Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
199.1
Βασσιανῷ τέκνῳ Ἔμαθον οἷα συνέβη ἐπὶ τῶν ἀδελφῶν, ὦ τέκνον, καὶ ὡς αὐτὸς ἐναπέμεινας, μὴ ἐπιζητηθείς, ὅπερ οὐκ εἰς ἧττάν σου, ἀλλ' εἰς οἰκονομίαν παρὰ θεοῦ γεγενημένον. πλὴν ἐμπαράσκευος ἔσο· οὐκ οἶδας γὰρ ποίᾳ ὥρᾳ κελεύει σε ὁ θεὸς παραστῆναι τοῖς κολασταῖς. μὴ οὖν δειλιάσῃς τῇ περὶ τὸν Λουκιανὸν πτώσει καὶ τῇ τῶν ἄλλων δειλοκοπίᾳ· ἀμφότεροι γὰρ κατὰ τὰς ἁμαρτίας μου ἐλεεινοί, ἀπαρασκεύαστοι, εὐάλωτοι τῷ διαβόλῳ, φειδοῖ τῆς σαρκὸς ἀπολέσαντες τὰ αἰώνια· οὓς ἐγειρεῖ Χριστὸς ἐκ νεκρῶν διὰ τῆς ἀξιολόγου μετανοίας. σὺ οὖν ὡς καλὸς στρατιώτης Χριστοῦ συγκακοπάθησον τοῖς συνάθλοις σου, μεθ' ὧν καὶ ἠσφαλίσθης, μεθ' ὧν καὶ κατελογίσθης· τίνων τούτων; Θαδδαίου τοῦ ἁγίου μάρτυρος, Δωροθέου καὶ Βησσαρίωνος καὶ Ἰακώβου, τοῦ νεολέκτου στρατοῦ τοῦ Χριστοῦ. ἐξῆλθεν (ὃ καὶ ἐλεεινὸν εἰπεῖν καὶ ἀληθὲς λέξαι) Ἰούδας καὶ ἀντεισῆλθεν Ματθίας. Μὴ οὖν φοβηθῇς τὰς βασάνους τῶν ἀνόμων, ὅτι θεὸς ὁ συγκουφίζων τοὺς πόνους, ὁ συντυπτόμενος. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, ὡς γέγραπται, τοῖς ἀδελφοῖς σου· μὴ οὐκ ἰσόσαρκοί σου καὶ ὁμοιοπαθεῖς; ἀλλ' ὅτι, φησίν, ἐγὼ οὐ καθαρὸς ὡς ἐκεῖνοι· ἀλλὰ διὰ τοῦτο μᾶλλον οἰστέον, ἵνα διὰ τοῦ οἰκείου αἵματος καθαρισθῶμεν, ὡς χιὼν λευκανθησόμενοι καὶ σύμμορφοι Χριστῷ γενησόμενοι. Ἔστω ὁ θεὸς βοηθός σοι, ὦ καλὸν τέκνον μου· μνημόνευέ μου τοῦ ταπεινοῦ ἐν τοῖς πόνοις σου. 200 Δυσὶν ἀδελφαῖς Εἰρήνῃ καὶ Καλῇ Πονῶν εἰμι περὶ τῆς τιμιότητος ὑμῶν ἅτε ὡς ἰδιαζουσῶν, ἀλλὰ μὴν καὶ ὡς εὐσεβουσῶν ἐν τῇ τῆς παρθενίας φυλακῇ καὶ τῇ τῆς ὀρθοδοξίας κατοχῇ, καὶ τρίτον ὡς εὐεργετουσῶν ἡμᾶς πάντοτε. διὰ τοῦτο, μηδὲν ἔχων ἀνταπόδομα, τὸν λόγον προσφέρω. ἡλίκον ὑμῶν τὸ ἔργον, ὅτι οὔτε πλοῦτος, οὔτε νεότης, οὔτε εὐγένεια, οὔτε δόξα, οὔτε φιλία κόσμου, οὔτε συγγενικὸν αἷμα, οὔτε αἱρετισμὸς ἀνθρώπων, οὔτε τι ἄλλο τῶν ὑπὸ τὸν οὐρανὸν τερπνῶν τε καὶ ὡραίων καταπείθει ὑμᾶς ἐμπαρῆναι τοῖς τοῦ βίου τέλμασιν, ἀλλ' ἐκείνην προαιρεῖσθε τὴν ζωήν, τὴν ἐν ἀγαμίᾳ καὶ ἀκτησίᾳ καὶ ἀπαρνήσει πάντων· τοῦτο γὰρ τὸ θέλειν ὑμᾶς μονάσαι. εὐλογητὸς ὁ θεὸς ὁ νυμφευσάμενος ὑμᾶς διὰ τῆς παρθενίας καὶ τὸν οὐράνιον ὑμῖν εὐτρεπίζων νυμφῶνα. πλὴν ὅτι καὶ ἔξω τοῦ μοναδικοῦ βίου οὖσαι τὰ τῶν ἀληθινῶν μοναζουσῶν ἐργάζεσθε, ψάλλουσαι, ὀρθρίζουσαι ταῖς τεταγμέναις ὥραις, νηστεύουσαι, προσευχόμεναι, ὀρφανοτροφοῦσαι, ἐλεημονοῦσαι, εὐτελοφοροῦσαι, εἴ τι ἄλλο ἐργαζόμεναι τῷ τὰ κρυπτὰ βλέποντι, ἅτινά ἐστιν μονήρους βίου ἔργα. Πλὴν δοίη ὑμῖν Κύριος κατὰ τὴν καρδίαν ὑμῶν καὶ πᾶσαν τὴν βουλὴν ὑμῶν πληρώσειεν, τῆς ἀγαθῆς ῥίζης τὰ βλαστήματα, τοῦ καλοῦ ἀδελφοῦ αἱ ὁμαίμονες, τῆς οὐρανίου παστάδος αἱ νύμφαι. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ. 201 Ἀντωνίῳ ἡγουμένῳ τῶν Αὐλητοῦ Καὶ πάλιν ἐπιστέλλω τῇ θεοσεβείᾳ σου, συμπροθυμούμενος καὶ συγχαιρόμενος αὐτῇ ἐπὶ τοῖς ὑπὲρ Χριστοῦ πόνοις τε καὶ κόποις, διωγμοῖς τε καὶ ἀφορισμοῖς· ἤνεγκεν ὁ καιρὸς στεφανίτας γενέσθαι, ἀθλητάς, ὁμολογητάς, καὶ μέντοι διώκτας, χριστομάχους· οἱ γὰρ τῇ εἰκόνι Χριστοῦ μαχόμενοι τί ἄλλο εἶεν ἢ διῶκται ἀληθείας καὶ Χριστοῦ ἀντάρται; ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἐνέγκωμεν δὴ οὖν, πάτερ τίμιε, τὴν παρὰ τῶν ἐχθρῶν κάκωσιν, ἧς τὸ ἀνταπόδομα ζωὴ αἰώνιος καὶ ἡ μετὰ μαρτύρων ἀγαλλίασις. ἐπαινετὸς εἶ, ἄνθρωπε τοῦ θεοῦ, ὅτι ἐκ πάντων μικροῦ δεῖν τῶν ἐν ἄστει καὶ πρὸ τοῦ ἄστεως ἡγουμένων σὺ μόνος ἐξῆλθες προκινδυνεύων τῆς εὐσεβείας, φῶς τῶν ἐν σκότει γινόμενος, ἔλεγχος τῶν ἀσεβούντων ὁμοταγῶν. τί τὸ κέρδος μικραῖς ἡμέραις ἀντέχεσθαι μοναστηρίου, δόξης, εὐπαθείας τῆς προσκαίρου καὶ μετὰ αἱρετικῶν ἀπενεχθῆναι εἰς αἰσχύνην αἰωνίαν; ὅσον δὲ ἀγαθὸν καὶ μακάριον βραχύ τι κοπιάσαι καὶ πάντων ἀποστῆναι τῶν οἰκείων ἢ τάχα καὶ τὸ σῶμα προΐεσθαι καὶ εὑρεῖν θεὸν εὐμενῆ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν. Οὕτως ὡς ἐλάχιστος προήχθην διαλεχθῆναι, αἰτούμενός σε, ὁσιώτατε πάτερ, μνήμην μου ποιεῖσθαι τοῦ ἁμαρτωλοῦ ῥυσθῆναι ἐκ τῶν παθῶν τῆς ἀτιμίας καὶ ἕτοιμον εἶναι εἰς ὅ τι ἂν καὶ κελεύοι θεὸς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἔτι ὑποστῆναι. 202 Ἀρκαδίῳ μοναχῷ Ἤκουσταί μοι πῶς ἄριστα διέθου τὰ κατὰ σέ, ἀδελφὲ ἠγαπημένε, καὶ ἐδόξασα τὸν θεόν· τί τοῦτο; ὅτι οὐ συναπήχθης τοῖς προδεδωκόσι τὴν ἀλήθειαν διὰ τῆς τῶν αἱρετικῶν κοινωνίας, κἂν εἰς καθηγητῶν εἶεν τάξιν, ἀλλ' ἑαυτὸν ἀπορρήξας τῆς θεοχωρίστου συναφείας ἐναπεκρύβης ἐν ὄρεσι καὶ σπηλαίοις διαιτώμενος σὺν ὑπηρέταις, μᾶλλον ἑλόμενος κακουχεῖσθαι καὶ ταλαιπωρεῖσθαι ἢ διὰ πρόσκαιρον ἡδονὴν πρόεσθαι τὴν αἰώνιον ζωήν, ἔχων καθηγητὴν καὶ διδάσκαλον Χριστὸν τὸν θεὸν ἡμῶν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν. Χάρις οὖν τῷ δόντι σοι τελειόφρονα γενέσθαι· σοῦ ὄντως οὐκ ἄξιος ὁ κόσμος, ὑπερκοσμίως βιοῦντος κατὰ τὸν θεῖον ἀπόστολον, σοῦ ὄντως ὁ μακαρισμὸς Χριστοῦ, δεδιωγμένου ἕνεκεν δικαιοσύνης. καί γε ἔπρεπεν τὸν δι' ἀγάπην θεοῦ καταλιπόντα τὰ μέγιστα τῶν ἐπιγείων ἀξιωμάτων καὶ τὰς βασιλείους διατριβάς, προσθείην δ' ἂν καὶ τὰ σωματικὰ κάλλη τε καὶ περιουσιάσματα, μὴ ἁλῶναι ἀγεννῶς καὶ ἀπανθρώπως, ἀλλὰ τὰ θεῖα προκρίναι καὶ τὰ ἐρημικὰ καὶ ὀρικὰ ἐδάφη καταλαβεῖν· ἐν οἷς ἔστι σοι ἀγγελικῶς ἀναστρέφεσθαι, θεὸν ἀναπνέοντι, οὐρανὸν ὁρῶντι, ἀγγέλοις συμπεριπολοῦντι. Ὑπόμεινον, ἀδελφέ, τὸν καλέσαντά σε Κύριον, καὶ ὑψώσει σε ἐν δόξῃ μεγίστῃ, εἴς τε ὑπόδειγμα ἀρετῆς τοῖς ἐν τῷ βίῳ καὶ εἰς κληρονομίαν τῶν ἐν ἐλπίσιν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν. μέμνησο δὲ καὶ ἡμῶν τῶν ἀναξίων καὶ φιλούντων σε ἑκάστοτε, ὅπως εὐαρέστως Χριστῷ ἀποβιώσοιμεν ἐν τῷ παρόντι ἀγῶνι. τοὺς σὺν σοὶ πλεῖστα προσαγορεύω. 203 Κόμητι Ἀκούων ἀκούω, ἄνθρωπε τοῦ θεοῦ, τὰς ἀριστείας σου καὶ θεοσεβείας, ἃς περὶ τοὺς ἐν τοῖς αὐτόθι ὄντας ἢ καὶ διερχομένους ἀδελφοὺς ἡμῶν ἐργάζῃ, καὶ δοξάζω τὸν θεόν, ὅτι ὡς ἂν πατὴρ ἢ καθηγεμὼν ἤ τις ἄγγελος ἐκ θεοῦ ἀποσταλεὶς πρακτικεύεσαι τὰ πρὸς αὐτούς, ὃν μὲν παραινῶν, ὃν δὲ συμβιβάζων, καὶ ἄλλον μὲν τρέφων, ἄλλον δὲ παραπέμπων, ἕτερον δὲ συμμίγων μονοβιοῦντα, καὶ ἄλλον μὲν ἐνδύων, ἕτερον δὲ ἐφοδιάζων. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸν ἐμὲ δοκῶ εἶναι ἐν σοὶ ἤ τινα τῶν εἰς δεξιόν μου ὀφθαλμὸν τελούντων. πόθεν σοι, ὦ δέσποτα πανσεβέστατε, ἡ φροντὶς αὕτη, πόθεν ἡ φιλία, πόθεν ἡ παράκλησις ἀλλ' ἐκ θεοῦ, τοῦ κατὰ τόπον καὶ χώραν ἔχοντος τοὺς ἑαυτοῦ ἐργάτας καὶ θεραπευτάς; αὐτὸς καὶ ἐν τῇ πάλαι ἐξορίᾳ ὡσαύτως ποιεῖν οὐ διέλιπες, ἡμᾶς αὐτοὺς σκεπάσας καὶ θεραπεύσας. Διὰ πάντα τοίνυν ἔχεις ἡμᾶς ὑποχρέους προσευχῶν εὐχαριστηριῶν, μᾶλλον δὲ θεόν, τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰς εἰς τοὺς ἀδελφοὺς εὐποιΐας σου· παρ' οὗ σοι ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ ἡ βασιλεία τῶν οὐρανῶν. 204 Ναυκρατίῳ τέκνῳ Ἀδολεσχίᾳ ἠδολέσχουν, τί τὸ ἀποβησόμενον εἰς τοὺς ἀδελφούς· καὶ ὡς διὰ τῆς ἀπαγγελίας τοῦ γράμματός σου, τέκνον, ἔγνων αὐτοὺς διασεσωσμένους ἔτι μετὰ καὶ τοῦ Ὑπατίου (τοῦτο γὰρ ἡ ἐπὶ τῶν προτέρων φρουρῶν ἀνάπεμψις), τί δεῖ καὶ λέγειν ὅσον εὐθύμησα, εὐθάρσησα, εὐχαρίστησα, ἠγαλλιασάμην; καὶ γὰρ ὥσπερ τὸ μακάριον τέλος τοῦ ἁγίου μου Θαδδαίου κράτος γέγονεν, οὐ μόνον ἐμοὶ τῷ ταπεινῷ ὑμῖν τε τοῖς αὐτοῦ ἀδελφοῖς, ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὕτω καὶ τῶν ἔτι ἀθλούντων ἡ εὐανδρία καὶ διακαρτερία, ὥσπερ καὶ τὸ ἐναντίον ἐναντίως. ἔστιν οὖν ὁ δυναμῶν θεὸς καὶ πρὸς τὸ ἑξῆς κάλλιστα αὐτοὺς διαγωνίσασθαι, οὐ μὴν ἀλλὰ καὶ ἡμᾶς σὺν αὐτοῖς· οἱ μὲν γὰρ ἔδραμον καὶ ἐνίκησαν, κἂν οὐκ εἰς τὸ ἀεί, διὰ τὸ μὴ εἰδέναι τί τέξεται τὰ μετέπειτα, ἡμεῖς δὲ ἐπὶ παρασκευῆς μόνον, οὔπω δεδραμηκότες. Διὸ ὑπομνήσκω, παρακαλῶ, κυλινδοῦμαι καὶ διὰ σοῦ πάντας παρασκευασμένους εἶναι, μεμελετημένους διὰ τὴν αἰφνίδιον ἁρπαγήν. οὐδεὶς ἐπὶ συμβολῇ πολέμου ἱστάμενος ἀμεριμνεῖ, οὐ φιλονεικεῖ, οὐ διακέχυται, οὐ γελωτοποιεῖ, οὐ μισοπονηρεῖ, οὐ κενεμβατεῖ· ἀλλὰ τί; γρηγορεῖ, προσεύχεται, συμφράττεται, συμπλέκεται καὶ πρὸ συμπλοκῆς, διωθεῖται τὰς ἐπιθυμίας, αὐταρκοτροφεῖ, ἀσχετεῖ κόσμου, ζωῆς, οἰκείου σώματος, πάντα κατὰ τὸν ἀπόστολον σκύβαλα εἶναι νομίζει διὰ Χριστόν. οἴδατε τί πέπονθεν ὁ ταπεινὸς Λουκιανός, ἵνα τοὺς ἄλλους ὡς οὐ τῶν δοκούντων εἶναί τι ἐάσω λέγειν; πῶς πέπτωκεν, πῶς γέγονεν ὑπὸ χεῖρα (φεῦ μοι λέγειν) τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ διαβόλου; δέομαι ὑμῶν, προσεύχεσθε περὶ ἐμοῦ ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ τὸν ἄσωτον, τὸν ἀδρανῆ, τὸν ἄχρηστον ἡ δύναμις τοῦ Χριστοῦ, ἐν ᾗ ἐστι τὸ νικᾶν· ἐπεί, φησίν, χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ταῦτα κἀγὼ περὶ ὑμῶν αἰτῶ μετὰ δακρύων καθ' ἑκάστην. ναί, δέομαι ὑμῶν, ἑτοιμάζεσθε, θωρακίζεσθε, διανίστασθε, ἔχοντες πρόμαχον καὶ προασπιστὴν τὸν Κύριον, ὃς πάντως τὸν πιστεύοντα σῴζοι· πιστεύετε, φησίν, ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ εἶπον· ναί, Κύριε. καὶ αὐτός· ὑπάγετε, ὡς ἐπιστεύσατε, γενηθήτω ὑμῖν· καὶ ἐπέτυχον τῆς ἐπιζητήσεως. τοῦτο καὶ νῦν ἐφ' ἡμῖν τοῖς ταπεινοῖς. ὑπόδειξον τὸ γράμμα, ἀδελφέ μου, τοῖς προέχουσι, καί γε πρὸ πάντων ἀσφαλέστεροι ἦτε οἱ ἐκ τῶν ἔσω παραπεμφθέντες πρὸς τοῦ βασιλέως· καὶ ὁ Κύριος ἔστω μεθ' ὑμῶν. ἀμήν. 205 Πέτρῳ τέκνῳ Τὸ μὲν ἐπιστεῖλαι καλῶς (φιλῶ γὰρ ἀεί, τέκνον μου ἠγαπημένον, ὁμιλεῖν σοι διὰ τοῦ γράμματος), τὸ δὲ ἀποστεῖλαι διὰ τί, καί γε τοσαῦτα καὶ τηλικαῦτα; ἐξέστησάς με πᾶσαν τὴν ἔκστασιν ταύτην. οὐκ ἤρκει σοι ἡ φροντὶς τῶν ἀδελφῶν; ἀλλ' ὁ πόθος πρᾶγμα βίαιον. στῆσον ἔτι, παρακαλῶ, τὸ ἐκδαπανᾶσθαί σε. πλὴν ἀπεδεξάμην, πλὴν ἀπευχαρίστησα, ὅτι ἀναξίου μου ὄντος ἡ τοιαύτη σου θεόθεν ἐκκέχυται προαίρεσις. τί ἀνταποδώσω ὁ τάλας; τί γὰρ ἀγαθὸν ἔχω ἢ ἔσχες παρ' ἐμοῦ ἢ αὐτὸς ἢ ἄλλος τῶν συμφοιτητῶν σου; θεοῦ τὸ δῶρον, οὐκ ἀπ' ἐμοῦ τι ὠνήσασθαι. ὅμως ἀνθ' ὧν προαιρούμενος εἶ ἐκ πρώτης ἡμέρας ἕως δεῦρο πρὸς τὴν ταπείνωσίν μου, ὦ καλὸν τέκνον, εὕροις τὸν Χριστὸν εὐμενισμένον, τῆς πεποιθήσεώς σου χαριζόμενόν σοι τοὺς μισθούς· δι' αὐτὸν γὰρ πράττεις, ἃ πράττοις. γρηγορεῖν δὲ παρακαλῶ ὑμᾶς, στήκειν ἐν τῇ πίστει, ἀνδρίζεσθαι, κραταιοῦσθαι, πάντα ὑμῶν ἐν ἀγάπῃ γίνεσθαι· ὁ γὰρ καιρὸς ἀγώνων. σκοπεῖτε πῶς τινες δοκοῦντες ἵστασθαι καταπεπτώκασι, καὶ ἄλλοι ἄλλως. παραζηλοῦμεν ἐν τοῖς ἐναθλοῦσιν, ὧν Χριστὸς στερέωμα, ὧν κἀγὼ ὁ τάλας εἴην κοινωνός· οἷς καὶ ὑμεῖς συναρίθμιοι ἐν Χριστῷ Ἰησοῦ, τῷ λαμπρύναντι τὴν πολιτείαν ὑμῶν ἔκπαλαι, ἀφ' ὧν καὶ ὁ ζῆλος ἀνήφθη ἐν τῷ νῦν καιρῷ τολμῶ λέγειν. Πρὸς οὓς εἴρηκας ἐπιστεῖλαι γέγραφα. προσαγόρευσον τὴν καλήν σου συνοδίαν· οἱ σὺν ἐμοὶ θερμῶς σε ἀσπάζονται. 206 Πατρικίᾳ Οὔπω οὔτε ἐν ὄψει, ὡς οἶμαι, ἦλθον τῆς εὐγενείας σου οὔτε εἰς λόγον γραμματικῆς προσφωνήσεως, ἤχθην δὲ κινηθεὶς παρὰ τοῦ πνευματικοῦ ἡμῶν τέκνου, Πέτρου δὴ λέγω, τοῦ ἰδίου σου· πολλά σοι γὰρ τὰ ἐγκώμια συνείρει καὶ πολλούς σου φαίη ἀπολελαυκέναι τιμῆς καὶ χάριτος. καὶ τοῦτο ψυχῆς ἀγαθῆς, ἀγαθοποιεῖν πρὸς πάντας, καὶ μάλιστα πρὸς τοὺς οἰκείους καὶ ἀγχιστεύοντας. λέγει δὲ ὁ ἀδελφὸς καὶ μὴ χραίνεσθαί σε τῇ μυσαρᾷ αἱρέσει τῶν χριστομάχων. καί γε πάλιν μέγας σοι ὁ ἔπαινος ἐντεῦθεν, πιστὰ φυλαττούσῃ τῷ δεσπότῃ σου Χριστῷ, καθάπερ καὶ τῷ μακαρίῳ σου ὁμόζυγι. ἀλλ' ὤ, πῶς ἦλθον εἰς μνήμην τοῦ ἀνδρός; κἂν γὰρ τῇ τιμιότητί σου ἀγνώριστος, ἀλλ' οὐκ ἐκείνῳ τῷ ἀειμνήστῳ· ἐφίλουν γὰρ αὐτὸν πάνυ διὰ τὴν ἐν ἅπασιν εὐσέβειαν αὐτοῦ καὶ θεοφοβίαν, πείθομαι δὲ ὅτι καὶ ἀντεφιλούμην. γέγονε δὲ ὡς γέγονε, καὶ θεὸς αὐτὸν ἀναπαύσειεν· οὐ γὰρ τὸ θανεῖν ἐν πολέμῳ ἁπλῶς κακόν, ἀλλὰ τὸ ἐν ἁμαρτίᾳ, οὗ δ' ἂν φθασθείη τις κἂν ἐπὶ κλίνης. Λοιπὸν εὔθυμος ἔσο, κυρία, περὶ τῆς σῆς κεφαλῆς, ὃν ὄψῃ μικρὸν ὕστερον, ἐλπίζω, ἐν χαρᾷ, ὅτε τῇ ἐσχάτῃ σάλπιγγι ἀναστήσονται πάντες εἰς ἄμειψιν τῶν βεβιωμένων. ἴδε πῶς ἀρξάμενος ἑτέρως ἐτελείωσα· εὑρέθη γάρ μοι τὸ γράμμα κατὰ χρέος τῇ τοῦ ἐμοῦ κυρίου καὶ γνησίου φίλου ὁμόζυγι πεποιημένον. χαρισθείης μοι εὐσεβῶς διαβιοῦσα. 207 Πατρικίᾳ ἄλλῃ Τανῦν ἐπιστεῖλαι τῇ ἐμῇ κυρίᾳ ἐκ προφάσεως γέγονε τοῦ πνευματικοῦ ἡμῶν τέκνου ἀββᾶ Πέτρου, τοῦ καὶ τῆς σῆς θεοσεβείας ἀγχιστέως. τί δὲ ὅ τι οὐκ ἀπέλιπες καὶ αὐτῷ ἀγαθοποιοῦσα, ὥσπερ καὶ τοῖς περὶ τὸν ἀββᾶν Εὐόδιον ἄλλοις τε τοῖς φθάσασι τῆς ἐλαχίστης ἡμῶν μονῆς ὑπάρχειν; ὑπὲρ ὧν καὶ δι' ὧν ἄξιόν ἐστιν εὐχαριστεῖν σοι, ἀπολογεῖσθαι, προσεύχεσθαι τὰ ἀγαθά σοι εὐθηνῆσαι. ὁ οὖν ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν πνευματικὸν σπόρον καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης σου ἐν παντί, θείᾳ ἐργασίᾳ πλουτιζομένης· τοῦτο γάρ σοι ἐγκώμιον ἐν τῷδε τῷ βίῳ καὶ ἐφόδιον αἰωνίου ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀπολαύομεν πάντοθεν τῶν ἀγαθῶν σου, ἔχομεν δὲ ἐν ὀφθαλμοῖς ἡμῶν μνήμης ἐμπύρευμα καὶ τὸ προσκεφάλαιον, ἐν ᾧ ἀναπαυόμενοι χρεωστικῶς ὑπερευχόμεθά σοι. τί τὸ ἑξῆς; ὅτι καὶ τὴν πίστιν, ὡς μανθάνω, φυλάττεις ὡς κεφαλίδα σου, τὸ φρόνιμον τοῦ ὄφεως ἔχουσα κατὰ τὴν Γραφὴν καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον. ὢ τῆς ἐπαινετῆς σου θεοσεβείας· οἶδας ὅτι οὐδὲν θεοῦ προτιμότερον, ὄντως πεπαίδευσαι τὰ θεῖα, ἀληθῶς γινώσκεις τὰ ἀνθρώπινα παρερχόμενα. καί γε διαφυλάξειέν σε Κύριος ἕως τέλους ἀκατάγνωστον, ἀμέτοχον τῆς τῶν αἱρετιζόντων θεοχωρίστου κοινωνίας, τὴν ἐν ἅπασιν πανεύφημον καὶ πανσύνετον. 208 Ἱλαρίωνι τέκνῳ Χαῖρε τέκνον, ἀββᾶ Ἱλαρίων· πυνθάνομαί σε πῶς ἔχεις, πῶς διεξάγοις τὸν τοῦ διωγμοῦ καιρόν. κἂν ἄρτι ἀπεριόριστος, ἀλλὰ τὰ πάλαι οὐ μόνον περιωρισμένος, ἀλλὰ καὶ ἐν πληγαῖς ὑπὲρ Χριστοῦ· ὅμως καὶ τανῦν δεδιωγμένος καὶ ὁ μακαρισμὸς ἐγγύθεν. δεδέημαι καὶ πρὶν καὶ νῦν τὸ αὐτό, εὐαρέστως διεξάγειν τὴν ἐν Κυρίῳ ζωὴν ὑμῶν. ἡ συνοδία σου ἔστω συνοδία Χριστοῦ, ἡ ἁλεία σου ἁλεία ἀποστολική· καὶ γὰρ μαθητῶν Χριστοῦ τὸ ἐπιτήδευμα. δοξάσατε δὴ τὸν θεόν, τέκνα μου, ἐν τῷ ἔργῳ ὑμῶν, ὅτι ἐπὶ θύραις θανάτου ἐσμέν. ἁλιεύων ἡλιεύθης ὑπὸ Κυρίου εἰς τὸ ἅγιον σχῆμα· οὕτως εἰσαεὶ ἔστω σου ἡ ἄγρα ἐν τῷ ἀγρεύεσθαί σε ὑπὸ θεοῦ εἰς τὰ καλά. ὁρῶν τὸν βυθὸν θαύμαζε τὸν ποιητήν σου θεόν, ἀγρεύων τὸν ἰχθὺν δόξαζέ σου τὸν τροφοδότην Κύριον, πιπράσκων διὰ χρείαν μοναχικῶς, ἀλλ' οὐ κοσμικῶς· πλέκων τὴν ὁρμαίαν συμπλέκοις μου ἀγαθοὺς λογισμούς. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, μελῳδίαν ἔχεις. ἐν τῷ ἐσθίειν τὸ ἀπρόσκοπον, ἐν τῷ πίνειν τὸ σύμμετρον, ἐν τῷ κοιμᾶσθαι τὸ αὔταρκες· πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἵνα δοξάζηται ὁ Κύριος ὑπὸ τῶν ὁρώντων ὑμᾶς. σκοπεῖτε καὶ τὸν πειρασμόν, μήπως καὶ συλληφθῆτε· διὸ οὐκ ἀμεριμνεῖν χρὴ οὐδὲ ἀδιαφόρως ζῆν, ἀλλὰ σὺν φόβῳ καὶ ἐγρηγορήσει ἐλπίδι τε θεοῦ εἰς τὸ ἐνεγκεῖν πάντα ὑπὲρ Χριστοῦ. Ναί, τέκνον μου, παρακαλῶ σε οὕτω πορεύεσθαι. στήριζε τοὺς μετὰ σοῦ, ὑπομίμνησκε φοβεῖσθαι καὶ τρέμειν θεὸν καὶ μηδὲν ποιεῖν κακόν, ὡς κατ' ὀφθαλμοὺς αὐτοῦ παρόντων ἡμῶν ἀεί, ὅπερ ἀληθές. ἀπεδεξάμην σου τοὺς ἰχθῦς ἐξ ἔργων τῶν εὐλογημένων χειρῶν σου. εὐλογήσειεν Κύριος τὴν ἄγραν σου. προσειπὲ τὸν ἀδελφὸν Θεοφύλακτον καὶ εἴ τινα ἄλλον πιστόν· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε πεποθημένως. 209 Νείλῳ τέκνῳ Προσαγορεύω σε, ὦ τέκνον μου ἀγαπητὸν Νεῖλε· ἀπεδεξάμην σου τὴν εὐλογίαν, τοὺς ἰχθύας. τί σοι ἀνταποδοίην, ὅτι καὶ πάλιν μου ἐμνήσθης ἐκ τοῦ κόπου τῶν χειρῶν σου; οὐδὲν ἄλλο ἢ εὐχήν μου ἁμαρτωλήν· καί γε παράσχοι ὁ Κύριος τὸν φόβον αὐτοῦ πλειοτέρως ἐν καρδίᾳ σου, ἵνα κἄν τε ἐν γῇ κἄν τε ἐν θαλάσσῃ αὐτὸν ἀναπνῇς, αὐτῷ δουλεύῃς. οἶδας γάρ, τέκνον, ὅτι θνητοί ἐσμεν πάντες, μικρὸν ὕστερον ἐκβαίνοντες τοῦδε τοῦ σαρκίου, λόγον ὑφέξοντες περὶ ὅλου τοῦ βίου ἡμῶν μέχρι καὶ λόγου καὶ παροράματος, μέχρι ἐνθυμήσεως· καὶ τί λέγω; καὶ ἀκουσίων καὶ τῶν ἐν ἀγνοίᾳ δώσειν ἡμᾶς λόγον ἐπήγγελται τῷ Κυρίῳ. ποταποὺς δεῖ ἡμᾶς λοιπὸν εἶναι; ἐμφόβους καὶ ἐντρόμους, εὐαπολογήτους· φοβερὸν γὰρ τὸ κριτήριον τῆς διαγνώσεως. πῦρ ἄσβεστον ἔνθεν, κἀκεῖθεν βασιλεία οὐρανῶν, τὸ μὲν τοῖς ἁμαρτωλοῖς καὶ παρακρούσασι τὰς ἐντολὰς τοῦ Κυρίου, ἡ δὲ τοῖς νομοφύλαξι. Διὰ τοῦτο παρακαλῶ ὁσίως σε βιοῦν, καθαρῶς, ἐνώπιον εἶ θεοῦ· κἂν δίκτυον ἀνακαθαίρῃς, κἂν ἄγκιστρον βάλλῃς, κἂν ἰχθὺν ἀνέλκῃς, πάντα εἰς δόξαν θεοῦ, τέκνον. μὴ ὡς οἱ λαϊκοὶ ἡμεῖς οἱ σταυρόκοσμοι μήτε ἀγρεύοντες μήτε πιπράσκοντες, ἀλλὰ ἀποστολικῶς, ὧν καὶ τὸ χειροτέχνημα. ὑπέμνησα ἐκ πόνου, ἐκ φόβου· ἐὰν γὰρ μὴ διαστείλωμαι, οὐαί μοι. ναί, υἱέ μου ἠγαπημένε, μνήσθητι τοῦ εὐεργέτου σου θεοῦ, ποῦ ἦς ποτε καὶ πῶς, καὶ νῦν τίς εἶ καὶ ἐν ποίᾳ δόξῃ· δόξασον τὸν θεὸν ἐν τῷ βίῳ σου, ἵνα καὶ ὁ θεός σε δοξάσῃ εἰς αἰῶνας. Σοὶ μὲν παρ' ἐμοὶ ταῦτα, πρὸς δὲ τὴν συνοδίαν σου αὐτὸς ἀντὶ ἐμοῦ γενοῦ, στηρίζων καὶ νουθετῶν τὰ αὐτά, καὶ ἡ εἰρήνη τοῦ Κυρίου βραβεύσειεν ὑμᾶς ἐν ὁμονοίᾳ. προσεύχου καὶ αὐτὸς περὶ τῆς ταπεινώσεώς μου· προσαγορεύουσίν σε οἱ ἀδελφοί σου. 210 Ἀνεπίγραφοσ Μανθάνω σε, ὦ μακαριώτατέ μου πάτερ, εἱργμένον εἶναι καὶ οἷον ὡς καμίνῳ πυρὸς δοκιμαζόμενον ὑπὸ τῶν ἀσεβούντων. καὶ εἴθε μοι ἦν δυνατὸν καταλαβεῖν τὸ κατέχον σε φρουρεῖον, ὡς ἂν ἠσπασάμην τὴν ἐμοὶ ἱερὰν καὶ σεβασμίαν κεφαλήν, ᾄσας σοι αἰνέσεως ῥήματα, ὅτι διὰ Χριστὸν βασανίζῃ, λιμώττεις, διψεῖς, στενοχωρούμενος, ὑπωπιαζόμενος, ταλαιπωρούμενος, τάχα καὶ τὸν ἀέρα ἀναπνεῖν οὐκ ἐλευθερίως ἔχων· ἐῶ λέγειν ὀνειδισμούς, μυκτηρισμούς, ἀπειλάς, ὅσα ἄλλα καὶ φυλακὴ φέρει καὶ οἱ κακοῦντες εἰώθασι πράττειν. διὰ ταῦτα πάντα ἀλγύνομαι ὁ ταπεινὸς ἐπὶ τῇ σῇ ἁγιωσύνῃ, ἀγωνιῶ, σφαδάζω, στοναχίζω, τὴν καρτερίαν σοι προσευχόμενος ὡς ἁμαρτωλός, τὴν ἀναψυχήν, τὴν τοῦ ἀγῶνος τελείωσιν· καί γε πιστεύω ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ καὶ ἐπιτελέσειεν εἰς δόξαν τοῦ κράτους αὐτοῦ, εἰς ἔπαινον τῆς ἐκκλησίας αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἐλαχίστων καὶ ἀδρανῶν. πάντες ἡμῶν εἰς ὑμᾶς ἀποβλέπομεν, πάντες ἐφ' ὑμῖν ἐπερειδόμεθα, ὥσπερ οἱ κατὰ δευτέραν ἐπιβολὴν σταδιοδρομεῖν παρασκευασμένοι καὶ τῇ τῶν προτέρων νίκῃ ἢ τοὐναντίον εὐθαρσοῦντες ἢ καὶ ἀνάπαλιν καταπεπτηχότες καὶ τῆς ἀνδρείας τόνον οὐκ ἔχοντες. δεόμεθα ὑμῶν, ἀνδρειώσατε ἡμᾶς· ναί, ναί, παρακαλοῦμεν τὰ πατρικὰ ὑμῶν σπλάγχνα, δότε ἡμῖν νίκης σημεῖον ἐν ταῖς ἀηττήτοις εὐδρομίαις καὶ μὴ τοὐναντίον, ὅπερ ἀπείη καὶ ἐννοεῖν. ὥστε ὑμεῖς ἡμῶν καὶ στέφανος καὶ χαρὰ καὶ ἐλπὶς καὶ μαρτύριον ἐν προσώπῳ Χριστοῦ· ὃς ἡμᾶς σὺν ὑμῖν τοῖς ἀξιοθέοις χαρίσεται ἀκαταγνώστως διανύσαι τὸν προκείμενον ἀγῶνα τῆς ὁμολογίας αὐτοῦ. 211 Εἰρήνῃ καὶ Καλῇ, δυσὶν ἀδελφαῖσ Ὢ τῆς συμφορᾶς· ἀπὸ γὰρ στεναγμοῦ ἐνάρχομαι τῆς ἐπιστολῆς, συσκυθρωπάζων ὑμῖν ἐπὶ τῷ πάθει καὶ συνδακρύων, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὡς ὁ Χριστὸς ὁ ἀγαθὸς ταῖς περὶ Μάρθαν δυσὶν ἀδελφαῖς ἐν τῷ θανάτῳ Λαζάρου. φίλος γὰρ ὁ ἀνήρ, φίλος ἐγγίζων ἐν αἵματι, ἀγαθὸς ἄνθρωπος θεοῦ, ἐργάτης ἐντολῶν Κυρίου, μόσχος ὢν καὶ ὀνόματι καὶ πράγματι δι' εὐωδίαν τῶν δεξιῶν αὐτοῦ πράξεων. τότε τοίνυν ἐπὶ Λαζάρῳ πολλοὶ τῶν Ἰουδαίων ἧκον ἐν Βηθανίᾳ, συνθρηνήσοντες ταῖς ὁμαίμοσι διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· εἰ γὰρ τοῦ Χριστοῦ φίλος, πῶς οὐ πᾶσιν ἐραστός; νῦν δέ, φεῦ τῆς συμβάσεως, οὐδὲ κἂν ὁ θάνατος κατ' ὀφθαλμούς, ὅπερ φέρειν οἶδεν πολλὴν παραμυθίαν, ἐξόδια ῥήματα καὶ συντακτήρια παραψιθυρίσματα· φιλεῖται γὰρ ὁ ἀπιὼν καὶ περιτρύζεται παρὰ τῶν παρεστηκότων καὶ νεύει ὀφθαλμὸν καὶ κινεῖ χεῖρα καὶ φθέγγεται ἀδρανές τι, ἃ οὐκ ὀλίγην καὶ μετὰ θάνατον ἐπαφίησι παρηγορίαν τοῖς πενθοῦσιν. οὐδὲν δὲ δεῦρο τοιοῦτον. διὸ καὶ τὸ πένθος ὑμῶν ὑπολαμβάνω ἀπαράκλητον εἶναι, ἀφεμένων μόνων, ἀπροστατεύτων, ἀνεπικούρων. βαρὺ τὸ πάθος, βαθεῖα ἡ πληγή, ἀπαρηγόρητος ὁ χωρισμός· καὶ γὰρ ἦτε ἀμφότεροι ξένον τι ζῶσαι ἐν βίῳ, ἀδελφὸς δυοῖν ἀδελφαῖς, ἄζυξ ἄζυξι, παρθένος παρθένοις, φέροντες τὰ τῆς εὐγενείας ἐν λαμπρότητι, τὰ τῆς ἡλικίας ἐν ἀκμῇ, τὰ τῆς θεωρίας ἐν εὐειδίᾳ, τὰ τῆς οὐσίας ἐν εὐπορίᾳ, τὰ τῶν προσόδων ἐν εὐθηνίᾳ. καὶ ὅμως τῆς φιλαλληλίας οὐδὲν προτιμότερον γέγονεν, εἰς διάζευξιν ἀναγκάζον διὰ τοῦ γάμου ἐν ὑμῖν· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ οὔπω ἔφην τὴν μητρόθεν παραδεδομένην ἀγαθοεργίαν ἐν ἐλεημοσύναις, ἐν προσευχαῖς, ἐν ψαλμῳδίαις, ἐν ἐγκρατείᾳ, ἐν σεμνότητι, ἐν εὐλαβείᾳ, ἐν φιλοξενίᾳ, τὸ τελευταῖον καὶ πρῶτον, ἐν ὀρθοδοξίᾳ. ποῦ παρήσομεν τὴν ὀρφανοτροφίαν καὶ ὅσα ἐν αὐτῇ ὁρᾶται ἐν πάσῃ ἡλικίᾳ κληρῶσαι καὶ προικίσαι καὶ εἴ τι ἄλλο; ὢ τοῦ θαύματος· τεσσεράκοντα εἴασεν ὀρφανὰ ἐν τῇ ἀποβιώσει ἐν ὑμῖν ταῖς τὰ ἴσα πραττούσαις· ξένον ἄκουσμα, ἔργον ἁγίων, οὗτοι σὺν πολλοῖς ἄλλοις οἱ θρηνηταὶ τοῦ πατρὸς ὡς ἀληθῶς τῶν ὀρφανῶν. θεομίμητον τὸ κατόρθωμα. Τοιαῦτα τὰ ἐκείνου καὶ ὑμῶν, τοιοῦτον αὐτοῦ καὶ τὸ ἐντάφιον, δι' ὧν καὶ μετὰ θάνατον ὀρφανοτροφεῖ, ἐλεεῖ, ψυχὰς πενήτων ἐμπίπλησιν ἀγαθῶν. ταῦτα κενούτω τὸ πάθος τῆς λύπης ὑμῶν, εἰς χαρὰν μεταβάλλοντα, ἐν ἐλπίδι τῶν ἀποκειμένων αὐτῷ αἰωνίων ἀμοιβῶν· ὧν καὶ ὑμεῖς μετασχοίητε καλῶς καὶ ὁμοτρόπως τὸν ὑπολειπόμενον ὑμῖν διαμείβουσαι βίον ἐν Χριστῷ Ἰησοῦ, τῷ φυλάττοντι ὑμᾶς ὡς κόρας δύο ὀφθαλμῶν θεοσεβείας. 212 Εὐσεβίῳ τέκνῳ Ἐδεξάμην σου τὸ γράμμα, τέκνον, καὶ γνοὺς συνῆκα ὅτι φοβῇ σὺ τὸν θεὸν διὰ τῆς ἀγάπης καὶ πεποιθήσεώς σου, ἧς ἔχεις δι' αὐτὸν πρὸς τὴν ἐμὴν ταπείνωσιν· δεῖγμα γὰρ ὑποταγῆς θεοθεραπεύτου ἡ πρὸς τὸν καθηγούμενον ἀγάπη καὶ ἐπιποθουμένη θεωρία. χάρις οὖν τῷ θεῷ, ὅτι ἄσβεστοί σου οἱ σπινθῆρες τῆς πίστεως διαμεμενήκασιν, ἀλλὰ καὶ διαμενοῦσιν εἰς τὸ ἀεί· εὐαπόδεκτός σου καὶ ἡ πρὸς τὰ ἐνταῦθα προαιρετικὴ ἄφιξις. ἀλλ' οὖν καλῶς ἐποίησας ἐπισχὼν ἑαυτόν· πειρασμὸς γάρ ἐστιν ἡ ἔλευσις τοῦ τυχόντος. παρακαλῶ δέ σε, τέκνον μου, φυλάττεσθαι ἀπὸ παντὸς κακοῦ. ἔστω σου τὸ κάθισμα ἐν τόπῳ ἀσκανδαλίστῳ (φεύγειν γὰρ δεῖ τοὺς τῶν πτωμάτων τόπους) μετὰ ἑνὸς πάντως ἢ δύο ἀδελφῶν σου· γέγραπται γὰρ οὐαὶ τῷ ἑνί, ὅτι ἐὰν πέσῃ οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δέ, φησίν, ἀντίκειται ἀλλήλοις. μὴ τὴν νικῶσαν τῇ σαρκὶ δῶμεν ῥοπὴν (ἄξει γὰρ ἡμᾶς εἰς πυθμένα ᾅδου), ἀλλὰ τῷ πνεύματι· ζησόμεθα γὰρ ἐν τούτῳ εἰς αἰῶνας εὐφραινόμενοι. διὸ μέτρῳ καὶ σταθμῷ ἐσθίωμεν καὶ πίνωμεν καὶ ὑπνώττωμεν· τῷ νικῶντι ὁ στέφανος. μὴ οὖν καταισχυνθῇς, τέκνον μου, ἀλλ' ἐν παντὶ σύστησον ἑαυτὸν ἄμεμπτον, ὡς θεοῦ διάκονον. ζηλῶν ζήλου τῷ Κυρίῳ ἐν τῇ ὀρθοδοξίᾳ, ὅτι ἡ ἄρνησις αὐτοῦ ἐν τῇ εἰκόνι αὐτοῦ γίνεται τοῖς νυνὶ διώκταις· φεῦγε πάσης κοινωνίας αὐτῶν ὡς ἰὸν ὄφεως. εἴη σοι Χριστὸς βοηθὸς ἐν πᾶσιν. Ἀπεδεξάμην καὶ τὰς νῦν εὐλογίας σου ὥσπερ καὶ τὰς πάλαι, καὶ ἀντευλογήσειέν σε ὁ θεὸς τοῦ πατρός μου. προσαγόρευσον τὸν ἀδελφὸν Ἐλευθέριον καὶ εἰπὲ αὐτῷ ὅτι ἀνέπαυσάς με λίαν ἐν οἷς εἰργάσω ὑποδήμασι τῶν ἀδελφῶν σου, ὑπακούσας τῷ οἰκονόμῳ. ἀλλὰ ἀνταναπαύσειέν σε ὁ Κύριος. ἃ σοί, τέκνον, ἐνουθέτησα, γνώτω κἀκεῖνος· χαίρω γάρ, εἰ μάλιστά ἐστε σὺν ἀλλήλοις. προσεύχεσθε περὶ τῆς ταπεινώσεώς μου· ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. ἀσπάζονται ὑμᾶς οἱ συνόντες μοι ἀδελφοὶ ὑμῶν. 213 Εὐθυμίῳ τέκνῳ Ἐκ τῶν γραμμάτων σου ἐπέγνων, τέκνον μου ἠγαπημένον, τὴν θλῖψιν σου, ὅτι περιάγεις ἐκ τόπου εἰς τόπον, φεύγων τοὺς δυσσεβοῦντας καὶ ἐναποκρυβόμενος. πῶς οὐχὶ τεθλιμμένως καὶ στενοχωρητικῶς ἔστι σε διαζῆν; ἀλλ' εἰ καὶ οὕτως, τῇ ἐλπίδι νευρούμενος χαῖρε, ὅτι διὰ Χριστὸν πάσχεις, διὰ τὸν ὑπὲρ σοῦ θάνατον ἑλόμενον. ἐν ἴχνεσιν ἔφθασας τῶν ἁγίων, οἳ περιῆλθον ἐν πολλαῖς θλίψεσιν, ὑστερούμενοι, στενούμενοι, ἀλῆται γινόμενοι, πέτραις σκεπόμενοι, ὄρεσιν ἐμβατεύοντες, φυγάδες, ἀπόλιδες, ἄποικοι ὄντες μετὰ καὶ πληγῶν καὶ θανάτων, ἵνα Χριστὸν κερδήσωσιν. οὕτω, τέκνον, καὶ αὐτὸς ὅ τι ἂν οὖν πάσχῃς, ἐκεῖ ἀπόβλεπε, ἐκεῖθεν λάμβανε παράκλησιν καὶ στῆθι γενναίως ὡς ἀθλητὴς Χριστοῦ· μαρτυ ρίου γὰρ καιρός, καὶ μακάριος ὁ ὑπομείνας μικρὰς καὶ πονηρὰς ἡμέρας, ἐν αἷς στέφανος αἰώνιος, δόξα ἀνεκλάλητος. οὐαὶ δὲ τῷ ἀρνητῇ καὶ προδότῃ τῆς εἰκόνος Χριστοῦ, ὅτι μετὰ τοῦ Ἰούδα ἡ μερὶς αὐτοῦ. Σὺ οὖν, τέκνον, ἀγώνισαι ἔτι τὸν καλὸν ἀγῶνα ἐν τῇ ὑπομονῇ τῶν συμβαινόντων· ὅρα ὅτι ἄλλοι ἐν φυλακαῖς, ὥσπερ καί τινες τῶν ἀδελφῶν σου μαστιγωθέντες σὺν Χριστῷ. μὴ δειλιάσῃς, μὴ πτοηθῇς τὸν κρατοῦντα σαρκός· Χριστὸς μετὰ σοῦ, ὁ τὰ σύμπαντα φέρων τῷ νεύματι αὐτοῦ. προσεύχου καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ἡ χάρις μετὰ σοῦ. 214 Θεοφάνει ἡγουμένῳ τοῦ Ἀγροῦ Ὀψὲ τοῦ καιροῦ, ὅμως ἔμαθον συλληφθῆναί σε ὑπὸ τῶν ἰουδαιοφρόνων καὶ ψευδοχριστωνύμων, ὦ πάτερ πολυπόθητε καὶ πολυθρύλλητε· καὶ ὤ, πῶς οὐκ ᾐδέσθησαν ὑποῖσαι χεῖρα εἰς ἄνθρωπον θεοῦ, εἰς ἄνδρα ὅσιον, εἰς σκῆνος κατατετρυχωμένον ἔκ τε πολυετοῦς ἀσκήσεως καὶ νόσου δεινοπαθοῦς λίαν; ἀλλ' οἱ εἰς αὐτὸν Χριστὸν ἐκτείναντες χεῖρας ὕβρεως καὶ διωγμοῦ τί καὶ φείσονται, τί καὶ οὐ πράξωσι τῶν ἀνοσίων; χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, ὅτι σὲ τὸν σώματι νοσηλευόμενον θανάσιμα ἐκραταίωσεν τῷ πνεύματι ὑπὲρ τοὺς πολλοὺς τῶν ὑγιαινόντων κήρυκα γενέσθαι τῆς ἀληθείας, ἀπτοήτως ἐλέγξαντα γλῶσσαν αἱρετίζουσαν καὶ μένοντα ἀσάλευτον τὸ καθόλου ἐν τῇ ὁμολογίᾳ Χριστοῦ. τοῦτο τῶν ἀσκητικῶν σου ἀγώνων ὁ κολοφών, αὕτη τῆς θεοσόφου σου γνώσεως ἡ κορωνίς· ηὔφρανας θεόν, τὸν σὸν ἐραστήν, ἥδυνας ἀγγέλους, τοὺς σοὺς ἐφόρους τῆς αἰνετῆς ζωῆς, ἔστεψας τὴν σεαυτοῦ κάραν ὁμολογίας διαδήματι, ἐγένου σὺν τῇ ἐκκλησίᾳ Χριστοῦ κἀμοὶ τῷ οἰκτρῷ καὶ ἐλαχίστῳ σου τέκνῳ στηριγμὸς σωτηρίας. Διὸ χαῖρε καὶ εὐφραίνου ταῖς εἰς αἰῶνα ἀμήρυτον ἀμοιβαίαις σου ἐλπίσι, προσευχόμενος κατόπιν σου ἰέναι κἀμὲ τὸν σὸν ἐλάχιστον υἱέα. προσειπεῖν σε ἀξιῶ, ἁγιώτατε, τὸν σύναθλόν σου, πατέρα δὲ ἐμόν, φημὶ τὸν ἔξαρχον. 215 Πρεσβυτέρῳ ὑπογράψαντι Οἷον πέπονθεν ἡ τιμιότης σου ἐν τῷ ναυαγίῳ τῆς ὑπογραφῆς καὶ ὁπόσον ἀπεκλαύσω τὸ πτῶμα (πτῶμα γάρ ἐστιν ὡς ἀληθῶς ἡ κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Χριστοῦ ἔκτασις καὶ μόνον τῆς χειρός), ἔγνων διὰ τοῦ πιττακίου σου, ὦ ἄνθρωπε τοῦ θεοῦ, καὶ συμπέπονθα καὶ συνεποτνίασα καὶ συνήλγησα, σχέτλια φθεγξάμενος καὶ οἷα εἰκὸς ἁρμόζει τῷ φιλαδέλφως ἔχοντι· καὶ γὰρ μέλη ἀλλήλων ἐσμὲν καί, εἴτε πάσχει ἓν μέλος, συμπάσχειν ὀφείλει πάντα τὰ μέλη (φωνή ἐστιν ἀποστολική), εἴτε δοξάζεται ἓν μέλος, ἡ χαρὰ ἐπὶ πᾶσιν. ἀλλ' ὢ τῆς ἐπηρείας· ἐσυλήθημεν, ἐπτοήθημεν, ἐφοβήθημεν ἐν οἷς οὐ φοβητέον οὐδ' αὖ πτοητέον, εἴπερ ἀναγινώσκομεν τὸ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων λαβέσθαι. τί οὖν πρός με τὸν ἀχρεῖον, ὦ φίλε, ἀνήνεγκας τὸν λόγον; τίς ἐγὼ πρὸς ἰατρείαν, ὁ νοσῶν ἐν ἁμαρτίαις καὶ οὐ τῶν τὰ τοιαῦτα πεπιστευμένων ἰᾶσθαι συντρίμματα; ἐπεὶ μὴ ἀταξίας ὁ θεός, τὰ τῶν πρεσβυτέρων, ἤγουν ἱερέων, ἐπισκόποις ἀπένειμεν ἐπανορθοῦν καὶ ἰᾶσθαι. πῶς παρ' ἐμοῦ ἐπιζητοίης τὰ ὑπὲρ ἐμέ; οὐκ ἐγχωρεῖ. τοῦτο δὲ συμβου λευτικῶς καὶ ἀγαπητικῶς ὑποτίθημι καὶ λέγω, ἵνα μή σε ἀναπόκριτον ἐάσω πάντῃ. ὁ θεὸς ἀγαθός ἐστιν, οὐ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. εἰ οὖν ἐν ἀληθείᾳ ἡ μετάνοια, στῆθι τῆς ἱερουργίας παντάπασιν. οὐκ οἶδα, εἰ μὴ κατὰ ἀνάγκην τὴν ἐνεστῶσαν μεταδοίης τισὶ τῶν ἁγιασμάτων· ἔστι γὰρ ἐξ ἀνάγκης καὶ ἀπορίας καὶ ἀφ' ἑαυτοῦ μεταλαβεῖν τὸν τυχόντα διὰ τὸ φευκτὸν τῆς αἱρέσεως. ὅσα γὰρ ἐποίησας, εἴτε παρ' ἑαυτοῦ εἴτε καὶ πρὸς ἄλλου ἐπιτραπείς, καλὰ μὲν καὶ ἐπαινετὰ εἰς θεοῦ ἐπίκαμψιν, οὐδὲν δὲ τὸ καθόλου τὸ δυνάμενον λῦσαι τῆς ἱερουργίας κἂν ἐξ οἱουδηποτοῦν ἀρχιερέως δόξειεν εἶναι, καὶ τοῦτο ἕως εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐν ᾗ τηνικαῦτα κρίσει συνοδικῇ ὡς δέον πᾶν ὁτιοῦν τῶν τοιούτων κανονισθήσεται καὶ κρίσιν ἕξει θεόψηφον. εἰ δὲ φῂς ὅτι" 4ὑπογράφων ἔκραζον προσκυνεῖν με τὰς ἁγίας εἰκόνας" 5, σύγγνωθι, ἀδελφέ, καὶ Πιλᾶτος τῷ στόματι ἀθωῶν ἑαυτὸν τῆς σφαγῆς Χριστοῦ τῷ καλάμῳ ἐκύρου τὸν θάνατον. Ταῦτά σοι παρ' ἐμοῦ τοῦ ταπεινοῦ ὡς ἐνώπιον θεοῦ. ἀλλά, δέομαι, μνείαν ποιοῦ ὑπὲρ ἐμῆς σωτηρίας ἐν τῇ μετανοίᾳ τῆς συνθλίψεώς σου, προσαγορεῦσαί τε παρακλήθητι οὓς ἔφης ὁρᾶν ἁγίους πατέρας μου ἐν ἐπισκόποις ὡς ἐξ ἐμοῦ τοῦ οἰκτροῦ. 216 Καλλίστῳ τέκνῳ Οὐκ ἐπιλέλησμαί σου, τέκνον μου ἠγαπημένον Κάλλιστε, ἀλλὰ καὶ μέμνημαι καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου ἐν ἀγάπῃ Χριστοῦ· ἀποδεχόμενός σε λίαν ἐν τῇ πρὸς τὸν οἰκονόμον συναφείᾳ καὶ διακονίᾳ (καὶ οὐ ψεύδομαι ὃ λέγω) δοκῶ αὐτὸς ἐγὼ ὑπηρετεῖσθαι καὶ ἀναπαύεσθαι. ἐν πᾶσιν οὖν χρήσιμόν σε ὁ Κύριός μου ἀναδείξειεν, ἐξυπηρετησάμενον πρῶτα καλῶς τῷ μακαρίῳ πατρὶ ἡμῶν, εἶτα καὶ τῷ ἀειμνήστῳ Ἀρσενίῳ μου, μετὰ ταῦτα νῦν τῷ οἰκονόμῳ, ἐν ἀμφοτέροις ἐμέ, ὡς εἴρηται, τὸν ταπεινὸν θεραπευκὼς καὶ δουλεύσας, πλὴν ὅτι καὶ ἐδούλευσας διὰ τῆς τοῦ κελλαρίου διακονίας. χαίρω ὅτι ἐν παντὶ εἶ δόκιμος, ἱκανός, ἀπεξεσμένος, πιστός, εὔνους, ὑπομονητικός, φιλοπάτωρ, ὀξύνους, οἰκονομικός, σταθερός, νομοφύλαξ, ἀπαράτρεπτος τῆς πίστεως καὶ ὁμολογίας τοῦ Χριστοῦ. Ἐν τούτοις οὖν ἴσθι, ἐν τούτοις βεβαιοῦ, ἐν τούτοις χαῖρε, ὅτι ὁ μισθός σοι πολὺς παρὰ θεῷ. ἤθελον δὲ κἀγὼ σχεῖν σε ἄρτι εἰς ἐμαυτόν, ἀλλὰ ἀπάρτι (χάρις τῷ θεῷ) μειζόνως ἐν τῇ ἀπουσίᾳ ἀναπαύεις με, ἀναπαίων τὸν ὀφθαλμόν μου, τὴν ψυχήν μου, τὸν οἰκονόμον, οὐ μόνον ἐν τοῖς οἴκοι, ἀλλὰ καὶ ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς εἰσόδοις καὶ ἐξόδοις. εἴη σοι ἡ χάρις παρὰ θεοῦ πλεονάζουσα. προσεύχου περὶ τῆς ταπεινώσεώς μου· ἀσπάζονταί σε οἱ ἀδελφοί σου. 217 Κασσίᾳ κανδιδατίσσῃ Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ, ὄντι πεφυλακισμένῳ ὑπὲρ Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτωλοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ' ἡμῶν ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ θεόν, ὡς πυνθάνομαι, παιδιόθεν. νύμφη Χριστοῦ γέγονας, μηκέτι ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων, εἰ θέμις καὶ σωφρόνων, μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω, μεθ' οὗ χαρήσῃ αἰωνίως. Μικρὸς ὁ λόγος, ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου. σωθείης, κόρη Χριστοῦ. 218 Μελετίῳ τέκνῳ Καὶ ἀπὸ τῶν γραμμάτων τοῦ ἀδελφοῦ Ἰωάννου πρότερον, καὶ νῦν ἀπὸ τῆς σῆς ἐπιστολῆς, τέκνον Μελέτιε, ᾔνεσα τὸν ἀγαθόν μου θεὸν ἐπὶ τῇ ἐπιστροφῇ καὶ ὁμολογίᾳ σου. καὶ χάρις τῷ Κυρίῳ, ὅτι οὐκ εἰς κενὸν ἐγένετό σου ἡ καλὴ ὑποταγὴ ἐν ἀρχαῖς καὶ ἕως τίνος· ὁμολογῶ γὰρ καὶ μαρτυρῶ σοι ἐκ ζήλου πεπονθέναι, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, ὥσπερ καὶ οἱ ἄλλοι. διὰ τοῦτο τῇ ἰδίᾳ δικαιοσύνῃ καὶ φρονήσει ἐπερειδόμενοι τῆς ὑποταγῆς ἐρράγητε τῆς ἐνθέου καὶ σωτηρίου, ἀλώμενοι καὶ κενεμβατοῦντες εἰς ἀκίχητα· καὶ ἔδειξεν καὶ δείξειεν ὁ καιρὸς καὶ τὰ πράγματα. Ἀλλὰ τούτοις τὸ χαίρειν φράσας εἰς εὐχαριστίαν πάλιν καταλήξω τὸν λόγον. ηὐφράνθην, τέκνον μου ἀγαπητόν, ἀπολαβών σε διὰ τοῦ γράμματος, καὶ χαίρω ἐπὶ σοὶ ἢ ἐπὶ τοῖς μὴ πλανηθεῖσι. σός εἰμι, κἂν ἁμαρτωλός, πατήρ, τὴν ψυχήν μου τὴν ταπεινὴν ὑπὲρ σοῦ θήσω. συγχωρητά σοι πάντα. ἐκ τοῦ δεῦρο στῶμεν, δουλεύσωμεν τῷ Κυρίῳ ὑποτεταγμένως, φεύγοντες τὸν αὐτάρεσκον καὶ ἀπατεῶνα δαίμονα· οὕτως γὰρ σωθείημεν ἐν Κυρίῳ. οὐδέν μοι διαφέρει περὶ τοῦ εἶναί σε ἐν τοῖς αὐτόθι ἕως εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ· μόνον ἀσινὴς διαφυλάττοιο, προσευχόμενος ἀεὶ περὶ τῆς ταπεινώσεώς μου. 219 Ἰωάννῃ τέκνῳ Ἥδομαι, τέκνον καὶ ἀδελφέ, ἐν ταῖς ἐπιστολαῖς σου, ὅτι καὶ καθ' εἱρμὸν ἔρχονται καὶ τὸν τῆς πολυλογίας ναυτιασμὸν ἀπαναίνονται· καὶ γὰρ ἐπιστολῆς ἀρετὴ εὐθὺς τῆς προκειμένης ὑποθέσεως ἅπτεσθαι καὶ τοσαῦτα λέγειν ἅττα ἐπάναγκες, ἀλλὰ μὴ ἐπικυκλεῖν τὰ οὐχ οὕτως. Εἶεν· περὶ ὧν ἠρώτησας, οὐ τοῦ παρόντος καιροῦ τὰ τοιάδε φιλοπευστεῖν οὔτε πρὸς ἡμῶν μυεῖσθαί σε, ὦ καλὲ παῖ· ἐπειδὴ μετὰ τῶν ἄλλων καὶ ἀμύητος ἐγὼ τῶν δυσεφίκτων. ὡς ἂν δὲ μὴ παραλυπῆσαι τῇ ἀφασίᾳ, ἐκεῖνο λέγω περὶ τοῦ πρώτου, ὅτι οὐδείς πω τῶν ἄλλων θεοφόρων ἐλεύκανε τὸ πρόβλημα οὕτως ὡς ὁ Νυσσααῖος Γρηγόριος. ἀρκεσθῶμεν οὖν τῇ τοῦ πατρὸς θεωρίᾳ ἐν ἀνηνεγμένῃ θεωρίᾳ ἄγαν· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν, ὡς ὁ λόγος. περὶ δὲ τοῦ δευτέρου (ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν) οὐ δοκεῖ μοι καμπύλον καὶ σκολιὸν εἶναι· καιρὸς γὰρ τοῦ λαλεῖν ἡμᾶς διώρισται ὑπὸ τῆς θεοπνεύστου Γραφῆς καὶ καιρὸς σιωπῆς, κατὰ τὴν ἐπιβάλλουσαν χρείαν σκοπούντων ἡμῶν καὶ οἰκονομούντων τὸν λόγον τῆς ἀληθείας· ἦ γὰρ οὐχὶ μὴ βάλλειν τοῖς κυσὶ τὰ ἅγια μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων προστετάγμεθα; ἄθρει τοὺς θεοφόρους, καὶ τούσδε εὑρήσεις πῇ μὲν ὑπὸ τὸν μόδιον τῆς σιωπῆς τὸν λόγον τιθέντας, ὁπότε ἀλυσιτελὲς τὸ λέγειν, μᾶλλον δὲ καὶ ζημιῶδες, πῇ δὲ ἐπὶ τῆς λυχνίας αὐτὸν ἀνιόντας, ὁπηνίκα εὔκαρπος ἡ σπορὰ καὶ οὐ πετρώδης. Τοσαῦτά μοι συνεώραται ἐν τῇ προτάσει. ἐξευρίσκων δὲ παρὰ σεαυτοῦ ἢ καὶ ὑφ' ἑτέρων τὰ δοκιμώτερα μὴ φθονήσειας μεταδοῦναι ἐμοὶ τῷ σῷ πατρὶ καὶ ἀδελφῷ, ἐνδεεῖ τῶν νοημάτων ὑπάρχοντι. ἔρρωσο, πλεῖστά μοι προσευχόμενος. 220 Ὑπατίῳ τέκνῳ Καὶ νῦν ἃ γέγραφας ἐπέγνων, τέκνον ἠγαπημένον, καὶ περὶ πάντα ἀποδέχομαί σου τὴν προαίρεσιν, ἐν ζεούσῃ καρδίᾳ πίστεως ὑπάρχουσαν, αἱρουμένην τε συνεῖναί μοι καὶ σωματικῶς. ἀλλ' οὐ τοῦ παρόντος καιροῦ· ὃ γὰρ ἐπενοήθης, τῆς μὲν πεποιθήσεώς σου γνώρισμα, ἀλυσιτελὲς δὲ πάντῃ. μὴ οὖν τολμήσειας ποιῆσαί τι τοιοῦτον· ὡς γὰρ ὁ Κύριος ᾠκονόμησεν, στερκτέον· ἢ οὐκ οἶδας ὅτι ὑπὲρ ἡμᾶς ὁ θεὸς τὰ περὶ ἡμῶν φροντίζει ἐν σωτηρίᾳ; καὶ τὸ ὁμόψυχον τοῦ μαθητοῦ οὐκ ἐν τῷ σωματικῶς συνεῖναι γνωρίζεται τοσοῦτον, ὅσον ἐν τῷ ἀχωρίστῳ τῆς πνευματικῆς συναφείας φρονήματι καὶ φιλήματι· τί γάρ; σαρκικῶς ἐρῶμεν ἀλλήλους, ἵνα τῇ σαρκὶ χρώμεθα συνεργῷ; εἰ οὕτω, ἐλεεινότεροί ἐσμεν πάντων ἀνθρώπων. ἀπαθὲς ἡμῶν τὸ ἀγαπητικόν, ὡς ἂν τοῦ ἀπαθοῦς γνωριζώμεθα θεοῦ. διὸ οὐ πάντως χρεία καὶ σωματικῆς συναφείας. Οὕτω, τέκνον, στέργε, γινόμενος κατὰ τὸ δυνατὸν βοηθὸς τοῖς ἀδελφοῖς σου ἐν ταπεινώσει, εὐχόμενος καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ. ἄσπασαι τὸν ἀδελφὸν Λουκιανόν, τὸν ἀδελφὸν Εὐόδιον· ἡ Τριὰς τοὺς τρεῖς περιφυλάξειεν μεθ' οὗ ὑπηρετεῖσθε. ἀσπάζονταί σε οἱ ἀδελφοί σου πλεῖστα· ἄσπασαι τὸν ἄνθρωπον τοῦ θεοῦ. 221 Θεόδωρος πάσαις ταῖς ἀδελφότησιν ἤτοι συνοδίαις ταῖς πανταχοῦ διὰ Χριστὸν διεσπαρμέναις σὺν τοῖς ἐν φυλακαῖς τε καὶ ἐξορίαις κρατουμένοις ἐν Κυρίῳ χαίρειν Χάρις ὑμῖν καὶ εἰρήνη, ἀποστολικῶς εἰπεῖν, ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ. Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν· ὑπὲρ οὗ καὶ δι' ὃν ὁ διωγμός, ἡ θλῖψις καὶ ἡ στενοχωρία, ἡ ἐρημία καὶ φυγαδεία, αἱ εἱρκταὶ καὶ ποιναὶ καὶ ὅσα ἄλλα καθ' ἑκάστην εἰς ταλαιπωρίαν ὑπαντήματα καὶ συμβάματα. τούτου χάριν, ἀδελφοί μου ἀγαπητοί, τῆς ἀπολείψεως τοῦ ταπεινοῦ ἡμῶν προσώπου παραμυθίαν τινὰ ἐπινοησάμενοι στέλλομεν ὑμῖν τὴν ἐπιστολὴν ταύτην, γνωρίζοντες ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιούμεθα ἐν ταῖς ταπειναῖς ἡμῶν προσευχαῖς, ἕνα ἕκαστον ἀναπολοῦντες καὶ ἀναλογιζόμενοι, δάκρυσι καὶ στεναγμοῖς αἵροντες χεῖρας εἰς θεόν, ἵνα, καθὼς ὑπεδυσάμεθα τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ ἐξεληλύθαμεν ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ ὡς ἐκ καλιᾶς ἀπὸ τῶν ἱερῶν ἡμῶν ἀσκητηρίων, οὕτως διαμείνωμεν μέχρι τέλους δυνάμει Κυρίου, τὴν αὐτὴν πίστιν ἔχοντες, τὴν αὐτὴν ἀγάπην, σύμψυχοι, τὸ ἓν φρονοῦντες καὶ κρατοῦντες δόγμα τῆς ἀληθείας, τὸ κηρυχθὲν καὶ ἐγγραφὲν καὶ ὄψει καὶ ἀκοῇ ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, προσκυνεῖν μὲν οὖν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα κατὰ τὸν τῆς θεολογίας λόγον, ὁμολογεῖν δὲ τὸν ἕνα τῆς Τριάδος, τὸν Υἱὸν καὶ Λόγον τοῦ θεοῦ Κύριον δὲ ἡμῶν Ἰησοῦν Χριστόν, ἑαυτὸν κεκενωκέναι, δούλου τε μορφὴν ἀναλαβόντα ἐν ὁμοιώματί τε ἀνθρώπων γεγονότα ἐν εἴδει τῷ καθ' ἡμᾶς εἰκονίζεσθαι χαρακτῆρι σώματος, καθότι ὁ αὐτὸς τέλειος θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος ἐχρημάτισε, τοσοῦτον περιγραφῆς εἴσω γενόμενος καθ' ἡμᾶς, ὧν καὶ τὴν φύσιν εἴληφεν, ὅσον ταύτης τῷ ἀπεριγράπτῳ τῆς θείας φύσεως ἀνῴκισται. οὐ γὰρ δήπου καθὰ τὰ λόγια ἀγγέλων ἐπιλαμβάνεται, εἴπερ κἀκείνοις τὸ εἰκονίζεσθαι, ὡς ὦπται τοῖς βλέψασιν ὑπὸ Πνεύματος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰπάτωσαν οὖν οἱ χριστομάχοι, πῶς οἷόν τε τὸ Ἀβραμιαῖον σπέρμα μὴ εἰκονίζεσθαι, πῶς δ' αὐτῷ ἕξει τὸ κατὰ πάντα ὅμοιον ἡμῖν, ὧν ἀδελφὸς κέκληται, εἴπερ οὐ τὸ περιγραφῆς ἰδίωμα καθ' ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ εἰληφὼς δείκνυται; οὔκουν ἀδελφὸς οὐδ' οὐ μὴν ὅμοιος ἡμῖν, διὰ τοῦτο οὐδὲ ἄνθρωπος. οὕτω συνῆκται ἐκ τοῦ μὴ λέγειν αὐτοὺς Χριστὸν καθ' ἡμᾶς εἰκονίζεσθαι· καὶ οὕτως ἀποσκευάζονται τὴν σωτήριον οἰκονομίαν, ἐπ' ἴσης τῶν Μανιχαίων, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν. Ὧν φύγοιμεν τὴν κοινωνίαν, ἀδελφοί, ὡς ἰὸν ὄφεως, μελαίνουσαν οὐ σῶμα, ὥς πού φησιν ὁ Θεολόγος, ἀλλὰ τὰ βάθη τῆς ψυχῆς· τῇ ἀποστολικῇ δὲ καὶ ὑπ' οὐρανὸν ἐκκλησίᾳ τὰ ἴσα φρονοῦντες (αὕτη γὰρ ἡ Βυζαντιαία τμῆμα αἱρετικόν, ὡς εἴθισται αὐτῇ πολλαχῶς τῶν ἄλλων ἀποσχίζεσθαι) εἰκονίζομεν τὸ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σωματικῷ χαρακτῆρι, εἱρμῷ τῷ ἀνέκαθεν ἀπ' αὐτῆς τῆς ἐπιφανείας αὐτοῦ ἐξ ἀποστολικῆς πράξεως παρηγμένῳ, ἐξ εἰκόνος εἰκόνα μεταγράφοντες καθάπερ καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ μὴ τὸν μὲν τυποῦντες, ὅς ἐστιν ὅπλον Χριστοῦ κατὰ τοῦ διαβόλου, τὸν δὲ οὐκ εἰκονίζοντες, ὅς ἐστιν ὁπλίτης καὶ καθαιρέτης τοῦ σατανᾶ· πῶς γὰρ ἂν καὶ ἐγγραφείη ὅπλον νικητικὸν καὶ ἀληθὲς μὴ τὸν ὁπλίτην ἔχον ὑπ' ὄψιν δεικνύμενον; εἶτα καὶ προσκυνοῦμεν αὐτοῦ τὴν ἁγίαν εἰκόνα, ὡς ἐν αὐτῇ προσκυνοῦντες τὸν ἐξεικονισμένον Χριστόν· ἐξεικονισμένος γὰρ προῆλθεν ἐκ κοιλίας ἁγίας μητρὸς αὐτοῦ τῆς Θεοτόκου· εἰ δὲ μή, ἀμβλωθρίδιόν τι καὶ οὐ μεμορφωμένος ἄνθρωπος, ὦ θεομάχοι. εἰ δὲ ἐξεικονισμένον τὸ βρέφος πρόεισιν, ὥσπερ ἀληθές, περὶ οὗ φησιν ὁ προφήτης πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, πᾶσα ἀνάγκη καὶ ἐξεικονίζεσθαι πέφυκεν. οἱ κωφοὶ ἀκούσατε καὶ οἱ τυφλοὶ ἐμβλέψατε· ἐν ἑνὶ μόνον ἡ καθ' ἡμᾶς καινοτομία ἐπὶ Χριστοῦ, ὅτι ἄνευ σπορᾶς συνείληπται ἐν μήτρᾳ παρθένου καὶ δίχα φθορᾶς γεγέννηται, καθότι οὔτε ἁμαρτίαν ἐποίησεν γραφικῶς οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· τὰ δ' ἄλλα πάντα καθ' ἡμᾶς, ἔφαγεν, ἔπιεν, διεπνεύσθη, ηὔξησεν, ἐβάδισεν, ἵδρωσεν, ἐκοπίασεν, ἐσταυρώθη, ἀπέθανεν (κἂν ὡς θεός), τριήμερος ἐγήγερται, ἔχων καὶ μετὰ τὴν ἀνάστασιν τὴν ἐξεικονισμένην ἡμῶν μορφὴν θεωθεῖσαν καὶ ἀφθαρτισθεῖσαν ἐν ἑαυτῷ, καθ' ἣν καὶ ἐθεάθη τοῖς ἀποστόλοις καὶ συνέφαγεν καὶ συνέπιεν ἐγηγερμένος καὶ ἐψηλαφήθη ὑπὸ Θωμᾶ, λέγων τοῖς πᾶσιν, ὑποτοπήσασιν αὐτὸν πνεῦμα εἶναι, ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. οὕτω καὶ ἀνελήφθη ἐν δόξῃ, ὡσαύτως καὶ ἥξει ἐν μορφῇ τῇ αὐτῇ τοῦ καθ' ἡμᾶς εἴδους, ὃν ὄψεται πᾶσα σὰρξ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντα ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούσασι τῷ εὐαγγελίῳ αὐτοῦ, καθὼς γέγραπται· μεθ' ὧν οἱ σταυρώσαντες αὐτὸν Ἰουδαῖοι κόψονται καὶ οἱ μὴ ἀνεχόμενοι αὐτὸν εἰκονίζειν εἰκονομάχοι. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ εὐαγγελικὰ κηρύγματα, ταῦτα τὰ ἀποστολικὰ διδάγματα. οἱ δὲ τἀναντία φρονοῦντες εἰς ἕτερον εὐαγγέλιον (ὃ οὐκ ἔστιν ἄλλο) πειρῶνται μεταστρέψαι τὸν λαὸν τοῦ θεοῦ προφέροντες νόθα συγγράμματα, ἐκ κοιλίας φωνοῦντα καὶ οὐκ ἀπὸ στόματος Κυρίου· εἴωθεν γὰρ ἀεὶ τῷ σίτῳ τὰ ζιζάνια παρασπείρεσθαι καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος παρατίθεσθαι· ἐπεὶ πῶς καὶ φανείη ἀλήθεια μὴ ἀντιλογίαν ἔχουσα; ἀλλὰ καὶ ἐὰν ἡμεῖς, φησὶν ὁ ἀπόστολος, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις εὐαγγελίζεται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Περὶ δὲ τῆς Θεοτόκου ἢ οὗτινος τῶν ἁγίων, ὅτι εἰκονίζονται, περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· ἠλίθιον γὰρ ὁντιναοῦν ἄνθρωπον φαίειν μὴ χαρακτηρίζεσθαι. ἀλλ' οἱ Χριστὸν ἀπαναινόμενοι περιγράφεσθαι, ὅς ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, συμπεριελεῖν ἔδοξαν καὶ τὰ μέλη Χριστοῦ μὴ εἰκονίζεσθαι, εἴπερ σῶμα Χριστοῦ ἡμεῖς πάντες καὶ μέλη ἐκ μέρους· ἔλεγχος γὰρ αὐτοῖς μητέρα μὲν θεοῦ εἰκονίζεσθαι, οὐ μὴν τὸν ἐξ αὐτῆς τεχθέντα καὶ αὐτῇ ὑπομάζιον ὀφθέντα καὶ ὅσα τῆς σωματικῆς αὐτοῦ παρουσίας ὑπείκοντα, ἢ πάλιν τοὺς αὐτόπτας καὶ ὑπηρέτας στηλογραφεῖσθαι, τὸν δὲ ὑπηρετηθέντα καὶ συναναστραφέντα μὴ χαρακτηρίζεσθαι. καὶ Ἰουδαίων χείρους δείκνυνται, ὅτι οὐδὲ Μωσέως οὐδ' εἴ τινος ἄλλου τῶν προφητῶν εἰκόνα προσίενται, προσιεμένων ἐκείνων τῶν πρὸ τῆς χάριτος ὡς νομικῶν καὶ οὐ χριστιανῶν· οἱ δὲ τοσοῦτον ἀνοηταίνουσιν ὡς καὶ ἑαυτοῖς καὶ Ἰουδαίοις μάχεσθαι, καὶ μήτε Ἰουδαίους εἶναι νομοφύλακας μήτε χριστιανοὺς οὐκ εἰδογραφοῦντας Χριστόν, ὃν προσήκαντο ἄνθρωπον γεγονότα. φωνὴ Πέτρου τοῦ ἀποστόλου ἐστὶν ἐν ἱστορίᾳ μαρτυρίου τοῦ Ἁγίου Παγκρατίου·" 4τέκνον Ἰωσήφ, ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ἰδόντες ἐπὶ πλέον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων" 5. φωνὴ Παύλου ἐστίν· ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; φωνὴ Βασιλείου τοῦ Μεγάλου ἐστίν· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· καὶ αὖθις· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐστίν· οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοὶ (μὴ γένοιτο) ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. φωνὴ τοῦ Χρυσοστόμου ἐστίν· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφήν, εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ὅπερ εἰς Χριστὸν νῦν οἱ εἰκονομαχοῦντες εἴς τε τὴν Θεοτόκον καὶ τοὺς ἁγίους ἐργάζονται (ὢ τοῦ φοβεροῦ ἀκούσματος) τὰς ἁγίας αὐτῶν εἰκόνας ἐξουδενοῦντες. Καὶ ἵνα τὰς τῶν ἄλλων φωνὰς παραδράμω (πολλαὶ γάρ εἰσιν), μίαν προσθεὶς ἐπ' ἄλλο τρέψοιμι τὸν λόγον. φωνὴ τῶν τῆς ἕκτης συνόδου ἁγίων πατέρων ἐστίν· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται· ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ταύτας οὖν ἔχοντες, ἀγαπητοί, τὰς μαρτυρίας μετὰ τῆς οἴκοθεν καὶ παρ' αὐτῆς τῆς ἀληθείας ἀναμφιλέκτου ἀποδείξεως, καθὼς προαποδέδεικται, παρακαλῶ, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων μηδ' αὖ ὑπὸ τῶν ὑποσκελισθέντων καὶ φρεναπατηθέντων ψευδαδέλφων (ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, καθὰ γέγραπται, ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ νῦν ἀκούετε, συμφρονοῦντες, συμψυχοῦντες, συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, ἵνα ἀκούων τὰ περὶ ὑμῶν χαίρω ὁ ἁμαρτωλός. βλέπετε τὸν σατανᾶν, βλέπετε τὴν παρρησίαν, ὁρᾶτε μή τις ἔν τινι παραπικράνοι τὸν θεόν. ὁ γὰρ δράκων ὁ μέγας πολύτεχνός ἐστι καὶ πολύπειρος· ἔνθεν διὰ πίστεως οὐχ εὑρίσκει ὀλέσαι, ἐκεῖθεν τρέχει διὰ παραπτώματος τὸ αὐτὸ κακὸν ἀπεργάσασθαι διὰ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν. βρυχᾷ, ἐπιτηρεῖ ὡς λέων ἁρπάσαι, γαργαλίζει, πῦρ ἀνάπτει, ἐμπιπρᾶν ὀρέγεται τὸν οἶκον τῆς ψυχῆς. ἔχομεν ἐκ θεοῦ τὰ καθαιρετικὰ αὐτοῦ ἀμυντήρια, ὕδωρ κεφαλῆς, πηγὴν δακρύων, δεήσεις, προσευχάς. ἐπὶ πᾶσιν ὁ θεῖος φόβος σιδηρῶν καὶ καθηλῶν τὰς σάρκας ἡμῶν ἔστω· μηδαμοῦ φθόνος αὐλιζέσθω μηδ' αὖ ἔρις μὴ μὴν κενοδοξία μήτε τι τῶν ἔργων τοῦ σκότους. ἕως ὅτε ἀκροβολεῖ τὰ πάθη ἐκκρουέσθω, ἵνα μὴ εἰσοικισθέντα καὶ φαρμάξαντα τὴν ψυχὴν δυσαπάλλακτα γένηται. ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. οὕτως τρέχετε, ἵνα καταλάβητε. ὑπείκητε οἱ ἔσχατοι τοῖς πρώτοις· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλ' εἰρήνης. ἀγαπᾶτε θεϊκῶς οἱ προηγούμενοι τοὺς ἑπομένους καὶ μὴ ἐξ αὐθεντίας, ἀλλ' ἐξ ἀρετῆς καὶ ἀγαθότητος ἀπαιτοίητε τὸ ὑποτακτικὸν καὶ ὑπήκοον. μὴ χωρίζεσθε ἀλλήλων, ἀμείβοντες πολλοὺς πρώτους καὶ οὐδαμοῦ χρησιμεύοντες. Μάρκον τὸν εὐαγγελιστὴν οὐχ εἵλατο συμπαραλαβεῖν Παῦλος, ὡς γέγραπται, διὰ τὸ μὴ συνελθεῖν αὐτοῖς, ἀλλ' οἴκοι ἀναστρέψαι τὸ πρότερον. πόσῳ μᾶλλον ἡμεῖς ὀφειλέται ἐσμὲν στέργειν; ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω. καθαρίζωμεν ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε, κατηχεῖτε ἀλλήλους, ὑπόμνησιν λαμβάνετε ἀεὶ τοῦ θανάτου. εὔχεσθε οὖν, παρακαλῶ, ὑπὲρ πάντων, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε, περιερχόμενοι ἐκ τόπου εἰς τόπον, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις καὶ ὄρεσι πλανώμενοι ἢ τάχα καὶ ἐν ὀπαῖς τῆς γῆς εἰσδύοντες. αὐχεῖτε ὅτι διὰ Χριστόν, ὅτι ὑμῶν οὐκ ἄξιος ὁ κόσμος. Ἐνέγκατε, τεκνία μου, τεκνία, ἐνέγκατε μικρόν, καὶ ἐλεύσεται Κύριος ὁ στεφανοδότης, ὁ μισθαποδότης, οὗ συγκληρονόμοι γεγενῆσθαι ἐπηγγέλμεθα (εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν), ἐπὶ πᾶσι προσευχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου, ἵνα μου στερεωθῇ ἡ καρδίᾳ ἐν Κυρίῳ ἐνεγκεῖν μέχρι θανάτου τὰ ἐπαγόμενα ἡμῖν, ἵνα μή με ἀπώσηται Χριστὸς διὰ τὴν ἀναξιότητά μου, ἵνα ῥυσθῶ ἀπὸ τοῦ πονηροῦ διὰ παντὸς ἐν παντὶ τρόπῳ. νῦν ζῶ, ἀγαπητοί, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ. τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἀλλ' οὐχ ὑμεῖς καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι; ναί, ὑμεῖς γὰρ καὶ παραμύθιον ἀγάπης καὶ παράκλησίς μου. αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη. Πιστὸς ὁ θεὸς ἡμῶν, ὃς καὶ ποιήσει, ἀδελφοί, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ὁ ἀσπασμός μου τοῦ ταπεινοῦ Θεοδώρου πρὸς πάντα τὰ μέλη μου ἀπὸ χειλέων μου καρδίας. ἀσπάζονται ὑμᾶς οἱ μετ' ἐμοῦ ἀδελφοί. ἡ χάρις μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 222 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐμοὶ τὸ ἐπιστέλλειν τῇ ἁγιωσύνῃ σου πάντοτε ποθητόν, καὶ τοσοῦτον, ὅσον καὶ τὸ τῆς περιορίσεως διάστημα μακρότερον· ἐγγὺς γάρ με ποιεῖ τοῦ τιμίου προσώπου σου καὶ ῥᾳστώνην ἐμποιεῖ διὰ τῆς προσφωνήσεως, οἷα καὶ νῦν, λυπηρῶς διακειμένῳ ἐν τῇ τῶν τινων ἡγουμένων προδοσίᾳ τῆς ἀληθείας. ἵνα γὰρ οἶδέν σου ἡ ὁσιότης ὅτι ἡ πάλαι κουστωδία, λέγω δὴ Ἰωσὴφ ὁ μοιχοζεύκτης, ὁ Φωτεινουδίτης, ὁ Ἡρακλειώτης, ὁ Μηδικιώτης, ὁ Μυλιανός, ὁ Ὑπολυχνιώτης, ὁ Γουλαιάτης (ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, ὅτι καὶ ὁ Φλουβουτηνός, συλληφθεὶς ἐξ ἄφρονος ἁπλότητος) ὁμοθυμαδὸν μικρὸν ἐνστάντες δῆθεν οἰκονομίας ὑφορμηθέντες παρὰ τοῦ εἰωθότος κατεργάζεσθαι τὰ τοιαῦτα Ἰωσὴφ ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ, κοινωνήσαντες ἅπαξ καὶ δὶς τοῖς ἀσεβέσιν· ἐν ᾧ καὶ εὐμενῶς ἀπολυθέντες ἁλίσκουσιν ἐν τῷ οἰκείῳ πτώματι τοὺς ἀστηρίκτους. ἀλλ', ὡς ἔοικε, καὶ ὁ τῆς Νικαίας εἰς πτῶμα κεῖται τῶν ἐπισκόπων· ἀνακαλοῦνται γὰρ τοὺς ἐν ἐξορίαις πρὸς τὸ τὰ ὅμοια πρᾶξαι καί, εἰ μὴ προφθάσει ἡ χεὶρ τοῦ θεοῦ ὑπερείδουσα, ὀλλύμεθα καὶ οἱ ὑπολειφθέντες. τί οὖν ἐστιν; ὅτι καὶ πάλιν, ὡς φαίνεται, εἰς ἡμᾶς τοὺς ταπεινοὺς περιίσταται τὸ δρᾶμα σὺν ὀλίγοις. Ἀνάστα οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ὡς ἀρχιερεὺς Χριστοῦ τοῦ ἀληθινοῦ ἀρχιποίμενος καὶ τοσοῦτον, ὅσον τῶν ἁπάντων εἶ ὑπερέχων τῇ κεφαλίδι τῆς ἀρχιερωσύνης, πλὴν τοῦ ἑνὸς ἐν παραβύστῳ κειμένου. δόξασον δὴ τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου, οὐ πάντως ἀφεθήσῃ ἐν τῇ νήσῳ· τυχὸν πειρασθῆναί σε δεῖ κατὰ τὰ πάλαι, ἵνα καὶ στεφανίτης κἀνταῦθα λαμπρότερος χρηματίσοις. ναί, ναί, ἀδελφέ, εἰς οἵους καιροὺς ἐταμιεύθημεν. ἀλλὰ χάρις ὅμως τῷ ταμιευσαμένῳ· καὶ τοῦτο ἀπὸ θεοῦ, φησὶν ὁ ἀπόστολος, ὅτι ἡμῖν ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. οὐ παρεῖδεν Κύριος τὴν ταπείνωσιν ἡμῶν ἐν τοῖς προλαβοῦσιν, ἀλλ' οὐδὲ νῦν, πέποιθα, ὑπερόψεται τῆς τιμιότητός σου, ἀλλ' ὡς τηνικαῦτα, οὕτως καὶ ἄρτι μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί σου, ποιῶν ὑπερεκπερισσοῦ τὸ ἔλεος αὐτοῦ εἰς ἔνδειξιν τῆς ἀρετῆς σου. Διὸ ὀρέγοις κἀμοὶ χεῖρα πρεσβευτικήν, ὅσιε, στηριχθῆναι καὶ σωθῆναι ἀπὸ τοῦ ἐνεστῶτος χειμῶνος πικροῦ. στῆθι καὶ ἱλέωσαι μεταστραφῆναι τὴν καταιγίδα εἰς αὔραν τοῦ Ἁγίου Πνεύματος. γένοιτο. τοὺς ἀδελφοὺς ἀσπαζόμενος πλεῖστα καὶ παρακαλῶ ὑπερεύχεσθαί μου τῆς ταπεινώσεως· οἱ σὺν ἐμοὶ τοῖς ποσί σου προσπίπτουσιν. 223 Ναυκρατίῳ τέκνῳ Πονηρὰ ἡ ἀγγελία τῶν γραμμάτων σου, ὦ τέκνον· ἥτις καθαψα μένη μου τῆς ταπεινῆς ψυχῆς τῷ ὄντι ὠδύνησεν καὶ δάκρυον προσεκαλέσατο καρδιακόν, μικροῦ δεῖν ἄυπνόν μοι τὴν νύκτα, καθ' ἣν ἐδεξάμην ἐπὶ χεῖρας τὴν ἐπιστολήν, ἐμποιήσασα. τοῦτο μὲν ἐπὶ πάντων τῶν συμπεπτωκότων, ἐξαιρέτως δὲ εἰς τὸν τῆς Φλουβουτῆς, καὶ ὅτι οἱ μὲν τοῖς προλαβοῦσιν ὅμοια καὶ τανῦν ἔπραξαν, ὁ δὲ τῶν δοκούντων ἑστάναι ἀσφαλῶς ἐγνωρίζετο. ἐθαύμαζον οὖν ἔτι ἑστηκότων αὐτῶν, ὅτι μὴ ὁμολογήσαντες τὴν προτέραν ἐπὶ μοιχείᾳ καὶ μοιχοζευξίᾳ ἧτταν αὐτῶν ἀντεποιοῦντο ἐπὶ τῇ προκειμένῃ ὑποθέσει, καὶ τάχα ὑπενόουν ἰδίᾳ καὶ καθ' ἑαυτοὺς τὴν μεταμέλειαν ἐσχηκέναι καὶ ἔχαιρον ὁ ταπεινὸς ἐπὶ τῇ ὀρθοποδήσει αὐτῶν. ἀλλ', ὡς ἔοικεν, ἐν σαθροῖς τὴν οἰκίαν αὐτῶν οἰκοδομήσαντες τῷ λαίλαπι τῆς προσπεσούσης αἱρέσεως πεπτώκασι πτῶσιν τὴν χαλεπωτάτην, πάλιν οἰκονομίαν λέγοντες τὴν ἀθέτησιν τῆς ἀληθείας. οἱ αὐτοὶ καὶ πρότερον σκάνδαλον γεγόνασι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ νῦν τὸ αὐτὸ δι' ὧν ἔπραξαν, πάντας προσκαλούμενοι εἰς ἀπώλειαν. καί γε ἕτοιμοι οἱ πλεῖστοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν, ἐν ταῖς ἀνάγκαις ζητοῦντες ἐξευρεῖν τινα πρόφασιν, δι' ἧς ἄθλιπτος καὶ ἀταλαίπωρος αὐτοῖς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ὑπαχθείη. ἐκοινώνησαν ἐπὶ τῇ ἀρνήσει Χριστοῦ, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων· τοῦτο γὰρ ἡ τῆς εἰκόνος οὑτινοσοῦν ἄρνησις. φεῦ τῆς συμφορᾶς· φεῦ τῆς ἀπάτης· οἴμοι, πῶς ἐναρξάμενοι καλῶς ἐστράφησαν εἰς τὰ ὀπίσω; οἴμοι, πόσοις ἔσονται καταστροφὴ ὁμοταγέσι καὶ ὑπερέχουσι, λαϊκοῖς τε καὶ κληρικοῖς καὶ μονασταῖς; ἀλλὰ ἡ ἀρχαία πληγή, τὸ ἐγκόλπιον κακόν, Ἰωσὴφ ὁ πάλαι εἰκότως κληθεὶς μοιχοζεύκτης, νυνὶ δὲ χριστεμπαίκτης, αὐτὸς ὁδηγὸς τοῖς τῆς ἀρχαίας κουστωδίας. Τί πρὸς ταῦτα; ἐκλυθησόμεθα, καταπεσούμεθα, ἀποκαμούμεθα πρὸς τὴν Χριστοῦ ὁμολογίαν ἡμῶν καὶ ἔνστασιν; μηδαμῶς, ὦ ἀδελφοί, μηδαμῶς· εἰ γὰρ ἀσεβῶν καταπιπτόντων οἱ δίκαιοι ἔμφοβοι ἔσονται, ἀλλ' οὖν τῷ τοῦ πέλας πτώματι ἀσφάλεια τῷ ἑστηκότι μεγίστη. στῶμεν οὖν ἐν Κυρίῳ βεβαιότερον μᾶλλον, παρακαλῶ, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· μὴ γὰρ ἕνεκεν τῶν ὑποσκελισθέντων ἡ ὁμολογία ἡμῶν ἢ τῇ τούτων στάσει ἐπερειδό μενοι ἐστερεούμεθα, ἵνα καὶ τῇ σκελίσει αὐτῶν κατασεισθῶμεν; μὴ γένοιτο· οὔτε τούτων οὔτε ἄλλων. Χριστὸς ἡμῶν ὁ θεμέλιος, ἐν ᾧ στήκομεν, ἐν ᾧ καυχώμεθα, σὺν τῷ Παύλῳ λέγοντες· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καὶ γὰρ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. οὕτως ὁ μὴ παρατεταγμένος οὐκ ἀγωνιεῖται ὑπὲρ Χριστοῦ, οὐ δύναται χριστιανὸς εἶναι. Οὐκ εἰκῇ οἱ ἀγῶνες τῶν μαρτύρων, τὰ ἆθλα, αἱ βάσανοι· μὴ γὰρ οὐχ ὁμόσαρκοι ἡμῶν; μὴ οὐκ ἐπόνουν τοσαύταις τιμωρίαις ὑποβαλλόμενοι; μὴ οὐκ ἐξηποροῦντο καὶ τοῦ ζῆν, ὡς φάσκει ὁ ἀπόστολος; ἀλλὰ τῷ φόβῳ τῶν αἰωνίων κολάσεων καὶ τῷ πόθῳ τῶν οὐρανίων ἀμοιβῶν εἵλαντο μᾶλλον ὡς ἔμφρονες τὸν τῆς σαρκὸς θάνατον ἤπερ τὸν αἰώνιον. ἤνεγκαν, οὐκ ἐπτοήθησαν, οὐ κατεπλάγησαν· καὶ ὡς παρόντα τὰ μέλλοντα φανταζόμενοι χαρᾷ ἐχώρουν πρὸς τὰς βασάνους, δωρεὰς ἡγοῦντο τὰς πολυπαθείας. ἡμῖν γὰρ ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· καὶ αὖθις ἑτέρωθι· ἐν γὰρ πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χάριτος αὐτῶν. οὕτως ἔχαιρον, οὕτως ἠγάλλοντο ὑπὲρ Χριστοῦ πάσχοντες πάντες οἱ ἅγιοι. γευσώμεθα καὶ ἡμεῖς, ἀγαπητοί, τῆς ἀγάπης Χριστοῦ, περιπατήσωμεν ἐν ἴχνεσιν ἁγίων ῥέξωμεν τὰς προσπαθείας τοῦ αἰῶνος τούτου. οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἡ ἄνω Ἱερουσαλὴμ πατρὶς καὶ πόλις ἡμῶν. ὦ ἄνδρες δυνατοὶ ἐν πνεύματι, ὦ τέκνα θεοῦ (οὐ γὰρ ἐμοῦ τοῦ ταπεινοῦ οὗτοι οἱ λόγοι καὶ ἁμαρτωλοῦ), μὴ ὀκλάσωμεν κἂν πάντες τραποῖεν, ὅπερ μὴ γένοιτο, ἀλλ' ἡμεῖς ὡς πάλαι ὑπὸ θεοῦ δυναμωθέντες καὶ τανῦν μονομαχήσωμεν. μεθ' ἡμῶν ὁ θεός, πάντες οἱ ἀπ' αἰῶνος ἅγιοι, μεθ' ἡμῶν ἀνατολὴ καὶ δύσις. μικρὰ μερὶς ἡ ἀπορρήξασα ἑαυτὴν ἀπὸ τῆς ὑπ' οὐρανὸν ἐκκλησίας, καὶ τοῦτο διὰ φόβον, διὰ τὰ πρόσκαιρα, διὰ τὴν σάρκα, ἣν μικρὸν ὕστερον παραδώσομεν τῷ αἰωνίῳ πυρὶ σὺν τῇ ψυχῇ, εἰ μὴ ἀντισχώμεθα τῆς ἀληθείας. ἔστω καὶ πειρασθῶμεν, καὶ μαστιχθῶμεν, καὶ τοῦτο πολλάκις, τέλος καὶ ἀποθάνωμεν· εἶται οὐκ ἔστι χαρὰ ἀνεκλάλητος ἐπιτυχεῖν ἡμᾶς βασιλείας οὐρανῶν κἀντεῦθεν ἀπενέγκασθαι κλέος ἀθάνατον; ἢ τοὐναντίον φυγόντας τὰ προειρημένα κἀντεῦθεν κωμῳδισθῆναι μέχρι τέλους καὶ αἰσχύνην ὑποῖσαι ἀτελεύτητον; ναί, δέομαι, τεκνία μου, οὓς ἐγέννησα ἐν Κυρίῳ, οὓς ηὔξησε Χριστὸς ἐν πόνοις καὶ κόποις οὐ μόνον ἀσκητικοῖς, ἀλλὰ γὰρ καὶ ἀθλητικοῖς· πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. ἀποστολικὰ τὰ παραγγέλματα, κἂν παρ' ἐμοῦ τοῦ ταλαιπώρου ὑπομιμνησκόμενα. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ, ἵνα μοι δοθῇ ἰσχύς, κράτος, λόγος δι' ὑμᾶς (κἂν ἐγὼ ἀνάξιος θείας χάριτος), ὅπως ὁμοθυμαδὸν ἐν ἑνὶ πνεύματι δοξασθῇ ὁ θεὸς ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Στεῖλον εἰς τὸν ἀρχιεπίσκοπον τὸν καλὸν Διονύσιον. προσαγόρευσον τὸν ἀββᾶν Πέτρον, τὸν ἀββᾶν Ἰγνάτιον καὶ τὸν ἀββᾶν Τιθόιον καὶ ὑπόδειξον αὐτοῖς τὸ γράμμα. ἔτι ἑτοιμάζου σὺν τοῖς λοιποῖς, καὶ μάλιστα τοῖς προγεγραμμένοις, ὅτι τῶν ἐγγύθεν ὑμῶν ὀλισθησάντων οὐκ ἔστιν ὑμᾶς ἐαθῆναι, ὑπ' αὐτῶν ἐκείνων διαβαλλομένους. δοίη δὲ Κύριος σθένος, κράτος, νοῦν, ὀφθαλμόν, σύνεσιν, πᾶν ὁτιοῦν εὖ πρᾶξαι ὑμᾶς εἰς ἔπαινον καὶ δόξαν Χριστοῦ, εἰς καύχημα ἐμόν, εἰς κλέος ὑμῶν αἰώνιον. προσαγορεύουσιν οἱ συνόντες μοι ἀμφοτέρους· ὁ Χριστὸς μεθ' ὑμῶν. ἀμήν. 224 Τῷ αὐτῷ Τίς ὁ ἐμὸς βίος καὶ λόγος, ὅτι οὕτω περιτρύζετέ με, ὦ τέκνον, καὶ περιπονεῖσθε, ἐκ τοσούτου μήκους καὶ ἐν τοσούτῳ πειρασμῷ παραλογιζόμενοι πάντα πόνον καὶ κίνδυνον ἐν τῷ ἐπισκέπτεσθαι τὴν ταπείνωσίν μου, καὶ τοῦτο ἀδιαλείπτως, καὶ τοῦτο μετὰ τοσαύτης δωροφορίας; ἐποιήσατε τὰ μακρὰν ἐγγύς, τὰ δυσάνυστα εὐάνυστα, τὰ ἔρημα εὐδιάβατα, ἐξεπλήξατε τοὺς ὁρῶντας, διηνοίξατε στόματα εἰς αἰνέσεις Κυρίου κατανοούντων τῆς πίστεως καὶ ἀγάπης ὑμῶν τὰ κατορθώματα· ποῦ γὰρ οὕτω προήχθησάν τινες τῶν ἄλλων ἐνδείξασθαι πρὸς τοὺς οἰκείους πατέρας τὰ τῆς εἰλικρινοῦς φιλίας; εὐλογητὸς ὁ θεὸς ὁ οὕτως ὑμᾶς ἀναδείξας κατὰ τὴν ὑμῶν μὲν ἀρετήν, παρ' ἀξίαν δὲ τῆς ἐμῆς ταλαιπωρίας· ὁμολογῶ γὰρ ἁμαρτωλὸς ὑπάρχειν, πάντων ἀνθρώπων ἐλαχιστότερος, κἂν αὐτὸς ἀγάπῃ φερόμενος τοσούτοις ἐγκωμίοις με δοκιμάζοις καταστέφειν. ἀπέχω οὖν, ὦ ἐπιπόθητε, τὰ τῆς πεποιθήσεώς σου, ἀπέχω τὰ τῆς γηροκομίας σου· ὡς τέκνον ἐβάστασας, ὡς ἀδελφὸς ἐθεράπευσας, προσθείην καὶ ὡς πατὴρ ἐθησαύρισας· εἰ δὲ καὶ ὡς συνεργὸς συνεκοπίασας, εἴ τε ὡς μαθητὴς τὰ ὑστερήματα ἀνεπλήρωσας, εὖ σε ποιήσαι Κύριος ὁ θεὸς τοῦ πατρός μου καὶ προσθείη πνεῦμά σοι ἐπὶ πνεύματι, δύναμιν ἐπὶ δυνάμει, σύνεσιν ἐπὶ συνέσει μέχρι τέλους. Εἶεν. τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου ἵνα εὐαρέστως Κυρίῳ πορεύσωμαι κἂν πρὸς τὸ ἑξῆς τῆς ζωῆς μου. πάνυ ἀνεπάην ἐπὶ τῷ ἀδελφῷ Ἀδριανῷ, εἴ γε καὶ παραχωρηθείη μοι συνεῖναι· ἐπίσχες τοῦ ἀποστεῖλαι μέχρι Σεπτεμβρίου ἐνταῦθα διὰ πολλά, οὐκ οἶδα εἰ μή τι ἀναγκαῖον. γνοὺς τὰ τῶν τινων ἡγουμένων ἐστέναξα ὁ τάλας· στηριχθείησαν οἱ λοιποὶ πατέρες, στηρίζοντες ἡμᾶς τοὺς ὀλιγώρους δι' ἑαυτῶν. προσειπὲ τοὺς συνήθεις. προσαγορεύουσί σε οἱ σὺν ἐμοὶ πάνυ. ἔρρωσο ἐν Κυρίῳ, ἀλλὰ γὰρ καὶ σώματι ἐπιμελῶς ἔχε· μαθὼν γὰρ τὴν τῶν σπλάγχνων σου κάκωσιν ἠνιάθην οὐ μετρίως. 225 Τῷ αὐτῷ Παρὰ προσδοκίαν εἶδον τὰ γράμματά σου, τέκνον ἠγαπημένον, καὶ τοὺς ἀδελφούς· οὐ γάρ, ὡς προέγραψα, ἐπέσχες μέχρι Σεπτεμβρίου. ἀλλ' ὅμως ἀπεδεξάμην σου τὸ πρόθυμον, τὸ οὐκ ἀνεκτὸν τῆς ἀγάπης, τὸ διάπυρον τοῦ πόθου, τὸ περὶ πάντα φιλόθεον, προσθείην δ' ἂν καὶ φιλοπάτριον. σύ μου χαρὰ καὶ παραμύθιον, σύ μου ἐν Κυρίῳ ἐν πᾶσι τοῖς κινδύνοις καὶ θλίψεσιν ἕδρασμα καὶ στέφανος καυχήσεως μετὰ πάντων τῶν συνάθλων σου καὶ πρὸ πάντων ἀδελφῶν ἡμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τέκνων. διὸ καὶ χαίρω, εὐλογῶν τὸν θεὸν τοῦ πατρός μου, ὅτι ὑγιάζῃ ψυχῇ καὶ σώματι, οὕτως ὑπὸ θεοῦ οἰκονομηθέντος εἶναί σε ἄφετον ἐκ δεσμῶν, ἵνα τοὺς ἐν δεσμοῖς ἀλείφῃς, τοὺς ἀφεμένους συνδέων ἐπιστηρίζοις· ὃ καὶ ποιεῖς χάριτι Χριστοῦ, παρακαλῶν, νουθετῶν, παραμυθούμενος ἕνα ἕκαστον, ὡς ἀληθῶς θεοῦ οἰκονόμος. δέομαι οὖν αὐτὸ τοῦτο, μὴ ἐκκακεῖν ἐργάζεσθαί σε εἰς δόξαν Χριστοῦ, εἰς περιποίησιν σωτηρίας σου, εἰς καύχημα ἐμοὶ τῷ ἠπορημένῳ ἐν παντὶ οὖν ἀγαθῷ. Πλήν, ἀδελφέ, ὅτι οὐκ εἰς κενὸν ἐδράμομεν καὶ τρέχομεν πάλαι τε καὶ νῦν οὐδ' εἰς κενὸν κοπιῶμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ διὰ Χριστόν, ὑπὲρ οὗ τὸ πάσχειν πάσχα, ὑπὲρ οὗ τὸ θλίβεσθαι χαρά. εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶμεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. καὶ εἰκότως· ἡ γὰρ ἐνταῦθα σύνθλιψις ὁποιαοῦν σκιώδης καὶ ὀνειρώδης, ἡ δὲ ἐκεῖσε ἀντάμειψις ζωὴ ἀπέραντος μετὰ δόξης αἰωνίου. μὴ οὖν ἐπαισχυνθῶμεν, ὦ τέκνον, τὸ παρὸν μαρτύριον· τοῦ Κυρίου γάρ ἐστιν. πολλοὶ ἐπεθύμησαν ἐξ ἀγάπης Χριστοῦ τοῦτο ἰδεῖν, ἀλλ' οὐκ ἐπέτυχον, ἡμεῖς δὲ κατηξιώμεθα. τί τοῦτο; ὑπὲρ αὐτοῦ πάσχειν, διώκεσθαι, αἰχμαλωτίζεσθαι, φυλακίζεσθαι, ἐκ τόπου εἰς τόπον περιορίζεσθαι ἢ τάχα καὶ τύπτεσθαι, θέατρον γίνεσθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Εἰ δὲ ὅτι καὶ τὸ ὄνομα ἡμῶν ὡς πονηρὸν ἐξέβαλον, ἀναθεματίζοντες ἰδίᾳ τε καὶ δημοσίᾳ σὺν ἁγίοις, οὐκ ἔνι χαρά; οὐκ ἔνι σκιρτᾶν; οἶδας, τέκνον, τὸν μακαρισμὸν Κυρίου· τούτοις καὶ αὐτὸς γήθου, τέρπου σὺν ὅλοις τέκνοις. ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ζήτει, φησί, τὰ λειπόμενα, ἐμπτύσματα, κολαφίσματα, τέλος τὸν σταυρόν, τοὺς γλυκεῖς μου Χριστοῦ ἥλους. οἴ, τίς ἂν καταξιωθείη συσταυρωθῆναι, συλλογχευθῆναι δοῦλος δεσπότῃ, μῖξαι αἷμα αἵματι ἄνθρωπος θεοῦ τοῦ ζῶντος; τοιαύτῃ διαθέσει χωροῦντες οἱ ἅγιοι ἔχαιρον κοπτόμενοι, ᾖδον μελοτομούμενοι. ἔφθασεν τοιγαροῦν καὶ ἡ ἡμετέρα χαρά· ἐκ μέρους ἐπειράθημεν (εἴ γε καὶ πειραθείημεν τέλεον) χάριτι καὶ φιλανθρωπίᾳ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· τῇ γὰρ χάριτι εἴη τὸ νῖκος ἐφ' ὁτῳοῦν, ἵνα μή τις καυχήσηται οἴκοθέν τι ἔχειν. ὥστε ἕλκομεν τὸν ἔλεον θεοῦ ἐν Χριστῷ Ἰησοῦ διὰ τῆς ταπεινοφροσύνης καὶ ἐνεργοῦς πεποιθήσεως. εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πίστεως, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, σὺν τῷ ἀποστόλῳ ὁ τάλας λέγειν, τὸ αὐτὸ φρονεῖν, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν ἀντιπράττοντες καὶ ἀντικαθιστάμενοι ἀλλήλοις· πέφυκεν γὰρ καὶ ἐπ' αὐτῶν τῶν ὑπὲρ εὐσεβείας ἀγώνων τὸ φιλόπρωτον καὶ φιλόνεικον παρεισδύειν. ἀλλ' ὑμεῖς ὡς θεοῦ διάκονοι (συμπαραλαμβάνω γὰρ τῷ προσώπῳ σου τοὺς ὑπερέχοντας, οἳ καὶ ἀναγνοῖεν τὴν ἐπιστολήν), μηδεμίαν ἐν μηδενὶ δοίητε προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ὑμῶν· γένοιτο. Περὶ ὧν ἔγραψάς μοι ἐν μετανοίᾳ γεγονέναι, εἰς τοὺς τοῦ σώματος ἡμῶν, εἰ καὶ ἀνάξιοι, ἀλλ' οὖν ἡμεῖς ἰατροί. ὃ τοίνυν ἐδώκαμεν ἐπιτίμιον τῷ Ὀρέστῃ ἐλθόντι ἐνταῦθα διὰ φωνῆς τῶν ἀδελφῶν (οὐδὲ γὰρ κεκρίκαμεν εὖ ἔχειν συνοψισθῆναι αὐτῷ διὰ πολλὰ αἴτια), τοῦτο σχοῖεν καὶ οἱ λοιποί, ἀμετόχους εἶναι τῶν ἁγιασμάτων καὶ ἐν τοῖς ἄλλοις παρατηρήμασιν. ἐρωτᾷς, ἕως πότε; ἕως ἂν ἀναλάμψῃ ἡ τῆς ὀρθοδοξίας αἰθρία. εἰ, φησί, τύχοι θάνατος; κοινωνείτωσαν· πιστεύομεν συγκεχωρῆσθαι αὐτοῖς τὸ ἁμάρτημα. ἐπειδὴ δὲ γέγραφας τοῦτο κἀκεῖνο ἀντιλεκτεῖν ὑμᾶς πρὸς ἀλλήλους, διαλύεσθε τῶν προβλημάτων ὑμῶν καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς. οὐχ ὡς οἱ ἐξ αἱρέσεως ἐπιστρέφοντες οὗτοι δεκτέοι (εἴπερ κἀκεῖ παρατήρησις διαφορᾶς οὐ τῆς τυχούσης τῆσδε πρὸς τήνδε), ἀλλ' ὡς ἀρνησάμενοι τὸ ὄνομα Κυρίου, ἤτοι ἐπὶ τῇ ἀρνήσει αὐτοῦ κεκοινωνηκότες τοῖς χριστομάχοις διὰ φόβον ἤ τινα ἄλλην περιπέτειαν· ἐπὶ γὰρ τῇ ἀρνήσει αὐτοῦ ἐκοινώνησαν προδήλως ἠρνημένοις τὴν ἁγίαν αὐτοῦ εἰκόνα. ἡ γὰρ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς βοᾷ ὁ βοῶν, καὶ οὐκ ἔστιν ἀλλοίως, κἄν τινες σμικρύνειν τὴν ἄρνησιν βούλοιντο. εἰ οὖν μὴ ὀρθοδοξοῦντες τὸ πρότερον μηδὲ μυηθέντες τὴν ἀλήθειαν ἐκ θείας προνοίας αὐγασθέντες τὸ ἀληθὲς μετεπήδησαν εἰς ἡμᾶς, ἄλλως εἶχεν· κἀκείνους οὐχ ὡς ἔτυχεν προσδεκτέον, εἰ μὴ διὰ πλείστων ὀρθοδόξων συμφωνήσεως, ὡς δεδήλωκεν ὁ θεῖος Βασίλειος πρὸς τοὺς ἐν Μεσοποταμίᾳ ἐξ Αἰγύπτου περιωρισμένους, καθαπτόμενος αὐτῶν ἐν τῷ ἀφυλάκτως προσήκασθαι. ἢ ἀγνοεῖτε ὅ φησιν ὁ αὐτὸς πατὴρ ἐν ἑτέρᾳ ἐπιστολῇ; οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἐπισκόποις τὸν ἐπὶ καταστροφῇ τῆς πίστεως ὑπὸ τῶν βεβήλων χειρῶν προαχθέντα εἰς προεδρίαν· οἷοί εἰσιν τανῦν, οὐ δι' ἄγνοιαν, ἀλλὰ διὰ φιλαρχίαν ἐπιπηδῶντες τοῖς θρόνοις, προέμενοι ἑκουσίως τὴν ἀλήθειαν καὶ ἀντιλαμβάνοντες τὴν τῆς ἀσεβείας προεδρίαν. εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα, φησὶν ὁ ἀπόστολος, ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; λέγω κἀγώ· εἰ καθ' ὑμᾶς μετὰ τὴν ἄρνησιν, ἤτοι κοινωνίαν τῶν χριστομάχων, εὐθὺς δεκτέοι καὶ ἀνεπιτίμητοι οἱ τοιοῦτοι, τί μάτην κινδυνεύω καθ' ἑκάστην ἡμέραν καὶ μὴ αὐτομολήσας πρὸς τοὺς ὑπεναντίους αὖθις διὰ μετανοίας ἀνεπιτιμήτως τοῖς ὀρθοδόξοις συνταχθείην; μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἐκνήψατε ἐν Κυρίῳ. τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος, ἵνα ἐκ παραλλήλου τῶν χριστομάχων τὰ ἡμέτερα τηρεῖται; ὡς ὅτι, φησίν, αὐτοὶ τοὺς ἐξ ὀρθοδοξίας πρὸς αὐτοὺς χωροῦντας χαρᾷ ἀνεπιτιμήτως προσίενται (οὐά), δέον οὖν καὶ στεφανοῦν ἡμᾶς τοὺς ἀρνητὰς τοῦ Χριστοῦ καὶ σολυμνιάζειν ὡς ἐκεῖνοί τινας ἐκείνων. ἀδελφοί, δέομαι ὑμῶν, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τελειοῦσθε διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως. Περὶ τῶν ἔξω τῆς ἀδελφότητος ἡμῶν τίς εἰμι δοῦναι λόγον; εἰ δὲ καὶ ἀναγκάζοι τις, ἐπειδὴ ἡ ἀγάπη, πλήρωμα οὖσα νόμου, ἔχει καὶ τὴν πειθώ, τοῦτό φημι, ὃ καὶ ἐπὶ τῶν ἡμετέρων· ἡμεδαποὶ γὰρ κἀκεῖνοι. πρεσβύτερος εἴτε ὑπογράψας εἴτε κοινωνήσας φόβῳ, μὴ φέρων τὴν κάκωσιν, εἰργέσθω τῆς κοινωνίας· κατὰ Χριστοῦ γὰρ κοινωνήσας, πῶς δύναιτο ἂν Χριστῷ κοινωνεῖν; τῆς γὰρ ἐγκρατήσεως τῆς ἱερουργίας παρὰ συνοδικῆς ἐπισκέψεως ἡ λύσις. ὁ δόξας μετὰ τὴν ἧτταν ἀναπαλαῖσαι ἀποχωρείτω τοῦ ἐν ᾧ ἐκαθέζετο πρὶν τόπου· ἐπεὶ πῶς γνωσθήσεται αὐτῷ τε ἐκείνῳ ἡ ἄρνησις, ἣν ὑπέστη, καὶ ἄλλοις; οὐ χωρῶ ἐπιτρέψαι, ἐπὰν ἡ ἀναπάλαισις αὐτοῦ μάλιστα οὐκ ἐγένετο ἐπισήμῳ τινὶ δράματι, οἷον ἐπὶ τοῦ Λαοδικείας· οὐδὲ γὰρ ἐκείνῳ συμβουλεύσαιμι ἂν ἔγωγε ἱερουργεῖν ἢ μόνον κοινωνεῖν διὰ τὸ ἐπίσημον. οὕτως ἐπὶ τοῦ τυχόντος μονάζοντος, οὕτως ἐπὶ λαϊκοῦ· εἶρξις τῆς κοινωνίας μετὰ τῶν ἄλλων ἀξίων καρπῶν τῆς μετανοίας, ἀναμένειν τε τὸν καιρὸν τῆς ὀρθοδοξίας. πλὴν ἐπειδὴ ἐνδέχεται καὶ ὕφεσιν καὶ πρόσθεσιν γίνεσθαι παρὰ τοῦ ἐπιτιμῶντος, ἐπὶ τῆς κοινωνίας λέγω, ἐκτεινομένων τῶν χρόνων τῆς αἱρέσεως κατὰ τὰ ἀθεώρητα κρίματα τῆς δικαίας ὀργῆς τοῦ θεοῦ, ἔστιν καὶ πρὸ συνόδου λῦσαι ἐν Κυρίῳ, καθὼς ὑποπέπτωκεν τὸ πρόσωπον βαρύτερον ἢ ἐλαφρότερον καὶ καθ' ἣν πάλιν ὑποδείκνυσι μετάνοιαν· εἴς τε τοὺς ἡμετέρους καὶ τοὺς ἔξω συνεστιᾶσθαι αὐτοῖς οὐ κωλυτέον, οὐχ ἵνα καὶ εὐλογῶσιν ἕως λύσεως. Τοσαῦτά μοι ὦπται περὶ τούτων ἐν φόβῳ θεοῦ καὶ ἀληθείᾳ. εἰ δέ τι ἐξ ὑμῶν ἢ ἀπ' ἄλλων καινότερον, διδαχθῶ· ὁμολογῶ γὰρ ὡς πολλὰ ἁμαρτάνων καὶ πολλὰ ἀγνοεῖν δέχομαι. ἄσπασαι τοὺς ἀδελφούς σου καὶ τέκνα μου, τὸν ἀββᾶν Πέτρον καὶ Ἰγνάτιον καὶ Τιθόιον, τοὺς ἐν Κυρίῳ ἐπιποθήτους μου καὶ συνεργούς· ἄσπασαι τοὺς ἐκ τῆς ἁγίας σου συνοδίας φιλητούς μου· ἄσπασαι τοὺς μυστηριοφύλακας, τὰ ἐμὰ ἠγαπημένα σπλάγχνα· ἄσπασαι τὴν κοπιῶσαν ἐν Κυρίῳ, ἧς ἀπέχω καὶ περισσεύω ἐν ἀγαθοῖς· ἄσπασαι πάντας τοὺς ἐν Χριστῷ ἀδελφούς, κἂν λαϊκοί, ἐξ ὧν Σέργιος ὁ εὐσεβὴς καὶ ἔγγυος. ἀσπάζονταί σε καὶ τοὺς ἄλλους οἱ σὺν ἐμοὶ ἀδελφοί. ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ' ὑμῶν, ἀδελφοὶ ἀειπόθητοι· μνημονεύετέ μου τῆς ταπεινώσεως.