Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
226.1
Ἰγνατίῳ τέκνῳ Ἀπὸ τῶν γραμμάτων σου θεωρῶν εἰμι τὴν καρδίαν σου, ὦ καλέ μου Ἰγνάτιε, καὶ χαίρω μὲν τῇ πεποιθήσει καὶ εἰλικρινεῖ ἀγάπῃ σου, λυποῦμαι δέ, ὅτι μὴ ἄξιος ὢν τοιούτους ἔχω τοὺς φιλοῦντάς με υἱοὺς ἐν Κυρίῳ, πάντα προαιρουμένους εἰς ἐμὲ τὸν δύστηνον, ὅτι, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώκατέ μοι. τίς ὡς ἐγὼ ἐν μαθηταῖς δοξαστός, καὶ τίς ὁ ἐμοῦ ὑποδεέστερος διὰ τὰς ἁμαρτίας; οὐδείς. Ἀλλ' εὔχου, τέκνον, καὶ ὑπερεύχου κατορθοῦντά με πορεύεσθαι, ἵνα ἐν ἐμοὶ μὴ ὄνειδος, ἀλλὰ καύχημα ἔχοιτε· κἀγὼ παρακαλῶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑμᾶς τοὺς τῆς ἀδελφότητος ἀκρόμονας ἑδραίους εἶναι τανῦν, ἀμετακινήτους τῆς πίστεως, περισσεύοντας ἐν τῷ ἔργῳ Κυρίου πάντοτε, ἀφ' ὧν γίνοιτο εἰς τοὺς ὑφειμένους εὐθύτης. εἴητε ἐξεμπλάρια τοῖς πᾶσιν ἀγαθοεργίας, κραταιότητος· βλέπετε τοὺς καταπίπτοντας ἐν ἀσεβείᾳ καὶ ἔμφοβοί ἐστε, μᾶλλον δὲ προσεκτικοί, θερμοκάρδιοι, διδακτικοὶ καὶ διεγερτικοὶ πρὸς τοὺς πλησίον, ἵνα καθ' ἑκάστην στεφανοῦσθε. Τεθεράπευκάς με, τέκνον, ἐν ταῖς τετράσιν, ἀλλὰ πάλιν ἀνταπέσταλκα αὐτάς, ἵνα μοι συμπληρωθείσας ἀποστείλῃς. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. 227 Μαρίᾳ αὐγούστῃ Νῦν δοξάζειν ἔστι τὸν θεὸν ἐπὶ παντὶ ἀνθρώπῳ τῷ ἐνισταμένῳ ὑπὲρ ἀληθείας Χριστοῦ, καθότι οὐ προτιμᾶταί τι τῶν ἐπὶ γῆς οὐδὲ μέχρις οἰκείας σαρκὸς χάριν τῆς ἀμωμήτου πίστες ἡμῶν τῶν χριστιανῶν· μάλιστα δὲ δοξάζειν ἔστιν, ὅτι σὺ ἡ δοκοῦσα διὰ τὴν βασιλικὴν ἀξίαν, προσθείην δ' ἂν καὶ διὰ τὴν γυναικείαν φύσιν καὶ ὅσα ἐξ ἀμφοῖν δυσχερῶς ἔχει, ὑποπτήσσειν καὶ προδιδεῖν τὴν εὐσέβειαν τοὐναντίον γενναίως ἔστης, στέφανον ὁμολογίας αἱρουμένη καὶ μηδενὶ τῶν ἐπιγείων ἔρωτι κρατουμένη. ὄντως βασιλικόν σου, δέσποινά μου, τὸ φρόνημα, ὑπερφερὲς τὸ τῆς ψυχῆς ἀξίωμα· μακαρία εἶ τελειοῦσά σου τὸν ἀγῶνα. ἔδωκας σύσσημον ἐν τῇ γενεᾷ ταύτῃ ἀρετῆς σου θεοτιμήτου, αἰνετόν σου γέγονε τὸ ὄνομα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. ἐφάνης μᾶλλον ἐν τῷ κόσμῳ βασιλεύουσα τῇ ἀρετῇ ἢ ὅτε διάδημα περιετίθετό σοι χρυσοκόλλητον. εὐλογημένη σὺ ἐν βασιλίσιν, ἄρτι κλέος μοναζουσῶν, ἄρτι φῶς ἐν κόσμῳ, ἐπεὶ καὶ πρότερον, ἀλλ' οὐ τοσοῦτον. στῆθι ἔτι, παρακαλῶ, μὴ πτοηθῇς, ἡ θεὸν ἐπίκουρον ἔχουσα, δι' ὃν πτοηθήσεταί σε ὁ δοκῶν πτοεῖν σε. ἠδίκησαι τὸ πρὶν ἀδικίαν ἀθεράπευτον παρὰ βασιλεῖ, τοῦ καὶ ὁμοζύγου, δι' ἣν καὶ τετάρακται πόσα καὶ πηλίκα ἡ ἐκκλησία τοῦ θεοῦ. μὴ καὶ ἄρτι; τότε ἠδυνήθη· παρὰ γὰρ τοῦ κρατοῦντος ἴσχυσεν ὁ διάβολος. οὐ μὴν ἄρτι· παρὰ σοῦ γὰρ τὸ προαιρεῖσθαι τὰ κράτιστα. πιστὸς ὁ θεός, εἰς ὃν ἤλπισας δοῦναί σοι τῆς τελειώσεως τὸν στέφανον. μόνον παρακαλῶ ἔτι μικρὸν ὅσον ὅσον ἐνεγκεῖν σε τὰς προσβολάς, τὰς ἀπειλάς, ἃς ἡ στερρότης σου ὡς ἀφρὸν θαλάττιον διαλύσειεν ἐν Χριστῷ Ἰησοῦ τῷ δεσπότῃ καὶ νυμφίῳ σου. Δέξαιό μου τὸ γράμμα ἐξ ἀγάπης πνευματικῆς καὶ ἀντιδοίης μοι τὴν ἱεράν σου προσευχήν. 228 Σπαθαρέᾳ Ἐκ πολλῶν προακηκοὼς τῆς κατὰ θεόν σου πολιτείας τὰ ἐξαίρετα ἄρτι καὶ πείρᾳ ἔμαθον δι' ὧν ἀπέστειλας τῇ εὐτελείᾳ μου ὅτι ἔχεις σπέρματα εὐσεβείας ἐν τῇ καρδίᾳ σου, μεμνημένη τῶν διὰ Χριστὸν πασχόντων. ὅθεν, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὴν ἀμέθεκτον τῆς τῶν αἱρετικῶν κοινωνίας. χάρις τῷ θεῷ ἐπὶ τῇ σεμνοπρεπείᾳ σου. τοῦ καλοῦ δὴ ἐκείνου ἀνθρώπου καὶ πᾶσιν ἐπιποθήτου σύμβιος ἡ κυρία μου· ἀγαθὸς ἀνήρ, γνώριμος ἡμῖν πάλαι. ὑμεῖς ἐξ ἀρχῆς καὶ φιλομόναχοι καὶ θεραπευταὶ τῶν ἐνδεῶν, ὥσπερ καὶ τανῦν· καὶ γὰρ ξενοδοχεῖσθαι πύθομαι παρὰ τῇ εὐλογημένῃ σου ἑστίᾳ καὶ Λιτόιον, τὸν ἡμέτερον υἱόν· τοὺς γὰρ ἄλλους αὐτὴ οἶσθα, οὓς καὶ περιέπεις. Ἀγαθή σου ἡ ἐργασία, εὐλογημένη σου ἡ χηρεία· φυλαχθείης ἐν ἅπασιν εὐαρεστοῦσα Χριστῷ καὶ τὸν ὑπὲρ ἡμῶν μισθὸν ἀμειβομένη ἐν τῇ αἰωνίᾳ ζωῇ, δέσποινά μου τιμιωτάτη. 229 Ὑπατίσσῃ Ἀνέγνων τὴν ἐπιστολὴν τῆς τιμιότητός σου, καὶ ἐπὶ μὲν τῇ ὑγιείᾳ σου ἐδόξασα τὸν θεὸν ὁ ταπεινός· ὑγιείαν δὲ λέγω οὐ τὴν τοῦ σώματος τοσοῦτον (ἔστι γὰρ ὅτε τισὶ καὶ ἀλυσιτελὴς αὕτη, ὁπότε οὐ πρὸς ἀρετῆς ἐστιν ἐργασίαν), ἀλλὰ τὴν τῆς ψυχῆς· αὕτη γὰρ ἀεὶ εὐκταία. πόθεν γνωστόν; ὅτι φυλάττεις ἑαυτὴν σώαν τῆς κοινωνίας τῆς χριστομάχου αἱρέσεως φόβῳ θεοῦ καὶ πίστει ὀρθοδόξῳ· ἐν οἷς κἀγὼ χαίρω, τοιαύτης γυναικὸς θεόφρονος ἀλείπτης ὑπάρχων. ἐπὶ δὲ τῇ θλίψει σου συνελυπήθην οὐ μετρίως, συμφορᾷ ἐπὶ συμφορᾷ δοκιμαζομένης. εὔχομαι οὖν ὡς ἐλάχιστος διασκεδασθῆναι τὰ προσπεσόντα σοι λυπηρὰ ἐλέει θεοῦ καὶ εἰς τὰ τέκνα καὶ εἰς τοὺς δούλους· σὺ δὲ φέρε, ὦ γύναι σεβαστή, εὐχαρίστως τὰ θλιβερά, ὅτι ὃν ἀγαπᾷ Κύριος παιδεύει, ἐπειδὴ διὰ θλίψεών ἐστιν ἐπιτυχεῖν ζωῆς αἰωνίου, φειδοῖ δὲ (ὑπομνήσκω) ἐν τοῖς ὑπὸ χεῖρα· ἀνιέντες, ὥς φησιν ὁ ἀπόστολος, τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν τοῖς οὐρανοῖς. οἶδα δὲ ὅτι φιλανθρώπως ἔχεις τὰ περὶ αὐτούς. καὶ μὴ βαρηθῇς ἐν τῇ ὑπομνήσει τῇ ἀγαπητικῇ. ἐν πᾶσιν οὖν ὁ Κύριός μου ἄθλιπτόν σε διατηρήσοι, εὐθηνουμένην ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὐτοῦ. 230 Μακαρίῳ ἡγουμένῳ Καὶ πρὸ ἀναγνώσεως, ἀπ' αὐτοῦ μόνου τοῦ ἐπὶ χεῖρας δέξασθαί με τὴν τῆς μακαριότητός σου ἁγίαν ἐπιστολήν, παρεκλήθη μου ἡ ταπεινὴ ψυχή, θεοτίμητέ μου πάτερ· ἐπεὶ δὲ καὶ ἀνέγνων, ἀπελύθην πάσης ὑπονοίας ὑπολυπούσης μου τὴν ταπείνωσιν, μαθὼν τῆς βρα δυγραφίας τὰς αἰτίας, καὶ ἐδόξασά μου τὸν ἀγαθὸν θεόν, εὑρηκὼς τὴν πνευματικὴν ἀγάπην τῆς θεοφιλίας σου διαμένουσαν εἰλικρινῆ πρὸς ἡμᾶς τοὺς εὐτελεῖς. ἀλλὰ καὶ διαμείνοιεν, ὦ εἰρηνοποιητὰ τοῦ παντός, θεὲ καὶ Κύριε· ἴσθι γάρ, φιλοθεώτατε, γνησίως φιλεῖσθαί σε παρ' ἡμῶν καὶ ἀρραγῆ τὸν τῆς ἀγάπης σύνδεσμον ἡμᾶς διατηρεῖν, καθότι καὶ προήχθημεν τὸ πρότερον γράψαι πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐμβεβηκότι σοι, οὐχ ὡς τοῦ εὐτελοῦς ἡμῶν γράμματος ὀνήσασθαί τι δυναμένου ἢ ἀλείφειν ἐξισχύοντος (πόρρω γὰρ τῶν τοιούτων ἡμεῖς καὶ λόγῳ καὶ βίῳ παρερριμμένοι), ἀλλ' ὡς τοῦ καιροῦ καὶ τῆς ἀγάπης ἀπαιτούσης· οὗ χάριν καὶ τὸ πρὸς ἄλλους ἀδελφοὺς καὶ πατέρας ἐπιστέλλειν ἠναγκάσθημεν. εὖ δὲ καὶ πάνυ εἰκότως λέλεχέν σου ἡ τιμιότης τὸν καιρὸν ἐξαγοράζειν φειδοῖ τῶν διωκόντων καὶ τῶν μὴ τὰ ἀδελφὰ φρονησάντων· ὧν τίς οὐ στενάξειεν τὴν πτῶσιν, χαλεπὴν οὕτω οὖσαν καὶ ἐπιβλαβῆ πάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ; εἰ κἀκείνοις ἀλογευθεῖσιν οἰκονομίας δοκεῖ εἰργάσθαι τρόπος, ὢ τῆς κακῆς ἀρχῆς καὶ ῥίζης– οἶδας ὁ πατὴρ ὃν λέγω, ἐξ οὗ καὶ οἱ λοιποὶ ᾤχοντο τῇ δυσβουλίᾳ. Ἀλλ' ὤ, πῶς ἀδακρυτὶ τὸν Φλουβουτῆς εἰς μνήμην ἐνέγκω; ἐπὶ μὲν γὰρ τῶν ἄλλων σύνηθες τὰ πραττόμενα καὶ οὐ τοσοῦτον ἐκπλήττοντα, εἰς δ' οὖν τὸν ἄνδρα ἐκεῖνον τί εἴπω, τί διανοηθῶ; ὤ, πῶς πέπτωκεν ὁ ἑωσφόρος; ὤ, πῶς κατηνέχθη ὁ οὐρανομήκης στῦλος; μικροῦ καὶ ἐξέστην τῇ ἀκοῇ καὶ ὡς πολλοῦ ἄπιστός μοι ἔδοξεν εἶναι, εἰ, ὃν ἐγὼ ἠπιστάμην ἐν πολλῇ πείρᾳ καί γε ἐν τῷ ἐξορίζεσθαί με ἐνταῦθα εἶδον καθ' ὁδοῦ καὶ ἔλαβον φωνὰς μαρτυρικάς, ἀναπείσαντα καὶ αὐτὸν τὸν Νικαίας μὴ συνελθεῖν εἰς κοινωνίαν, ὥς φησι, ἢ ἀπορρῆξαι ἑαυτὸν ἐκείνου συνελθόντος, οὗτος κοινωνὸς τοῖς χριστομάχοις γέγονεν καί, τό γε ἐλεεινότερον, ὅτι καὶ ἀναλγήτως ἔχει, ὡς πυνθάνομαι, ἐπὶ τῇ ἀσεβείᾳ, μηδὲ ῥῆμα πρόεσθαι εὐχῆς συγχωρητικῆς πρὸς τοῦτο εἰς θεὸν βουλόμενος. οὐ θαυμάζεις, ὦ ἄνθρωπε τοῦ θεοῦ; οὐ πεπλήρωται τὸ προφητικόν, ὅτι ἱερεὺς καὶ προφήτης ἅμα ἐξέστησαν; τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων καὶ κλαύσομαι ἐπὶ τῷ τηλικούτῳ συντρίμματι; οἱ τίμιοι καὶ ἰσόχρυσοι ἐγενήθησαν ὡς ἀγγεῖα ὀστράκινα. Ἀλλὰ τί τὰ ἄλλων κατοδύρομαι; εἰς ἐμαυτὸν ἐπιστρέψω τὸν θρῆνον. πῶς σωθῶ ἀπὸ τοῦ πονηροῦ; πῶς διαβιβάσοιμι τὸν ἐνεστῶτα ἀγῶνα ἀνίσχυρος ὤν, τῶν δυνατῶν ὀλισθησάντων; διὰ τοῦτο δέομαί σου τῆς ὁσιότητος, στῆθι κἂν αὐτὸς ὁ ἐκλεκτὸς τοῦ θεοῦ ἀκλινής, πάγιος, ἐρηρεισμένος ἐν τῇ ἀσαλεύτῳ πίστει Χριστοῦ, τῇ οἰκείᾳ στάσει στερεῶν καὶ βεβαιῶν σὺν πολλοῖς ἄλλοις, οἷς ἐστι πνεῦμα ζωτικόν, καὶ τὴν ἐμὴν χαυνότητα, φιλοῦσαν μὲν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθεῖν πάντα, ἀναξιουμένην δὲ διὰ τὰ ἄμετρα ἁμαρτήματα. ἐρρωμένον σε καὶ ἰσχύοντα μετὰ θεοῦ κατὰ τῶν κατὰ θεοῦ ἡ μεγάλη χεὶρ τοῦ Κυρίου διαφυλάξειεν, τὸν ἐμὸν πατέρα καὶ δεσπότην. 231 Ἀθανασίῳ ἡγουμένῳ Ἀδολεσχοῦντά με ἤδη ἐκ πολλοῦ χρόνου καὶ ποθοῦντα μαθεῖν τὰ τῆς ὁσιότητός σου, ἐπιστὰν τὸ θεοφιλές σου γράμμα, ὅσον εὔφρανεν καὶ ἥδυνεν τί χρὴ καὶ λέγειν; ἀπελύθην γὰρ τῆς μερίμνης καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, γνοὺς τὸ ὑγιές σου τῆς τε τοῦ σώματος ἕξεως καὶ τοῦ καταστήματος τῆς τιμίας σου ψυχῆς· οἵα γὰρ ἡ ἐπιστολή, ἀγάπης ἀδελφικῆς ἐπίμεστος, ἀνδρείας θεϊκῆς ἀνάπλεως, ζήλου διαπύρου κατάκαρπος, τῶν χαρισμάτων ὄντως τοῦ πνεύματος πεπληρωμένη, καὶ ταῦτα ἐν εἱρκτῇ ὄντος σου σιδηροδεσμίου, ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς σταθηρᾶς σου καρδίας· ἐμαστιγώθης μετὰ Χριστοῦ, οὐχ ἅπαξ ἀλλὰ καὶ δίς, καὶ τετυμμένος ἐγεγήθεις καὶ τὴν ἐξορίαν εἵλου περιχαρῶς καὶ ὡς ἐντρυφήματα τὰ ὑπὲρ θεοῦ σοι βασανίσματα ἐγεγόνει. διὰ τοῦτό σε καλῶ πατέρα μου καὶ πατέρα πολλῶν, ἀθλητὴν εὐσεβείας, στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ ὁμολογουμένως ὁμολογητὴν Χριστοῦ, οὐχ ἕνα δίαυλον διανύσαντα ἐν τῷ δρόμῳ τῆς μαρτυρίας, εἶτα ἠτονηκότα καὶ εἰς τοὐπίσω τραπέντα, ὡς οἱ περὶ Ἰωσὴφ ὀλισθήσαντες (ἐν οἷς ἐκεῖνο ἂν λεχθείη εἰκότως· οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἷς μεγάλη μὲν ἡ ἀνομία, μείζων δὲ ἡ αἰσχύνη ἐν μέσῳ τοῦ κόσμου μετὰ καὶ τῆς ἀρᾶς τῆς μυλιονίτιδος τοῦ σκανδάλου), ἀλλὰ πολλοὺς καὶ καλοὺς διαμείβοντα καὶ διαμείψοντα, εὖ οἶδ' ὅτι, εὐδοκίᾳ θεοῦ ἐπὶ τέλει τῶν στεφάνων. Χαῖρε κράτιστε Ἀθανάσιε, τὸ μέγα παρὰ πᾶσιν καὶ σεβάσμιον ὄνομα, εἰκότως σοι ἐπιτεθὲν καὶ κατὰ φερωνυμίας λόγον· χαῖρε ὅρπηξ εὐστέλεχε Κυρίου, οὗ πρὸς σὲ ἡ ἀνάπαυσις. ἐν τίνι, φησί, κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. χαίροις ἐμοὶ προσφιλέστατε καὶ τεκνοπάτωρ, τὸ μὲν διὰ τὸν πόθον, τὸ δὲ διὰ τὸ ἀξίωμα, ὁ συνεργὸς καὶ σύναθλος, εἴπερ ἔνεστιν εἰς ψήφισμα κἀμὲ τὸν ἀχρεῖον λαμβάνεσθαι· διότι οὐδὲν ἀγαθὸν κέκτημαι οὐδὲ συνεισήνεγκα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, εἰ δὲ καὶ ἔστιν, αὐτῷ ἡ χάρις, συνυπουργούντων καὶ ὑμῶν τῇ ὁμοτροπίᾳ διὰ τῆς ἀλληλουχίας, ἵνα, καθὼς γέγραπται, ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Αὕτη ἡ μικρά μου προσφώνησις τοῦ εὐτελοῦς. σὺ δέ, ὦ ἱερὰ κεφαλή, τῷ καλῷ σου θεμελίῳ ἐποικοδομῶν, τελείωσον σεαυτὸν οἶκον θεοῦ, μέχρις αἵματος ἑτοιμαζόμενος ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, τὰ αὐτὰ κἀμοὶ ἀεὶ ὑπερευχόμενος, ὡς ἂν μὴ διὰ τὰς ἁμαρτίας ἀποσχισθείην τῆς ἱερᾶς ὑμῶν τριάδος μηδ' αὖ τῶν ἄλλων ἰσοκλεῶν ὑμῖν πατέρων· εἰσὶ γὰρ ἔτι οἱ μὴ κάμψαντες γόνυ τῇ Βαάλ. 232 Φιλίππῳ μονάζοντι Τὰ συμβεβηκότα σοι, τέκνον πνευματικόν, γνωστὰ ἡμῖν ἐγένετο· τί ταῦτα; ὅτι μετὰ τὸ ὁμολογῆσαί σε ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἐν ὠσὶν τοῦ τε οἰκονόμου καὶ τῆς συμπαρούσης ἀδελφότητος τέκνον ἡμῶν εἶναι καὶ συναρίθμιον τοῖς ἄλλοις, ἔτυχεν κοιμηθέντος τοῦ κατὰ σάρκα σου πατρὸς ληφθῆναί σε εἰς προστασίαν τῶν ἐν τοῖς αὐτόθι ἀδελφῶν μεσιτείᾳ τοῦ ἀδελφοῦ Θεοδούλου καὶ τέκνου ἡμῶν, ἀποσταλέντος αὐτοῦ παρά τε τοῦ οἰκονόμου, τοῦ τε ἀντιπροσώπου μου καὶ τῶν ὑπ' αὐτῷ ἀδελφῶν, εἰς αὐτὸ τοῦτο συνεργησάντων πάντων. καί γε ἐδεξάμεθα καὶ ἡμεῖς οἱ ταπεινοὶ τὴν ψῆφον, σφραγισάμενοι ἐν Πνεύματι Ἁγίῳ τὸ γεγονός, εἶναί σε ἡγούμενον τοῦ τῇδε μοναστηρίου ὡς ὑφ' ἡμῶν αὐτῶν προβληθέντα καὶ δοθέντα εἰς κεφαλὴν τοῦ σώματος τῆς αὐτῆς ἀδελφότητος, διὰ σοῦ προσειληφότες τοὺς ἅπαντας. χαίρομεν οὖν ἐν τούτοις καὶ ἔχομέν σε ἐν τοῖς αὐτόθι ἑπόμενον καὶ μαθητιοῦντα ἡμῖν, προηγούμενον δὲ τῶν λοιπῶν ἐν Κυρίῳ. βλέπε οὖν, τέκνον, πῶς μέλλεις βιοῦν, θεοπρεπῶς καὶ κεκανονισμένως, τῇ κατὰ τὴν ἀδελφότητα ἡμῶν μιμήσει, εὐθυνόμενος εἰς πᾶσαν ἐντολὴν θεοῦ. ἐπειδὴ δὲ τὸ ζητούμενον ἄρτι ἡ τῆς ὀρθοδοξίας φυλακή, φύλαξαι, τέκνον, τῆς τῶν αἱρετικῶν κοινωνίας παντάπασιν ἀπεχόμενος, ἕτοιμος εἶναι εἰς πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπὲρ Χριστοῦ, δι' ὃν καὶ ὁ πόλεμος πανταχοῦ τοῦ διωγμοῦ. στῆθι κραταιῶς πρὸς τὰς προσβολὰς τῶν ὑπεναντίων τῆς πίστεως, μὴ πτοηθῇς, μὴ προδῷς τὸν Χριστὸν προδιδοὺς τὴν ἀλήθειαν· ἐὰν δεῖ διωχθῆναι, χαίρων διώχθητι, καλὸν τὸ συμφυγαδευθῆναι Χριστῷ· ἐὰν ἀπαιτοίη καὶ ἄλλο τι ὁ καιρός, δὸς τὸ σῶμά σου εἰς μάστιγας, τὸ αἷμα εἰς μαρτύριον Χριστοῦ, συνδιεγείρων ἐν τούτῳ καὶ τοὺς ὑπὸ χεῖρά σου τὰ αὐτὰ παθεῖν, διδάσκων, νουθετῶν, παρακαλῶν, ἀλείφων, ὁπλίζων ὡς καλὸς πρωτοστρατιώτης Χριστοῦ. ἄρεσον τῷ στρατολογήσαντί σε θεῷ εἰς τὴν καλὴν στρατείαν ταύτην, μὴ συνδεόμενος τῇ ἐπιθυμίᾳ τῶν γηίνων, ὅτι πάντα παρερχόμενα καὶ ξένα ἡμῶν, διότι πάροικοι πάντες καὶ παρεπίδημοι. ποῦ ὁ ἐνεγκών σε εἰς φῶς; οὐ παρῆλθεν; οὐ πάντα εἴασεν, ἓν μόνον ἀράμενος, τὸ φορτίον τῶν ἔργων, εἴτε καλὸν εἴτε ἄλλως; Ἐὰν οὕτω εὐθυνθῇς πολιτεύσασθαι, ἰδοὺ μετὰ σοῦ τὸ πνεῦμα τῆς ταπεινώσεώς μου. ὁμολογῶ σε μέλος μου εἶναι τίμιον, τέκνον γνήσιον ἐν μερίδι τῆς ἡμετέρας ἀδελφότητος, οἰκειότερον δὲ εἰπεῖν ἐν κλήρῳ ἁγίων. εἴληφας τὸ ποίμνιον Χριστοῦ, ἀγρύπνησον, ποίμανον, κοπίασον ὡς Ἰακὼβ τῷ παγετῷ τῆς νοητῆς νυκτὸς καὶ τῷ καύσωνι τῆς ἡμέρας, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ πλανώμενον ἐπιστρέφων, τὸ συντετριμμένον καταδεσμῶν, τοὺς νοητοὺς θῆρας εὐχαῖς ἀποσοβῶν, σεαυτὸν περὶ πάντα παρεχόμενος τύπον καλῶν ἔργων, ἵνα βασιλείας οὐρανῶν διὰ τῆς εὐαρέστου ποιμνιαρχίας ἄξιος ἔσῃ, προσευχόμενος ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὡς διδάσκειν ἐπιστεύθημεν ὑπὸ θεοῦ καὶ πράττοντες πορευώμεθα. ἔρρωσο, ἄνερ. 233 Κωνσταντίνῳ κουράτορι Ἀκοὴ ἀγαθὴ τῆς τιμιότητός σου ἐλθοῦσα ἐν ὠσί μου ἔπεισέν με ἐπιστεῖλαί σοι, ἄνερ ἀγαθέ. τίς δὲ αὕτη; ὅτι μετὰ τῆς ἄλλης σου ἀρετῆς, ἧς ἔσχες ἀπὸ χάριτος θεοῦ, ἔτι ἔχεσαι ἀκακίας, φυλάττων τὴν ὀρθόδοξον πίστιν ὡς θησαυρὸν ἐν τῷ ταμιείῳ τῆς τιμίας σου ψυχῆς καὶ ἀφιστάμενος τῆς κοινωνίας τῶν αἱρετικῶν. χάριν πολλὴν ἔσχον ἐν τούτῳ τῷ θεῷ μου, ὅτι λαϊκοὶ ἴσα μονάζουσιν ἀγωνίζονται εὐαρεστεῖν Κυρίῳ, φεύγοντες τὸν βόθρον τῆς αἱρέσεως· βόθρος γάρ ἐστιν ὡς ἀληθῶς, ἀδελφέ, καὶ παγὶς διαβόλου, καὶ ἡ κοινωνία αὐτῶν διίστησι τοῦ Χριστοῦ τὸν ἁλῶντα καὶ μακρὰν τῆς ποίμνης Κυρίου ἀποφέρει. ὡς γὰρ τὸ φῶς ἀπὸ τοῦ σκότους κεχώρισται, οὕτως καὶ ἡ ὀρθόδοξος μετάληψις τῆς αἱρετικῆς κοινωνίας· ἡ μὲν γὰρ φωτίζει, ἡ δὲ σκοτίζει, καὶ ἡ μὲν ἑνοῖ τῷ Χριστῷ, ἡ δὲ τῷ διαβόλῳ, καὶ ἡ μὲν ζωοποιεῖ τὴν ψυχήν, ἡ δὲ θανατοῖ. Καλῶς οὖν ποιεῖς, ἐπὶ τὴν πηγὴν τῆς ζωῆς τρέχων καὶ οὐκ ἀρυόμενος τοῦ θανασίμου ποτηρίου τῆς ἀσεβείας, ἧς τὸ τέλος ὄλεθρος αἰώνιος. μακαρίζω σε πάνυ· ἀλλὰ βλέπε ἵνα καθὼς ἐνήρξω καὶ τελειώσῃς ἐν τῇ δυνάμει Χριστοῦ, τοῦ ἔχοντός σε προσλαβέσθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν διὰ τοῦ ἀγαθοῦ τέλους. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἀδελφὲ ὁμόπιστε. 234 Σισόῃ ἐπισκόπῳ Ἤινεσα τὸν θεὸν ἡμῶν τὸν ἀγαθόν, ἐντυχὼν τοῖς γράμμασι τῆς ἁγιωσύνης σου, ἠγαπημένον μου τέκνον καὶ ἀδελφὲ καὶ πατήρ, ὅτι καὶ ταπείνωσίς σοι πρόσεστι καὶ πίστις κραταιὰ καὶ προθυμία ζέουσα καὶ εὐψυχία ὑπομονῆς καὶ σοφία λόγου, ᾗ οὐκ ἠδυνήθη ὑπαντῆσαι ὁ υἱὸς τῆς ἀπωλείας καὶ μυωξὸς τῆς ἀλογίας· καὶ χάρις θεῷ τῷ εὐθύβολον δόντι σοι στόμα καὶ γλῶσσαν διατέμνουσαν αἱρετικὴν γλωσσαλγίαν. Νῦν οὖν, υἱέ μου γνήσιε καὶ πατὴρ πολυπόθητε, ἔτι ἀγώνων ἔπαθλα, ἐπείπερ ἔμαθον ὅτι μετέστης εἰς τὸ κολαστήριον. στῆθι, παρακαλῶ, ἄνδρισαι, δέομαι, ἀρίστευσον, ἀντιβολῶ, δεῖξον ἔργα δυνάμεως θεοῦ ἐν τῇ ἀσθενεῖ ταύτῃ σαρκί, πρὸ τῶν ποδῶν σου ἱκετεύω· ἀπείποι ὁ κολάζων τῶν ἄλλω, τοῖς σοῖς ἡττηθεὶς ἀγωνίσμασιν. ἐν ἐπισκόποις, φῶς μου, λάμψον, ἐν μονάζουσι, ζωή μου, κορυφώθητι, ἐν ὁμολογηταῖς, σπλάγχνον μου ὁμοῦ καὶ κορυφή, στεφανώθητι· αἰνεσάτωσαν ἐπὶ σοὶ ὁ οὐρανὸς καὶ ἡ γῆ, δοξασάτωσαν ἱερεῖς καὶ ἱεράρχαι ὁμοῦ τε καὶ μονασταί, τῶν ἑαυτῶν ἕκαστος εἰσποιούμενος εἰς ἐγκαλλώπισμα διὰ τοῦ οἰκείου ἀξιώματος. ἔστω, ταλαιπωροῦμεν, λιμώττομεν, ἐκλείπομεν δίψει, ἀπορούμεθα, ἐξαπο ρούμεθα, προσθείην, μαστιγούμεθα· ἐπὶ ξύλου ὁ ποῦς, ἐπὶ δεσμοῦ ὁ τράχηλος, μάχαιρα, τὸ τελευταῖον, πῦρ. τί πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν; τί πρὸς τὰ ἐν ἐπαγγελίαις ἀγαθά; καὶ ὅτι οὐκ ἔστι διὰ Χριστὸν πάσχοντα μὴ Χριστὸν ἔχειν ἐπικουροῦντα καὶ τοσοῦτον παραχωροῦντα πειρασθῆναι, ὁπόσον καὶ οἷόν τε ἐνεγκεῖν ἡμᾶς· μὴ γὰρ ἄλλος ἐστὶν ὁ θανατῶν καὶ ζωογονῶν; μὴ δὴ οὖν, ἀδελφέ, ἀτονήσωμεν, ἀκούοντες τοῦ λέγοντος, πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ. Οὕτως ἐλπίζω τὰ περὶ σοῦ, οὕτω καὶ αὐτὸς προσεύχου τὰ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐῶν οὓς ἀναξίως προσάπτεις μοι ἐπαίνους· εἰμὶ γὰρ ἐλαχιστότερος πάντων ἀνθρώπων. 235 Βησσαρίωνι τέκνῳ Ἡδέως ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον μου, ἐν τῷ εὑρεῖν με τὴν ὑγίειάν σου καὶ προθυμίαν, τὴν ὑπομονὴν καὶ παράκλησιν· μακάριος εἶ, τέκνον μου Βησσαρίων, ὅτι διὰ Χριστὸν πάσχεις, φυλακὴν κατακριθεὶς παρὰ τῶν ἀσεβούντων, ἥτις ἐστὶ δόξα σοι καὶ στέφανος· τί οἴει πανθάνειν τοὺς Κρῆτας, ἀκούοντας ὅτι ὁμολογητὴς Χριστοῦ εἶ; εὐκλέησας καὶ τὸ γένος καὶ τὴν πατρίδα σου κἀμὲ τὸν ἀνάξιον, καὶ μέντοι τοὺς ἀδελφούς σου. ὀξύνου εἰς γνῶσιν θεοῦ, ἐπιστόμιζε τοὺς προσβάλλοντάς σοι αἱρετικούς, ὅτι Χριστὸς ἡ Χριστοῦ εἰκὼν τῇ κλήσει οὐ τῇ φύσει, ἐν ᾗ τιμᾶται (ὡς καὶ τοὐναντίον), οὕτως τῆς Θεοτόκου, οὕτως ἑκάστου ἁγίων. ἐν τῇ ὑπομονῇ σου κτῆσαι τὸν μισθόν σου, μνημονεύων κἀμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα διασῴζωμαι ἐν πᾶσιν. 236 Ὑπατίῳ τέκνῳ Ἠρέσθην ἐν τοῖς γράμμασί σου, τέκνον μου, ὅτι ἐκεῖνα στέργεις καὶ ἀγαπᾷς, οἷα καὶ ὅσα φιλῶ ἐν Κυρίῳ, ὥστε ἀποδέξασθαί με καὶ τὴν προτέραν σου πρόθεσιν καὶ τὴν ὑστεραίαν ταπείνωσιν. ἔσο τοίνυν, τέκνον, εὐαρεστῶν τῷ θεῷ μετὰ τοῦ ἀδελφοῦ Λουκιανοῦ· οὐδὲ γὰρ εὐαγὲς οὔτε ἀπρόσκοπον διῃρημένους ὑμᾶς εἶναι, οὐ μόνον ἀδελφοὺς ὄντας, ἀλλὰ καὶ ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ χωρισθέντας. οὐκ ἀρκεῖ μοι τοῦτο, ἀλλὰ καὶ μετὰ χώρισιν πάλιν χώρισις; φεῦ τοῦ κακοῦ· μή, παρακαλῶ. εἰ καὶ παρὰ διαβόλου, βασκαίνοντος τὴν ὁμόνοιαν καὶ διὰ τοῦτο ἢ ἀπεχθείας ἢ σχέσεις παραρτύοντος, ὡς ἐξ ἀμφοτέρων τὸν χωρισμὸν ἐργάσασθαι, ἀλλ' ἡμεῖς γε, τὰ νοήματα αὐτοῦ μὴ ἀγνοοῦντες, βιαζοίμεθα τὴν φύσιν καὶ ἕλκωμεν διὰ ταπεινώσεως τὸν ἔλεον τοῦ θεοῦ πρὸς τὸ μὴ διίστασθαι ἡμᾶς· εἴη γὰρ ὁ Χριστὸς οὕτω μεθ' ὑμῶν. τίς Πέτρου καὶ Ἰωάννου μείζων ἐν ἀπο- στόλοις; ἀλλὰ καὶ Πέτρος παραχωρεῖται ὑπὸ Ἰωάννου δημηγορεῖν, παίει καὶ Πέτρος, Παύλου λαλοῦντος· οὐ γὰρ ὅπως τὸ πρωτεῖόν τις ἁρπάσοι, ἀλλ' ὡς ἂν τὸ χρειῶδες γίνοιτο καὶ τὸ τακτικὸν αὐτοῖς ἐσκοπεῖτο. Οὕτω καὶ αὐτοὶ μιμηταὶ εἴητε τῶν ἁγίων. χαίρω ὅτι διὰ σοῦ προέρχεται λόγος εἰς τοὺς ζητοῦντας, ἀλλὰ μετὰ συμβουλίας. ἀλλὰ μὴ εἰς ὄψεις γυναικείας ἐκτὸς ἀνάγκης ἔρχεσθε, μή που πλήξωμεν ἢ πληγῶμεν ὡς ἔτι ἰάσασθαι προαιρούμεθα ἄλλους, καὶ τὰς προσόδους ἐξ ἀναγκαίου· τὸ φιλογύρευτον ἄκαρπον καὶ διαλυτικὸν ψυχῆς. ταῦτα γινώσκων φύλασσέ μοι ἑαυτὸν σῶον. 237 Βασσιανῷ τέκνῳ Ἐπισκέπτομαί σε καὶ αὖθις διὰ τοῦ γράμματος, τέκνον μου Βασσιανέ, καὶ χαιρετίζω σε ἐν Κυρίῳ. ζῆθι, γήθου, εὐφραίνου, ὅτι ἠξίωσαι διὰ Χριστὸν ἐν φυλακῇ εἶναι, ἐν μονώσει, ἐν θλίψει, ἐν στενοχωρίᾳ· ἀνατελεῖ σοι μικρὸν ὕστερον χαρὰ ἀνεκλάλητος ἐπὶ τέλει τῶν ἀγώνων. διό, τέκνον, στέρξον, καρτέρησον ἐν Κυρίῳ, τὰς αἰωνίους ἀμοιβὰς ἀναλογιζόμενος, ὅτε σκιρτήσεις αἰώνια· βλέπε ὅτι ὁ διάβολος παντί ἐστιν ἐφεδρεύων, ζητῶν τὴν ἀπώλειαν ἡμῶν, ἵνα συμποδίσῃ, ἵνα σκοτώσῃ τὸν νοῦν. μὴ δῷς αὐτῷ χώραν· γρηγόρει καὶ ἐν τῇ φυλακῇ, ὅτι καὶ μᾶλλον ὧδε ἀγριώτερος καθίσταται ἡμῖν, μεμονωμένοις οὖσι καὶ οὐκ ἔχουσιν ὑπό τινων περιέλκεσθαι ὧδε κἀκεῖσε. σὺ οὖν χρῶ ἐργοχείρῳ, ἀναγνώσει, στιχολογίᾳ, προσευχῇ, ἐννοίαις οὐρανίοις, ἵνα μὴ ἀργὸν καὶ ἄπρακτον εὑρίσκων σε βάλλοι· ἀλλὰ καὶ ὁσάκις τιτρώσκει, τοσαυτάκις ἀνταναιρείσθω φόβῳ θεοῦ καὶ μηδαμῶς κάτω ἡμᾶς ἐχέτω. μέγα τὸ σωθῆναι, μεγάλων καὶ ἀγώνων χρεία. συγχωρηθείη σοι τὰ ἕως τοῦ παρόντος· νῦν ἠρξάμην, εἰπὲ καὶ αὐτός, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μνημόνευε τῆς ταπεινώσεώς μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ὁ Κύριος μετὰ σοῦ. 238 Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ Καὶ νῦν δεξάμενος τὴν ἐπιστολήν σου, τέκνον μου ἠγαπημένον, ἀπεδεξάμην, ἐπιγνοὺς τὴν ἀληθινὴν πίστιν σου καὶ ἀγάπην, οὐ μὴν ἀλλὰ καὶ εὐγενῆ καὶ ἱεράν σου πρόθεσιν, ἣν ἔχεις ὑπὲρ ἀληθείας θεοῦ, ἕτοιμος ὢν πάντα παθεῖν ὑπὲρ αὐτοῦ. εὐλογητὸς Κύριος ὁ οὕτως ἑτοιμάσας καὶ παρασκευάσας σε· τοῦτό με μάλα εὔφρανεν, τοῦτό με εἰ φίλτρον σου περισσότερον ἤγαγεν, εἶτα κἀμὲ ἐστερέωσεν· ὑμῶν γὰρ σπενδομένων διὰ Χριστὸν ἐγὼ ἐστερέωμαι ὁ ταπεινός. ἐν τῇ τοιαύτῃ οὖν διαθέσει συντηρήσειεν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον (κοινῶς λέγω διὰ τὸ μαθεῖν με σὺν σοὶ εἶναι καὶ τὸν ἀδελφὸν Ἰωάννην, τὸ ἐξ ἴσου ἠγαπημένον μου τέκνον)· τοῦτο γάρ ἐστιν ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἡ τοιαύτη, λέγω, παρασκευὴ καὶ ἑτοιμασία. Ἀλλὰ προσεύχεσθε, παρακαλῶ, καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ τελειῶσαί με ἐν Κυρίῳ τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐ μόνον τὸν ὁρώμενον, ἀλλὰ καὶ τὸν νοούμενον. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν· ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 239 Δωροθέῳ τέκνῳ Καὶ πάλιν κατάρχω τοῦ γράφειν σοι, τέκνον μου ἠγαπημένον· ἣν γὰρ ἐδεξάμην ἐπιστολήν σου, ἀπόδοσις ἦν προτέρων μου γραμμάτων. πῶς οὖν ἔχεις ἐρωτῶ, πῶς διαβιβάζεις σου τὰς ἡμέρας. καλῶς, οἶδ' ὅτι (λέγω δὲ κατὰ θεόν· τί γὰρ ἡδύτερον τοῦ ὑπὲρ ἀληθείας πάσχειν;), πρὸς δὲ τὸ σῶμα καὶ λίαν θλιπτικῶς, φυλακῆς οὔσης καὶ ταύτης κακίστης, ἔπειτα καὶ τοῦ διδομένου σοι ἄρτου δυσβρώτου ὄντος, καθὼς ἀπηγγέλη μοι. ἀλλὰ τί πρὸς τὸν κατέχοντά σε ἀτεράμονα καὶ στρατοφύλακα, ἀλλ' οὐ μονάζοντα, πολλοῦ γε εἰπεῖν ἡγούμενον; ἤνεγκεν δὲ ὅμως ὁ καιρὸς ἵνα φανῶσιν οἱ τοῦ θεοῦ καὶ τὰ ζιζάνια ἐξ ἐναντίας. ἐπὶ τῆς μοιχοσυνόδου προεφασίζοντο προφάσεις ἐν ἁμαρτίαις· ἀπηλέγχθησαν τανῦν ὅτι κἀκεῖνα ἀσεβοῦντες ἐποίουν. Ἐκεῖνοι μὲν οὕτως. σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, ὡς τὰ πάλαι διὰ Χριστὸν οὕτω τε καὶ τανῦν πάσχεις, φρουρὰν οἰκῶν δι' αὐτόν, μόνος ὢν ἐν αὐτῇ, ἀλλ' οὐ μόνος· ὁ Χριστὸς γὰρ μετὰ σοῦ καὶ ὁ φύλαξ τῆς ζωῆς σου ἄγγελος. ὑπομείνωμεν, παρακαλῶ, τὸν τῆς ὑπομονῆς τοὺς στεφάνους ἡμῖν ἑτοιμάζοντα· εἰ καὶ πνιγόμεθα τῇ ὀλιγωρίᾳ, ἀλλὰ γλυκανθῶμεν τῇ ἐλπίδι· εἰ καὶ στενούμεθα ταῖς χρείαις, ἀλλ' εὐψυχῶμεν τῇ ἀποκαραδοκίᾳ. τί γάρ; οὐ δυνατὸς ὁ Κύριος ὀμβρίσαι ἀορασίᾳ ἄρτους, πᾶν εἴ τι ἐδώδιμον ἄλλο; ἀλλὰ ἀναμένει τὴν ὑπομονὴν ἡμῶν, ἵνα στεφανώσῃ, ὅπως δοξάσῃ καὶ εὐφράνῃ εἰς αἰῶνας. ναί, τέκνον, δέομαι, φέρε γενναίως, ἡμέραν ἐξ ἡμέρας διαβιβάζων καὶ μὴ μακροτονίᾳ χρόνου ἀκηδίαν ἐμποιῶν ἐν τῇ ψυχῇ σου. ἰδοὺ ὡς ὄναρ ὁ κόσμος οὗτος· πάντα παρελεύσονται, ὁ δὲ ποιῶν τὸ θέλημα Κυρίου ζήσεται ἀιδίως καὶ οὐκ ἀποθανεῖται. τούτοις τοῖς ἐνθυμήμασι νεαροποιῶν ἀεὶ τὴν ψυχήν σου, χαῖρε, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς. 240 Δωροθέῳ τέκνῳ ἑτέρῳ Καλὲ Δωρόθεε, χαῖρε· εἴη σοι χάρις, ἔλεος ἀπὸ θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ ἐνισχύσαντός σε ὑπὲρ αὐτοῦ ἐκδοῦναι ἑαυτὸν εἰς μάστιγας καὶ πληγάς, εἰς φυλακὴν καὶ ἐξορίαν. πόθεν σοι τὸ ἀγαθὸν τοῦτο; ἐξ ἀφανῶν ἐμφανὴς ἐγένου, ἐξ ἀδόξων ἔνδοξος, ἐξ ὑστερήσεως τῶν ἐν Κυρίῳ ἀδελφῶν σου μέγας καὶ τίμιος. βλέπεις πῶς σοι διαλέγομαι ὁ ταπεινός; πολλοὶ τῶν προαγόντων σε ἐπιθυμοῦσι συλλαβήν μου δέξασθαι, σοὶ δὲ μετ' ἐγκωμίων τὸ γράμμα· οὕτως γὰρ ὁ θεὸς δοξάζει τοὺς δοξάζοντας αὐτόν. αἴνει τὸν θεόν, εὐχαρίστει, ὅτι ἐποίησέν σοι μεγάλα καὶ θυμαστά, ὁμολογητὴν αὐτοῦ ὀνομάζεσθαι νῦν ἐν τοῖς χριστιανοῖς. πολλοὺς ἀπέκρυψας ἐπισκόπους, πολλοὺς ἡγουμένους, πολλοὺς ἐρημίτας, ἐκλάμπων ἐν τῇ ἐκκλησίᾳ· βλέπε τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου. μὴ ἀπονυστάξῃς, μὴ ἀποπέσῃς, μέχρι θανάτου ἀγώνισαι ἐν ὑπομονῇ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος, φησί, σωθήσεται. φυλακῇ πάσῃ τήρει ἑαυτὸν μὴ παραρρυῆναι ἐν πάθει τινὶ ἀτιμίας· καὶ τοῦτο γὰρ μαρτύριον μέγα, τὸ τηρεῖν τὸ συνειδὸς καθαρὸν ἀπὸ ἁμαρτίας. καθάριζε αὐτὸ ἀεὶ διὰ μετανοίας, διὰ δακρύων, διὰ προσευχῶν, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὦ σεσωσμένος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου πλεῖστα. ὁ θεός σε, τέκνον μου ἠγαπημένον, περὶ πάντα διαφυλάξειεν ἀβλαβῆ καὶ ἀπήμονα, πληροῦντα τὸν προκείμενόν σοι ἀγῶνα ἐν Κυρίῳ. ἀμήν. 241 Τίτῳ καὶ Φίλωνι τέκνοισ Ὦ καλὲ Τῖτε καὶ ὦ καλέ μου Φίλων, τί τὸ ξένον θέαμα, ὅτι ἐκ τῶν πολλῶν ἀδελφῶν ὑμῶν ὑμεῖς ἐξελέχθητε παρὰ θεῷ ὁμολογεῖν αὐτῷ καὶ διὰ τοῦτο εἶναι ἐν φυλακῇ; πάντως ὅτι πολὺ ἠγαπήσατε, πάντως ὅτι ἀληθῶς ἐπιστεύσατε. εὐλογῶ οὖν τὸν θεόν μου καὶ Κύριον, τὸν μεγαλεῖα ποιήσαντα ἐν ὑμῖν. βλέπετε, ἀδελφοί, καθὼς καὶ προέγραψα ὑμῖν, στῆτε γενναίως, ἀνολιγώρως, κραταιῶς, καθὼς ἐκλήθητε ὑπὸ θεοῦ· δοξάσατε αὐτὸν ἐν τοῖς μέλεσιν ὑμῶν, μὴ παραδέξησθε διδασκαλίαν αἱρετικοῦ, μὴ ὀκλάσητε πρὸς τὴν κακοπάθειαν τῆς φυλακῆς, ἀκούοντες τοῦ λέγοντος ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μνημονεύετε κἀμοῦ τοῦ ἁμαρτωλοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 242 Νικολάῳ μάγκιπι Πῶς οἴει δέχεσθαί με τὰς ἀποστολάς σου καὶ εὐλογίας, ἠγαπημένε ἄνερ; οὐδ' ἂν χρυσίου τάλαντα τοσαῦτα ἡδύτερόν μοι εἰς ὑποδοχήν, διότι ἐξ ἀνθρώπου ὀρθοδόξου, φυλάττοντος ἀρχαίαν ἀγάπην καὶ μὴ ἑαλωκότος τῇ κοινωνίᾳ τῆς αἱρέσεως· ὃ καὶ μάλα με ξενίζει, πῶς ἐν μέσῳ πυρὸς ἄφλεκτος διαμένεις. ἀλλὰ γὰρ καὶ ἔτι διαμενεῖς θείᾳ προμηθείᾳ, ὡς ἂν μέγα δῶρον ἀπενέγκοις τῷ θεῷ τῆς οἰκείας σωτηρίας. Πάνυ δὲ ἐθεραπεύθην καί γε μεμακάρικά σε, ὅτι τὸν γραμματηφόρον ἐν ἡμέρα ἑορτῆς ἔλαβες συνδαιτυμόνα ἐν τόπῳ ξένῳ καὶ τραπέζῃ πληθούσῃ· ἀνθ' οὗ ἀνακλινεῖ σε ὁ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ εἰς εὐφροσύνην αἰώνιον. 243 Ἰσιδώρῳ λαϊκῷ Καὶ πάλιν κόπους σοι παρέσχον, ἄνθρωπε τοῦ θεοῦ καὶ γνήσιε φίλε, ἐπὶ ταῖς ἀποστολαῖς σου· ἀλλ' ὁ Κύριος ἀντιμετρήσει σοι μισθὸν ἐπουράνιον, ὃν χρῄζεις παρὰ Κυρίου, ὑπὲρ οὗ καὶ μετέρχει βίον παρθενίας καὶ εὐλαβείας, σχολάζων ἐν ἐκκλησίαις, διατρίβων ἐν ἔργοις εὐσεβείας ὡς φιλομόναχος, ὡς ἄπλαστος, οἰκῶν οἰκίαν κατὰ τὸν πατριάρχην Ἰακώβ. ἔτι παρακαλῶ ἔχεσθαί σε τῆς ὀρθοδοξίας καὶ ἀποχῆς τῆς αἱρετικῆς κοινωνίας, δι' ἣν ἕξομεν παρρησίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. Μιμνήσκου ἡμῶν εὐχὰς ἁγίας ποιούμενος, τιμιώτατέ μου καὶ ποθεινότατε. 244 Ἡγουμένῃ Ἀπήγγειλέν μοι ὁ ἀδελφὸς ἑωρακέναι σου τὴν τιμιότητα καὶ ὡς ἔρρωται κατὰ πνεῦμα, τὴν δι' ὑπομονῆς ἐλπίδα κατέχουσα. καί γε ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, τὸν καὶ ἐν ἀσθενεῖ φύσει τὴν ἑαυτοῦ δύναμιν ἐμφανίσαντα· τῷ ὄντι γὰρ μακαρία σὺ ἐν μοναζούσαις, ἀλλὰ γὰρ καὶ ἐν γυναιξὶ πάσαις, ὅτι ἐν ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἑάλωσαν οὐ μόνον γυναῖκες ὁμόσχημοι καὶ κανονικαί, ἀλλὰ καὶ πάντες μικροῦ δεῖν ἐν τῇ Βυζαντίδι μονασταί τε καὶ ἡγούμενοι, αὐτὴ σὺν ἄλλαις τέσσαρσιν ἢ καὶ πρὸς εἵλου ὑπὲρ Χριστοῦ πάσχειν ἢ μετασχεῖν τῆς χωριζούσης Χριστοῦ αἱρετικῆς κοινωνίας. ὁ γὰρ μετέχων αὐτῆς ἀπόκληρος Χριστοῦ ὡς ὁ Ἰούδας καὶ κοινωνὸς τῶν παραλαβόντων τὸν Κύριον εἰς τὸ σταυρωθῆναι· καὶ γὰρ τοῦ Χριστοῦ διῶκται καὶ σταυρῶται οἱ τὴν εἰκόνα αὐτοῦ ἐκμειοῦντες καὶ ἀποσκορακίζοντες, ὥσπερ καὶ αὐτῆς τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων. Βλέπε, δούλη Χριστοῦ, μὴ καταισχύνῃς τὸν καλέσαντά σε εἰς τὴν ὁμολογίαν αὐτοῦ. σπέρμα ἅγιον σὺ (ἐῶ τὸ κατὰ σάρκα, ὅτι καὶ τοῦτο τοιοῦτον), ἀλλὰ Θέκλης λέγω τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐγενίας, Ματρώνης καὶ τῶν ὁμοίων· εἶπον δὲ Ματρώνης, ὅτι καὶ ἐν ταῖς κατ' αὐτὴν ἡμέραις αἱρέσεως οὔσης καί τινων μοναζουσῶν ἐνισταμένων ἀπέχεσθαι τῆς κοινωνίας ὡς ὑμεῖς νῦν οἱ ἀλάστορες αἱρετικοί, μὴ φέροντες τὴν μανίαν, βίᾳ χειρὶ ἤνοιγον τὰ στόματα καὶ ἐνέχεον τὴν κοινωνίαν αὐτῶν. ἀλλὰ τὸ χειρὶ οὐ συνηγορεῖτο, ὥστε καὶ αὐτὴ σκόπει πολλὰ διὰ Χριστὸν πειρασθῆναι. Ἀλλὰ μηδαμῶς ἐκκλίνωμεν· Χριστὸς γὰρ ἡμῖν βοηθός, κἂν μέχρις αἵματος πειράσωσιν. προσεύχου περὶ ἡμῶν διὰ τὸν Κύριον καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς μὴ ἀποτυχεῖν Χριστοῦ. 245 Ἰωάννῃ Καλχηδόνοσ Ὃν ἐκ μακροῦ χρόνου ὤδινον πόθον, νῦν ἀποτεκὼν εἰκότως εὐχαριστῶ τῷ θεῷ μου ὁ ταπεινός· τίς δὲ ὁ πόθος; τὸ γράμματι συναφθῆναί με τῇ πατρικῇ ἁγιωσύνῃ σου καὶ δοῦναι ἀσπασμὸν καὶ γνωρίσαι τὸν πόθον ὅσος καὶ ἡλίκος, οὐχ ὅτι τὸ πρὶν οὐκ ἦν, ἀλλ' ὅτι ἄρτι μάλα ἐξῆπται τῇ ὑπὲρ ἀληθείας ταὐτοπαθείᾳ· οὗ γὰρ ὁμόνοια πίστεως, ἐκεῖ δηλαδὴ καὶ ἀγάπης σύνδεσμος, οὗ δὲ ἀγάπης σύνδεσμος, ἐκεῖ θεὸς τὸ κεφάλαιον, ὑπὲρ οὗ καὶ δι' ὃν τὸ πάσχειν. ἀλλὰ τὸ μὲν ἡμέτερον οὐδενὸς λόγου διὰ τὸ ἀμφοτέρωθεν μηδαμινόν, τὸ δὲ τῆς σῆς ὁσιότητος καὶ τῶν οἷος σὺ μεγίστης εὐδοξίας τὰ παρόντα, ὑπὲρ εὐσεβείας ἑλομένων κινδυνεύειν καὶ κακοπαθείας ἀνατλᾶν· ὁπόσης γὰρ θλίψεως τὸ περιορισθῆναί σου τὴν θεοσέβειαν πόρρω που τῶν ἐν ἄστει καὶ ἕλκειν ἡμέραν ἐξ ἡμέρας πόνους καὶ ὀδύνας ἐξοριστικὰς καὶ μεριμνητικὰς τῶν διαφερόντων καὶ πνεύματι καὶ σώματι, καὶ ταῦτα ἐν ἀσθενεῖ σώματι καὶ ἀήθει τῶν τοιούτων, εἰ καὶ τοῖς ἑκουσίοις τῆς ἀσκήσεως πόνοις ἱκανῶς προγεγυμνασμένῳ. Ἀλλ' εὖγε, ὦ πατέρων κράτιστε, ὅτι σὲ ἔλαβεν ἡ ἐκκλησία ἐκ τῆς συγκλήτου κόσμον ἑαυτῇ τὰ πρῶτα, νῦν δὲ καὶ φύλακα τῶν εὐσεβῶν αὐτῆ δογμάτων, ὁμολογίας στέφανον ἀναδησάμενον (πῶς γὰρ οὔ;) ὑπὲρ Χριστοῦ πάσχοντα καὶ μὴ ὑπείκοντα τοῖς Χριστὸν διώκουσι, κἂν οὐ δοκῇ τοῖς ἐλαύνουσι· Χριστὸς γὰρ ἡ Χριστοῦ εἰκὼν ὡς σταυρὸς ὁ σταυροῦ τύπος· καὶ οὔπω λέγω τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων, εἰδότι σοι καὶ ἡμᾶς μᾶλλον μυοῦντι καὶ τεχνοῦντι τοὺς ἀμυήτους καὶ ἀσόφους. δεινὸν οὖν, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὸ ἀσέβημα καὶ προεισόδιον τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως καὶ οἱονεὶ εἰκών, εἴπερ τῇ Χριστοῦ εἰκόνι μάχεται, μηδένα διαμερισμὸν πρὸς τὸ πρωτότυπον ἐχούσῃ· τοιαύτη γὰρ ἡ φύσις τῶν λεγομένων. διὸ ὅσον τὸ μέγεθος τῆς ἀσεβείας ἐκείνοις, τοσοῦτον ἡμῖν τὸ αὔχημα τῆς ὁμολογίας, μὴ τὰ δευτέρια παραχωρούσης τῶν πάλαι Χριστοῦ μαρτύρων. Ὧν τὸν στέφανον κομίσειας, τρισόλβιε, προσευχόμενος εἰρήνην τῇ ἐκκλησίᾳ καί γε κἀμοὶ τῷ ἐλαχίστῳ μὴ πάντῃ διαμαρτεῖν τῆς τῶν ἰχνῶν σου προσψαύσεως διὰ τὸ μέγιστόν με φορτίον οἴσειν τῶν ἁμαρτιῶν. 246 Εὐθυμίῳ τέκνῳ Ὑγίαινε, τέκνον μου ἠγαπημένον Εὐθύμιε· οὐ παύομαι οὖν μεμνῆσθαί σου ἐν ταῖς ταπειναῖς μου προσευχαῖς, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεώς τε καὶ ἀγάπης, πῶς ἀπὸ πρώτης ἡμέρας ἀνεστράφης ἐν τῇ ὑποταγῇ σου χρηστῶς, πῶς τε ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ χωρισμοῦ ἔδειξας τὸ τῆς ἀγάπης σου καὶ εὐπροθύμου γνώμης, τοῦτο μὲν ἐλθὼν καὶ ἐνεγκὼν τὰ κατὰ χρείαν ἐν τῷ οἴκῳ τοῦ ἁρπάσαντός με ἄρχοντος, τοῦτο δὲ καὶ ἐμπλοήσας καὶ συμπροθυμησάμενός με περὶ τῶν χρηστοτέρων ἐλπίδων εἰς τὴν ἀδελφότητα, φρουρουμένην στρατιωτικῇ χειρὶ εἰς τὰ Στουδίου. καί γε δέδειχας ἐξ ὧν προεθυμοῦ μόνος καλῶς βουλευσάμενος, εἰ καὶ ῥιψοκινδύνως· τί τοῦτο; ἀναθεματίσαι τὸν ἀλιτήριον Ἀντώνιον, καθελόντα τὰς σεπτὰς εἰκόνας, σὺν πάσῃ τῇ ἀδελφότητι· δι' ἣν αἰτίαν ἐτύφθης σὺν ἐννέα προέχουσιν ἀνδρείᾳ τῶν ἄλλων. ἔργον ἐποίησας, τέκνον μου, μάρτυρος, στρατιώτου Ἰησοῦ Χριστοῦ. ὢ τῆς μεγαλονοίας σου· ὢ τῆς στερροκαρδίας σου, πρώτου μαστιγωθέντος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ καὶ ἐκβάντος ἐκ τῶν τοσούτων πληγῶν ἐξαίμου καὶ σαρκοτμήτου, μήτε γοερὰν φωνὴν ἀφεῖναι μήτε συμπεσεῖν τῷ προσώπῳ, ἀλλ' ἐκείνην ῥῆξαι τὴν ῥῆσιν, ἣν ᾄδουσι πολλοί," 4μὴ φοβηθῆτε, ἀδελφοί, οὐδέν ἐστι ταῦτα" 5. ὢ τῆς ἁγίας σου γλώσσης· αὕτη ἡ φωνὴ καὶ τὸν τύραννον καὶ πανδαμάτορα ᾔσχυνεν, τύψαντά σε ἔτι διὰ ταύτην, καὶ τοὺς ἀδελφούς σου παρεθάρρυνεν ἴσα σοι ἐνηθληκέναι, καὶ τὸ μέγιστον, τὸν θεὸν εὔφρανεν, τὸν ἑτοιμάζοντά σοι τὸν στέφανον τῆς δικαιοσύνης. Μόνον, τέκνον, τελείως ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα· πέποιθα δὲ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸν ἆθλον τοῦτον καὶ τελειώσειεν. βοήθει καὶ ἐν τῇ ἐξορίᾳ, ἀδελφέ, τοῖς συνεξορίστοις σου λόγῳ, ἔργῳ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα ἐνέγκω πάντα διὰ Χριστόν, τὸν νῦν διωκόμενον διὰ τῆς ἁγίας εἰκόνος αὐτοῦ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου. ἀμήν. 247 Ὑπερεχίῳ τέκνῳ Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον ἐμόν, καλὸν ἆθλον ἠξιώθης ἀπενέγκασθαι ὑπὲρ Χριστοῦ· ἐδάρης, ἐφυλακίσθης, ἐξωρίσθης, ἐλογίσθης μετὰ ὁμολογητῶν Χριστοῦ. πόθεν σοι ἡ χάρις αὕτη, τὸ δῶρον τὸ οὐράνιον, ἵνα σου τὸ αἷμα ἴδῃς διὰ Χριστὸν περιρρεόμενον καὶ τὰς σάρκας ἐξεσμένας ταῖς μάστιξιν; ἀπελούσω τὰς ἁμαρτίας, ἡγίασας σεαυτόν. βλέπε, ἀδελφέ μου, μή ποτε ἐπιλάθῃ τῆς εὐεργεσίας, μή ποτε ἀπονυστάξῃς ἀπὸ θεοῦ. γρηγόρει εἰς τὴν σωτηρίαν σου, παρακαλῶ, εἰς ὑπομονὴν τελειώσεως· οὐ γὰρ τὸ ἄρξασθαι μόνον, ἀλλὰ καὶ τὸ τελειῶσαι μακάριον. ἤνεγκας πόνους πληγῶν, ἔνεγκον, τέκνον μου, καὶ κόπους ἀσκήσεως, λογισμοὺς πονηροὺς καθαίρων ἀπὸ τῆς καρδίας σου, ἐξ ὧν προάγεται ἄνθρωπος εἰς πρᾶξιν ἁμαρτίας. φοβερὸς ὁ θεός, πῦρ καταναλίσκον τοὺς καταφρονητάς· φύγωμεν τὴν παρρησίαν, τὴν θύραν τῆς ἀνομίας, ἔστω τὸ κάθισμά σου ἀσκανδάλιστον, ὅσιον. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, εὐχὴν ἔχεις· ἀνάγνωσιν ἔχε, δάκρυον, ἀναλογίζου ἀεὶ τὸν θάνατον, τὴν ἡμέραν τῆς κρίσεως, ὅτε γυμνὰ καὶ τετραχηλισμένα σταίη τὰ σύμπαντα. οἷος φόβος ἐκεῖ καὶ τρόμος τῷ κατ' ἐμὲ ἁμαρτωλῷ καὶ πηλίκη χαρὰ καὶ ἀγαλλίασις τῷ δικαίῳ. Ναί, τέκνον, φυλακῇ φυλάξωμεν ἑαυτούς, ἵνα τὴν παραθήκην ἡμῶν, τουτέστι τὴν ψυχήν, προσενέγκωμεν τῷ θεῷ σώαν, καθαράν· κἂν γὰρ ῥυποῦται διὰ τῶν σκολιῶν λογισμῶν, ἀλλὰ καθαρίζεται πάλιν διὰ τῶν ἐν μετανοίᾳ δακρύων. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ μετ' ἐμοῦ ἀδελφοί σου προσαγορεύουσίν σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 248 Ἀφροδισίῳ τέκνῳ Χαίροις, Ἀφροδίσιε, τὸ ἐμὸν τέκνον, μᾶλλον δὲ θεοῦ, ὑπὲρ οὗ ὁ προκείμενος ἀγών. τί τὸ γεγονὸς ἐν σοί, ὅτι οὕτως ἀπηυτομόλησας ἐκδοῦναι τὰς ἑαυτοῦ σάρκας εἰς μάστιγας ὑπὲρ Χριστοῦ, οὕτως ἐνεγκὼν τὰς τοσαύτας πληγὰς ὡς ἀδάμας καρτερῶς; χαῖρε, τοῦ Χριστοῦ στρατιῶτα· ὅρα ποῦ σε κέκληκεν ἡ χάρις, πῶς ἀνεπήδησας εἰς ὕψος ἀρετῆς, ἀναποιησάμενος ἑαυτὸν ἀπὸ προλαβόντων ἐλαττωμάτων. ἐδόξασας τὸν θεόν, τέκνον μου, ἐν τοῖς μέλεσί σου, ἐτίμησας κἀμὲ τὸν ἁμαρτωλόν· ἔλαμψας ἐν τῇ ἀδελφότητί σου μετὰ τῆς ἰσάθλου ἑταιρείας ὡς ἀστὴρ ἑωθινός, ἐγένου τῆς ἐκκλησίας τοῦ θεοῦ στῦλος. Μακάριος εἶ καὶ καλόν σοι ἔσται. ἀλλὰ βλέπε τὸ ἔργον σου, ὅτι ἀκμὴν οὐκ εἰς πέρας ἐστίν· δεῖ μέχρι τέλους ἐγκαρτερῆσαι, ἵνα οὕτως στεφανωθῇς. φέρε γενναίως τὰ τῆς ἐξορίας, ἑτοιμάζου καὶ ἀποθανεῖν διὰ Χριστοῦ τὴν ἁγίαν εἰκόνα· φύλαττε ἑαυτὸν ἀπαρρησίαστον, γρηγόρει πρὸς τοὺς ἀοράτους ἐχθρούς. χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, νῆφε ταῖς προσευχαῖς, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι σὺν ὑμῖν. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ὁ Κύριος μετὰ σοῦ. 249 Ἀμμωνᾶ τέκνῳ Ἀδελφὲ Ἀμμωνᾶ, χαῖρε ἐν Κυρίῳ· ἀσπάζομαί σε ἀπὸ χειλέων καρδίας μου, στεφανῶν σε ἐπαίνοις, καλῶς ἀγωνισάμενον, ὑπὲρ Χριστοῦ μαστιγωθέντα καὶ εὐφόρως ἐνεγκόντα τὰς τοσαύτας πληγάς. εἴθε ἠσπασάμην τὰς ξανθείσας σου σάρκας διὰ Χριστόν, εἴθε ἠξιούμην κἀγὼ ὁ ταπεινὸς συγκοινωνῆσαί σου τοῖς πάθεσι· πλὴν τῇ διαθέσει συνεκοινώνησα καὶ χαίρω, ὅτι τοιοῦτον τέκνον κέκτημαι ὁ ἁμαρτωλός, οὗ τὸ αἷμα σὺν τοῖς συνάθλοις ἀδελφοῖς σου εἰς μαρτύριον ἀληθείας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὗ ἡ ἐξορία εἰς ἐξοστράκισιν τῆς ἀσεβείας. μιᾷ ῥοπῇ τετραυμάτισαι, καὶ ὁρᾷς οἵοις ἐγκωμίοις ἐπᾴδεσαι· τί λοιπὸν ἐπὶ τοῦ κριτηρίου τῶν ἁπάντων, ὅτε προσληφθήσονται εἰς βασιλείαν οὐρανῶν παρ' αὐτοῦ οἱ εὐλογημένοι τοῦ πατρὸς αὐτοῦ; Διὸ θάρσει, στῆθι· ἔτι γὰρ ὁ ἀγών, ἔτι ὁ δρόμος. μὴ ἀναπέσῃς ὡς ἤδη τελειοδρομήσας· ἐὰν δέῃ, καὶ σφαγιασθῶμεν ὑπὲρ τῆς ἁγία εἰκόνος Χριστοῦ. ναί, τέκνον μου, παρακαλῶ, μὴ ὀλιγωρήσωμεν τὴν ἄσκησιν, τὴν ἐξορίαν· οὐ γὰρ ὁ ἐναρξάμενος μόνον ἐπαινετός, ἀλλ' ὁ τελειῶν τὸ ἔργον τοῦ θεοῦ. ἔχομεν καθ' ἡμέραν τοὺς νοητοὺς ἐχθροὺς τιτρώσκοντας ἡμᾶς βέλεσι λογισμῶν· βλέπε τούτους, ἔσο τεθωρακισμένος τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ἐλπίδι. ἀκούω ὅτι ἀκριβολογεῖσαι τὸ καθισμάτιόν σου ἀπαρρησιάστως καὶ χαίρω· πάντων γὰρ κακῶν μήτηρ ἡ παρρησία. ὁ θεός σε, τέκνον, ἔτι ἀνδρειώσειεν, στερεώσειεν, καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθόν. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ἐὰν σύνεστί σοι ὁ κατὰ σάρκα καὶ πνεῦμα ἀδελφὸς καὶ τέκνον μου, προσαγορεύω αὐτόν. οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 250 Συμεὼν τέκνῳ Χαῖρε, τέκνον μου Συμεών, ὁ κληθεὶς ὑπὸ τῆς χάριτος εἰς ὁμολογίαν Χριστοῦ· ἴδε πῶς οὐκ ἐπῃσχύνθη σε Χριστὸς κατὰ τὴν προτέραν ἀναστροφήν, ἀλλ' εὐδοκῶν εὐδόκησε μαστιγωθῆναί σε ὑπὲρ αὐτοῦ, χλευασθῆναι, φυλακισθῆναι, εἶτα καὶ ἐξορισθῆναι σὺν τοῖς ὁμοτρόποις σου ἀδελφοῖς. τί ἀνταποδώσεις τῷ Κυρίῳ; τί προσενέγκοις κατ' ἀξίαν; τί ἄλλο ἢ τὸ φυλάξαι σε ἀναφαίρετον τὴν χάριν διὰ μακροθυμίας καὶ τελείας πίστεως; ὅθεν γρηγόρει, νῆφε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου μή που παρεισδύσῃ, μή που ὑποσκελίσῃ. φύγε ἀπὸ ὄψεως γυναικῶν· κάθου μὴ παρακινούμενος. τοῦτο δὲ λέγω διὰ τὸ ἀκηκοέναι με χάριν ἰατρείας ἀφίστασθαί σε τῆς κέλλης· οὐ τοιοῦτος ὁ καιρός, τέκνον μου, ἀλλὰ μαρτυρίου. ἰατρεύειν θέλεις; ἰῶ τοὺς κατὰ ψυχὴν νοσοῦντας διὰ λόγου· εἰ δὲ καὶ σώματι, ἄνπερ εὔκολόν σοί ἐστι καθημένῳ καὶ μὴ μεταβαίνοντι τόπον ἐκ τόπου, καὶ τοῦτο ἐπὶ ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι γυναικῶν. Φιλῶν σε ὑπομιμνήσκω. ἔστω δὲ ἀεὶ ἡ μέριμνα καὶ ἀδολεσχία σου ἐν νόμῳ Ὑψίστου μετὰ ἐργοχείρου· ἡ γὰρ ἀργία μήτηρ ἁμαρτίας. ἐκδέχου καὶ αὖθις πληγὰς διὰ Χριστόν, μήπως καὶ θάνατον τὸν ἀοίδιμον, ἐάνπερ τοσοῦτον καταξιώσειεν εἰς σέ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ σὺν ἐμοὶ ἀδελφοὶ προσαγορεύουσίν σε. ὁ Κύριός σε διαφυλάξειεν ἀσινῆ κατὰ πάντα· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 251 Θεοφυλάκτῳ πρεσβυτέρῳ Ἐξ ὧν ἐπέστειλεν ἡ τιμιότης σου, ἐφανέρωσεν ἑαυτῆς τὴν ἀρετὴν διά τε τῆς κατὰ τὴν ἐπιγραφὴν ταπεινολογίας καὶ διὰ τῆς ἐν τοῖς γράμμασιν ἐμφερομένης δυνάμεως· τὸ γάρ τοι τοῖς μάρτυσι συμπαρεῖναί σε, συμπροθυμούμενον καὶ συναγωνιῶντα, καὶ τὸ τὸν ἅγιον Θαδδαῖον οἰκείαις χερσὶν ἐνταφιάσαι ἀπόδειξιν ὅτι μάλιστα μεγίστην εὐσεβείας σου ἔχει, ὦ ἱερὲ ἄνερ. ἀλγῶ δὲ ἐν σοὶ διὰ τὸ τῆς ἀσεβείας χειρόγραφον. ἀλλὰ μὴ λυποῦ· ἤδη λεαίνεται καὶ τῷ στεναγμῷ σου διαρρήσσεται. φέρε τοίνυν τὸ ἄλγος καὶ τὸν καιρὸν τῆς εἰργομένης ἱερατείας, ἕως ἂν ἐπιλάμψειεν Χριστὸς ἔαρ ὀρθοδοξίας, ἐν ᾧ καυχήσῃ ἐν οἷς διὰ Χριστὸν δρᾷς νῦν μετὰ καὶ τῆς ἀπολήψεως τοῦ βαθμοῦ δῆλον ὅτι. 252 Βησσαρίωνι τέκνῳ Εἰ καὶ μὴ ἐδεξάμην ἀντίγραφα ὧν ἐπέστειλά σοι, τέκνον μου ἠγαπημένον (δι' ἣν αἰτίαν οἶδεν ὁ γραμματηφόρος), ἀλλ' ὅμως ἐμοὶ τὸ γράφειν οὐκ ὀκνηρόν, καίπερ ὄντι ἐγκεκλεισμένῳ ἀσφαλῶς σὺν τῷ ἀδελφῷ Νικολάῳ. χαίροις οὖν, ὁ μάρτυς τῆς ἀληθείας, χαίροις, ὁ ὁμολογητὴς τοῦ Χριστοῦ, χαίροις, τὸ ἐμὸν καὶ τῆς ἐκκλησίας καύχημα. ὁρᾷς οἵας φωνὰς ἀκούεις, τί σοι παρέσχεν ἡ καλὴ ὑποταγή, ἡ πίστις ἡ ὀρθή, ἡ ὑπομονὴ τῆς φυλακῆς, ἡ ἀδειλία καὶ ἀφόβητος ἔνστασις, ἡ τῶν μαστίγων ὑποδοχή, τῶν σαρκῶν ὁ ξεσμός, τοῦ αἵματος ἡ κένωσις, τῶν μωλώπων αἱ ὠτειλαί; ποῦ σε ἀνύψωσαν, τί σε ἀπειργάσαντο; καὶ ἔτι ὑψωθήσῃ, καὶ ἔτι μεγαλυνθήσῃ, ἐάνπερ, ἱερέ μου παῖ, ὑπομείνῃς τελέως ὅσα ἂν καὶ συμβαίη ἐλθεῖν. ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, εἶπεν ὁ Κύριος. εἰ καὶ πάλιν τύψωσιν, ὁ Χριστὸς βοηθός· ἢ οὐκ οἶδας ὅτι ὅσον περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ τοσοῦτον καὶ ἡ δόξα καὶ ἡ παράκλησις; φέρε, υἱέ μου, τὴν μόνωσιν, τὴν φυλακήν, τὴν στενοχωρίαν, τὴν ἀθυμίαν· ἀνάπνεε Χριστόν, κόπτε τοὺς λογισμοὺς τῶν ἐναντίων. τὴν ἡμέραν μερίμνησον διελθεῖν, ἐν ᾗ ζῇς, καὶ περὶ τῆς αὔριον μὴ φροντίσῃς· ὁ δοὺς σήμερον ὑπομονὴν δοίη καὶ εἰς τὴν ἑξῆς, ἐὰν φθάσωμεν. Ταῦτά σοι παρ' ἐμοῦ, ταῦτα καὶ αὐτὸς περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εὔχεσθαι μὴ διαλείποις. εἰρήνη σοι παρὰ Χριστοῦ. 253 Ἰωάννῃ τέκνῳ Ἐπέγνων τὴν δύναμιν τῶν γραμμάτων σου, τέκνον μου, καὶ ηὐχαρίστησα τῷ θεῷ μου ὅτι διαφυλάττῃ ἀσινής, ῥυσθεὶς ἐκ χειρὸς τῶν διωκτῶν. βλέπε οὖν πῶς καθέζῃ, ἵνα μὴ ἁλῷς πάλιν· εἰ δέ πως καὶ γένηται, στερέωσον τὴν ψυχήν σου, τέκνον μου, ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ὑπομεῖναι πάντα, ὁρῶν μάλιστα τοὺς ἀδελφούς σου ἀθλήσαντας καὶ ἔτι ἀθλοῦντας. πάντα ἰσχύει ὁ πιστεύων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ, ὃς καὶ ἐκάλεσέν σε ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν αὐτόν. Ἱερατικῶς ζῆθι, εὐλαβῶς ἴσθι καθαίρων σαυτόν, ἵνα καθαρὸς τῷ καθαρῷ προσπελάζοις. προσεύχου καὶ περὶ ἡμῶν ἵνα σῳζοίμεθα, ἵνα τοὺς λόγους ἡμῶν ἡ πρᾶξις σφραγίζῃ, ἐπειδὴ ἁμαρτωλός εἰμι ἄνθρωπος. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου. 254 Εὐοδίῳ τέκνῳ Ἐπεὶ ἐδεξάμην σου τὴν διὰ τοῦ γράμματος ἀπολογίαν, τέκνον ἠγαπημένον, μετέβαλον τὸ λυπηρὸν τῆς ταπεινῆς μου ψυχῆς, ἀλγυ νομένης ἐπὶ τοῖς συμβεβηκόσι· μὴ γὰρ οἴου, ἀδελφέ, μικρὸν εἶναι τὸ ἐν λόγῳ πεσεῖν. τί λέγει ὁ Κύριος; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὁμοίως καὶ τὸ ἐναντίον. ἀλλ' ἐπεὶ γέγονεν, ὁ θεὸς ἐλεήμων, συγχωρῶν τὰ ὀλισθήματα ἡμῶν. μέχρι δὲ τούτου φθάσας φοβήθητι τὸν θεὸν καὶ μὴ προβῇς εἰς περισσότερον, ἀλλὰ φεῖσαί σου τῆς ψυχῆς κἀμοῦ τοῦ ταπεινοῦ, ὁρῶν σου τοὺς ἀδελφοὺς ἀθλοῦντας· οἱ γὰρ πεσόντες ἐλεεινοὶ καὶ ἔνθεν κἀκεῖθεν, εἰ μὴ μετανοήσειαν ἀξιολόγως. Τὰ δὲ καθ' ἡμᾶς ὡς ἂν ἀπαγγείλῃ ὁ γραμματηφόρος μανθάνων προσεύχου σῴζεσθαι ἡμᾶς. 255 Νικήτᾳ ἡγουμένῳ Καὶ πρὸ τῶν γραμμάτων διὰ φωνῆς τοῦ γραμματηφόρου πάλαι διαγνοὺς τὰ κατὰ τὴν ὁσιότητά σου ᾔνεσα ὁ τάλας, καὶ νῦν διὰ τῆς ἀναγνώσεως ᾖσα τῷ Κυρίῳ μεγάλως, ὅτι ὁ πατὴρ ἐν τοῖς πατράσι καὶ ὁ λαμπτὴρ ἐν τοῖς λαμπτῆρσιν· ἔδει γάρ, ἔδει τὸν δι' ὑποταγῆς δοκίμου ἀχθέντα καὶ διὰ νομίμου βίου καθηγησάμενον μὴ ἐναπομεῖναι τοῖς συναπαχθεῖσι κατὰ τὰς ἁμαρτίας μου τῷ αἰῶνι τούτῳ, ἀλλὰ θᾶττον ῥαγῆναι τῇ μαχαίρᾳ τοῦ πνεύματος καὶ περιφανεστέραν ποιήσασθαι τῆς ἥττης τὴν ἀνάκλησιν, ἀναδραμόντα ἐν τῇ περιωπῇ τῆς Χριστοῦ ὁμολογίας καὶ φρυκτωροῦντα ἐν κόσμῳ τὸ φῶς τῆς ἀληθείας. Τοιαῦτα τὰ τῆς πατρικῆς σου ἁγιωσύνης, ἃ καὶ τοὺς ὀρθοδόξους εὔφρανεν καὶ τοὺς ὑπεναντίους ἔπληξεν, ἐν ὅπλῳ δοκοῦντι ἰδίῳ τὴν τρῶσιν δεδεγμένους· οὐ γὰρ οὕτω δάκνει ὁ ἐνιστάμενος ὡς ὁ μετὰ τὴν ἅλωσιν ἀναπαλαίσας ἐν Κυρίῳ. τὰ δὲ ἡμέτερα οὐχ ὡς ἐγκωμιάζει ἡ φιλία σου, ὑφ' ἧς καὶ φιλεῖ κλέπτεσθαι, ὥς φασιν, ἡ ἀλήθεια· πόρρω ἐγὼ ὁ ταπεινὸς καλοῦ παντός. τῆς σῆς δ' ἂν εἴη θεοκλινοῦς προσευχῆς χρησιμεῦσαί με εἴς τι καὶ ἐν ᾧ νῦν πάρεσμεν ἀγῶνι τῆς μερίδος ὑμῶν τῶν ἁγίων μὴ ἀποπεσεῖν. ὁ δὲ ἀγὼν γνωστὸς τῇ θεοσεβείᾳ σου, ὅτι ὑπὲρ Χριστοῦ ἐστι τῆς εἰκόνος αὐτοῦ εἵνεκα ἀθλεῖν· ἑκάτερον γὰρ ἐν ἑκατέρῳ ἀχώριστον καὶ ὁμολογούμενον καὶ ἀρνούμενον. καὶ οἱ ἄρτι ὁμολογηταὶ μᾶλλον τῶν πάλαι ἠξίωνται ἐπαΐειν πρὸς τοῦ Κυρίου, μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ὁ σὺν ἐμοὶ προσαγορεύει τὴν ἁγιωσύνην σου ὥσπερ κἀγὼ τὸν ἀληθῶς Ἀρσένιον, τὸν ἄρσενα τῇ φρονήσει καὶ διάπυρον τῷ ζήλῳ, τὸν σὸν μὲν ἀληθινὸν υἱόν, ἐμὸν δὲ ἐραστὸν ἀδελφόν. 256 Ἀντιόχῳ σιλεντιαρίῳ Ἄξιον τῆς εὐσεβείας σου τὸ γράμμα, ὅτι ἐν καιρῷ ἐν ᾧ φεύγουσιν οἱ πλεῖστοι καὶ ψιλὴν προσηγορίαν ἡμῖν ποιεῖσθαι αὐτὸς καὶ γράφεις καὶ γράφειν ἡμᾶς ἐκκαλεῖσαι, ἐγκαλῶν τὴν σιωπήν. φαίνῃ τίνος εἶ ὅρπηξ, τοῦ χρυσοῦ γένους, τῆς εὐσεβοῦς ῥίζης· διὰ τοῦτο καὶ φίλοι σοι καὶ φίλων ἐμοὶ ὁ διάπυρος, οὕτως στεργόμενος ὡς ὁ μακάριος γεννήτωρ. ἀλλὰ τὸ θαυμαστὸν ὅτι καὶ ἐν τῷ τῆς ἀπιστίας χειμῶνι οὐκ ἐμαράνθη σου τὸ τῆς ἀρετῆς ἄνθος, ἄχραντον διαμένον τῆς αἱρετικῆς κοινωνίας, καθὰ γράφεις. ὃ καὶ διαμεμενηκέναι ἔτι προσευκτέον μοι· τῷ ὄντι γὰρ χαλεπὸν διαφυγεῖν καὶ μάλιστα ἐν ἀξιώματι, ἑαλωκότων σχεδὸν ἁπάντων δέει κινδύνου ἀνθρωπίνου, καταφρονήσει δὲ θεοῦ τοῦ ἀθετουμένου· οὗ τῇ προμηθείᾳ φυλάττοιο καὶ σῴζοιο ἀμφοτέρωθεν, ὁ κατὰ πάντα ἐρασμιώτατος ἅπασιν. 257 Γρηγορίῳ Αἱ ἀποστολαὶ τῶν ἐπιστολῶν σύζυγοι· σὺ δέ, ὦ φίλων ἄριστε, προσθείην δ' ἂν καὶ εὐσεβῶν κράτιστε, ταῖς μὲν εὔφρανας καὶ μάλιστα ἐπὶ τοσαύταις καὶ τηλικαύταις, τῶν δὲ ἐφθόνησας μεταδοῦναι, καὶ ταῦτα ἐκ τῶν ἀδύτων θησαυρῶν σου τῆς καρδίας δαψιλῶς δυναμένων προϊέναι. ἵν' οὖν μὴ ἑτεροζυγοῦντες φαινοίμεθα, προσθῶμεν ταῖς πρώταις καὶ τὰς δευτέρας. Ὁρᾷς οἷά σοι φιλοσοφῶ ἐν καιρῷ φιλοσοφίας; φιλοσοφία γάρ ἐστι τὸ φυγεῖν τὸν ὄλεθρον τῆς αἱρέσεως, ἧς σὲ θεὸς ἀμέτοχον διατηρήσειεν, ἀνταμειβόμενος ὑπὲρ ὧν ἔθρεψας ἡμᾶς τοὺς ταπεινοὺς τοῖς ἀκηράτοις ἀγαθοῖς. 258 Λουκιανῷ τέκνῳ Ἀδάμ, ποῦ εἶ; φωνή ἐστι θεοῦ οὐ μόνον πρὸς τὸν ἀρχιπάτορα ἡμῶν, ἀλλὰ γὰρ καὶ πρὸς ἕκαστον τὸν ἐκπεπτωκότα τῆς θείας ἐντολῆς. ποῦ οὖν εἶ, τέκνον καὶ ἀδελφέ; ἐκ ποίας δόξης ὠλισθήσαμεν, περιθέμενοι αἰσχύνης κάλυμμα; ἀλγῶ ἐπὶ σοί, στένω, κλάω, ἐν τῇ ἥττῃ σου τὸ οἰκεῖον πτῶμα ὁρῶν. οἴμοι, τί ὑπέστης, τί πέπονθας; ἀλλ' ἐπειδὴ θεὸς τῶν μετανοούντων, ἀνάστα, τοῦτο πρῶτον καὶ τελευταῖον φάρμακον μετανοίας λαμβάνων, τὸ πᾶσιν ἐξαγορεύειν σου τὴν ἀνομίαν, ὅπως ὁ Κύριος ἀφήσῃ σοι τὴν τῆς ἀσεβείας κοινωνίαν. Ἀρκεῖ τοσοῦτον εἰπεῖν· οἴομαι γάρ σε συντετριμμένον εἶναι καὶ λίαν λελυπημένον, ἀλλὰ ἄνες, τέκνον· ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 259 Μύρωνι Ὠψίσθην ἐπιστεῖλαι τῇ θεοσεβείᾳ σου, δεδιὼς τοὺς πειρασμοὺς καὶ ἐν πείρᾳ αὐτῆς οὔπω ὡς δοκῶ γεγονώς· ἐπεὶ δὲ ἔμαθον ἀκριβέστερον ὅστις καὶ οἷος ὁ δεσπότης μου, ὅτι ἀγαθὸς καὶ εὐσεβής, προθύμως ἐχάραξα τὴν ἐπιστολήν, δι' ἧς ἀπευχαριστῶ, καὶ μάλα γε εἰκότως, ὅτιπερ ἐμνήσθης μου τῆς ταπεινώσεως, καίτοι γνώρισμα αὐτῆς οὕτως ἐναργῶς μὴ ἔχων, καί γε ἐν τοιούτῳ καιρῷ, ὁπότε δέει ἀνθρωπίνῳ καὶ φίλοι τῷ δοκεῖν γνήσιοι ἀποτροπάδην ἔστησαν, ἥκιστα φροντίζοντες θεοῦ καὶ τῆς ἐντολῆς, ἐπειδὴ οἱ μὲν ὤλλυντο τῆς ἀγάπης φέρειν τὸν καρπόν, οἱ δὲ περὶ τὴν πίστιν τὸ χαλεπώτερον ἐναυάγησαν, τῷ κλύδωνι τῆς αἱρέσεως καταβαπτισθέντες καὶ τοὺς λογισμούς. Ἀλλ' εὖγε, ὅτι ὁ κύριός μου ἀμφοτέρωθεν κυβερνώμενος διασῴζεις τὴν ὁλκάδα τῆς ψυχῆς, ταῖς αὔραις τοῦ πνεύματος εἰς λιμένα σωτηρίας ἀπευθυνόμενος. ἐδόξασα οὖν τὸν ἀγαθὸν ἡμῶν θεόν, ὅτι ἔχει καὶ ἐν τοῖς αὐτόθι κρύβδην τοὺς μὴ παραρρυέντας, ἀλλ' ὁμολογοῦντας αὐτὸν ἄνθρωπον διὰ φιλανθρωπίαν ἄπειρον γεγονέναι· οἱ γὰρ μὴ ἀνεχόμενοι εἰκόνα αὐτοῦ τοῦ σωματικοῦ χαρακτῆρος ἐνορᾶν ἀρνοῦνται αὐτὸν ἀριδήλως μορφὴν τὴν καθ' ἡμᾶς εἰληφέναι, ἰουδαΐζοντες ἐντεῦθεν, κἂν προσποιοῦνται ὁμολογεῖν Χριστὸν εἴσω τῆς ἡμετέρας φύσεως γενέσθαι· ὃς γὰρ οὐκ εἰκονίζεται, οὗτος οὐδὲ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα· πῶς γὰρ πρόσωπόν τις ἔχων οὐκ εἰκονισθήσεται; εἰ οὖν Χριστὸς εἶχεν πρόσωπον, εἰς ὃ ἐνέπτυσαν οἱ θεοκτόνοι, δῆλον ὅτι περιγράφεται, ἤγουν εἰκονίζεται· εἰ δὲ εἶχεν, ἀλλ' οὐκ εἰκονίζεται, ὡς τοῖς ἀσεβέσι δοκεῖ, φάντασμα σαφῶς· καὶ γὰρ τοῦ Οὐαλεντίνου τὸ ἀσέβημα ἔχουσι μανιχαΐζοντες οἱ εἰκονομάχοι. Ὧν τῆς πλάνης ῥυσθείης τελέως καὶ αὐτὸς καὶ εἴ τίς σοι τῆς ἀρετῆς καὶ εὐσεβείας παραπλήσιος. μικρὰ ὡς μεγάλα δέξαιο, φίλε, ἀνθ' ὧν ἀπέστειλας τῇ ταπεινώσει μου, μηδὲν ἐχούσῃ κρεῖττον ἀμείψασθαι. 260 Γεωργίῳ μιθανῇ Ὢ πῶς καλὸν τὸ πλάσμα τῆς ψυχῆς σου, φίλε καλὲ καὶ πιστέ, φίλε γνήσιε καὶ φιλόθεε, φίλε κοινωνὲ θλίψεων καὶ περιστάσεων· ἀληθῶς εἴρηκεν ἡ Γραφὴ ὅτι ὁ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν, οὐ τὸν ἐκ χρυσίου, ἀλλὰ τὸν διὰ Πνεύματος Ἁγίου καταπεπλουτισμένον. τοιοῦτος σὺ πρὸς ἡμᾶς τοὺς ταπεινούς, τὸν μὲν ἐπισκεπτόμενος, τὸν δὲ προσδεχόμενος ἐξ ὁδοῦ ἥκοντα, καὶ ἄλλον θεραπεύων καὶ ἕτερον παραμυθούμενος, τοῦ δὲ καὶ ἐγγυητὴς γινόμενος ἐγκρατουμένου. οἶδας ὅ φημι· καὶ τί γὰρ οὐ ποιῶν καὶ λέγων, ὅσα εἰκὸς τὸν φιλόθεον ἄνδρα καὶ ἀγαθοκάρδιον ἄνθρωπον ἔστι πράσσειν; καί γε ἐν ταῖς ἡμέραις ταύταις, ὅτε καὶ ψιλὴ προσηγορία φίλου μέγιστόν τι χρῆμα λογίζεσθαι ἡμῖν πέφυκεν. Οὕτω μὲν οὖν ταῦτα ἡμεῖς οἱ ἁμαρτωλοὶ ἔχομεν παρὰ τῆς τιμιότητός σου. σὲ δὲ ὁ Κύριος ἀμείψεται τοῖς αἰωνίοις αὐτοῦ ἀγαθοῖς· διὸ μὴ ἐκκακήσῃς τὸ θεῖόν σου ἔργον τελεῖν ἐνώπιον τοῦ σῴζοντός σε θεοῦ. 261 Πάρδῳ μιθανῇ Ἐπιστέλλω τῇ τιμιότητί σου χρεωστικῶς διότι ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ φίλων ὁ ἀληθινὸς καὶ πιστός· ὁ γάρ τοι τοιοῦτος φίλος ἐν τοῖς πειρασμοῖς δοκιμάζεται, μὴ ἐκτρεπόμενος τῆς φιλίας, ἀλλὰ διασῴζων τὸ δοκίμιον τῆς πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπης· οἱ δὲ μὴ οὕτως σκαιοὶ καὶ μισάνθρωποι, τοῖς καιροῖς καὶ πράγμασιν ἀλλοιούμενοι. οἶδας παρὰ σεαυτῷ ἃ ποιεῖς ἀγαθά· μάρτυρες δὲ καὶ οἱ μετέχοντες αὐτῶν ἀδελφοὶ ἡμῶν, πολλά σε βαροῦντες, ἀλλὰ καὶ πλεῖστα εὐχαριστοῦντες, ὅτι προσφύγιον αὐτοῖς γίνῃ καὶ κουροτρόφος μάλα ἡδὺς καὶ περιδέξιος, οὐχ ὑποπτήσσων τὸν καιρὸν ὡς οἱ λοιποί, ἀλλὰ τρέμων θεὸν τὸν μόνον φοβερόν, ὃν καὶ θεραπεύεις διὰ τῶν ἀδελφῶν, ὅς σε καὶ ἀνακηρύξει ἐν καιρῷ τῆς ἀνταποδόσεως ὡς εὐποιητὴν αὐτοῦ, ὡς ξεναγιστὴν αὐτοῦ, ὡς τροφοδότην αὐτοῦ. Ἔχων οὖν τοιαύτας τὰς ἐλπίδας, ἄνθρωπε θεοῦ, χαῖρε καὶ εὐφραίνου καὶ νόμιζε πολὺν πλοῦτον συναθροίζειν ἐν τῇ καλλίστῃ σου πραγματείᾳ ταύτῃ, πλοῦτον οὐ φθαρτόν, ἀλλὰ τὸν διαμένοντα εἰς αἰῶνας ἐπὶ κτήσει τῆς βασιλείας τῶν οὐρανῶν. ἔρρωσο ἐν Κυρίῳ. 262 Γενναδίῳ τέκνῳ Ἃ ἐπέστειλας, τέκνον ἠγαπημένον, ἐπέγνων. λυπῇ, ὅτι ἐν τῷ διωγμῷ τόπον ἐκ τόπου ἀμείβεις, ὑπὸ δέους καὶ μερίμνης συνεχόμενος· ταῦτα γὰρ ὑποβάλλει ὁ λόγος τῆς φυγαδείας, πρὸς δὲ καὶ ἐνδεῶς ἔχειν τῶν κατὰ χρείαν. ἀλλὰ ὁ μακαρισμὸς τοῦ Κυρίου εὐφραινέτω σε καὶ κουφιζέτω τὰ ἄλγη· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἆρα οὐ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ἱκανή ἐστιν διαλῦσαι ἡ ἐπαγγελία αὕτη; ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι. ὁρᾷ ὅτι θεομίμητόν σε ἐργάζεται ἡ βίᾳ; βιαστῶν οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ἔνεγκον, τέκνον, ὡς προήνεγκας διὰ Χριστὸν οὐ μόνον διωγμόν, ἀλλὰ καὶ φυλακήν. ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα, φησίν. νεωστὶ ἠρίστευσας· καὶ πρεσβυτισθεὶς ἐν τῇ γνώσει καὶ ἡλικίᾳ οὐ περισσότερος εἴης; Ναί, τέκνον, παρακαλῶ, περιφρουρῶν ἑαυτὸν παντοίως, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδων. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 263 Κληδονίῳ τέκνῳ Ἄρτι συνέφθασα, τέκνον ἠγαπημένον, ἀντεπιστεῖλαί σοι. χαίρω οὖν ὅτι ὑγιαίνεις, εἰς δὲ τὸ μεμονῶσθαί σε οὐχ ἡδέως ἔχω, κἂν ἀκουσίως, ἐκ τοῦ τὸν ἀδελφὸν Νεῖλον κρατηθῆναι. σπούδασον οὖν, παρακαλῶ, συνεῖναι ἑνὶ τῶν ἀδελφῶν, καὶ τούτῳ, εἰ οἷόν τε, συνετῷ· οἶδας γὰρ ὅτι παντὶ ὁ ἐχθρός, καὶ χρεία ἀσφαλείας ψυχικῆς. εἰς δὲ τὸν ἀββᾶν Λεόντιον τί σοι ὅλως ἐπῆλθεν ἀπιέναι; εἰ μὲν ἔγνως πεφυλαγμένον αὐτὸν τῆς αἱρέσεως, εὖ ἂν εἶχεν· τοῦτο γὰρ κἀγὼ προεθυμούμην, καθὰ καὶ προενετειλάμην τῷ μακαρίῳ Θεοδούλῳ. ἐπειδὴ δὲ συναπήχθη τοῖς αἱρετικοῖς δι' ὑπογραφῆς καὶ κοινωνίας, δι' ἣν καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ μακάριος ἐκεῖνος, οὐδὲν ἄλλο ἐστὶ τὸ ἀπελθεῖν σε πρὸς αὐτὸν ἢ τὸ γενέσθαι ὅμοιον αὐτῷ καὶ ἀπολέσαι τὰ πάντα, καὶ τὴν ὑποταγὴν καὶ τὴν Χριστοῦ ὁμολογίαν. στῆθι, τέκνον μου, ἐν τῷ κράτει τῆς ἀληθείας, τόπον ἐκ τόπου μὴ ὡς ἔτυχεν μετερχόμενος ἄνευ ἀνάγκης. πάντως δὲ ὁ εἰπὼν οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω θεὸς οὐ παρόψεταί σε ἐν ἀληθινῇ καρδίᾳ πορευόμενον καὶ σκέπων καὶ τρέφων καὶ παντοίως προνοούμενος· πλὴν ὅτι θλίψεως καιρὸς καὶ ὑπομονῆς χρεία. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν Χριστοῦ· τοῦτο εὐφραινέτω σε καὶ τὰ ἐπώδυνα κουφιζέτω. ὁ δὲ κατὰ σάρκα σου ἀδελφός, σὰρξ ὤν, σάρκα σε θέλει γενέσθαι. Τί μοι τοιαῦτα γράφεις; ἴδε τοὺς κατὰ πνεῦμα ἀδελφούς σου ἐναθλοῦντας κἀκείνους ζηλοῦν ἐπείγου, ἵνα γίνῃ στεφανίτης. ὁ θεός σε, τέκνον μου, περιφυλάξειεν, εὐχόμενον περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 264 Εὐστρατίῳ ἀρχιητρῷ Ἐγίνωσκον μὲν τὴν τιμιότητα τῆς ἀγάπης σου καὶ πρότερον, ὁπότε τῆς προσκυνήσεώς σου ἠξιώθην, οὔπω δὲ τὸ πόση καὶ ἡλίκη· διὰ δὲ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Ἀδριανοῦ τοσαῦτά σου καλὰ ἠκουτίσθημεν καὶ οὕτω διέθετο ἡμᾶς ἡ ἀπαγγελία εἰς ἀγάπησιν (μάλιστα ὅτι καὶ τῆς αἱρέσεως μένοις ἀνώτερος, διαφυλαττόμενος ὡς ἐν μέσῳ φλογὸς ἄφλεκτος τῆς αἱρετικῆς κοινωνίας), ὥστε εὐχαριστῆσαι τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν καὶ δόξαι εἰς πρόσωπόν σου τίμιον ἐλθεῖν καὶ περιπτύξασθαί σε ἀπὸ καρδίας. χάρις οὖν τῷ Κυρίῳ, τῷ ἔχοντι ἐκλεκτοὺς καὶ ἐν Βυζαντίδι ἐν τῷ παρόντι καιρῷ χαλεπῷ, ἐφ' ᾧ Χριστὸς διώκεται σὺν μητρὶ καὶ θεράπουσι διὰ τῆς τῶν ἁγίων αὐτῶν εἰκόνων καταδρομῆς καὶ ἀτιμίας· καὶ γὰρ ἡ τῆς εἰκόνος ὕβρις τοῦ εἰκονιζομένου ἐστὶν ἀριδήλως ἀτιμία, κἂν οὐ συνιῶσιν οἱ χριστοδιῶκται. ἆρα οὐχ ὁ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ ὑβρίζων τὸν ζωοποιὸν σταυρὸν ὑβριεῖται; καὶ μάλα. οὕτω καὶ ἐπὶ τοῦ τύπου, ἤτοι τῆς εἰκόνος Χριστοῦ. Ἀλλ' ἐκείνοις μὲν εἴη ἐπιστροφὴ καὶ παῦλα τῆς ἀσεβείας· σὲ δὲ Κύριος ἔτι διαφυλάξειεν μετὰ τῆς κυρίας τῆς ὁμοζύγου, τῆς καὶ ἀφ' αἵματος ἡμῶν, ὡς ὁ λόγος, ἀσινῆ καὶ ἀβλαβῆ ἐν πᾶσι, παρέχων σοι καὶ ὑπὲρ τῆς τοῦ ἀδελφοῦ καὶ γραμματηφόρου ἐξ ἀρχῆς μέχρι τοῦ δεῦρο καλοποιΐας καὶ ξενοδοχίας πολλοὺς τοὺς μισθούς, πολλά σου τὰ ἀγαθὰ ἐξαγγέλλοντος, οὐ μὴ ἀλλὰ καὶ ὑπὲρ ὧν ἐστερήθης προσόδων φυγὰς τὴν τοῦ ἀσεβάρχου συνεστίασιν. εἴη σοι θησαυρὸς οὐράνιος τῶν πνευματικῶν χαρίτων. 265 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἠξίωμαι καὶ τανῦν μαθεῖν σου τὰ τῆς ὑγιείας καὶ ὁσιώσεως οὐ μόνον ἀπὸ τιμίου γράμματος, ἀλλὰ καὶ ἀπὸ ζώσης φωνῆς τοῦ καλοῦ Διονυσίου, ὃς ἔθρεψέν μου τὴν ταπεινὴν ψυχήν, ἕκαστα ἐξηγησάμενος, ἃ ὑπέλαβεν ὀφθαλμοῖς τῶν αὐτόθι, τὴν ξενίαν, τὴν παροικίαν, τὴν ἡσυχίαν, τὸ ὄρος, τὸ ὕδωρ, μᾶλλον δέ, παρεὶς ταῦτα, ἐξ ὧν ἐστι γνωριμώτερον λέξω, τὸν θεόν, ᾧ λατρεύεις, καὶ ὃν θεραπεύεις καὶ ὑπὲρ οὗ σοι ἡ ἐρημία καὶ ἡ τληπαθεία, ἀπορφανισθέντι προσώπῳ, οὐ καρδίᾳ, ἡμῶν τε τῶν ταπεινῶν, ἀλλὰ μὴν καὶ τῆς ὑπὸ χεῖρα μεγάλης τοῦ θεοῦ ἐκκλησίας. ἐλεεινὰ μὲν οὖν ταῦτα (πῶς γὰρ οὔ;), ἀγαπήσει ἠγαπημένος ὑπ' ἀμφοτέρων καὶ οἷα τομῇ μαχαίρας διῃρημένος· ὅμως ἔχεις μὲν αὐτός, ποθεινότατε καὶ ἁγιώτατε, εἰς θεὸν μεγάλας τὰς ἐλπίδας, ἔχει δέ σου ἡ ἐκκλησία σὺν ἡμῖν πολλὰ τὰ αὐχήματα εἰς σέ, τὸν δι' ἀλήθειαν καὶ προπαθόντα τοιαῦτα καὶ νῦν μετὰ Χριστοῦ πάσχοντα· ἐν οἷς τελειώσειέν σου ἡ θεία χάρις τὸν καλὸν ἀγῶνα εἰς ἄμειψιν τοῦ στεφάνου τῆς δικαιοσύνης ἐν ἡμέρᾳ τῆς δικαίας τοῦ Κυρίου ἀνταποδόσεως. δέδιας, ὦ πάτερ, τοὺς οἴκοθεν καὶ ἀοράτους ἐχθροὺς παρὰ τοὺς ὁρωμένους, καὶ οὐκ ἀπεικότως, ἀλλ' ὡς ἔμφρων, ἀλλ' ὡς ἐμπειροπόλεμος, ἀλλ' ὡς ἀσφαλής· τούτους κἀγὼ ὁ τάλας πτοοῦμαι καὶ δέδοικα, ὅτι ὁμοῦ τὸ ἀναπνεῖν καὶ ἡ βολὶς πυρπολουμένη, οὔτε καθεύδοντί μοι ἀργοῦσα διὰ τῶν ἰνδαλμάτων, μὴ ὅτι γρηγοροῦντι. ἀλλ' εἷς ἐπαρωγός, ὁ τοῦ θεοῦ φόβος· οὗ γὰρ οὗτος γρηγορεῖ, ἐκεῖ κοιμᾶται τὰ πάθη. Δέομαί σου οὖν τῆς ὁσιότητος ἐπαμῦναί μοι ταῖς προσευχαῖς ἀδιαλείπτως περισῴζεσθαι ἀνώτερον τῆς παγίδος τοῦ ἐχθροῦ· πρὸς γὰρ τὸ ἡμᾶς τοὺς ἀναξίους ἕλκεσθαι εἰς μνήμην σου πρὸς ἕκαστα τί δεῖ καὶ λέγειν, εἰ μὴ ὅτι καὶ πρὸ τῆς οἰκείας σωτηρίας τὴν σὴν ἐξαιτούμεθα ἐν Κυρίῳ συντετριμμένῃ καρδίᾳ εὐδοκίμησιν καὶ διάσωσιν ἐν πᾶσιν. προσαγορεύουσιν οἱ σὺν ἐμοὶ ἀδελφοὶ μετ' αἰδοῦς τὴν ἱεράν σου κορυφήν. πλεῖστα ἀσπάζομαι τοὺς ἀδελφούς, μάλιστα τὸν καλὸν Ἀθανάσιον, ἔργῳ καὶ λόγῳ συμπεπονθέναι σοι ἐν Κυρίῳ θερμῶς προαιρούμενον. 266 Ἄνθῳ τέκνῳ Τὸ μικρὸν ἐπιστολίδιόν σου, τέκνον ἠγαπημένον, μέγιστόν μοι εἰς ἀποδοχῆς λόγον· ἀρκεῖ γάρ μοι τὸ σημαίνειν σε ὅτι ζῇς καὶ ὑγιαίνεις, ὑπηρετῶν τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατρί. ἔτι οὖν ἔρρωσο, φίλτατον τέκνον, καὶ σώματι καὶ πνεύματι, ἵνα ἀκούων χαίρω ὁ ταπεινός. προσεύχου ἀνεπιλήστως τὴν σωτηρίαν μου ὡς υἱὸς ἀγαπητός, ὡς ἄνθος ἀρετῶν, ὡς ἠγαπηκὼς ἀπ' ἀρχῆς τὴν ἁγνείαν. σωθείης. 267 Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου Παρὰ τὸ μὴ εἰδέναι με ἀκριβῶς τὸν τῆς ἐξορίας τόπον τῆς πατρικῆς σου ἁγιωσύνης οὐκ ἠξιώθην ἐπιστεῖλαι μέχρι τοῦ παρόντος, καίτοι ἐπιθυμίαν ἔχων καὶ εἰς αὐτὸ τοῦτο ἀσχάλλων τῷ πνεύματι· ἄρτι δέ πως ἐληλυθότος Διονυσίου τοῦ ἀδελφοῦ ἡμῶν ἐκ τῶν αὐτόθι καὶ ἀναγγείλαντος ἡμῖν ὅτι καὶ ἑώρακέν σου τὴν ὁσιότητα καὶ προσηγορίαν αὐτῆς ἔσχεν ἐν τῇ καθ' ἡμᾶς οὐθενότητι, τίς τε καὶ οἷος ὁ χῶρος αὐτὴν ὁ κατέχων, καὶ χαρᾷ ἐχάρημεν οἱ ταπεινοὶ καὶ εὐθύμως τὴν ἐπιστολὴν ἐχαράξαμεν. Ἡμεῖς γάρ, ὦ τιμιώτατε, ἔκπαλαι κάτοχοι τῆς ἀγάπης σού ἐσμεν καὶ σέβομεν οὐ μόνον ὡς γνώριμον καὶ ὁμόσχημον, ἀλλὰ γὰρ καὶ ὡς ὁμολογητὴν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ὁ διωγμὸς καὶ ὑπερορισμός, ἀλλὰ χάρις Κυρίῳ τῷ γνωρίσαντί σε ἐν τῷ νῦν καιρῷ στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μὴ κατασεισθέντα ὑπὸ τῶν προσβολῶν τῶν ὑπεναντίων, ἀλλὰ διασῴζοντα τὸ τῆς εὐσεβείας μυστή ριον ἐν τῇ κραταιότητι τοῦ Ἁγίου Πνεύματος ἀκαπήλευτον· πάντως γὰρ ἔγνως ὅσοι καὶ πηλίκοι οἱ κατὰ τὰς ἁμαρτίας μου ὠλισθηκότες· ἐφ' οὓς τίς οὐ στενάξειεν δάκρυον; καί γε ἐπὶ τῷ Μηδικιώτῃ, συληθέντι ἐκ τῶν περὶ Ἰωσὴφ οἰκονομίας χάριν ἠσεβηκέναι εἰς Χριστόν. τοῦτο δέ, ὦ θεόσοφε, ἀπηχὲς πάνυ καὶ ἔκτοπον· ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλοῦν ἐργάζηται τὸ ἁμάρτημα, ὅτι αὐτός τε τὸ οὐκ ἀγαθὸν ποιεῖ καὶ κέχρηται οἱονεὶ παραπετάσματι τῷ τοῦ ἀγαθοῦ ὀνόματι, φωνή ἐστι τοῦ θείου Βασιλείου. οὕτω μὲν ἐκεῖνοι πρὸς τῇ οἰκείᾳ πτώσει καὶ πολλοῖς ἄλλοις ὄλισθος γενόμενοι, πλὴν ὅτι ὁ Μηδικιώτης, ἐπιγνοὺς τὴν ἧτταν, καὶ ὡμολόγηκεν ὠλισθηκέναι καὶ μεταμεμέληται σφόδρα, ὡς μεμάθηκα, καὶ διὰ τοῦτο φυγὰς ᾤχετο, μέγιστον δεῖγμα μετανοίας καὶ ὠφελείας ἐγκαταλείψας τοῖς τε οἰκείοις φοιτηταῖς καὶ τοῖς εὖ φρονοῦσιν. ἵστανται δὲ χάριτι Χριστοῦ ἐρηρεισμένοι ἐν ἐπισκόποις οἱ προηγωνισμένοι ἐν Κυρίῳ, ἐν ἡγουμένοις ὁ τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τοῦ Ἀγροῦ, ὁ τῆς Δελμάτου, ὁ τῆς Πελεκητῆς Μακάριος. Προσεύχου τοίνυν, ὦ ποθεινότατε πάτερ, ὑπὲρ εἰρήνης τῆς ἐκκλησίας, εἶτα καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου ἵνα σὺν ὑμῖν τοῖς ἁγίοις πατράσιν ἐπιτύχοιμι θεοῦ, κατόπιν ὑμῶν ἀξιούμενος βαίνειν. 268 Ἰωάννῃ ἡγουμένῳ Δύο ἐπιστολῶν τῆς ἁγιωσύνης σου ἔκτισις τὸ παρὸν γραμματεῖον διὰ τὸ μὴ ἐπιτυχεῖν με γραμματηφόρου, ἀληθέστερον δὲ εἰπεῖν, διὰ τὸ φασματικὴν ἡμᾶς συντυχίαν δέξασθαι, ἣν ἀπήγγειλεν ὁ ἐνεγκὼν τὴν ἐπιστολήν. χάρις οὖν τῷ θεῷ ὅτι ὑγιαίνων διατελοίης, πάτερ τιμιώτατε, φέρων τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ἡ ἐξορία καὶ ἡ κακοπάθεια, ἥ τε ἀφαίρεσις τῶν οἰκείων καὶ ἡ ἀπαλλοτρίωσις τῶν ἰδίων. δέχῃ ἀκοὰς θλιπτικὰς τῶν εἰς τὰ τοῦ μοναστηρίου παρανομούντων· καὶ οἶδα ὅτι δριμύττει ὁ λόγος (πῶς γὰρ οὔ;), ὧν ἐστι κόπος χειρῶν σου, ἱδρὼς ἀγώνων, ὕπαρξις γονέων, πολλῶν ἄλλων εἰσφοραὶ καὶ συγκομιδαί, ἐπειδὴ καὶ ἦρξας ἐν βασιλικοῖς πράγμασιν, ὀψώνια καὶ σιτηρέσια οὐκ ὀλίγα λαβών, καθότι καὶ ἐξ εὐγενῶν ἔφυς καὶ ἐκ συγγενῶν συνεκροτήθης καὶ πολυούσιον ἐτεκτήνω ἀσκητήριον. Ἀλλὰ τί δεῖ παθεῖν, οὕτως τοῦ καιροῦ ἐνεγκόντος; θάρσει οὖν, ὦ τιμιώτατε, ὅτι καὶ ταῦτα ἀπολήψῃ μικρὸν ὕστερον, ἡνίκα δοκιμάσῃ τῷ ἱκανῷ τοῦ πειρασμοῦ ὡς ἐν πυρὶ τὸ δοκίμιον τῆς πρὸς αὐτὸν ἡμῶν πεποιθήσεως ὁ ἀγαθὸς θεός· καὶ ἔτι κρείττονα καὶ μένουσαν ἐν οὐρανοῖς ὕπαρξιν ταμιεύσοιτό σοι Χριστὸς ἀνθ' ὧν νῦν κατέλιπες πάντα δι' αὐτόν, κλέος ἀπενεγκάμενος αἰώνιον ἔν τε τῷ μοναδικῷ τάγματι καὶ ἐν πάσῃ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. μὴ οὖν, παρακαλῶ, καταξαινέτω τὴν καρδίαν ἡ μνήμη καὶ ἀγγελία τῶν λυπηρῶν· γέγραπται γάρ, ὑπομιμνήσκω, οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. δυνατὸς δὲ ὁ θεὸς ποιῆσαι σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τῆς ἐλπίδος καὶ πιστός ἐστιν εἰς μαρτύριον ἡμῖν λογίσασθαι καὶ τὰ φθάσαντα καὶ φθάζοντα. Διὸ ὑπομονῆς ἡμῖν χρεία ἔτι, ὦ πάτερ, ἵνα κομισώμεθα τὰς ἐπηγγελμένας παρὰ θεῷ ὑποσχέσεις. ἀπέχω δὲ καὶ ὑπεραπεδεξάμην τὴν ἐφ' οἷς ᾐτησάμην σου πειθὼ εἵνεκα τῆς ἀληθείας ὁμολογίαν καὶ συγκατάθεσιν· καὶ λογισθείη σοι εἰς χάριν, εἴπω, καὶ συγγνώμην τῶν ὀφληθέντων κατὰ κοινοῦ, ἐπειδὴ τοῦτο καὶ ὁ τῆς ἱεραρχίας κορυφεὺς οὐκ ἐπῃσχύνθη ὡμολογηκέναι θεῷ τε καί τισιν. ἀλλ' ἄγε τὸν λόγον ἐπὶ τοὺς καθ' ἡμᾶς λογάδας. ποῦ ποτέ εἰσιν οἱ περὶ τὸν ἀββᾶν Ἰωσήφ, οἱ καὶ νῦν προσχήματι οἰκονομίας ἀσεβήσαντες καὶ ἀπορραγέντες οὐ μόνον ἡμῶν τῶν ταπεινῶν, ἀλλὰ γὰρ καὶ τῆς κεφαλῆς; καὶ ὃν τὰ πρῶτα εἰς πρόσωπον εὐλόγουν, ἐφάνησαν οὐ συνημμένοι αὐτῷ πνεύματι, ἀλλὰ κατὰ ἄνθρωπον· δεξάμενοι γὰρ καὶ κεκοινωνηκότες τῷ ἀντιθέτῳ καὶ χριστομάχῳ ἀπώσαντο σὺν Χριστῷ καὶ τὸν ἀληθινὸν ἡμῶν πατριάρχην. ἴδοι Κύριος καὶ ἐπισκέψοιτο τὴν ἐκκλησίαν αὐτοῦ ἐν τάχει, λελυμασμένην συΐ ἀγρίῳ, δῆλον ὅτι σαῖς προσευχαῖς καὶ πάντων ἁγίων ἱλεούμενος. μνημονεύειν μου τοῦ ἁμαρτωλοῦ μὴ ἐπιλάθῃ, ὦ ποθητέ, ὅπως ῥυσθείην ἀπὸ παντὸς ἔργου πονηροῦ, ἑπόμενος ὑμῖν κατόπιν, τοῖς ὁμολογηταῖς Χριστοῦ. 269 Γρηγορίῳ τέκνῳ Ἄρτι ἀποκρίνομαι πρὸς ἃ ἐπέστειλας πάλαι, τέκνον, καὶ ἀποκρίνομαι οὐκ ἐξ ὧν ἔγραψας ὅτι μηδὲ κατὰ λόγον ὑποταγῆς, ἀλλὰ ἀφ' ὧν διήγγελμαι, ὅτι κρίμα μοι ἐπήρτηται ποιμενικὸν καὶ οὐαί μοι τῷ ἀθλίῳ, εἰ μὴ ἀρκούντως ἀναγγείλοιμι. εἰ μὲν γὰρ ἑώρων πρὸς μὴ γεγονότα ἐν ὑπακοῇ μου εἶναι τὸν λόγον, οὐδὲ ἅπαξ τυχὸν ἐδεοίμην λέγειν· ἐπειδὴ δὲ πρὸς τοιοῦτον, ὡς ὑπὸ μάρτυρι θεῷ καὶ ἀγγέλοις καὶ πάλιν μοι τὸ γράμμα ὁμοῦ μὲν παρακλητικόν, ὁμοῦ δὲ καὶ διαγγελτικόν, καὶ οἶδ' ὅτι πρὸς ἔχοντα οὖς ἀκουστικὸν διαλέξομαι. Ἀδελφὲ Γρηγόριε, μνήσθητι ἡμερῶν ἀρχαίων, μνήσθητι ἀναθέσεως υἱϊκῆς, μνήσθητι ἀγαπήσεώς μου, ταπεινῆς μέν, ἀληθινῆς δέ, ὡς πάντες ἴσασι· μνήσθητι ὅτι βασιλεῖς καὶ ἀρχιερεῖς οὐχ εὗρον ἰσχὺν διασχίσαι ἡμᾶς ἐξ ἀλλήλων πολλοῖς τρόποις κινηθέντες, τοῦ συνδέσμου τῆς ἀγάπης οὐδαμῶς ῥηγνυμένου. εἶτα, ὅτε πολλοὶ οἱ πολεμοῦντες καὶ πλείους οἱ ἀγῶνες, ἀήττητοι καὶ νικηταὶ καὶ ἀδιαίρετοι, ὁπότε δὲ παῦλα, τότε ἧττα καὶ διαίρεσις; φεῦ τῆς ταλαιπωρίας μου, ἀβάλε τῆς δαιμονικῆς ἐπηρείας· οἷος ἦς ὀχυρὸς ἐξ ὧν ἔδρασας ἐν ὑποταγῇ, τίμιος, ἀξιόπιστος, περιφανής, πολλὰ τὰ ἕδνα προσφέρων τοῖς ἐντυγχάνουσιν. τί τὸ γεγονός, τέκνον μου; τί τὸ διατεμόν σε, σπλάγχνον μου; ὅτι ἐλύπησά σε ἐπιτιμῶν, κόπτων τὸ θέλημά σου; ὁμολογῶ, ἀλλὰ διὰ θεὸν καὶ ψυχήν· εἰ δὲ καὶ ἀδίκως τυχόν, σύγγνωθι. μνήσθητι δὲ ὅτι καὶ τὴν φύσιν μου ἐξεβιασάμην, εἴπω, καὶ τὸ τῆς ὑποταγῆς δίκαιον ἐλυμηνάμην, τὰ τῆς ἀναπαύσεώς σου διώκων. καθομολογῶ καὶ τὰ σά, οὐ γὰρ εἰμὶ ἀγνώμων, υἱέ μου, ὅτι δι' ἐμὲ Χριστοῦ ἀκολουθήσει καὶ ὠνειδίσθης καὶ ἐρραπίσθης καὶ ἐφρουρήθης καὶ τὴν ψυχὴν μέχρις αἵματος προήσω· οἶδας τὰς βασιλικὰς ἀποκρίσεις, οἶδας τὰ ἐν τῷ παλατίῳ εἱρκτάς, τὰς ἐν τῷ Ἁγίῳ Μάμαντι ἀπαγωγάς· οἶδας τὴν φυλακιστικὴν ἀμφοτέρων ζωήν, τὴν εἰς ἀλλήλους συμφυΐαν, ἣν ἐθαύμασαν καὶ βασιλεῖς καὶ ἱερεῖς καὶ πᾶς τις ἄλλος. εἶτα, τί τὸ διαρρῆξαν; ὅτι τῶν διωξάντων καταποθέντων καὶ τοῦ σκανδάλου ἐκποδὼν ἀρθέντος σύμβασιν ἐποιησάμεθα μετὰ τοῦ ἀρχιερέως. ὢ τῆς ἐπηρείας· καὶ τί ἐβούλου; ἵνα, φησίν, ἐγένετο σύνοδος καὶ καθῃρέθη τὸ αἴτιον. καὶ τίς ὁ συνεδρεύων ἢ καθαιρῶν; οὐχ ὁρᾷς ἀνένδεκτα λέγων; ἀλλ' ὅτι οὐκ ὤφειλεν συνελθεῖν τῷ βασιλεῖ ὁ ἱεραρχῶν. ὁμολογουμένως, ὡς οὐδὲ ὁ πρὸ αὐτοῦ, ἐφ' ᾧ καὶ ὁ μείζων κίνδυνος, ἐξ οὗ καὶ συναπέρχεται δῆθεν οἰκονομίας ὁ δεύτερος. Ἔα ταῦτα, τέκνον. γέγονεν ὡς γέγονεν, καὶ κριτὴς θεὸς τῶν τοιούτων. τοίνυν περιφανεστέραν καὶ ὁσιωτέραν πιστεύω τῷ θεῷ μου ὑπάρξαι τὴν ἕνωσιν τῆς ἐνστάσεως τῷ εὖ φρονοῦντι καὶ εἰδότι μέτρον καὶ ἀξιώματος καὶ ἐνστάσεως. καί γε ἔδειξεν ὁ χρόνος, ὁμολογίας στέφανον ἀναδησαμένου τοῦ ἀρχιεράρχου σὺν πολλοῖς ἄλλοις, κἀμοῦ τοῦ ταπεινοῦ συμπαρομαρτοῦντος τῷ ἀρχιεραρχοῦντι· ὃν καὶ ἐδεξάμην καὶ δέδεγμαι, ἐπὶ τὸν βασιλεύσαντα ἀνενεγκόντα τὸ αἴτιον. καὶ μὴ οἴου με, ἀδελφέ, φιλαρχοῦντα ταῦτα λέγειν, ὡς ἂν ἐναβρύνεσθαι ἢ νικᾶν ἐν τῇ ὑποταγῇ σου· μηδαμῶς. εἰ οἷόν τε γενέσθαι εὐάρεστον θεῷ, δέχομαι οὐ μόνον εἰπεῖν σοι τὸ" 4ἥμαρτον" 5 ἀλλὰ καὶ ὑποταγῆναί σοι. καὶ δέομαί σου, τέκνον μου ἀγαπητόν, μὴ σκληρυνθῇς, ὁ θεός σε παρακαλεῖ δι' ἐμοῦ· ἴδε ὅτι τὸ κρίμα καὶ τῶν ὄντων μετὰ σοῦ τέκνων μου ἔχεις. Παρακαλῶ σε μὴ ἀποτύχω μου τῆς ἐλπίδος ἐπ' ἀμφοτέροις, λέγω δὴ καὶ τοῦ ἀδελφοῦ μου Βασιλείου τοῦ ἠγαπημένου, ᾧ γράψαι ἰδίᾳ περισσότερόν τι οὐκ εἶχον. εἰ δέ, ὅπερ μὴ γένοιτο, ἀπειθήσητε, ἐγὼ μὲν ὁ ταπεινὸς ἀθωῶ ἐμαυτὸν τοῦ αἵματος ὑμῶν, ὑμεῖς δὲ ὄψεσθε, ὃ καὶ ἴστε, τί τὸ τῆς ἀπειθείας κρίμα καὶ δέσμημα παρὰ θεῷ. 270 Πρωτοσπαθαρέᾳ Ἐγώ, φειδόμενος καὶ εὐλαβηθεὶς μή τι διὰ τοῦ γράφειν με γενηθῶ σοι εἰς κόπον, κυρία μου, οὐκ ἐπέστειλα τὸ πρότερον· αὐτὴ δέ, οὐκ οἶδα πῶς ἰδοῦσα τὸν γραμματηφόρον, ἐπλήρωσας τὴν δεξιὰν αὐτοῦ ἀργυρίου, ἀποστείλασα εἰς ἀνάπαυσιν τῆς ταπεινώσεώς μου. καὶ ἱνατί ἐκαινοτόμησας τὴν εὐλογημένην σου οἰκίαν; καὶ ἱνατί πρὸς πλησμονήν σου ἐγενόμην; πλὴν ὁ πάντα ζυγοστατῶν καὶ σταθμίζων ἀποδῴη σοι ἀντίμισθον καὶ ἀντίξενον τὴν βασιλείαν αὐτοῦ, ὑπακούων σου τῆς πεποιθήσεως καὶ τῆς προκειμένης εὐχῆς, καταρραΐζων πᾶσάν σου θλῖψιν καὶ ἀδολεσχίαν, γαληνιαίαν τε καὶ εἰρηναίαν παρέχων σοι διαβίωσιν. μνημόνευε καὶ ἡμῶν ἐν τῇ ὀρθοδόξῳ καὶ καθαρᾷ σου λατρείᾳ· μανθάνω γὰρ ὅτι ἀντέχῃ εὐσεβείας, καί γε κρατυνθείης ἔτι. 271 Πασχαλίῳ πάπᾳ Ῥώμησ Τῷ τὰ πάντα παναγεστάτῳ, φωστῆρι μεγάλῳ, ἀρχιερεῖ πρωτίστῳ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθα νάσιος, Ἰωάννης, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τῶν Πικριδίου, τοῦ Παυλοπετρίου, τῆς Εὐκαιρίας, τῶν Στουδίου. Ἤδη που πάντως ἤκουσται τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι τὰ κατὰ τὰς ἁμαρτίας ἡμῶν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ἐπελθόντα (καὶ γὰρ γεγενήμεθα εἰς παραβολὴν καὶ διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι, γραφικῶς εἰπεῖν), οὐ μὴν ἴσως ἡ ἀπαγγελία ἐντελῶς τε καὶ ἐπιστολικῶς. διόπερ ἡμεῖς οἱ ἐλάχιστοι, εἰ καὶ μέλος που τοῦ σώματος Χριστοῦ ἔσχατον τυγχάνοντες, ὅμως τῆς κεφαλῆς ἡμῶν εἰργομένης τῶν τε ἐν τῇ ἀδελφότητι προεχόντων ὧδέ τε κἀκεῖσε διεσπαρμένων ἠδυνήθημέν πως ἐκ τοῦ σύνεγγυς εἶναι καὶ διὰ τῆς εἰς ἀλλήλους καταμηνύσεως εἰς ἓν γενέσθαι καὶ πνεῦμα καὶ ῥῆμα, γράφοντες, εἰ καὶ τολμηρῶς, τάδε. Ἄκουε, ἀποστολικὴ κάρα, θεοπρόβλητε ποιμὴν τῶν Χριστοῦ προβάτων, κλειδοῦχε τῆς οὐρανῶν βασιλείας, πέτρα τῆς πίστεως, ἐφ' ᾗ ᾠκοδόμηται ἡ καθολικὴ ἐκκλησία· Πέτρος γὰρ σύ, τὸν Πέτρου θρόνον κοσμῶν καὶ διέπων· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ αὐλῇ Κυρίου, πύλαι ᾅδου ὡς πάλαι προσερράγησαν αὐτῇ. τί τοῦτο; διώκεται Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ἡ τῆς εἰκόνος καταδρομὴ τοῦ πρωτοτύπου διωγμός· ἐντεῦθεν κατένεξις πατριαρχικῆς κεφαλῆς ἐξορίαι τε καὶ περιορισμοὶ ἀρχιερέων τε καὶ ἱερέων, μοναστῶν τε καὶ μοναζουσῶν, εἱρκταί τε καὶ σιδηρώσεις, βάσανοί τε καὶ τέλος θάνατοι. ὢ τοῦ φοβεροῦ ἀκούσματος· ἡ σεπτὴ εἰκὼν τοῦ Σωτῆρος ἡμῶν θεοῦ, ἣν καὶ δαίμονες φρίττουσιν, ἐνύβρισται, ἐξουδένωται, οὐ μόνον ἐν τῇ βασιλευούσῃ πόλει, ἀλλὰ γὰρ καὶ κατὰ πᾶσαν χώραν καὶ πολίχνην. θυσιαστήρια ἠφανίσθη, ναοὶ ἠμαυρώθησαν, ἱερὰ ἐκοινώθη, ἐχέθη αἵματα καὶ χέεται τῶν ἀντεχομένων τοῦ εὐαγγελίου, διωγμοὶ καὶ φυγαδεῖαι τῶν ἔτι ὑπολελειμμένων. ἐσίγησεν πᾶν εὐσεβοῦν στόμα δέει θανάτου, ἠνέῳκται ἡ ἀντίθετος καὶ βλάσφημος γλῶσσα, σεσάλευται πᾶσα σὰρξ ἀμφοτερίζουσα. οἴμμοι, φησίν, ὅτι ἐγενήθημεν ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος. Ἐφ' ἡμᾶς, ὦ μάκαρ, ἐγένετο πάντα ταῦτα. ἃ τίς μὲν οὐκ ἐπιστυγνάσειεν, εἰς ἑαυτὸν τὰ τοῦ πλησίον ἀναθεωρῶν πάθη, τίς δὲ οὐ λογίσοιτο προεισόδια εἶναι τῆς τοῦ Ἀντιχρίστου παρουσίας, τοσοῦτον διαφέροντα ὅσον εἰκὼν ἀρχετύπου, ἐφ' ᾗ καὶ μαίνεται; δεῦρο δὴ οὖν ἀπὸ δυσμῶν ὁ χριστομίμητος, ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος· πρὸς σὲ εἴρηκε Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ σύ ποτε ἐπιστρέψας στηρίξεις τοὺς ἀδελφούς σου. ἴδε ὁ χρόνος καὶ ὁ τόπος· βοήθησον ἡμῖν ὁ ὑπὸ θεοῦ τεταγμένος εἰς τοῦτο, ὄρεξον χεῖρα καθ' ὅσον οἷόν τέ ἐστιν· ἔχεις τὸ ἰσχύειν παρὰ θεῷ ἐκ τοῦ πάντων πρωτεύειν ἐν ᾧ καὶ ἐτέθης. πτόησον, δεόμεθα, τοὺς αἱρετικοὺς θῆρας σύριγγι τοῦ θείου λόγου σου· ὁ ποιμὴν ὁ καλός, θὲς τὴν ψυχὴν ὑπὲρ τῶν Χριστοῦ προβάτων, ἱκετεύομεν. ἀκουσάτω ἡ ὑπ' οὐρανὸν ὅτι ὑφ' ὑμῶν ἀναθεματίζονται συνοδικῶς οἱ ταῦτα τετολμηκότες καί γε ἀναθεματίζοντες τοὺς ἁγίους πατέρας ἡμῶν. τοῦτο εἴη θεῷ εὐπρόσιτον, ἀγγέλοις καὶ ἁγίοις χαρμόσυνον, σαλευομένοις στήριγμα, ἑδραιουμένοις ἐπισφράγισμα, καταπεπτωκόσιν ἀνάστημα, πάσῃ ἐκκλησίᾳ ὀρθοδόξων ἀγαλλίαμα, καί γε τῇ σῇ κορυφότητι κατὰ τοὺς πάλαι προηγησαμένους μνημόσυνον αἰώνιον· οἳ ἐν τοῖς ὁμοίοις καιροῖς τὰ παρ' ἡμῶν τῶν ἁμαρτωλῶν νῦν αἰτούμενα δεδρακότες πνευματοκινήτως καὶ μνημονεύονται καὶ μεμακάρινται. Πάντως δὲ πιστεύομεν ὡς ἐλέῳ οἰκτιρμῶν καμπτόμενος δέξῃ ἡμῶν τὸ εὐτελὲς γράμμα, Χριστὸν μιμούμενος, ὅς, θεὸς ὢν τῶν ἁπάντων, οὐκ ἀπηξίωσε τὴν παρὰ Αὐγάρου ἐπιστολὴν καὶ δέξασθαι καὶ πρὸς αὐτὴν ἀντιγράψαι. 272 Τῷ αὐτῷ Τῷ παναγεστάτῳ πατρί, κορυφαίῳ φωστῆρι οἰκουμενικῷ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τῶν Στουδίου. Ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, Χριστὸς ὁ θεὸς ἡμῶν, τὴν σὴν ἐν τῇ δύσει μακαριότητα ὥσπερ τινὰ λυχνίαν θεαυγῆ εἰς ἐπίλαμψιν τῆς ὑπ' οὐρανὸν ἐκκλησίας ἐπὶ τὸν ἀποστολικὸν πρώτιστον θρόνον θέμενος. καὶ γὰρ ᾔσθημεν φωτὸς νοεροῦ οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἐνισχημένοι τῆς πονηρᾶς αἱρέσεως καὶ τὸ νέφος τῆς ἀθυμίας ἀπεθέμεθα καὶ πρὸς χρηστὰς ἐλπίδας ἀνενεύσαμεν, μεμαθηκότες δι' ὧν ἀπεστείλαμεν ἀδελφῶν ἡμῶν καὶ συνδούλων οἷα καὶ ἡλίκα πέπραχέ τε καὶ λέλεχεν ἡ ἁγία ὑμῶν κορυφαιότης, τοὺς μὲν αἱρετικοὺς ἀποκρισιαρίους ὡς λωποδύτας μηδὲ εἰς ἱερὰν αὐτῆς θέαν προσηκαμένη, πόρρω δὲ ὄντας ἐνδίκως ἀποπεμψαμένη, τοῖς δὲ ἡμετέροις ταλαιπωρήμασι διὰ τῆς ἐπακροάσεως τῶν γραμμάτων καὶ διηγήσεως τῶν ἀποσταλέντων ἐπιστυγνάσασά τε καὶ ἐπιστενάξασα θεομιμήτως ὡς ἐπὶ οἰκείοις μέλεσι. καὶ ὄντως ἔγνωμεν οἱ ταπεινοὶ ὡς ἐναργὴς διάδοχος τοῦ τῶν ἀποστόλων κορυφαίου προέστη τῆς Ῥωμαϊκῆς ἐκκλησίας· ἀληθῶς πεπείσμεθα ὅτι οὐκ ἐγκατέλιπεν Κύριος τέλεον τὴν καθ' ἡμᾶς ἐκκλησίαν, μιᾶς καὶ μόνης τῆς παρ' ὑμῶν ἐπικουρίας ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἐν ταῖς συμβαινούσαις περιστάσεσιν ὑπαρχούσης αὐτῇ θεοῦ προμηθείᾳ. ὑμεῖς οὖν ὡς ἀληθῶς ἡ ἀθόλωτος καὶ ἀκαπήλευτος πηγὴ ἐξ ἀρχῆς τῆς ὀρθοδοξίας, ὑμεῖς ὁ πάσης αἱρετικῆς ζάλης ἀνῳκισμένος εὔδιος λιμὴν τῆς ὅλης ἐκκλησίας, ὑμεῖς ἡ θεόλεκτος πόλις τοῦ φυγαδευτηρίου τῆς σωτηρίας. ἀλλ' ὅτι τολμηρὸν παρ' ἡμῶν τῶν οἰκτρῶν καὶ ἀναξίων ἐγκώμια συναίρειν τὴν ὑπὸ θείων γλωσσῶν πάλαι μεμακαρισμένην ὑμῶν θεωνυμίαν δέον ἐπὶ τὸ πονοῦν ἐλθεῖν. Οἱ μὲν οὖν ἀσεβοῦντες τὰ συνήθη σὺν πάσῃ σπουδῇ καὶ μανίᾳ ποιεῖν οὐκ ἐνδιδόασι, πάντας ὑφέλκοντες καὶ κατασπῶντες εἰς τὸ τῆς αἱρέσεως βάραθρον, δεδιττομένους τὸν θάνατον· ἀνάγκη γὰρ πᾶσα τὸν μὴ εἴκοντα τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων ὑποβληθῆναι σὺν τοῖς ἀκολούθοις, ὥστε κατὰ μικρὸν ὑπορρέειν (τὸ σχετλιώτατον) καὶ ἐξ αὐτῶν τῶν ἠθληκότων. ἡμεῖς δὲ καὶ αὖθις οἱ ταπεινοὶ καὶ ἔσχατοι ἐν τοῖς μέλεσιν, ὑπέρ τε τῆς οἰκείας ἱερᾶς κεφαλῆς καὶ τῆς ἐνισταμένης ὑπερεχούσης πατρότητός τε καὶ ἀδελφότητος τολμῶντες, πρεσβεύομέν τε καὶ ἐκλιπαροῦμεν παρακληθῆναί σου τὴν ἁγίαν καὶ ἀποστολικὴν ψυχὴν πρῶτον μέν, ὅπερ καὶ πιστεύομεν ποιεῖν, μὴ καταλῆξαι τῆς ὑπὲρ στηριγμοῦ καὶ διασώσεως ἁπάντων θεοκλινοῦς προσευχῆς (ναί, δεόμεθα τὰ ἱερώτατα σπλάγχνα), ἔπειτα, ἃ πνευματοκινήτως αὐτῇ βεβούλευται καὶ ὥρισται ἐπ' ὠφελείᾳ μὲν ἡμῶν τῶν ταπεινῶν, αἰωνίῳ δὲ μακαρισμῷ τῆς οἰκείας ἀρετῆς, εἰς πέρας σὺν θεῷ ἀγαγεῖν. 273 Βασιλείῳ ἀρχιμανδρίτῃ Ῥώμησ Καὶ τὸ πρότερον οὐκ ἔγραψα διά τινα περιπέτειαν, ἀλλά γε νῦν ἐπιστέλλω τῷ ἐμῷ ἠγαπημένῳ καὶ ἁγίῳ πατρί. καὶ πρὸς τίνα γὰρ ἄλλον ἔχω διαλέγεσθαι ἐν τοῖς αὐτόθι ἢ πρὸς τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ γνώριμον καὶ φίλον καὶ πατέρα καὶ προασπιστὴν καὶ σύμψυχον καὶ ταὐτόφρονα καὶ συζηλωτὴν καὶ ἐπίκουρον καὶ σύμβουλον καὶ πᾶν ὁτιοῦν ἐστιν εἰπεῖν εἰς οἰκειότητα καὶ προμήθειαν καὶ ἀντίληψιν διὰ μόνον θεὸν καὶ τὴν ἀρετήν, ἣν ἀμφίεσας ἑαυτῷ ἐνθέῳ πολιτεύματι; ἐραστὸς τῷ ὄντι καὶ προύχων τῷ ἀξιώματι ἐν τῇ πρωτίστῃ τῶν ἐκκλησιῶν τοῦ θεοῦ διαλάμπεις κἀξ αὐτῆς ἡλιοβολεῖς οἱονεὶ τὰ πέρατα διὰ τῆς πανταχῇ ἐξακουομένης θεωνυμίας καὶ ὡς ἀληθῶς βασιλείου προσηγορίας σου. Τοιοῦτος μὲν καὶ τηλικοῦτος σύ, ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ ἀξιάγαστος πατήρ· ἡμῖν δὲ τὸ ἐπιστεῖλαι καὶ αὖθις ἀποστεῖλαι Εὐφημιανὸν τὸν πιστὸν υἱὸν ἡμῶν. ἡ ὑπόθεσις οὐ δι' ἄλλο τι ἢ δι' ἣν αἰτίαν καὶ τὰ πρότερα γράμματα, ἅπερ ἀπεσώσαντο Διονύσιος καὶ ὁ αὐτὸς Εὐφημιανός, οἱ γνησιώτατοι ἡμῶν υἱοὶ καὶ ἠγαπημένοι. οἵ, εἰ καὶ μὴ ἀντεκόμισαν ἀντίγραφα, ἀλλ' οὖν διά τε τῆς οἰκείας ἐξηγορίας καὶ τῆς τοῦ ἱεροῦ Μεθοδίου ὁμοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Μονοβασίας ἐπιστολῆς ἱκανῶς ἡμῶν ἀνεζωπύρησαν τὰς ταπεινὰς ψυχάς, εἰπόντες εὐκταῖα καὶ θεάρεστα μάλα καὶ ὄντως ἀποστολικῆς ψυχῆς ἄξια, ἃ ἐλαλήθη συμπαθῶς καὶ χριστομιμήτως καὶ μὴν καὶ ἐτυπώθη πνευματοκινήτως καὶ πατροπαραδότως παρὰ τοῦ ἁγιωτάτου ἀποστολικοῦ. οὕτω γὰρ καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐποθοῦμεν ῥοπῇ τοῦ κρατοῦντος τῆς καθ' ὑμᾶς οἰκουμένης τὴν ἐπικουρίαν διὰ τῆς τοῦ πρωτοθρόνου μεσιτείας καὶ θεοδωρήτου ἐξουσίας γενέσθαι, ἀλλ' οὔπω ἐτολμῶμεν τοῦτο αἰτήσασθαι διὰ τὸ ὑπέρκαλον· ἐπὰν δὲ ἐνεπνεύσθη δακτύλῳ θεοῦ εἰς τὴν ἱερὰν καρδίαν, τοῦτο καὶ ζητεῖ ὁ λόγος, τοῦτο καὶ περαιωθῆναι εὐχόμεθα οἱ ἀνάξιοι εἰς μὲν δόξαν θεοῦ προηγουμένως, ἥτις εἴη λυσιτέλεια μεγίστη τῆς ἑαυτοῦ ἐκκλησίας· ὡς γὰρ εἷς Κύριος, μία πίστις, εἷς θεός, οὕτω δῆλον ὅτι καὶ μία ἐκκλησία, κἂν κορυφιάζῃ ἀφ' ὑμῶν. ὥστε τὸ ὑμέτερον ἀσφαλίζεσθε, δεσπόται μου, τὸ ἡμέτερον φροντίζοντες· τὸ αὐτὸ γὰρ ὑπὲρ ἀλλήλων, φησί, μεριμνῶσι τὰ μέλη, καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη (ὑπεμνήσαμεν οἱ ἁμαρτωλοί, οὐκ ἐδιδάξαμεν, ἄπαγε), εἰς δὲ ὑμῶν τῶν ἁγίων κλέος. Ταῦτα μὲν ὡς παρὰ τοῦ μακαριωτάτου ἀποστολικοῦ θεοκρίτως προερχόμενα· τίς δ' ἂν εἴη πλὴν σοῦ τοῦ καλοῦ παραστάτου καὶ συμβούλου δεξιοῦ καὶ κατὰ πάντα ἀποστολίζοντος συνθέσθαι καὶ συμπρᾶξαι καὶ συμπροθυμήσασθαι εἰς τελείωσιν τῶν θεοζητήτων, ὡς καὶ τὰ πάλαι ἐπὶ τοῖς πάλαι ἐνεδείξω θεάρεστα, ζηλῶν τῷ Κυρίῳ ὡς ὑπέρμαχος ἀληθείας καὶ προστάτης μετὰ τὴν ἀποστολικὴν κορυφὴν τῆς Χριστοῦ ἐκκλησίας; Δέομαί σου τῆς ἁγίας ψυχῆς ποιεῖσθαί μου μνήμην τοῦ τὰ πάντα ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι ἐν παντὶ τρόπῳ. 274 Ἰωάννῃ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ ἡγουμένῳ Τοῖς θεοτιμήτοις καὶ πνευματικοῖς μου πατράσι Ἰωάννῃ τῷ θεοφι- λεστάτῳ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ Θεόδωρος ἁμαρτωλὸς μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίου. Καλὴν βουλὴν ἐβουλεύσατο ἡ ἐμμελὴς ὑμῶν ἁγιωσύνη, ἀπάρασα τοῦ τῇδε αἱρετικοῦ ψυχοφθόρου κλύδωνος καὶ πρὸς τὸν εὔδιον λιμένα τῆς πασῶν ἐκκλησιῶν πρωτοβαθρούσης εὐθυδρομήσασα, οὐ μᾶλλον τὸ καθ' ἑαυτὴν ἀσφαλισαμένη ἢ τὸ κοινῇ συμφέρον σκοπήσασα θεοβούλως, ὅπερ ἐστὶ τῆς ἀνωτάτω εὐφημίας· τοῦτο γὰρ ἐδήλωσεν ἥ τε ἱερὰ ὑμῶν συλλαβὴ καὶ μὴν καὶ ἡ γλῶσσα τῶν παλινοδησάντων ἀγαπητῶν ἡμῶν υἱῶν. Ἀλλ' εὐλογητὸς ὁ θεός, ὁ καὶ τὸν λογισμὸν ἐνσκήψας καὶ τὸν τρόπον ὑποθέμενος καὶ εὐμενῶς ὑμᾶς προσδεχθῆναι ἐν τοῖς αὐτόθι εὐοδώσας, εἰ καὶ θάτερος θατέρου προέδραμεν ὡς ἐπὶ τοῦ θεοδόχου μνήματος· καὶ γὰρ χαρᾶς εὐαγγέλια ἄμφω, δι' ὧν οἵ τε τῆς αἱρετικῆς κουστωδίας ἠπράκτησαν ἥ τε ἡμετέρα δέησις τῶν ταπεινῶν εὐμαρεστέρως εἰς τὰ ὦτα τοῦ ἀποστολικοῦ εἰσελήλυθεν καὶ ἐξ ἀμφοῖν ἐτυπώθη τὰ δακτύλῳ θεοῦ ἐν τῇ ἀποστολικῇ καρδίᾳ βεβουλευμένα. ὡς γεραρὸς ὑμῶν ὁ πλοῦς, ὡς εὐκλεὴς ὁ ἀγών, τῶν ἐνταῦθα ἐναθλούντων τιμαλφέστερον τὸ κατόρθωμα ἐργασάμενος, εἴπερ δυοῖν ἀνδροῖν ἡ πάντων σωτηρία κατέπρακται. οὐ κότινος ὑμῖν† ἐξολογικὸς ἀλλ' ὑμνικὸς ἐκ ῥοδωνίας θεοπλόκου στέφανος τῷ ἰχνηλάτῃ τοῦ Προδρόμου, εἴη δὲ εἰπεῖν καὶ συνωνύμῳ, καὶ τῷ ὡς ἀληθῶς Μεθοδίῳ, εἴπερ μέθοδος ἀρετῶν ὠφέλιμος τῇ Χριστοῦ ἐκκλησίᾳ ἡ σὴ πρᾶξις. Τί οὖν τὸ λειπόμενον, ἴστε οἱ σοφοί, κἂν ἡμεῖς σιγῶμεν· ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν καὶ τηλικοῦτον σωτήριον τῇ ἑαυτοῦ ἐκκλησίᾳ θεὸς τελειώσειεν. διὸ ὑπομνήσκομεν καὶ παρακαλοῦμεν, ὃ πάντως ποιεῖν ὑμᾶς οὐκ ἀγνοοῦμεν, μὴ ὑφεῖτε προσκείμενοι καὶ ἐκλιπαροῦντες ἕως ἂν περαιωθῇ τὰ θεοειδῶς ἐγκεκριμένα τῷ ἁγίῳ πρωτοθρόνῳ· εἰς αὐτὸ γὰρ τοῦτο ἀπεστείλαμεν Εὐφημιανόν, τὸν ἀγαπητὸν ἡμῶν υἱόν, πρὸς τὸ καὶ ἄγγελον γενέσθαι ἀκριβῆ πάντων τῶν ἐνταῦθα πραττομένων. προσειπεῖν ἅπαντας τοὺς ὁμοζήλους καὶ ἁγίους, μάλιστα τὸν σεβασμιώτατόν μου ἀρχιμανδρίτην, ἀξιώσατε· ἐπεὶ καὶ ἡμεῖς περὶ ὑμῶν, εἴ που δυνηθείημεν, εὐαγγελίσασθαι τὰ ἀγαθὰ καὶ προσαγορεῦσαι τὰ εἰκότα σπουδάσομεν.