Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 16 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Νικηφόρῳ βασιλεῖ Ἔμελλεν ὁ ἀγαθὸς θεὸς ἡμῶν, τῆς ἑαυτοῦ ἐκκλησίας φροντίζων, τὴν ὑμετέραν εὐσέβειαν ἐπὶ τῆς παρούσης γενεᾶς προστήσασθαι βασιλεύειν τῶν Χριστιανῶν, ἵνα μὴ μόνον ἡ κοσμικὴ ἀρχὴ εὖ διατεθῇ, κακῶς διακειμένη, ἀλλὰ καὶ ἡ κατὰ τὴν ἐκκλησίαν ἡγεμονία, εἴ τι ἐνδεῶς ἔχει, ἀνορθωθείη καὶ νέον πως φύραμα γένηται ἐν ἀμφοτέραις· ὅπερ τῇ αὐτοῦ χάριτι κατώρθωκεν ἐν τῷ ἑνὶ μέρει ἡ φιλόχριστος ὑμῶν βασιλεία, ἀλλὰ καὶ ἔτι κατορθώσειεν, ταῖς ἄνωθεν ῥοπαῖς δυναμουμένη. λειπόμενον οὖν ἐστιν ἄρτι καὶ τὸ ἕτερον τῆς ἴσης ἀπολαῦσαι προμηθείας καὶ θεραπείας. τοῦτο δ' ἂν εἴη μετὰ θεὸν καὶ σὺν θεῷ πρὸς ὑμῶν δωρηθῆναι διὰ τῆς κατ' εὐαρέστησιν νομίμου ἐκλογῆς τοῦ μέλλοντος ἀρχιερατεύειν. Ἐπεὶ δὲ καὶ παρ' ἡμῶν ἐπεζήτησας μαθεῖν, τῶν ἁμαρτωλῶν καὶ ἀναξίων, τὸ παριστάμενον ἡμῖν ὡς ἐνώπιον Κυρίου τοῦ μέλλοντος εὐθύνειν ἡμᾶς, περὶ οὗ μέλλομεν λέγειν ἐν ἡμέρᾳ κρίσεως, οὕτως ἔχει. οὐ γινώσκομεν οὐδὲ ἐπιστάμεθά τινα, οὐχ ὅτι ἀπέλιπον οἱ διαλάμποντες ἐν βίῳ καὶ λόγῳ (εἰσὶ γὰρ καὶ θεῷ φαινόμενοι καὶ ἀνθρώποις, εἰ καὶ οὐκ ἴσῳ λόγῳ, καὶ μάλιστα τῇ σῇ φωτεινῇ ψυχῇ), ἐπεὶ δὲ τοιοῦτον ζητεῖ ὁ λόγος καὶ ὁ πόθος τῆς ὑμῶν βασιλείας, τὸν ἐν τελείᾳ καρδίᾳ δυνάμενον ἐκζητῆσαι τὰ τοῦ θεοῦ δικαιώματα, τὸν βαθμῷ καὶ τάξει ἐκ τοῦ κατὰ μικρὸν εἰς τὸ ὑψηλότερον προανηγμένον, τὸν πεπειραμένον κατὰ πάντα, ὅς γε ἐξ ὧν πέπονθεν τοῖς πειραζομένοις δύναιτ' ἂν βοηθήσειν. καὶ τί δεῖ πολλὰ λέγειν πρὸς σὲ τὸν εὖ εἰδότα καὶ ἐκ τῆς οἰκείας καταστάσεως καὶ προκοπῆς τὸν τηλικοῦτον ἀνιστοροῦντα; τῶν πολλῶν ὀφείλει προλάμπειν ὡς ἐν ἄστρασιν ἥλιος. Ἡνίκα τοίνυν οὐχ ὁρῶμεν τοιοῦτον, οὐδὲ ἀποτολμῶμεν ψηφίσασθαι. τοῦτο δὲ ὡς ἐν ὑπομνήσει μετὰ συστολῆς καὶ αἰδοῦς ὑποτιθέμεθα, ὅπερ ἀλάθητόν ἐστι πάντως τῇ πολυπείρῳ καὶ θείᾳ μεγαλονοίᾳ σου, ἵνα ἀπό τε τῶν ἐπισκόπων ἀπό τε τῶν ἡγουμένων ἀπό τε τῶν στυλιτῶν ἀπό τε τῶν ἐγκλειστῶν, εἶτα τοῦ κλήρου ὑποδεχόμενος ἐκλογὴν ἐξ αὐτῶν τε τῶν ἐπιδεδωκότων λαβὼν τοὺς ἐν συνέσει καὶ φρονήσει καὶ βίῳ τῶν ἄλλων προέχοντας (καταβάτωσαν γὰρ καὶ στυλῖται ἐκβαινέτωσάν τε καὶ ἐγκλειστοί, ἐπείπερ κοινῇ καὶ συμφέρον τὸ ζητούμενον) ἐπικρίνῃ καὶ συγκρίνῃ καὶ σὺν αὐτοῖς ἀποδείξῃ τὸν ἀξιώτερον. καὶ μακάριος εἴη, μᾶλλον δὲ καὶ τρισμακάριοι, ἐὰν τοῦτο ὅλον ἀπεργάσησθε, χριστομίμητοι ἡμῶν δεσπόται. καὶ ἐν τούτῳ ἔτι μᾶλλον κρατυνθήσεται ὑμῶν ἡ βασιλεία μεγαλυνθήσεταί τε τὸ ὄνομα ὑμῶν ἀπὸ γενεῶν εἰς γενεάς, αὐξηθήσεται δὲ καὶ τὰ τοῦ κράτους ὑμῶν ἔτη. ἐπειδὴ δύο ταῦτα δέδωκεν ὁ θεὸς τοῖς Χριστιανοῖς δωρήματα, ἱερωσύνην καὶ βασιλείαν, δι' ὧν θεραπεύεται, δι' ὧν κοσμεῖται ὡς ἐν οὐρανῷ τὰ ἐπίγεια· ὁποτέρως οὖν ἀναξίως ἔχει, καὶ τὸ ὅλον ἀνάγκη συγκινδυνεύειν. Ὥστε εἰ βούλοισθε τῇ βασιλείᾳ ὑμῶν συγκροτεῖν τὰ μέγιστα καὶ διὰ τῆς βασιλείας ὑμῶν πᾶσι τοῖς Χριστιανοῖς, ἰσόρροπον τὸ ὅσον εἰς δύναμιν τῆς κατὰ τὴν βασιλείαν ἀρετῆς ὑμῶν δέξηται καὶ ἡ ἐκκλησία τὸν ἑαυτῆς πρόεδρον, ἵνα ἀγαλλιάσηται τὰ οὐράνια καὶ ᾄσῃ τὰ ἐπίγεια. εἴη ἡ χεὶρ τοῦ θεοῦ, ἐν ᾗ καὶ ἡ καρδία ὑμῶν ἐστιν, εἰς ὁδηγίαν καὶ ἀποκάλυψιν τοῦ κρείττονος· καὶ ἀπολήψεσθε παρ' αὐτῆς τοὺς ὑπὲρ τοῦ ἔργου τούτου καταβαλλομένους ὑμῖν πόνους καὶ μερίμνας καὶ φροντίδας, τὴν βασιλείαν τὴν ἀδιάδοχον.

Intertext edge

Open linked passage

Note