὲ νῦν, συγκακοχούμενος καὶ συνανιώμενος ὑμῖν τῇ διαθέσει, ἐπεὶ ἐμὰ μέλη τὰ ἀλγυνόμενα ταῖς πληγαῖς, παρακαλῶ καὶ ἀντιβολῶ, ἀσπάζομαι καὶ περιπτύσσομαι, προτείνω ὑμῖν τὰς χεῖρας, στῆτε, κύριοί μου, στῆτε· ἔτι ὁ Χριστὸς ἀγωνοθετεῖ, ἔτι βούλεται πολυπλασιάσαι ὑμῶν τοὺς στεφάνους. ὧν ἡ ἀρχὴ θαυμαστή, τούτων εἴη καὶ τὸ τέλος ἐπάξιον. μὴ δείσωμεν τὰ μέλλοντα· ὁ τότε δυναμώσας καὶ αὐτίκα πάρεστιν, καὶ μᾶλλον ἀσπάσεται καὶ κουφίσει τὰ ἄλγη καὶ ὑψώσει τὸ κέρας ὑμῶν. εἴπατε καὶ αὐτοί, βέλη νηπίων ἐγενήθησαν ἡμῖν αἱ πληγαὶ αὐτῶν· ἐκείνων ἐστὲ σπέρμα, τῶν ἐν πυρὶ δροσισθέντων καὶ λέοντας φιμωσάντων. Μὴ δὴ καλῶς ἐναρξάμενοι καὶ μαρτυρικοῖς αἵμασιν ἀλειψάμενοι ἔπειτα κατολιγωρήσωμεν· φοβερὸν γάρ, ὦ τέκνα, τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. κώνωψιν παραβλητέα τὰ ἀνθρώπινα ἄλγη. οὕτω τοιγαροῦν καὶ πιστεύω καὶ ἐγκαλλωπίσομαι κἀγὼ ὁ τάλας δι' ὑμῶν, ἀλλὰ μὴν καὶ σωθήσομαι. τέλος τοῦ λόγου, σκοπήσατε ὅτι ὅσον ἐξεφημίσθητε εἰς τὴν οἰκουμένην, τοσοῦτος καὶ ὁ ἀγὼν ὑμῖν τῆς καλῆς τελειώσεως, θεοῦ δηλαδὴ ἐνισχύοντος. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· οἱ σὺν ἐμοὶ ἤδη φιλοῦντες φιλοῦσιν ὑμᾶς. 182 Γενναδίῳ τέκνῳ Βραδὺ μέν, ὅμως ἐδεξάμην σου γράμμα, ἐπιπόθητόν μου τέκνον, καὶ τοῦτο ἐμμελές. ἀλλ' ἱνατί ὠψίσθης; οὐκ οἶδας ὅτι ἐν τῇ ἀπουσίᾳ, εἰ μὴ ὁ ἐγγράμματος συνοψισμὸς γίνοιτο, κινδυνεύει τὸ τῆς ἀγάπης καλὸν καὶ τὸ τῆς πίστεως ὁμονοητικόν; καὶ εἰ μὲν οὐχ οἷός τε ἦς ἐπιστέλλειν ἀπειρίᾳ γραμμάτων, ἦν ἂν τὸ σύγγνωστον, ὅπου γε καὶ οὕτω οὐκ ἔξω μομφῆς διὰ τὸ χειρὶ ἑτέρου ἐκτελέσαι τὸ καθῆκον· ἐπεὶ δὲ χάριτι Χριστοῦ ἰσχύεις καὶ ἄλλοις κιχρᾶν ἑαυτόν, οὐκ ἐπαινετὴ ἡ βραδυτής. Ἀλλὰ τοῦτο μὲν ἔστω σοι συγχωρητόν. ἱνατί δὲ προσάπτεις μοι ἐπαίνους ὧν ἀμοιρῶ; εὔχου τοίνυν ἐπιτυχεῖν με θεοῦ διὰ τῆς ἐν παντὶ τρόπῳ δεξιοπραγίας· καί γε τοῦτο κἀγὼ ἐπὶ σοὶ αἰτῶ, ὡς ἂν διασωθείης, μήτε ὑπὸ ἀοράτων ἐχθρῶν μήτε ὑπὸ τῶν νῦν ὁρωμένων ἁλούς, σῶάν σου δὲ τὴν παρακαταθήκην προσαγάγοις τῷ δεδωκότι θεῷ. εἶεν. 183 Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ Τί καλὰ τὰ γράμματά σου, τέκνον μου ἠγαπημένον Θαδδαῖε· τί τοῦτο; ὅτι καὶ ταπείνωσιν ἔχουσιν καὶ πίστιν εἰλικρινῆ καὶ ἀγάπην θερμήν, τὸ θαυμαστόν, ὅτι καὶ γνῶσιν ἀψευδῆ· ἥψατο γὰρ ἀληθῶς, τέκνον, τῆς περὶ τῆς εἰκόνος Χριστοῦ ἀληθείας ὁ νοῦς σου. καὶ κράτει ὡς ἐδράξω καὶ ἐφώτισεν ὁ θεός· καὶ γὰρ ἀχώριστός ἐστιν ἀπὸ Χριστοῦ ἡ εἰκὼν αὐτοῦ, ὅπουπερ ἂν εἴη ἐν ὕλῃ ἐκτετυπωμένη, ὡς ἔξω τῆς ὕλης μένουσα τῇ ἐπινοίᾳ, καθ' ὃ καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις μία ἐν ἀμφοτέροις. ὥστε τῇ τῆς εἰκόνος ἀρνήσει ἀρνεῖσθαί ἐστι Χριστόν, ὡς καὶ ἔμπαλιν τῇ ὁμολογίᾳ ὁμολογεῖσθαι. καὶ μακάριος εἶ ὅτι ἐπέγνως τὴν ἀλήθειαν, ἣν ἀπέκρυψεν τοῖς σοφοῖς, μᾶλλον δὲ μωροῖς τοῦ αἰῶνος τοῦδε ὁ θεὸς καὶ ἀπεκάλυψεν αὐτὴν νηπίοις εἴτουν ἀκάκοις καθάπερ σύ. αὕτη ἡ ἀληθὴς ἡμῶν λατρεία τῶν ὀρθοδόξων καὶ ὑπὲρ ταύτης μέχρις αἵματος ἀγωνισώμεθα, τέκνον, μηδαμῶς πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων μηδὲ ὑποχαυνούμενοι. χαίρω ἐπὶ τῇ προθυμίᾳ σου καὶ ὅτι, ἐν φυλακῇ ὤν, ἐναβρύνῃ ἐχόμενος τοῦ ἔργου σου. Ἡμεῖς δὲ οὐκ ἠξιώθημεν διὰ Χριστὸν παθεῖν τι, εὔχου δέ, τέκνον, διανύσαι θεοπρεπῶς σὺν ὑμῖν τὸν προκείμενον ἀγῶνα. προσαγορεύουσίν σε οἱ ἀδελφοί σου· ὁ Κύριος μετὰ τοῦ πνεύματός σου. 184 Ἰγνατίῳ τέκνῳ Ἐπέγνων σε καὶ νῦν διὰ τῶν γραμμάτων ὅτι ἐμὸν τέκνον εἶ καὶ σπλάγχνον. ἀλλὰ φυλαχθείης, ὅπουπερ ἂν καὶ εἴης· οὐδὲ γὰρ τὸ ὑποχωρῆσαί σε μεμπτέον, ἡνίκα μάλιστα οὐδὲ παρεπέμφθης πρὸς τοῦ βασιλέως ἐν Σακκουδίωνι. πλὴν ἄφελε, τέκνον μου, τὴν δειλίαν καὶ πτόησιν ἐκ ψυχῆς σου, ἀκούων καὶ πιστεύων τῷ λέγοντι, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ὥστε, ὅπου ὁ τοῦ θεοῦ φόβος, ὁ ἀνθρώπινος ἐξώρισται· οἱ δύο γὰρ ἐπὶ τὸ αὐτὸ οὐκ ἐγχω ροῦσιν εἶναι ὡς οὐδὲ φῶς ὁμοῦ καὶ σκότος. τίς γάρ, φησίν, δύναται δυσὶ κυρίοις δουλεύειν; ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. τί οὖν τὸ λεγόμενον; ὅτι ὁ τὸν τῶν ἀνθρώπων φόβον ἔχων τὸν τοῦ θεοῦ οὐκ ἔχει· εἰ οὖν ὑποβάλλεται ὑπὸ τοῦ ἐχθροῦ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν καὶ πάντως γίνεται, ἀλλ' οὖν νικάτω ὁ νενικηκὼς τὸν κόσμον. Σπουδαστέον τοίνυν τὰ ἐφόδια προπαρασκευάζειν τῆς ἀνθρωπίνης ἀφοβίας, ἅτινά ἐστι πίστις, ἐλπίς, ἀγάπη· ἡ ἀγάπη, φησί, χρηστεύεται, μακροθυμεῖ· ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει, πάντα ἐλπίζει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. ἐν τούτοις διατηρηθείης σὺν ἐμοὶ καὶ πᾶσιν ἀδελφοῖς. 185 Σεργίῳ νοταρίῳ Ἀκούων ὅτι φυλάττει ἑαυτὴν ἡ θεοφιλία σου ἀμέτοχον τῆς τῶν αἱρετικῶν κοινωνίας καὶ ὅτι ζηλοῦσά ἐστι τῷ Κυρίῳ, ἀποδεχομένη τοὺς ὀρθόφρονας καὶ ἀνδρικοὺς μέχρις αἵματος, ἀπαναινομένη δὲ ἐν τοῖς ἀνερματίστοις καὶ προδόταις τῆς ἀληθείας, χαίρω ὁ ταπεινός, εὐχαριστῶν τῷ θεῷ ὅτι ὁ ἀρχαῖος φίλος καὶ ἴδιος τὰ τῷ θεῷ φίλα τε καὶ ἴδια ὀρέγεται καὶ περιέπει. βλέπεις γὰρ ὡς κορυφοῦται ἔτι μᾶλλον καὶ μᾶλλον ὁ διωγμός, ἀποτελῶν ἤδη καὶ μάρτυρας· ὧν εἷς ὁ ἡμέτερος Θαδδαῖος καὶ τῶν ἁγίων σύσκηνος. Ὅτι δὲ φιλεῖς ἡμᾶς τοὺς ἀποθήτους διὰ τὰς ἁμαρτίας, ἴσμεν· στέργομεν γάρ σε καὶ ἡμεῖς, οὐκ ἔστι δὲ φιλοῦντα μὴ ὑπὸ τοῦ φιλουμένου ἀντιστέργεσθαι. ἀλλ' ἵνα καὶ προσεύχῃ παρακαλῶμεν τελειῶσαι ἡμᾶς τὸν προκείμενον ἀγῶνα ἐλέει θεοῦ. 186 Ναυκρατίῳ τέκνῳ Ἀγγελία ἐπὶ ἀγγελίᾳ, λόγος ἐπὶ λόγῳ· τί εἴπω καὶ τί λαλήσω; πῶς διατεθῶ ὁ τάλας ἐπὶ τοῖς γεγενημένοις; χαρά μοι καὶ λύπη, αἴνεσις καὶ ἀπόκλαυσις. ἐν μεταιχμίῳ δύο παθῶν ἀπειλημμένος γέγονα καὶ οὐκ ἔχω πότερον αἱρήσομαι λέγειν. ὅμως νικᾷ ὁ νικήσας τὸν σατανᾶν καὶ τοὺς ἄρχοντας καὶ κολαστὰς τοῦ αἰῶνος τοῦδε. ἐθανατώθη ὑπὲρ Χριστοῦ τὸ ἀρνίον τοῦ Χριστοῦ μαστιγούμενον, Θαδδαῖος ὁ ἐμὸς ὅρπηξ, τὸ ἐμὸν σπλάγχνον, ὁ υἱὸς τῆς ὑπακοῆς, τὸ στέλεχος τῆς εὐσεβείας, ὁ τοῦ ἀποστόλου συνώνυμος. ἀβάστακτος ἡ χαρά, ἀνυπέρβλητος ἡ εὐφροσύνη, οὐκ ἐμοὶ τῷ ταπεινῷ μόνῳ, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, ὅτι καὶ νῦν ἐν τῇ ταπεινῇ γενεᾷ ταύτῃ μάρτυρα τῆς ἀληθείας σου ἀπαράγραπτον ἀνέδειξας, καὶ τοῦτον οὐκ ἐκ τῶν σοφῶν καὶ εὐγενῶν τοῦ τῇδε κόσμου, ἀλλ' ἐκ τῶν ἐναντίως ἐχόντων, ἵνα πληρωθῇ ὁ λόγος τοῦ ἀποστόλου, ὅτι τὰ ἀγενῆ καὶ ἐξουθενημένα ἐξελέξατο καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. ποῦ μοι ἀπέστης, ὦ μακάριον τέκνον; ποῦ θᾶττον ὑπερυψώθης, μάρτυσι συναρίθμιος γεγονώς; ὢ τῆς ἐπιτυχίας σου· ὢ τῆς εὐγενείας σου· ὢ τῆς εὐβουλίας σου. ἐν ἡμέρᾳ μίᾳ ἐκέρδησας ἀπείρους αἰῶνας· ἐν ἀνίαις βασανιστικαῖς ἐκτήσω τὰς ἀνεκλαλήτους εὐφροσύνας· ἐν πληγαῖς ἑκατὸν πρὸς τριάκοντα εἴληφας τὸν τέλειον τῆς ἐργασίας μισθὸν σὺν μάρτυσι παρὰ τῆς Ἁγίας Τριάδος, εἴπερ ὁ μὲν τῆς τελειότητος, ὁ δὲ τῆς Τριάδος ἀναλογῶν ἐστιν ἀριθμός, ἵνα κἀξ αὐτοῦ τοῦ κολασμοῦ σου παραδείξειεν θεὸς τὸ μεγαλοφυές σου. τὸ αἷμά σου μύρον, τὸ λείψανόν σου ἁγιασμοῦ μεταδοτικὸν τοῖς ψαύουσι. Δέομαί σου, ἅγιε τοῦ θεοῦ Θαδδαῖε, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· οὐ γὰρ τολμῶ σε καλέσαι τέκνον. ὁρᾶτε, ἀδελφοί μου, τί γέγονε, ποῖον θησαυρὸν καὶ μέλος ἐκεκτήμεθα; ἀρκεῖ εἴς τε θεοῦ δόξαν καὶ ἡμέτερον καύχημα ὁμοῦ τε καὶ τῆς ὅλης ἐκκλησίας χαρμόσυνον ὁ μάρτυς Χριστοῦ Θαδδαῖος. τί τἆλλα; ἔσονται, φησίν, οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι· τοῦτο ἐπὶ τοῦ Ἰακώβου φημὶ καὶ Λουκιανοῦ, τοῦ μὲν ἐναθλήσαντος (εἴη καὶ ἐναθλήσοντος μέχρι τέλους) σὺν Δωροθέῳ καὶ Βησσαρίωνι, τοῦ δὲ κατὰ τὰς ἁμαρτίας μου ναυαγήσαντος σὺν τοῖς ὁμοτρόποις. ὤ, πῶς ἔπεσον ἐν μέσῳ φωστήρων οἱ οἴκτιστοι· ἐπελάθοντο τοῦ εἰρηκότος ἄρα, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. μὴ γὰρ οὐ κατεμέτρησε τὸ δυνατὸν ὁ μόνος δυνάστης καὶ δυναμῶν τοὺς ἀσθενοῦντας; καὶ οἱ μάρτυρες ἐγγύθεν· μὴ γὰρ οὐκ ἐξαιρούμενος ἐξ ἀνάγκης τοὺς ἔτι μὴ ἰσχύοντας τῇ φύσει, οὐ τῇ προθέσει; καὶ ὁ μάρτυς Θαδδαῖος ἐν οὐρανῷ πιστός. Μὴ δὴ οὖν, ἀδελφοί μου, πτοηθῶμεν μηδὲ ἔμφοβοι γενοίμεθα τῇ τῶν ἡττημένων πτώσει ὡς ὅτι καὶ ἡμεῖς οὐχ ὑποίσομεν τὰς πληγάς. οἴσομεν θεοῦ δυνάμει καὶ διαβησόμεθα κἂν πῦρ, κἂν ξίφος· θεὸς ὁ προηγούμενος καὶ προσκαλούμενος εἰσελθεῖν ἡμᾶς εἰς τὴν ἐπηγγελμένην ἡμῖν βασιλείαν, ὡς τὸν Ἰσραὴλ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὐκ ἴστε τί πεπόνθασιν οἱ τότε ἀναστατοῦντες τὸν λαόν, λέγοντες" 4οὐ δυνησόμεθα διαβῆναι, ὅτι ἐκεῖ πόλεις τειχήρεις ἕως τοῦ οὐρανοῦ καὶ γίγαντες, ἐν οἷς ὁ Ἐνάκ;" 5 καὶ τί τὸ γεγονός; οὐχὶ διὰ τοῦτο αὐτοὶ μὲν πυρίκαυστοι, ὁ δὲ γογγυστὴς λαὸς ἅπας ὤλετο, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; μή τις τοιοῦτος ἀναστάτης, μή τις ὀλίγωρος, μή τις δύσελπις. διαβησόμεθα οὖν, ἀδελφοί, διαβησόμεθα ὡς Χαλέβ, λέγω, καὶ Ἰησοῦς τοῦ Ναυῆ, οἱ τῆς ἐπαγγελίας κληρονόμοι. τείχη ἡμῖν κατασεισθήσονται νοητά, ὡς τηνικαῦτα τὰ Ἱεριχούντεια, σάλπιγγι εὐχαριστίας, ἣν ᾖσεν ὁ μακάριος Θαδδαῖος, ψάλας ἐκ βαλβῖδος τῶν ποινῶν, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὕτω παρακαλῶ, οὕτω ἀντιβολῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δεόμεθα μὴ δειλανδρῆσαι πρὸς τὸν ὑπὲρ αὐτοῦ καὶ σὺν αὐτῷ θάνατον, ἐὰν δέῃ. πρὸς πάντας ἡ ἐπιστολὴ κἂν εἰς πρόσωπόν σου, τέκνον ἀγαθόν· διὸ καὶ πάντας ἀσπάζομαι καὶ πᾶσι συγχαίρω ἐν τοῖς παθήμασι. καὶ τίς ἄξιος ἀνταναπληρῶσαι τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ; καὶ οὐαὶ τῷ ἐξάρνῳ καὶ ἐκκεκλικότι, κἂν θάνατος, ὅτι ὁ αἰώνιος θάνατος ποιμανεῖ αὐτὸν καὶ κατακυριεύσουσιν αὐτὸν οἱ εὐθεῖς τὸ πρωί. Εἰρήνη ὑμῖν Χριστοῦ, κράτος, ἰσχύς, παράκλησις, προσευχόμενοι περὶ πάντων ἀδελφῶν καὶ ὑπὲρ ἐμοῦ, ἵνα πληρωτὴς ὧν νουθετῶ ἐλέει θεοῦ φανῶ. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται. 187 Κληδονίῳ τέκνῳ Ἐναγώνιος τῇ τῶν ἀδελφῶν σου ἀθλήσει γέγονας, τέκνον, καὶ οὐ θαυμαστόν· ἐπεὶ καὶ ἡμεῖς τὸ αὐτὸ πεπόνθαμεν. ἀλλὰ μὴ δείσῃς· γέγραπται γάρ, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. ὥστε θαρρεῖν ἡμᾶς χρὴ καὶ οὐ δεδοικέναι· τούτῳ τῷ θάρσει νενικήκασιν οἱ ἀθλήσαντες. καί γε τῷ οἰκείῳ αἵματι τελειωθεὶς Θαδδαῖος ὁ ἅγιος ἐνεδήμησε πρὸς Κύριον. οὐκ ἔστιν οὖν πραγματειῶν ἡ μεγίστη ἑκατὸν μάστιξιν ἢ καὶ πρός, ὅσον ἂν καὶ ὑποβάλλῃ ὁ λογισμὸς ἢ οἴκοθεν ἢ ἐκ διαβολικῆς ὑποσπορᾶς, δειλανδρῆσαι ἐμποιούσης, ἀντισχεῖν βασιλείαν οὐρανῶν καὶ τὴν ἐν ἀπείροις αἰῶσιν ἀγαλλίασιν; καὶ οὐκ ἔστι χαλεπὸν σφόδρα φειδοῖ τῶν ἐκ μαστίγων ὀδυνῶν προέσθαι τὴν πίστιν, καὶ μήτε ὧδε ἔχειν ἄνεσιν αἰσχύνῃ τῆς πτώσεως καὶ συνειδότι τρομαλιοῦντι καὶ εἰς αἰῶνας ἀτελευτήτους κολάζεσθαι; Οὕτω, τέκνον μου ἠγαπημένον, στόμωσον τὴν καρδίαν σου, καὶ οὕτω φρονῶν σχοίης τὸν Χριστὸν ἐπίκουρον, ὡς ἀληθῶς ἔχει. εἰ δὲ καὶ ὑποτίθεται ὁ λογισμὸς καὶ μετὰ ἄρνησιν εἶναι πάλιν διὰ μετανοίας σωτηρίαν, ὥσπερ καὶ ἔστιν, ἀλλὰ τίς ὁ ὑπισχνούμενος ὅτι πάντως εὕρωμεν μετάνοιαν, ἢ ἁρπαζομένων ἡμῶν θᾶττον ἢ δυσχερῶς ἀνακλινομένων τοῦ πτώματος; πόσον δὲ καὶ εἰσοίσομεν δάκρυον καὶ τὰ ἄλλα τῆς μετανοίας φάρμακα, ἵνα διαλλάξωμεν τὸν κριτήν, καὶ οὕτω τρεμόντων τὸν θάνατον καὶ ἀεὶ κατῃσχυμμένων ὄντων καὶ ἀπαρρησιάστων; ἐρώτησον τοὺς περὶ τὸν ἐλεεινὸν Λουκιανόν, εἶτα τοὺς περὶ Δωρόθεον τὸν μακάριον, ποταπὴ καρδία ἐν ἀμφοτέροις· καὶ εὑρήσεις καὶ ἀκούσεις ἐν μὲν τοῖς πρώτοις ὀδύνην, σκότος, αἰσχύνην, ῥαγῆναι τὴν γῆν εὐχομένοις εἰς τὸ καταπιεῖν αὐτούς, ἐν δὲ τοῖς δευτέροις χαρὰν ἀβάστακτον, φῶς, εὐπροσωπίαν, αὐτὸν τὸν Χριστόν, ὡς μήποτε ἐσχηκόσιν ἀπὸ γεννήσεως τοιαύτην ἡδονήν. τίς οὖν ἄφρων, τίς λιθοκάρδιος, τίς μεμηνὼς μὴ γνῶναι ὅτι καλὸν τὸ παθεῖν ὑπὲρ Χριστοῦ; Οὕτως σε θεὸς τελειώσειεν, τέκνον μου, εὐχόμενον ὑπὲρ ἐμοῦ, καθὰ λέγω καὶ πρᾶξαι ἐν Κυρίῳ. 188 Δωροθέῳ τέκνῳ Χαίρω καὶ συγχαίρω σοι, Δωρόθεε, τὸ ὡς ἀληθῶς δῶρον θεοῦ. ἐγένετό σοι τοὔνομα πρᾶγμα, ἡ κλῆσις πρᾶξις· ἐδάρης, τέκνον μου σεβαστόν, ὑπὲρ Χριστοῦ. εὖγε, ἀθλητὰ στερροκάρδιε, χρυσόσαρκε, σαπφείρου τιμιώτερε, πορφύρας ὡραιότερε· εἴθε μοι ἀσπάσασθαι τὸν τῶν σαρκῶν σου ξεσμόν, τὰ ἱερὰ μέλη σου, ἃ ἀπειργάσω μέλη Χριστοῦ, οὗ τῷ αἵματι τὸ αἷμά σου κρᾶμα. εὖγε, σύμμορφε τοῦ Χριστοῦ, ὅτι οὐκ ἐδίστασας εἰσελθεῖν εἰς τὸ στάδιον οὐδὲ προείλου τὴν παροῦσαν ζωὴν τῆς αἰωνίου καὶ ἀθανάτου. ἤδη γὰρ τῇ προθέσει ἐξεδήμησας πρὸς Κύριον, ὃν κατείληφεν ὁ σὸς σύναθλος καὶ μάρτυς Θαδδαῖος· τάχα γὰρ διὰ τοῦτο εἰάθης ἔτι ἐν σαρκί, ὡς ἂν πλειοτέρως δοξάσοις τὸν θεὸν ἐν τοῖς μέλεσί σου. οὐά, χαρὰ μεγάλη ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι μάρτυρες Χριστοῦ ἐγενήθητε· οἴ, ποῖον καλόν, ὅτι στῦλοι καὶ ἑδραιώματα τῆς ἀληθείας ὤφθητε, ἡλίου λαμπρότερον ἐξελάμψατε, μαργάρων τιμαλφέστερον ἀπηυγάσατε. ὢ τῆς μεγαλοδωρεᾶς· ὢ τῆς αἰνέσεως· οὐ φέρω τὴν ἡδονήν, ἔκδημος γέγονα τῷ πνεύματι. κατέλαβόν σε, τέκνον ἱερόν, κατασπάζομαι, στεφανῶ, αἰνῶ· ἐρωτῶ, πῶς τὰ ἆθλα, πῶς ἤνεγκας τὰς ἀλγηδόνας, πῶς ἦν ἡ τιμία σου ψυχὴ ἐν τούτοις καὶ ἐπ' αὐτῆς τῆς εἰσόδου; καί μοι δοκεῖ ἀνταποκρίνεσθαί σε τοιαῦτα·" 4ὅπου θεοῦ φόβος, ἐκεῖ καταφρόνησις θανάτου, παρόρασις σαρκός, ἔκστασις τῆς πρὸς τὰ μέλη σχέσεως, νικώσης τὴν δριμύτητα τῶν ἀλγεινῶν τῆς πίστεως καὶ ἀγάπης καὶ ἐλπίδος Χριστοῦ" 5. Οὕτως ἔχει, ἐμὸν σπλάγχνον, Χριστοῦ ἀρνίον. ἀλλὰ δέομαί σου, μή με καταισχύνῃς, μᾶλλον δέ, εἰ καὶ τολμηρὸν εἰπεῖν, Χριστόν, ἀλλὰ τέλεσόν σου τὸν ἀγῶνα, τοῖς προλαβοῦσιν ἐπισφραγίζων τὰ μέλλοντα. ἤδη ὡς σίδηρος πυρὶ ἐστομώθης, ἀδελφέ, τῷ καυστῆρι τῶν μαστίγων· βούλεταί σε Χριστὸς ὡς σκεῦος ἐκλογῆς ἔτι τυχὸν χαλκευθῆναι, σὺν Παύλῳ χορεῦσαι. μὴ δειλιάσῃς, γενναῖέ μου ἀθλητά· ὁ σώσας καὶ διαβιβάσας σε ἐν τοῖς φθάσασιν ἤδη πλειόνως συνέσται σοι καὶ ῥύσεταί σε ἐκ στόματος λέοντος καὶ νοητοῦ καὶ αἰσθητοῦ, στεφανῶν σε μετὰ μαρτύρων. ἄρτι ἀκουστόν σου τὸ ὄνομα, ἄρτι μάλα ἤρξατό σε ὑψοῦν θεὸς ὑπὲρ ἀρχιερεῖς καὶ ἱερεῖς, ὑπὲρ στυλίτας καὶ καθηγητάς, ὑπὲρ πατριάρχας καὶ βοτανικούς, ὀρθοδόξους δῆλον ὅτι. μὴ πέσῃς ὁ στῦλος, μὴ λιποτακτήσῃς ὁ ὁμολογητής, ἄνω ἡ καρδία, Χριστός σοι ἀναπνοή, ταπείνωσις κραταιά, ἐν ᾗ ἐνίκησεν ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου τὸν ἄρχοντα τοῦ κόσμου τούτου καὶ νικᾶν αὐτὸν καὶ ἡμῖν ἐν ἑαυτῷ ἐδωρήσατο δύναμιν. Προσεύχου περὶ ἐμοῦ, παρακαλῶ σε ὡς φιλοπάτορα, ἵνα συνεπομένως ὑμῖν ἐκβιώσω. 189 Ἰακώβῳ τέκνῳ Εὖγε, Ἰάκωβε, τέκνον ἐμὸν σεβαστόν· ποῦ ποτε ἐγὼ ἤλπιζον ὅτι ἐν μάρτυσι Χριστοῦ σύ, ὁ ἐσχατίζων ἐν τοῖς ἀδελφοῖς σου τῷ βαθμῷ; καί γε τὸ θαυμασιώτερον, ὅτι καὶ τῶν συνάθλων σου πρῶτος εἰσῆλθες εἰς τὸ ὑπὲρ Χριστοῦ στάδιον. ἐνόμισεν ὁ ἄνομος διώκτης διὰ σοῦ ὡς ἀφερεπόνου καὶ οὐθενὸς ἀξίου τὰ νικητήρια ἔχειν· ἀλλ' ἥττηται ὁ δείλαιος, ἐντυχὼν ἀνδρὶ ἐκδεδωκότι ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὴν ἑαυτοῦ ψυχὴν καὶ ἰσχυροτέρῳ τῶν ἑαυτοῦ πληγῶν εὑρεθέντι. ὤ, τέκνον, τῆς εὐάνδρου σου ψυχῆς· ἤνεγκας ὡς ἀδάμας τοσαύτας καὶ τηλικαύτας μάστιγας ἐν τῷ νώτῳ καὶ τῷ στέρνει καὶ ἐν τοῖς βραχίοσιν ὡσαύτως. ὢ τῆς ἀπηνείας τῶν θηριογνώμων· καὶ ὢ τῆς εὐλογημένης σου σαρκός. πάντοθεν ἐστίχθης, ἤρθης ὡς νεκρός, φόρτος γεγονὼς ἐμπεριειλημμένος ῥάκει τοῖς ἀθέοις· εἶτα καὶ ἀπειληθεὶς πάλιν κόλασιν οὐ κατηγωνίσθης, ἀλλ' ἐπαρεσκευάσθης, διαθέμενος τὰ ἐπιτάφια. δόξα θεῷ καὶ αἴνεσις· ὑπόθεσις καὶ ὑπαλοιφὴ σὺ καὶ τοῖς συνάθλοις σου ἀδελφοῖς, ὧν ὁ εἷς ἐξεδήμησε πρὸς Κύριον, οἱ δὲ ἐπὶ τοῦ αὐτοῦ σοι ἀγῶνος. πόσος σοι ὁ μισθός· σύ μου οὐ τέκνον, ἀλλὰ πατήρ, θεὸν θεραπεύσας. Ἀλλὰ βλέπε ὅτι τὰ τέλη ἐπιζητεῖται καὶ οὐκ ἀρκεῖ τὸ καλῶς ἐνάρξασθαι, εἰ καὶ ἐφόδιόν ἐστι τοῦ καὶ καλῶς τελειῶσαι. ἀπόθανον, τέκνον, ὑπὲρ Χριστοῦ, μὴ ἀπολέσῃς τὸν θεοπάροχον καὶ μέγαν ἀγῶνά σου. ὤμοι ἐπὶ τοῖς ὠλισθηκόσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ πνεύματος ὑμῶν· ἦ γὰρ ἂν μεμενήκασι σὺν ὑμῖν ἐν Κυρίῳ. ἐγένοντο ἐπίχαρμα τῷ διαβόλῳ, ὃν προσήκαντο ἀντὶ Χριστοῦ, ἐμοί τε τῷ ἁμαρτωλῷ πένθος καὶ πάσῃ τῇ ἀδελφότητι ὄκλασις. Ἀλλὰ δοίη Κύριος αὐτοῖς μετάνοιαν εἰς ἀνάκλησιν, σοὶ δὲ πέρας ἰσάξιον τῆς ἀρχῆς. προσεύχου, τέκνον μου, ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ σὺν ὑμῖν εὑρεῖν τὸν Χριστόν. 190 Θεοδούλῳ τέκνῳ Ἴδε ποῦ περιῆλθες, τόπον ἐκ τόπου μετερχόμενος, τέκνον μου Θεόδουλε. καὶ ὁ μὲν διοδευμὸς οὐ θαυμαστός, θαυμαστὸν δὲ ἄγαν ὅτι ἐνήθλησας ἐν Θεσσαλονίκῃ, ὑπὸ τοῦ ἀνιέρου τυφθεὶς ἐν μάστιξι διακοσίαις· ταῦτα ἀκούσας ἐδόξασα τὸν θεόν, ἠράσθην σου πλέον τῆς ψυχῆς, ἀλλ' οὖν γε καὶ ἠγωνίασα, ἀναλογιζόμενος τί τὸ κρίμα τοῦ θεοῦ τὸ οὕτως σε περιαχθῆναι ἐν τοῖς αὐτόθι· ἆρα ἀβουλία ἢ θεία οἰκονομία; τὰ μὲν οὖν φθάσαντα εὐδοκία θεοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ἐτραυματίσθης, δοὺς τὸν νῶτόν σου εἰς μάστιγας καὶ φρουρούμενος ὡς θησαυρὸς ἀληθείας. καί γε μακάριος σύ, τέκνον μου, μὴ ἐλεήσας καὶ φεισάμενος σάρκας, ἀλλὰ δοξάσας Χριστὸν ἐν τοῖς μέλεσί σου ὁμολογίας τε ἆθλον ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἀπενεγκάμενος καὶ μὴ προδοὺς τὴν πίστιν. καί γε Θεσσαλονίκη ἐπὶ σοὶ φερώνυμος, θεῖσά σοι ἄλλῳ παρὰ τοὺς ὄντας αὐτόχθονας τὴν νίκην. Βλέπε δέ, ὦ σπλάγχνον μου, ὅτι μέχρι τέλους δεῖ ἡμᾶς μαρτυρῆσαι. μὴ οὖν ὀλιγοψυχήσῃς μηδὲ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Χριστοῦ, ἀλλὰ συγκακοπάθησον ὡς καλὸς στρατιώτης θεοῦ, ὑπόμεινον αὐτόν· μετὰ σοῦ ἐστιν ἐν φυλακῇ, μετὰ σοῦ ἐν δαρμῷ, εἰ τύχοι πάλιν, ἐξαιρούμενός σε παντὸς κακοῦ. μιμοῦ τοὺς ἀδελφούς σου, οἵτινες ἐμαστίχθησαν ὡσαύτως, Βησσαρίων, φημί, Δωρόθεος, Θαδδαῖος, ὁ καὶ μετὰ δευτέραν ἡμέραν πρὸς Κύριον ἐκδημήσας ὡς μάρτυς, εἶτα καὶ Ἰάκωβος, ὁ ἀπὸ τοῦ ἁγίου μάρτυρος Χριστοφόρου μαθητὴς τοῦ Λουκιανοῦ. ἀλλὰ τὸ ἐλεεινόν, ὅτι ὁ διδάσκαλος ἐξέπεσεν, μὴ ἐνεγκὼν τὰς πληγάς, ὁ δὲ μαθητὴς ἠθλοφόρησεν. πεπτώκασι δὲ κατὰ τὰς ἁμαρτίας μου καὶ ἄλλοι τέσσαρες τῶν ἐσχάτων, ἐν οἷς ὁ Τίτος μετὰ τοῦ Φίλωνος· ὁ γὰρ Εὐόδιος καὶ Ὑπάτιος οὔτε πεπτώκασιν οὔτε ἔστησαν, ἡμιθνεῖς πως γεγονότες διὰ τὸ λόγῳ μὲν πεσεῖν, οὐ μὴν καὶ ἔργῳ, φυγόντες τὴν αἱρετικὴν κοινωνίαν. Βλέπε οὖν, ἀδελφέ, καὶ πάλιν λέγω, μὴ ἐνδῷς, μὴ ἀπολέσῃς ἃ ἐθησαύρισας, μὴ ἀρνητὴς γίνῃ· ἀκουσθήτω σου ὁ ἀγὼν πανταχοῦ, χαρήτωσαν ἐπὶ σοὶ ἄγγελοι, αἰσχυνθήτωσαν δαίμονες σὺν τοῖς ἐργάταις αὐτῶν εἰκονομάχοις, καί γε ἐνδοξασθήσομαι κἀγὼ μετὰ τῆς ἀδελφότητός σου ὁ ταπεινός. ἡ χάρις μετὰ σοῦ, ἐνισχύουσά σε πάντα ὑπενεγκεῖν μέχρι θανάτου. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε· προσεύχου περὶ ἐμοῦ ὥσπερ καὶ ὑπὲρ πάντων τῶν ἀδελφῶν σου.

Intertext edge

Open linked passage

Note