Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
275.1
Πάπᾳ Ἀλεξανδρείασ Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ μακαριωτάτῳ πάπᾳ Ἀλεξανδρείας, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ὡς μέγιστον τῇ ἐμῇ ταπεινώσει δῶρον καὶ εὐχῆς τῆς ἀνωτάτω ἔργον διὰ γράμματος ἀξιωθῆναι εἰς ὁμιλίαν ἐλθεῖν τῆς ἀποστολικῆς σου κορυφῆς, οὐ μόνον διὰ τὸ εὐτελὲς τῆς σμικρότητός μου, ἧς καὶ τὸ πρὸς ἴσους γράφειν ἐνδεές, μὴ ὅτι γε πρὸς οὕτω μεγάλην καὶ θείαν κεφαλήν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ἐν τοσούτῳ μακρυσμῷ πάροδον, τῇ ἐθνικῇ ὅτι μάλιστα εἰργομένην διατειχίσει. ὅμως εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἐξεγένετό μοι δυοῖν εἵνεκα, ἑνὸς μέν, ὡς ἂν ἣν πάλαι εἶχον ἐπιθυμίαν ὁ ἁμαρτωλὸς ἀποπληρώσω διὰ νοερᾶς προσψαύσεως τῶν ἱερῶν σου ἰχνῶν (οὐδὲ γὰρ ἄλλως ἦν δυνατὸν τὸ καταθύμιον πληρωθῆναι), ἑτέρου δέ, ὃ καὶ μᾶλλον κατεπεῖγον, πρὸς τὸ γνωριμώτερα παραστῆσαι τὰ ἐπελθόντα δεινὰ ἐνταῦθα τῇ θειοτάτῃ σου κορυφῇ ὡς συμπασχούσῃ τοῖς τοῦ ὅλου σώματος τῆς ἐκκλησίας μέλεσιν· ἃ ἐξήκουσται, ὡς οἶμαι, καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης διὰ τὸ τῆς κακίας περιβόητον. Διωγμὸς κατείληφεν ἡμᾶς, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ βαρύτατος. πάλαι μὲν οὖν Ἀχαάβ, ζητῶν Ἠλίαν τὸν προφήτην, πάντα τόπον ἐμπρῆσαι λέγεται, τοῦ ἐμπρησμοῦ τὸν θυμὸν τοῦ ἀσεβοῦς ὑποφαίνοντος· νυνὶ δὲ ὁ Ἀχααβίτης καὶ τὴν ἀξίαν καὶ τὴν καρδίαν οὐ τὸν Ἠλιοῦ μόνον ἐγγεγραμμένον, ἀλλὰ καὶ τὸν τούτου δεσπότην Ἰησοῦν Χριστόν, τὸν Κύριον καὶ θεὸν ἡμῶν, τὴν Θεοτόκον καὶ πάντα ἅγιον ζητῶν ἐκζητεῖ καὶ εὑρὼν ἐξαφανίζει θυμῷ μεγάλῳ ἐκ πάσης πόλεως καὶ χώρας τῆς ὑπὸ χεῖρα. ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ναοὶ Κυρίου ἠχρειωμένοι καὶ κατ' οἴκους καὶ καθολικῶς καὶ ἐν ἀνδρῶσι καὶ ἐν παρθενῶσιν, οἱ πάλαι, οἱ νεωστὶ ἐγηγερμένοι· ἐλεεινὸν θέαμα, ὥσπερ ἐξοψισθέντας ἀνθρώπους, τέρατά τινα, οὕτως τὰς τοῦ θεοῦ ἐκκλησίας βλέπειν ἀφῃρημένας τὸν οἰκεῖον κόσμον καὶ ἀμορφώτους καθεστώσας. τίς ἤκουσε τοιοῦτον ἢ ἑώρακεν ἐν τοῖς πάλαι ἀσεβήσασι; τάχα ὁ ἐπικείμενος ὑμῖν Ἄραψ αἰδοῖ χρώμενος φιλοχριστότερον διέξεισιν ἐν τούτῳ, ἀλλ' οὐχ ὁ ἡμέτερος Ταβεήλ· φεῖσαι, Κύριε, καὶ μὴ δῷς τέλεον τὴν κληρονομίαν σου εἰς ὄνειδος. καίει τοὺς ἐν πίναξι χαρακτῆρας, τοὺς ἐν ἱεροῖς ἀναθήμασι, δέλτους τὰς ὑπομνηματιζούσας περὶ αὐτῶν, σκώπτει, κωμῳδεῖ, διασύρει ὡς βδελύγματα, ὡς θεοστυγῆ, τὰ θεοφιλῆ καὶ κόσμου σωτήρια. Ὤ, τίς οὐκ ἐπιστάξειεν δάκρυον; τίς οὐκ ἀφήσει στεναγμόν, ἐκ βάθους καρδίας ἀναπεμπόμενον; ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς εὐσεβῶς διοδεύοντας. καί γε πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· ἱεραρχεῖν δοκοῦντες καὶ ἱερεῖς, μονασταὶ καὶ μιγάδες, πᾶν γένος καὶ πᾶσα ἡλικία, οἱ μὲν τέλεον ναυαγήσαντες περὶ τὴν πίστιν, οἱ δέ, εἰ καὶ τοὺς λογισμοὺς οὐ καταποντισθέντες, τῇ δὲ αἱρετικῇ κοινωνίᾳ ἐξ ἡμισείας δέει σωματικοῦ θανάτου συγκινδυνεύοντες. πλὴν ὅτι εἰσὶν ὑπολελειμμένοι οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ, καὶ τοσοῦτοι, ὁπόσοι καὶ ἠρίθμηνται Κυρίῳ· πρὸ πάντων ὁ πρώτι στος, ἡ ἱερὰ ἡμῶν κεφαλὴ καὶ ὁμοταγὴς τῇ τελειότητί σου, ἱεράρχαι καὶ ἱερεῖς Κυρίου, μονασταὶ καὶ μονάζουσαι. τούτων οἱ μὲν ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, οἱ δὲ δεσμῶν καὶ φυλακῆς, ἄρτῳ μετρίῳ καὶ ὕδατι τρεφόμενοι, ἄλλοι ἐξορίαις περιορισθέντες, ἕτεροι ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνδιαιτώμενοι· ἔνιοι δὲ καὶ παραυτὰ μαστιγωθέντες μαρτυρικῶς πρὸς Κύριον ἐνεδήμησαν. εἰσὶ δὲ οἳ καὶ σακκισθέντες ἐθαλασσεύθησαν ἀωρίᾳ, ὡς σαφὲς γέγονεν ἐκ τῶν τούτους θεασαμένων. Τί τἆλλα; ἀναθεματίζονται οἱ ἅγιοι ἡμῶν πατέρες, ἀνακηρύττονται οἱ ἠσεβηκότες· τὰ νήπια ἐν τοῖς τῆς ἀσεβείας δόγμασιν ἀνατρέφονται τῷ δοθέντι τόμῳ τοῖς διδασκάλοις. οὐκ ἔστι που καταφευκτήριον σώσματος ἐν οἰκουμένοις· οὐκ ἔστι προέσθαι εὐσεβές τι ῥῆμα, καὶ ἡ θήρα ἐγγύθεν, ὡς φυλάττεσθαι ἄνθρωπον καὶ ἀπὸ τῆς συγκοίτου. μηνυταὶ καὶ πιττακοδόται εἰς αὐτὸ τοῦτο παρὰ τοῦ κρατοῦντος μεμισθωμένοι, ποῦ τίς τι λέγοι ἀπαρέσκον τῷ Καίσαρι ἢ μὴ κοινωνὸν τῇ ἀσεβείᾳ ἢ βίβλον ἔχων περὶ εἰκόνων ἔχουσάν τι λεγόμενον, ἤγουν αὐτὴν εἰκόνα· ἄν τε φυγαδευόμενον εἰσδεχόμενος ἢ τοῖς διὰ Κύριον φρουρουμένοις διακονῶν κἂν φωραθείη, εὐθὺς ἀνάρπαστος, δαρήσιμος, ἐξόριστος, ἐξ οὗ καὶ τοῖς δούλοις οἱ δεσπόται ὑποπίπτοντες δέει μηνύσεως. ἡμῖν πρέπει λέγειν ὅτι οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος. Διὰ τοῦτο ταῦτα ἐπεβοησάμεθα οἱ ἀνάξιοι τῇ ἁγίᾳ σου ψυχῇ ὡς ἀπὸ στόματος πάντων τῶν ἀντεχομένων τῆς ἀληθείας, εἰς ἀντίληψιν καὶ συμπάθειαν ἡμῶν ἐκκαλούμενοι αὐτήν· οἴδαμεν γὰρ ὅτι, κἂν μὴ οἷόν τε ἐπικουρεῖν ἄλλως, ἀλλά γε τῇ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξει ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις τὸ ὄφελος, εὐμενῆ τὸν θεὸν ἔχουσα. ἵνα δὲ γνοίη ἐκ μέρους οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι καὶ ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας σου μεγαλονοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν αὐτῆς προσευχαῖς ὡς ἀχρεῖον τέκνον. 276 Πατριάρχῃ Ἱεροσολύμων Τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου δεσπότῃ πατριάρχῃ Ἱεροσολύμων, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Τίς ἀναγγελεῖ Ἀβραὰμ ὅτι Σάρρα θηλάζει; φησί που ὁ ἱερὸς λόγος· καὶ τίς ἐμοὶ τῷ ἀναξίῳ εὐαγγελίσοιτο, ὅτι μου τὸ ταπεινὸν γράμμα εἰς ἱερὰς χεῖρας φθάσειεν τῆς ἀποστολικῆς ὑμῶν μακαριωτάτης κορυφῆς; ὅμως πιστεύω ὅτι γενήσεται· οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλ' ἀναγκαίᾳ ὑποθέσει κινηθεὶς ὁ ἁμαρτωλὸς ἐτόλμησα καὶ τὸ γράμμα ἀποστεῖλαι καὶ τὸν ἐπιστοληφόρον Διονύσιον τὸν ποθεινότατον ἀδελφὸν συνεκπέμψασθαι, πιστὸν ὄντα καὶ δυνατὸν ὅσα ἐλλείπει τῇ ἐπιστολῇ ἀφ' ἑαυτοῦ ἐξηγορῆσαι. Τοιγαροῦν ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι πρῶτον μὲν ὁ ταπεινὸς κατασπάζομαι τὰ θεοβαδῆ αὐτῆς ἴχνη (τοῦτο γὰρ ἐμοὶ εὐλογία τε καὶ ἁγιασμός), ἔπειτα ὡς πρὸς αὐτῆς ἐπιτραπεὶς ἄπειμι ἐν τοῖς σεβαστοῖς τόποις· προσπτύσσομαι τὸ θεῖον ἔδαφος, οὗ τὰ θεῖα ἴχνη βέβηκεν, τὸ ζωοποιὸν μνῆμα, ἐφ' ᾧ τὸ πανάγιον σῶμα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατετέθη, τὸν χῶρον τοῦ ἁγίου Κρανίου, ἐν ᾧ ἐσταύρωται ὁ Κύριος τῆς δόξης. μέτειμι ἀλλαχοῦ· ὁρῶ τὴν ἁγίαν Βηθλεέμ, προσκυνῶ τὴν θείαν φάτνην ὑπὲρ τὴν στάμνον τὴν χρυσῆν, ἐν ᾗ οὐ μάννα, ἀλλ' ὁ τῆς ζωῆς ἄρτος τέθειται. καὶ μὴν βλέπω τὸ ἅγιον ὄρος, οὗ ἡ θειοτάτη μεταμόρφωσις, τὸ τῶν ἐλαιῶν ὄρος, ἀφ' οὗ ἀνέπτη πρὸς οὐρανοὺς ὁ τῶν ὅλων Κύριος, τὴν ἁγίαν Γεσσημανῆ, ἐφ' ᾗ ὁ τάφος τῆς πανσεβάστου δεσποίνης ἡμῶν Θεοτόκου, τοῦτο κἀκεῖνο, ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον. ὤ, πῶς καὶ ἀπ' αὐτῆς μόνης τῆς ἐπιμνήσεως ἁγιασμοῦ ἐστι μετάληψις· ὤ, πηλίκων καὶ φρικτῶν σεβασμάτων ἡ τῆς σῆς μακαριότητος ὑπάρχει κορυφή. σὺ πρῶτος πατριαρχῶν, κἂν πεντάζοις τῷ ἀριθμῷ· οὗ γὰρ ὁ ἐπίσκοπος τῶν ψυχῶν καὶ τῶν ὅλων ἀρχιερεὺς καὶ ἐγεννήθη καὶ ἔδρασε τὰ θεουργὰ πάντα καὶ ἔπαθεν καὶ τέθαπται καὶ ἀνέστη καὶ ἔζησε καὶ ἀνελήφθη, ἐκεῖ δῆλον ὅτι τὸ ὑπεραῖρον ἁπάντων ἀξίωμα. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα πόθῳ καὶ τρόμῳ τετόλμηταί μοι λαλῆσαι, ἐπὶ δὲ τὸ ἕτερον τρέψομαι ἀπάγγελμα. διωγμὸς ἡμᾶς κατείληφεν, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ ἑλληνοειδέστατος· ἐπεὶ γὰρ ᾔσθετο ὁ σατανᾶς ἐν προθύροις εἶναι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλλου θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μείζους τῶν αἱρέσεων ἀνάπτει τὰς φλόγας, προεισόδια τῆς τοῦ Ἀντιχρίστου παρουσίας. τί τοῦτο; τὴν πάλαι ἐπὶ Λέοντος καὶ Κωνσταντίνου διεγερθεῖσαν ἀσέβειαν καὶ μανεῖσαν ἐπὶ πολὺ καὶ ῥαγεῖσαν θείᾳ ἐπιτιμήσει, αὖθις ἄρτι ὁ ὁμώνυμος καὶ συνώνυμος τῇ ἀσεβείᾳ κρατῶν ἀνενεώσατο, καὶ τοσοῦτον, ὡς ἀποκρύψαι τὴν ἐκείνων λύτταν. διώκει τὸν Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσι καὶ οὗ ἂν εὕροι καθαίρει, φλέγει· ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα, ἱεροὶ ναοὶ ἠμαυρωμένοι, σκεύη ἱερὰ ἐμπεπρησμένα· οὐκ ἔστιν ὅ τι μὴ ἐλλέλειπται μέρος τῆς ὑπ' αὐτὸν βασιλείας ἐαθὲν ἀκαθαίρετον, ἀλλ' εἴ πως εὑρεθείη τις ἐγκεκρυφὼς σεπτὴν εἰκόνα ἢ δέλτον, περὶ αὐτῆς λεκτόν τι ἔχουσαν, ἀνάρπαστος εὐθύς, μάστιξι καταξαινόμενος καὶ πᾶν ἄλλο δεινὸν ὑφιστάμενος. ἐντεῦθεν δείματα καὶ τρόμοι καὶ ἐκστάσεις περὶ πάντα ἄνθρωπον, ὡς καὶ χαίρειν λέγειν ἀδελφῷ ἀδελφὸν καὶ φίλῳ φίλον ἐκτρέπεσθαι. σύνοδος κυροῦσα τὴν πάλαι ἀσεβεστάτην καὶ καταθεματίζουσα τὴν ὀρθόδοξον. ἱερεῖς ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, ἀλλὰ τὸ τῷ Ἀχαὰβ δόξαν συνεκρότησαν. πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, πλὴν ὀλίγων κομιδῇ· τίνων τούτων; ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων τε καὶ μοναζουσῶν, αὐτοῦ τε χάριτι θεοῦ τοῦ κορυφαιοτάτου ἡμῶν ἀρχιερέως· ὧν οἱ μὲν ἐμαστίχθησαν, ἄλλοι ὑπερωρίσθησαν, ἔνιοι δὲ καὶ παραυτὰ τῶν ποινῶν πρὸς Κύριον ἐξεδήμησαν, ἀθλητικὸν στέφανον ἀράμενοι. Τί τὰ τῆς βλασφημίας; κωμῳδεῖται ἡ σεπτὴ καὶ φρικτὴ εἰκὼν Χριστοῦ ὡς βδέλυγμα ἐρημώσεως, ὡς εἴδωλον πλάνης· οὕτως πᾶσα ἄλλη δεσποινική, ἁγιωτική. ἄρτι, φησί, καθαρὰ καὶ ἀμώμητος πίστις, ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. ὡς ἤδη ἀρθείσης τῆς εἰρήνης, ἀφ' οὗ Χριστὸς ἔφη, εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν μέχρι τοῦ δεῦρο, καὶ ἐρρυπωμένης οὔσης τῆς ἐκκλησίας αὐτοῦ, ἣν ὁ ἱερὸς Παῦλος βοᾷ μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἁγίαν καὶ ἄμωμον, οἱ μὲν τέλεον περὶ τὴν πίστιν ἐναυάγησαν, οἱ δέ, εἰ καὶ τοῖς λογισμοῖς οὐ κατεποντίσθησαν, ὅμως τῇ κοινωνίᾳ τῆς αἱρέσεως συνόλλυνται. ἀλλὰ γὰρ καὶ αὐτοὶ οἱ κατὰ νοῦν ὀρθοδοξοῦντες τῇ ἐπιμονῇ τοῦ διωγμοῦ ἰλιγγιῶσι περὶ τὴν ἀλήθειαν, ὥσπερ οἱ ὑπὸ τρικυμιῶν θαλάσσης ἀπειρίᾳ πλεύσεως σκοτούμενοι. ἐλεεινὰ τὰ πάντα ἡμῖν καὶ ὀδυρμῶν ἄξια. παραστέλλονται ψαλμῳδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ᾄδεταί τι, ἀντᾴδεται τὰ νέα δόγματα, ἀσεβῆ εἰς προῦπτον κείμενα, ἄλλα τοῖς παισὶ πρὸς τῶν διδασκάλων παραδιδόμενα· καὶ μεταστοιχείωσις τῶν πάντων ἀθεωτάτη. ἐγενόμεθα κυρίως εἰπεῖν ὡς Σόδομα καὶ Γόμορρα κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡ καταιγὶς τῆς αἱρέσεως κορυφουμένη κορυφοῦται ὁσημέραι, καὶ ὁ διαναστήσων Χριστὸν τὸν θεὸν ἡμῶν ἐπιτιμῆσαι τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ οὐχ εὕρηται. Ἀλλὰ γενοῦ ἡμῖν εἷς τῶν δώδεκα ἀποστόλων, ὦ μακαριώτατε, διύπνισον τὸν ἀκοίμητον ὀφθαλμόν, οἰκονομικῶς καθεύδοντα, ὅτι ἀπολλύμεθα τέλεον. εἴ πως καὶ ἄλλως ἐστί τι φάρμακον βοηθείας, ἰατρεῦσαι τοὺς ἠσθενηκότας ὡς ἐπιστήμων ἐπείχθητι. ναί, δεόμεθα, ἁγιώτατε, ἀντιβολοῦμεν, παρακαλοῦμεν· σοῦ ἐσμεν μέλη, ἐπεὶ οἱ πάντες πιστοὶ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ἐπίτρεψον καὶ τοῖς ἄλλοις ἁγίοις πατράσιν ἡμῶν χεῖρα πρεσβευτικὴν ὀρέξαι, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς ἔλεος εἴη παρὰ θεοῦ. τούτου δὴ χάριν τὸ γράμμα, καὶ ὁ γραμματηφόρος πρὸς πάντων τῇ προθέσει ἀπεσταλμένος, εἰ καὶ παρ' ἡμῶν μόνων τῶν ἐλαχίστων, ἀναπληρούντων τὸ ἐκείνων πρόσωπον. ἵνα δὲ γνοίη ἐκ μέρους ἡ κορυφαιότης σου οἷα τὰ τῶν ἀθέων δόγματα, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς ὑφ' ἑτέρων. αἰτῶ δὲ παρὰ τῆς σῆς θεοσοφίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι, συγγνώμην τε τῶν ἐπωφλημένων δέξασθαί με, οὐ μὴν ἀλλὰ καὶ τὸν σύνδουλον ἡμῶν ἀδελφὸν συγκροτηθῆναι πρός τε διάδοσιν τῶν ἐν οἷς ἐπεστείλαμεν ἑτέρων ἁγίων προσώπων ἐπιστολῶν καὶ δή, θεοῦ θέλοντος, εἰς ἐπιστροφὴν παλινοδίας αὐτοῦ τῶν ἐνταῦθα. 277 Εἰς τὴν λαύραν τοῦ Ἁγίου Σάβα Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς περιβοήτου λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Σάβα, καὶ τοῖς ὑπ' αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Χαρά μοι μεγάλη καὶ δόξης περιβολὴ τῷ ἀναξίῳ, ὅτιπερ ἠξίωμαι εὐτελές μου γραμματεῖον ἀποστεῖλαι ἐν τόπῳ ἁγίῳ, ἐν σκηναῖς ὁσίων τῆς ὑμετέρας περιποθήτου πατρότητος. ἐπειδὴ γὰρ τῇ τοῦ σώματος παρουσίᾳ οὐχ οἷόν τε ἦν παραγενέσθαι με πρὸς τὰ ἴχνη ὑμῶν καὶ ἰδεῖν τὸ ἅγιον τέμενος, τὴν ἱερὰν περιοχὴν ὑμῶν, ἣν ἐγὼ ὁ ταπεινὸς ὡς πόλιν θεοῦ δι' αἰδοῦς ἔχων εἰμί, εὐδόκησεν ὁ ἀγαθὸς θεὸς διὰ τῆς τοῦ γράμματος ἐπισκοπῆς τὸ καταθύμιόν μου πληρῶσαι τοῦ ἁμαρτωλοῦ. καὶ δὴ ὡς παρὼν πρὸ τῶν ποδῶν ὑμῶν καὶ περιπτύσσομαι ὑμᾶς τῷ ἁγίῳ πόθῳ καὶ προσκυνῶ τὸ θεῖον ἔδαφος, ἐν ᾧ τὸ ἐκλεκτὸν σκεῦος τοῦ θεοῦ τεταμίευται, τὸ φῶς τῶν μοναζόντων, ὁ λαμπτὴρ τῆς οἰκουμένης, ὁ τοῦ νοητοῦ Φαραὼ καταποντιστὴς καὶ τοῦ ἁγίου ἔθνους καθηγητής, ὁ τῆς ἁγίας γῆς ἐγκρατὴς καὶ τῶν θείων μονῶν κληροδότης. συνασπάζομαι καὶ τὰς λοιπὰς σεβασμίας θήκας, ἐφ' αἷς τὰ ἱερὰ σώματα τῶν ὁσίων, οἷς ὁ πλοῦτος τῶν ἀρετῶν ἐν νυκτὶ τοῦ τῇδε βίου ἄστροις ἐοικὼς θεοφαέσιν. ὁρῶ τὸν χῶρον, ἐφ' ᾧ ὁ στῦλος τοῦ πυρὸς τῷ στύλῳ τῶν ἀρετῶν ὦπται, ἡ πρὸς τοὺς ἀοράτους ἐχθροὺς νικηφόρος πάλη, τὸ τῆς θαυματουργίας δρᾶμα, τοῦτο κἀκεῖνο ποικιλλόμενον ταῖς κατὰ καιρὸν ἐνεργείαις τοῦ Πνεύματος. ὤ, πόσα μοι ὁ πόθος ἐπιβάλλει λέγειν καὶ ὁ τρόπος εἴργει τοῦ μὴ εἰς ἄμετρον ἐκπεσεῖν τὴν ἐπιστολήν· ὤ, πόσων ἀγαθῶν πράξεων σύμβολα καὶ ὑπομνήματα ἐν ὑμῖν, μονονουχὶ καὶ ὑπὸ θέας αὐτῆς δυνάμενα παρακαλεῖν ψυχὴν εἰς ἐπίδοσιν ἀρετῆς. Ἀλλ' ὁ μὲν πρῶτος λόγος ἐχέτω ταῦτα, εἰ καὶ ἐνδεέστερον τῆς ἐπιθυμίας· ἐφ' ἕτερον δὲ μετελεύσομαι ὀδυρτικόν, οὐ περιχαρῆ, δι' ὃν καὶ ὁ πρότερος ὑφωρμήθη μοι ὑπάρξαι. ὀργὴ θεοῦ ἡμᾶς κατέλαβεν, ὦ πατέρες ἁγιώτατοι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης, ὡς ὁ Κύριος εἴρηκε, διωγμὸς ἑλληνοειδής, χαλεπώτατος λίαν. ἀπηλάθη τῆς αὐλῆς ὁ ἀρχιποιμὴν ἡμῶν, διεσκορπίσθη τὰ Χριστοῦ πρόβατα· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ ποίμνῃ καί γε μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. τί τοῦτο; πάλιν ἐνταῦθα ἠτιμάσθη ἡ σεπτὴ εἰκὼν τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Θεοτόκου, παντὸς οὑτινοσοῦν ἁγίου. διὰ τοῦτο ποιμένες ἠφρονεύσαντο καὶ οὐχ ὅτι τὸν Κύριον, προφητικῶς εἰπεῖν, οὐκ ἐξεζήτησαν (ἧττον γὰρ ἂν ἧν τὸ ἀσέβημα), ἀλλ' ὅτι συνήχθησαν ἰουδαϊκῶς κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ, ἀποδοκιμάσαντες αὐτοῦ τὴν ἁγίαν εἰκόνα τῆς τε αὐτοῦ μητρὸς καὶ τῶν θεραπόντων. Διὰ τοῦτο θυσιαστήρια ἅγια ἠφανίσθη καὶ ναοὶ Κυρίου ἠμαυρώθησαν ἐν πάσῃ πόλει καὶ χώρᾳ τῆς τῇδε ἐξουσίας, εἰς πένθος προκείμενοι τοῖς ὁρῶσι, τὸν οἰκεῖον κόσμον τῆς θείας εὐμορφίας ἀφῃρημένοι· διὰ τοῦτο ἱερὰ σκεύη ἀναχωνευόμενα καὶ ἐσθὴς θεία πυρὶ παραδιδομένη σὺν τοῖς ἐν πίναξι χαρακτῆρσι καὶ βίβλοις, ἐν οἷς τι λεκτὸν περὶ εἰκόνων· διὰ τοῦτο γελᾶται τὸ μέγα τῆς οἰκονομίας μυστήριον καὶ βδέλυγμα κέκληται (ὃ καὶ φρίττω λέγων) τὸ σωτηριόκοσμον ὁμοίωμα Χριστοῦ, μᾶλλον δὲ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ὡς τῇ τιμῇ καὶ τῇ κλήσει ταὐτὸν ἀμφότερα, εἰκὼν καὶ πρωτότυπον· διὰ τοῦτο ἐξερευνήσεις καὶ ἐκζητήσεις καὶ κατ' ἄνδρα καὶ κατ' οἶκον, καὶ φόβοι καὶ ἀπειλαί, μὴ ὑπολειφθῆναι ἀνάλωτον τῇ αἱρέσει τινὰ μηδ' αὖ πᾶσαν εἰκόνα· διὰ τοῦτο ἱερεῖς ἀνομοῦντες καὶ μοναχοὶ ἀμόναχοι κατὰ τῶν ὁμοσχήμων φερόμενοι, φοιτηταὶ κατὰ τῶν ἡγουμένων, ἆθλον τῆς ἀποστασίας τὴν προεδρίαν κομιζόμενοι, καὶ ὁ τὰ πλεῖστα μανεὶς κατὰ Χριστοῦ πλείους καὶ τιμὰς ἠξιωμένος· διὰ τοῦτο μάστιγες, δεσμοί, φυλακαί, λιμοκτονήσεις, ἐξορίαι, θάνατοι ἐπὶ τοὺς ἐνισταμένους. οὐκ ἀρχιερωσύνη τοῖς ἀσεβέσιν αἰδέσιμος, οὐ πολιὰ οἰκτειρήσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐκ ἄλλο τι τῶν φειδοῦς ἀξίων· εἷς νόμος, τὸ τοῦ Καίσαρος θέλημα, καὶ μία σπουδή, ἅπαντας ἐν τούτῳ ἁλῶναι. αἱ ἐρημίαι τοὺς διαπεφευγότας ἔχουσιν, αἱ πέτραι καὶ τὰ σπήλαια τοὺς διασεσωσμένους. ὤ, πῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ· ὤ, πῶς παρεδόθημεν εἰς χεῖρας, τοῖς ὀδοῦσι τῶν ἀσεβῶν, καὶ τὰ πλείω παρῆκα διὰ τὸ προσκορές. Ἀλλὰ στενάξατε ἐφ' ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ' ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ὑμῶν ἀγχινοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας. 278 Εἰς τὴν λαύραν τοῦ Ἁγίου Χαρίτωνοσ Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου πατρί, κυρίῳ καθηγεμόνι τῆς μεγίστης λαύρας τοῦ παμμάκαρος ἁγίου πατρὸς ἡμῶν Χαρίτωνος, καὶ τοῖς ὑπ' αὐτῇ ὁσίοις μου πατράσι Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου. Ἐπειδὴ παρ' ἐλπίδα ἡ ἐπίτευξις τῶν γραμμάτων, θαυμαστικῶς βοήσομαι·" 4πόθεν μοι τοῦτο, ἵνα ἀξιωθῶ ὁ εὐτελὴς ἐπιστεῖλαι ὑμῖν, τοῖς ἁγίοις μου πατράσιν;" 5 ἰδοὺ γὰρ ὡς κατείληφεν ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ χαλεπώτατος διωγμὸς οὗτος, οὗ ἡ ἀκοὴ πάντως μέχρι καὶ ὑμῶν ἔφθασεν. ἐσκόπουν καὶ ἀνηρεύνων ὁ ταπεινός, πῶς καὶ δι' οὗτινος προσώπου δυνηθείην ἀποδύρασθαι καὶ πρὸς ὑμᾶς τοὺς ἁγίους τὰ συμβάντα ἡμῖν δεινά, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς συμπάθειαν ἐκκαλέσασθαι ὑμῶν τὰς ἁγίας ψυχὰς ἀντιλαβέσθαι ἡμῶν διὰ τῶν προσευχῶν, συμπάσχειν δῆλον ὅτι εἰδότων κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, εἴπερ ἐσμὲν οἱ πάντες σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ ὡς ἤδη ταῦτα ἐνενόουν, ἐπέστη ἀθρόως καὶ ὁ γραμματηφόρος, ἐκ τῶν αὐτόθι ἥκων, καὶ οὗτος υἱὸς ἐμὸς ἐν πνεύματι καὶ λίαν πιστότατος. πῶς οὖν οὐκ ἔμελλον ὁ ἁμαρτωλὸς ἐκπλαγῆναι ἐπὶ τῷ ἑρμαίῳ, πῶς δὲ οὐκ ἀνθομολογήσασθαι Κυρίῳ τῷ θεῷ μου τὰ εἰκότα; Ἀλλὰ πρὶν ἐξειπεῖν τὰ ὀδυνηρά, τὸν πρὸς ὑμᾶς μου πόθον ἀφοσιώσομαι ὁ ταπεινός. χαίρετε, ὦ μακαριώτατοι πατέρες, οἱ τῆς ἁγίας γῆς οἰκήτορες, τὸ χρυσοῦν γένος, οἱ τὴν πίστιν δοκιμώτατοι καὶ τῶν παθῶν πανδαμάτορες· χαίρετε, ἡ περιβόητος ὁμήγυρις Χριστοῦ, οἱ ἐργάται τῶν ἐντολῶν Κυρίου καὶ τῆς ἐν παραδείσῳ διαίτης τὴν θεοειδῆ ζωὴν μιμούμενοι· χαίρετε, ἡ τοῦ θεοῦ πόλις ἐκλεκτή, εἴπερ ἐν μέσῳ ὑμῶν Κύριος, διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἀναλήψεως θεραπευόμενος. ἐβουλόμην ὄψει ὑπολαβεῖν τὴν θείαν ὑμῶν περιοχὴν καὶ προσάψασθαι τῶν ἱερῶν ὑμῶν ἰχνῶν, ἰδεῖν τὸ ἅγιον τέμενος, προσκυνῆσαι τὸ θεῖον ἔδαφος, ἕκαστα κατασκοπῆσαι, ποῦ ὁ ἅγιος τοῦ θεοῦ, ὁ φερωνύμως χαρίτων πεπληρωμένος, ἐνήθλησε μαρτυρικῶς τε ὁμοῦ καὶ ἀσκητικῶς, πῇ δὲ τὸ ἱερὸν αὐτοῦ σῶμα τεταμίευται, ὁ ὄντως θησαυρὸς τῶν ἀρετῶν, ὁ τῆς ἐρήμου πολίτης καὶ τῆς οἰκουμένης λαμπτήρ, οὗ τὸ ἔντιμον σπέρμα οὐκ ἐκλέλοιπεν οὐδὲ ἐκλείψειεν ἕως συντελείας τοῦ αἰῶνος. εἴθε εἶδον ταῦτα καὶ περιεπτυξάμην τὸν χοῦν ὡς ἔμψυχον· ὤφελον ἀπήχθην καὶ ἐν ταῖς λοιπαῖς θήκαις τῶν ὁσίων, ἀπ' αὐτῆς μόνης ὄψεως ἁγιαζόμενος. Ἀλλ' ἐπεὶ ταῦτα ἐξ ὀλίγου μοι ὕμνηται, φέρε διηγήσωμαι καὶ τὰ ὀδύνης ἔμπλεα. ἀνέστη βασιλεὺς ἕτερος, φησί που τὸ ἱερὸν γράμμα, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. τοιοῦτος δὴ οὖν ὁ ἡμέτερος Φαραώ, ὦ ἁγιώτατοι, οὐ τὸν Ἰωσὴφ ἀγνοῶν, ἀλλὰ τὸν ἀγοράσαντα αὐτὸν δεσπότην ἀρνούμενος· δῆλον γὰρ ὡς ὁ ἀθετῶν αὐτοῦ τὴν εἰκόνα αὐτὸν ἀθετεῖ, οὕτω καὶ τὴν Θεοτόκον καὶ πάντα ἅγιον ἠθέτησεν. οὐ γὰρ ἔφερεν, φύσις ὢν ἀρνητική, μὴ οὐχὶ τῇ κεφαλῇ συμπεριελεῖν καὶ τὰ μέλη πάντα, ἵνα μόνη ἡ αὐτοῦ εἰκὼν ἐμφανίζηται Ναβουχοδονοσορικῷ δόγματι. ἐντεῦθεν ἐρήμωσις πασῶν τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἀφανιζομένης πανταχοῦ πάσης σεπτῆς εἰκόνος· ἐντεῦθεν ἔμπρησις ἱερῶν ἀναθημάτων, ἐν οἷς εἰκών, καὶ βίβλων, ἐν αἷς περὶ αὐτῆς τι λεκτόν· ἐντεῦθεν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούμενα καὶ ἡ μέθεξις τῆς ἀθέου κοινωνίας διὰ πολλῆς ἐκζητήσεως καὶ ἐρεύνης, ὡς μὴ ὑπολειφθῆναι ἀνάλωτον πάντα ἄνθρωπον· δυοῖν γὰρ θάτερον ἀνάγκη, ἢ προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ἢ τῇ πονηρᾷ φλογὶ τῶν βασάνων ὑποβληθῆναι. καὶ ὅμως εὐαρίθμητοι οἱ ἀκαμπεῖς. τίνες οὗτοι; ὁ ἱερὸς ἡμῶν πατριάρχης, ἱεράρχαι τε καὶ ἱερεῖς, μονασταὶ καὶ μονάζουσαι· οὐδὲ γὰρ ἡ πόρνη ὄψις ᾐδέσθη καὶ μέχρι τούτων τὰς μάστιγας ἐπαφεῖναι. πῶς ἂν ἐναργῶς παραστήσαιμι τὰ θλίψεις, τὰς φυλακάς, τοὺς δεσμούς, τὰς λιμοκτονήσεις, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τοὺς θανάτους (ἐπεὶ καὶ μέχρι τοῦδε ἡ πεῖρα), τὰς ἐν ὄρεσι φυγαδείας, τὰς ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς κατακρύψεις; Ἀβδιοὺ ὁ προφήτης, ἔτι ὢν τριστάτης Ἀχαάβ, τῆς Ἰεζάβελ φονώσης, λέγεται κατακρύψαι υἱοὺς τῶν προφητῶν ἀνὰ πεντήκοντα εἰς δύο σπήλαια, οὓς καὶ διέτρεφεν· ἐνταῦθα δὲ εἰ φωραθείη τις καὶ μόνον ἕνα κεκρυφώς, ἐν κινδύνῳ μεγάλῳ, ἀλλὰ γὰρ κἂν κρύβδην, φεύγων τὴν ἀσεβῆ κοινωνίαν, ἢ εἰκόνα φρουρῶν ἢ βίβλον περιέχουσαν τὰ κατ' αὐτήν. σιγᾷ τὰ τῶν εὐσεβούντων ἔνδον στόματα, ἀνεῖται βλάσφημος γλῶσσα, κωμῳδεῖται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. ἄρτι, φησί, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν, ὁ ἐν ἀρχῇ φήσας τοῖς οἰκείοις μαθηταῖς· εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ἄρτι, φησίν, ἤρθη ἐκ μέσου βδελύγματα ἑλληνικῆς πολυθεΐας, τοῦ ἀποστόλου ἀρχῆθεν βοῶντος, οὐδὲν εἴδωλον ἐν κόσμῳ· ἄρτι, φησί, κεκάθαρται ἡ ἐκκλησία, ἣν πάλαι ἀπέφηνεν ὁ αὐτὸς ἀπόστολος μὴ ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἁγίαν καὶ ἄμωμον· ἄρτι, φασί, τὸ φῶς ηὔγασε τοῖς χριστιανοῖς, ἐνισχημένοις ζόφῳ ἀγνοίας, οἷς ἄνωθεν καὶ ἀπ' ἀρχῆς Χριστὸς ἔφησεν, ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. ὁρᾶτε, ἀδελφοὶ ἅγιοι, τὴν ἀποστασίαν, ἣν δεῖ πρῶτον ἐλθεῖν, καθά φησιν ὁ ἀπόστολος; ἤδη ἐν ὀφθαλμοῖς ἡμῶν ὁρῶμεν τὰ εἰσόδια τοῦ Ἀντιχρίστου. ἐκλελοίπαμεν, παρανηλώμεθα· ἐξέλιπεν φυσητήρ, ἀπελήλαται πᾶσα ἐλπὶς ὅσον κατὰ ἄνθρωπον. Ἀλλὰ στενάξατε ἐφ' ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι, ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. ὡς Σόδομα ἤδη γεγόναμεν καὶ ὡς Γόμορρα ἤδη ὡμοιώθημεν. διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων· ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας, τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ' ἡμᾶς ἐκκλησίαν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις, ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. αἰτῶ δὲ ὑπὸ τῆς θείας ἀγχινοίας ὑμῶν ἐπισκεφθῆναι καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς, καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν ἐκκλησίας. 279 Τοῖς ἐν τῇ ἁγίᾳ πόλει μονάζουσιν Ἰσαὰκ καὶ Ἀρσενίῳ Ἀγαπητὸν ἡμῖν τοῖς ταπεινοῖς παντὶ πατρὶ τῶν τῆς ἁγίας γῆς προσφθέγγεσθαι, εὐοδωθεῖσιν ἀποστεῖλαι ἕνα τῶν ἀγαπητῶν ἡμῶν ἀδελφῶν ἐν τοῖς αὐτόθι, μὴ ὅτι γε ὑμῖν τοῖς ἁγιωτάτοις πατράσιν, ὧν ἡ ἐπ' ὀλίγον χρόνον συνουσία οὕτως ἐνεφυτεύθη φιλικῶς ἐν τῇ ταπεινῇ ἡμῶν καρδίᾳ, ὡς ἀνεπίληστος εἶναι ταῖς ἀγαθαῖς μνείαις διὰ τὴν ἐν πᾶσι χρηστότητα τῶν τρόπων τε καὶ τῶν λόγων ὑμῶν. οὗ γὰρ ταπεινοφροσύνη, ἐκεῖ πᾶν ἀγαθὸν κατόρθωμα, ἐφ' ᾧ ἡ ἁγία ὑμῶν δυὰς μυρίζουσα οὐ μόνον τηνικαῦτα, ἀλλὰ γὰρ καὶ ἕως νῦν ὀσμὴν εὐωδίας ἡμῖν ἁγιάσματος ἐνίησι. Τοιοῦτοι ὑμεῖς ὑπὲρ πάντας τοὺς ἐξ ἀνατολῆς ἐπιφοιτήσαντας ὤφθητε ἀξιεπαίνετοι, ἀγαθὰ ὑπομνήματα ἐναφήσαντες τοῖς ἀγαπῶσιν ὑμᾶς. οὗ δὲ εἵνεκα ἡ ἀποστολὴ τοῦ ἀδελφοῦ αὐτὸς διδάξει, οἶμαι δὲ οὐδὲ ὑμῖν ἀγνοούμενον, ἔτι οὖσιν ἐν τῷ Βυζαντίῳ τυρβαζομένης τῆς ὑποθέσεως. ἀνῆψε τοιγαροῦν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων αἱρετικὴν φλόγα ὁ κρατῶν, ὡς ἐμπρῆσαι πᾶσαν τὴν ἐκκλησίαν καὶ ὀλέσαι σχεδὸν πάντα ἄνθρωπον ὑπαχθέντα τῇ ἀσεβείᾳ, ἄλλος τις Ἀχαὰβ ἤ Ναβουχοδονόσωρ γενόμενος· ὃς καθαιρέσει πάσης ἁγίας εἰκόνος τὴν ἑαυτοῦ μόνην προεστήσατο, ἣν οὐχ ὁ βουλόμενος προσκυνεῖν εὐθὺς παραδίδοται τῇ φλογὶ τῶν βασάνων. Τὰ καθ' ἕκαστον λέγειν παρέλκον ἡγοῦμαι, ἐν τοῖς πρὸς τὸν ἁγιώτατον ὑμῶν πατριάρχην γράμμασιν ἐμφερόμενα, ἄλλως τε καὶ τοῦ ἀδελφοῦ δυναμένου ἀπαγγεῖλαι, τοῦτο δὲ παρακαλῶ ὁ ἐλάχιστος ὑμῶν ἀδελφός, διὰ τὴν ἐν Κυρίῳ ἀγάπην ἀνοῖξαι τῷ γραμματηφόρῳ σπλάγχνα οἰκτιρμοῦ εἴς τε προσέλευσιν καὶ προσκύνησιν τῆς ἁγίας κορυφῆς καὶ εἰς ὅ τι ἄλλο χρὴ τὸ φιλάδελφον ὑμῶν δοκιμάζειν· ἐπιφέρεται γὰρ καὶ ἑτέρας ἐπιστολὰς πρὸς ἕτερα πρόσωπα, καὶ μέντοι καὶ σύγγραμμα ἡμῶν τῶν ἀμαθῶν. ὡς οὖν σύσσωμοι καὶ συμμέτοχοι τῆς ταπεινώσεως ἡμῶν, μᾶλλον δὲ ὡς τοῦ θεοῦ θεραπευταὶ καὶ τοῦ κοινοῦ κηδεμόνες καὶ προσβλέψαι καταξιώσατε τὸν ἀδελφὸν καὶ εἰσδέξασθαι καὶ τροποφορῆσαι ἐν παντὶ τρόπῳ, ὡς ἂν θεοῦ εὐδοκοῦντος πάλιν ἀναπεμφθείη πρὸς ἡμᾶς. τὸ δὲ ἀποσταλὲν ἡμῖν γράμμα ὑμῶν ἀπεδεξάμεθα καὶ ἔγνωμεν δι' ἣν αἰτίαν ἀπάραντες ἐκ Κωνσταντινουπόλεως οὐκ εὐωδώθητε ἀπελθεῖν εἰς δύσιν. 280 Νικήτᾳ ἡγουμένῳ Οἷα τὰ συμβεβηκότα τῇ ἁγιωσύνῃ σου κατὰ τὰς ἐμὰς ἁμαρτίας τὸ πρὶν ἐγνωκὼς οὐ μικρὸν ἐστέναξα, ἀλλὰ καὶ μεγάλως ἀπωδυράμην, δάκρυον ἀγάπης ἀποστάξας ἀποφθέγματά τε θρηνητικὰ μελῳδήσας ὁ τάλας. τί γὰρ φίλου συμφορᾶς ἀνιαρώτερον; ὁποῖα δὲ τὰ δεύτερα εὐδοκίᾳ θεοῦ, τοῦ μὴ ἐάσαντος φροῦδα γενέσθαι σου τὰ πάλαι ἀγωνίσματα διὰ τῆς καλλίστης ἀναπαλαίσεως, αὖθις ἀκουτισθεὶς ἔνθους γέγονα, εὐχαριστήσας Κυρίῳ τῷ στρέψαντι τὸν κοπετὸν εἰς χαρὰν πᾶσι τοῖς εὐσεβοῦσιν· οὐδὲ γὰρ εἰς βραχὺ τὸ λυπηρόν, ἐξ οὗ ἤλπιζον κράτος διὰ τὴν ἐνοῦσαν ἀρετήν, ἐντεῦθεν πρόσκομμα εὑρηκέναι. Ἀλλ' εὖγε, γενναῖε, ὅτι τῆς ἥττης περιφανεστέραν ἐργάζῃ τὴν νίκην, δι' ἧς ἐγνώρισέν σε τρόφιμον αὖθις ἡ τοῦ θεοῦ ἐκκλησία, ἐγκαταριθμήσασά σε τῷ καταλόγῳ τῶν ἑαυτῆς ὁμολογητῶν· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία, καὶ τοῖς εὐδρομοῦσι φιλοδωροῦσα καὶ τοὺς παλινδρομοῦντας καταστηριζομένη. φεῦ τῆς κακῆς συνεδρίας εἴτουν συνοδίας· ἐντεῦθεν γὰρ οἶδ' ὅτι εἵλω, τιμιώτατέ μοι. καί γε προύλεγον τὸν σκινδαλμὸν ἐκ τῶν προγεγονότων στοχαζόμενος· τοιοῦτος γὰρ ὁ τῶν πάντων προύχων. ὁ γὰρ πάλαι τὰς εὐαγγελικὰς παραβάσεις οἰκονομίας τιθέμενος, καὶ ταῦτα μετὰ διωγμῶν, αὐτὸς καὶ τὴν νῦν κοινωνίαν τῶν αἱρετικῶν, καί γε ἐν προύπτῳ, ἐξ ἧς ἡ κατὰ ἄρνησιν Χριστοῦ, τῆς τε Θεοτόκου καὶ οὑτινοσοῦν ἁγίου διὰ τῶν οἰκείων εἰκόνων ἐν οὐδενὶ τῶν ὀλεθρίων ἔθετο, συλλαβὼν καὶ συλλαμβανόμενος διὰ τοῦ κατ' αὐτὸν ὑποδείγματος ἀεὶ τοὺς ἀστυφελίκτους. καὶ εἰκότως· πῶς γὰρ ὁ ἐπὶ τοῖς πρώτοις ἀσεβήμασι μὴ καταγνοὺς ἑαυτοῦ ἐν τοῖς μεταγενεστέροις ἀγωνίσμασιν ἔμελλε θεῷ παριστᾶν ἑαυτὸν ἀκατάσειστον καὶ μὴ ἠσεβηκέναι; Διὸ ἐρωτῶ σε καὶ παρακαλῶ, πάτερ μου, ἐν ὁμολογίᾳ ἀθετήσεως τῶν τότε πολυτρόπως πραχθέντων τὴν ἄρτι θείαν ὁμολογίαν διάνυε, εὐχόμενος ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 281 Ἀρσενίῳ μοναχῷ Ἐδεξάμην τὰ γράμματα τῆς ἀγάπης σου, ἃ κατανοήσας ἐμμελῶς ἐστέναξα μὲν ἐπὶ τῇ γεγενημένῃ δραματουργίᾳ, μᾶλλον δὲ ὑποπτώσει τῶν δοκούντων εἶναί τι, ὑφ' ἧς εἵλω καὶ ὁ σὸς πατήρ, ἐμὸς δὲ ὁμόψυχος ἀδελφός· οὗ καὶ ὑπὲρ τοὺς ἄλλους ἤλγυνέν με ἡ πρὶν ἧττα ὡς νῦν ηὔφρανεν ἡ ἀναμάχησις μάλα. ἐπῄνεσα δὲ λίαν τὸ διαπονητικόν σου, ἀδελφέ, περὶ τὸν αὐτὸν καθηγεμόνα, ὅτι ὡς ἀληθῶς μαθητοῦ ἀληθινοῦ ἀγαπήματα καὶ τέκνου ἀψευδοῦς ἀποκλαύματα τὰ ἐγκάρδια καὶ ἔμπυρα ῥήματα τῆς ἐξηγορίας σου· καὶ γὰρ τῷ ὄντι θάνατος ψυχῆς ἡ σύμπτωσις καὶ σωματοποίησις τῆς χριστομάχου αἱρέσεως καὶ ἡ ἅπαξ κοινωνία αὐτῆς τῷ ἑαλωκότι καὶ ταῦτα μετὰ ἔνστασιν γενναίαν, καὶ τοῦτο ἐν βαθμῷ καί γε ἱερατικῷ καὶ ἡγουμενικῷ. Εἰκότως οὖν, πανσύνετε, ἀπεκλαύσω, εὐεπιγνώστως ἐλεεινολογήσω, ὡς ᾑμαγμένην ἐσθῆτα ὁρῶν τὴν πατρῴαν δυσημερίαν, μᾶλλον δὲ θηριοβρωσίαν νοητήν, ἐκεῖνα οἷον φθεγγόμενος," 4θηρίον πονηρὸν ἥρπασεν οὐ τὸν Ἰωσήφ, ὃν πάλαι θρηνῶν ἦν Ἰακώβ, ἀπεμ- ποληθέντα ὑπὸ τῶν ἀδελφῶν ἐν πλάσματι τοῦ ὑποδειχθέντος χιτῶνος, ἀλλὰ τὸν ἐμὸν πατέρα, θηρίον ἀνθρωπόμορφον Ἰωσήφ, ὁ εἰθισμένως θηρεύων τοὺς ὁμογνωμονοῦντας ταῖς ἐκείνου ἀσεβείαις, ἀλλ' οὐκ οἰκονομίαις" 5. ἐκεῖνος, ἀδελφέ, καὶ τὰ πάλαι εἷλεν ἐν ταῖς τοῦ εὐαγγελίου παραβάσεσιν οὐκ ὀλίγους, ἐκεῖνος καὶ νῦν ἐπὶ ἀθετήσει τῆς Χριστοῦ εἰκόνος τὴν κοινωνίαν οἰκονομίαν δογματίσας τοὺς ἀνόμως πεισθέντας συγκατέπτωσε. Καὶ τοιοῦτος μὲν αὐτός, σὺ δὲ μεμακαρισμένος, καὶ θρηνήσας, καὶ ἄμφω τὼ χεῖρε συνανελκύσας τὸν πατέρα καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν πάλιν καθιδρύσας· οὕτω γὰρ ἔχει. καὶ χαῖρε, ὅτι ζῶν ἐστιν ἐν Κυρίῳ, κἂν τεθνήκει πρῶτον· πατάξει γάρ, φησίν, καὶ μοτώσει καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσει. τίς ταῦτα; ὁ Λάζαρον τετραήμερον ἐγείρας ἐκ τάφου καὶ τὸν σὸν νῦν δ' αὖ καὶ ἐμὸν πατέρα ζωοποιήσας. γήθου, γήθου καὶ μηκέτι κλαῖε Μαρθαϊτικά, ἐφ' ὅσον οἷόν τε καὶ ἀπὸ τοῦ δεῦρο βοηθῶν αὐτῷ, ᾧτινι καὶ ἐπέστειλα. 282 Σεργίῳ ὑπάτῳ τοῦ ἀερικοῦ Πάλαι ἂν ἐπέστειλα τῇ εὐγενείᾳ σου, δεδιδαγμένος μὴ ἀτονεῖν τοῦ φιλικοῦ καθήκοντος, ἀλλ' ἡ τῶν πραγμάτων μεταβολὴ ὑπενάρκησέ μου τὴν χεῖρα, μή πως ἀπευκτὸς ὦ καὶ τοῖς ἄγαν φίλοις, ἀλλοιωθεῖσιν οὐ τὴν καλὴν ἀλλοίωσιν καὶ ἧς ἔργον οὐκ ἐκ τοῦ κατόπιν εἰς τὸ πρόσω φέρεσθαι, ἀλλὰ τὴν ἐναντίαν καὶ πρὸς τὸ ἐναντίως καθυπάγεσθαι. ἐπεὶ δὲ οὐ τῶν τοιούτων ὁ τοσοῦτος τὴν ἀρετήν, πέπεικα ἐμαυτὸν ἐπὶ τὸ γράφειν ἐλθεῖν. καὶ δὴ διὰ τῆσδε τῆς γραφίδος προσφθέγγομαί σε τὸν ἐμὸν δεσπότην καὶ διαφερόντως ἐραστήν, οὗ πολλὴ μὲν ἡ γνῶσις, πατρόθεν δὲ ἠργμένη ἡ εὐσέβεια, καὶ οὗ τὸ συστέλλειν ἑαυτὸν τῶν πολλῶν καὶ θεῷ συγγίνεσθαι μᾶλλον ἐράσμιον, ὀλίγα δὲ φροντίζειν Καίσαρος καὶ τῶν περὶ Καίσαρα ἰδιώτατον. πῶς οὖν, ὦ φιλότης (παρρησιάσεται γὰρ ὁ λόγος), ὁ τηλικοῦτος ἐν τοῖς ὁρωμένοις ὑπήχθης; ἀρκετὸν γὰρ ἐν τοσούτῳ δηλῶσαι τὸ προκείμενον, αἰδοῖ τῆς περιεπούσης σε τιμιότητος. Ἀλλὰ φεῦ τῆς ὀλισθηρᾶς φύσεως τῶν ἀνθρώπων· ταῦτα μὲν ὁ καιρὸς τοῖς κατὰ καιρὸν τὰς πίστεις μεταμείβουσιν, ἀλλ' οὐ παγίοις καὶ περὶ τοῦ αὐτοῦ ὡσαύτως ἀεὶ ἔχουσι. σὲ δὲ ὅμως εὔχομαι ὁ ταπεινὸς τοῖς ἐν μέσῳ ἐγκαλινδούμενον ὀλίγα μὲν τοῖς κατὰ βίον κύμασιν ἁλμυροῖς ῥαντίζεσθαι, ἄσπιλον δὲ ὁμοῦ καὶ ἄμωμον τὸν τῆς ὀρθοδοξίας χιτῶνα διατηρεῖν. 283 Ναυκρατίῳ τέκνῳ Βραχέσι συλλαβαῖς ἀμείβομαί σου, τέκνον ἠγαπημένον, τοὺς πλείστους λόγους τῶν ἐγκωμίων, οὓς ἐπαΐω, δεδιὼς σφόδρα μὴ ὢν τοιοῦτος, ἀλλ' οἷος ὁ ἐρριμμένος ἐν τριοδίᾳ διὰ νεκρότητα ἁμαρτημάτων, οὔτε λόγῳ οὔτε ἔργῳ εὐηρεστηκὼς πώποτε τῷ θεῷ μου. εἴη δ' ἂν τῆς ὑμετέρας εὐχῆς ἔργον ἄρξασθαί με ἀπὸ τοῦ δεῦρο θεοσεβεῖν ἐν τῷ κτήσασθαί με καινὴν καρδίαν, μισοῦσαν καὶ βδελυττομένην τὴν ὡς ἀληθῶς μυσαρὰν ἁμαρτίαν καὶ ἀγαπῶσαν τὴν μόνην ἐφετὴν καὶ ἐρασμιωτάτην ἀρετήν, ἥτις ἐστὶν ὁ θεός. Σὺ δέ, ὦ παῖ καλέ, νῆφε ἐν πᾶσιν, ἔργον ποιῶν εὐαγγελιστοῦ διὰ τῆς καλλίστης σου διακονίας· οἶδα γάρ σε διατεινόμενον ὧδε κἀκεῖ καὶ φροντίζοντα πολλῶν ὡς οἰκονόμον θεοῦ. εἰ καὶ βρέμει ἀπειλῆς ὁ κρατῶν, μὴ πτοοῦ· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. εἰ καὶ τοῖς σημείοις οὐκ εἴκουσιν οἱ ὑπεναντίοι, μὴ θαυμάσῃς, ἀλλὰ μακροθύμει· οὔτε γὰρ ἐκεῖνοι ἄλλως εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας εἴκουσιν οὔτε οἱ τοῦ θεοῦ εἰς τὸ κομίσασθαι τὴν μισθαποδοσίαν· δι' ἐλπίδος γὰρ καὶ πίστεως καὶ ὑπομονῆς πάντες οἱ ἅγιοι εἰλήφασι τὰς ἐπαγγελίας· ὥστε μὴ ζήτει καιροὺς καὶ προθεσμίας λήξεως τῶν κακῶν· τότε λωφήσουσιν, ὁπόταν συμφέρον ἡμῖν. διὸ τὸν προκείμενον ἡμῖν ἀγῶνα τρέχωμεν, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Χριστόν· ὅς, πέποιθα, τελειώσειεν ἡμῶν τὸν δρόμον, ἱλεούμενος ἱκεσίαις πατρικαῖς σὺν πάσαις ἁγίων. Προσειπὲ τοὺς ἀδελφοὺς πάντας, ἐξαιρέτως τὸ ˉδ, τὸ ˉθ, τὸ ˉλ. οἱ σὺν ἐμοὶ πλεῖστά σε προσαγορεύουσιν. 284 Τῷ αὐτῷ Εἰ καὶ οὐκ ἐδεξάμεθά σου γράμματα, τέκνον ἠγαπημένον, διὰ τοῦ ἀδελφοῦ Θεοδούλου, ἀγνοίᾳ σου ἀπάραντος καὶ ὡς ἐπ' ἄλλης ὁδοῦ, ἀλλ' οὖν ἡμεῖς καλῶς ἔχειν ἐνομίσαμεν ἐπιστεῖλαί σοι, γνωρίζοντες ὅτι χάριτι Χριστοῦ ὑγιαίνομεν σωματικῶς. εἴη δὲ καὶ κατὰ ψυχὴν ἐρρῶσθαι ἡμᾶς τοὺς ταπεινοὺς διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπικλήσεως τοῦ μακαρίου μου πατρός, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἐξ ἔργων μου ἔχω ἰσχύν, δυνατὸς δὲ ὁ θεὸς δι' ὑμᾶς σῴζειν κἀμέ, εἰς ὃν ἀποκρέμασθε ἐν ἀγάπῃ ὥσπερ κἀγὼ ἐν ὑμῖν· τίς γάρ μου ἄλλη δόξα ἢ χαρὰ ἢ προθυμία πάρεξ ὑμῶν, διαφερόντως δὲ σοῦ τοῦ πιστοῦ καὶ ἀγαπητοῦ καὶ τὰ πάντα μοι μετὰ θεὸν ἐν τῇ ζωῇ ταύτῃ ἀνήκοντος; Διὰ τοῦτο χαίρω ἐπὶ τῇ ζωῇ καὶ προκοπῇ σου, παρακαλῶν τὸν ἀγαθόν μου θεὸν ἵνα ἐπὶ πλεῖον δῴη σοι σύνεσιν ἐν φρονήσει τελείᾳ καὶ ταπεινώσει πληρεστάτῃ εἰς τὸ μὴ διαψευσθῆναι τὰς ἐλπίδας μου μηδ' αὖ τὰς τῶν πολλῶν ἐπὶ σοὶ ὑπολήψεις· καὶ γὰρ ἐν οὐκ ὀλίγων στόμασι κεῖσαι ἐπ' ἀρετῇ λόγου. βλέπε οὖν, τέκνον, τὸ ἔργον σου ὁποῖον, ὅτι ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα καὶ ὁ δεξάμενος ἔπαινον, εἴπερ θεῖος καὶ σοφός, συνέλαβεν πῦρ ζήλου ἐν πολλῷ τρόμῳ. τήρει σεαυτὸν καὶ πρὸς τὸν ἔσω ἄνθρωπον ἀκαταγώνιστον εἶναι ἐκ τῆς ἀκηρύκτου καὶ ἀνενδότου διαβολικῆς πάλης καὶ πρὸς τὸν ἔξωθεν διὰ τῆς ἐν ἅπασι εὐσυστροφίας καὶ εὐβουλίας. ἤδη ἀπεκδεχόμεθα καὶ τὸν ἀδελφὸν Προτέριον, δι' οὗ πάντως, εἴπερ οἰκονομεῖ θεὸς ἔτι ἐπιμένειν ὑμᾶς ἐν τοῖς αὐτόθι, καὶ δεξόμεθά σου γράμμα καὶ ἀνταποστείλωμεν. Ὡς εἰρήνης υἱὸς εἰρηνοποίει, τέκνον μου, τοὺς ἀδελφούς σου χριστομιμήτως. γίνωσκε αὐτάρκως ἔχειν ἡμᾶς τὰ κατὰ χρείαν. ὠναίμην σου, τέκνον, ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν τῷ καὶ σωματικῶς ὑγιαίνειν σε. προσαγορεύουσιν οἱ σὺν ἐμοί. τοὺς ἀδελφοὺς πλεῖστα ἀσπάζομαι. ἡ χάρις μετὰ σοῦ. 285 Τῷ αὐτῷ Ἕως πότε, τέκνον, οὐ παύσῃ ἀποσεμνύνων ἡμᾶς τοῖς λόγοις; ἕως τίνος οὐ λήξεις ἐπαίρων ἡμᾶς τοῖς ἐγκωμίοις; ἀλλ' οἶμαι ἐκ δυοῖν τρόπων τοῦτό σε πράττειν, ἑνὸς μὲν τοῦ ἕλκεσθαι ὑπὸ τῆς ἀγάπης, ὑφ' ἧς καὶ φιλεῖ συλᾶσθαι ὡς τὰ πολλά, καθά φησιν ὁ Θεολόγος, ἡ ἀλήθεια, ἑτέρου δέ, ὅπερ καὶ μᾶλλον τίθημι, ὡς ἂν διὰ τῶν ἐπαίνων στερεοῖς τὸ ἀνειμένον τῆς ταλαιπώρου μου ψυχῆς. δοίη τοίνυν Κύριος οὐ κατὰ τὰς ὑψώσεις σου (πολλαὶ γὰρ καὶ ὑπὲρ λίαν), ἀλλὰ μικρόν τι δι' εὐχῶν ὑμῶν ἁγίων ἐν κατορθώσει γενέσθαι με καὶ μὴ πάντῃ ἔκπτωτον τῆς τῶν καλῶς ἀγωνιζομένων ἰχνηλατίας. Ἐδάχθην δὲ οὐ τὸ τυχὸν ἐπὶ ταῖς προλαβούσαις σου θλίψεσι καὶ γε μάλιστα ἐπὶ ταῖ ἀνίαις τοῦ σώματός σου. ἀλλὰ τί λέγει ὁ ἀπόστολος; εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. εἰς μὲν οὖν τὴν νόσον, παρακαλῶ, χρῆσαι τοῖς θεραπευτικοῖς· χρῄζουσι γάρ σε πολλοὶ ὑγιαίνειν, ἐξαιρέτως ὁ ταπεινὸς ἐγώ. περὶ γὰρ τῶν κρυπτῶν ὁ καὶ ψυχῶν καὶ σωμάτων ἰατρὸς ῥώσειέν σε ὥσπερ καὶ ῥώννυσιν, ὁπόταν καὶ ὑποχαυνώσοιμεν ἐν τῇ ἀνενδότῳ ταύτῃ πάλῃ τοῦ τῆς ταπεινώσεως ἡμῶν σώματος καὶ μηδαμῶς ὀλιγωρήσοιμεν θᾶττον ἀνιστάμενοι· στεφάνων γὰρ ἡ ἀναπάλαισις, οὐ κατακρίσεως. Σώσοι σε οὖν ἐν πᾶσιν ὁ ἀγαθὸς θεὸς ἡμῶν, ἀδελφὲ τιμιώτατε. 286 Νικηφόρῳ, τῷ ἁγιωτάτῳ πατριάρχῃ Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἱερᾷ κορυφῇ τῆς μακαριότητός σου ἐνεκόπην, πῇ μὲν τὴν ἑαυτοῦ ἀναξιότητα ἐπαισθανόμενος, πῇ δὲ ὑποδεὴς ὢν διὰ τοὺς πειρασμούς. νυνὶ δὲ περιφρονήσας ἀμ φοτέρων καὶ τῇ Τριάδι ὁ τάλας θαρσήσας λέγων εἰμὶ τάδε. χαῖρε ἀληθῶς νικητήριον ἀσεβείας, ὁ ἐν τεθρίππῳ ἀρετῶν διανύων τὸν τῆς πίστεως δρόμον· χαῖρε ὁ μέγας ἥλιος τῆς ὀρθοδοξίας, οὗ ταῖς ὁμολογητικαῖς ἀκτῖσι φωτοβολεῖται ἡ οἰκουμένη· χαῖρε ὑπέρμαχε τῆς ἀληθείας, κατὰ τοὺς ἔκπαλαι θεοφόρους διαπρέπων τῷ τῆς ἀρετῆς κλέει. ἀπέλιπες τὸν ὑψηλὸν θρόνον διὰ τὸν ἑαυτὸν ταπεινώσαντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ἀπέλιπες ἀρχιερατικὰς ὑπηρεσίας καὶ ἀναπαύσεις, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ ὁμολογητικῷ τρόπῳ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, ὅμως ὅτι οὐδὲ κατ' αὐτάς, κἂν ἐν αὐταῖς, ζῶν ἦς, νεκρῶν τὰ μέλη τῇ ἐν Κυρίῳ ζωῇ. ἤνεγκας ἁγίας μητρὸς στέρησιν, ἀδελφῶν τιμίων, πάντων ὁμοῦ ἐν ἅπασιν ἀφαιρεθείς. καὶ οὔπω λέγω τοὺς χριστοειδεῖς σου ὀνειδισμούς, τὰς ἐκ τῶν κρατούντων προσβολάς, ἐρεσχελίας, στενοχωρίας καὶ οἱονεὶ ἀποπνίξεις. κατηνέχθης σὺν Χριστῷ ἐν νυκτί, ἐπειδὴ καὶ αὐτὸς προδιδόμενος περιωρίσθης, μεθωρίσθης, ἐν γεωλόφῳ που καθεζόμενος ὁ μάρτυς Χριστοῦ. Ἀλλ' εὖγε, ὅτι πάντα εἰς καλόν σοι. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου ἀπὸ τῆς τοῦ νοῦ σκοπιᾶς καὶ ἴδε σου τὰ τέκνα εἴτουν πρόβατα ὁ ποιμὴν ὁ καλός, εἰ καὶ διεσκορπισμένα σώματι, ἀλλ' ἡνωμένα πνεύματι, διειληφότα σχεδὸν ἄλλο κατ' ἄλλο μέρος τὴν ἐκκλησίαν σου πᾶσαν καὶ ταῖς αὐγαῖς τῆς ὁμολογίας δίκην ἀστέρων φρυκτωροῦντα τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως τὸ φῶς τῆς ὀρθοδοξίας, τὰ μὲν τυθέντα θεῷ δι' ἀθλητικῆς τελειώσεως, τὰ δὲ ἀθλοῦντα, μηδὲν ὑποπτήσσοντα τῶν παρόντων, ἀλλὰ ῥωννύμενα ταῖς θεοκλινέσι σου προσευχαῖς. αὕτη ἡ δόξα σου τῆς ἐκκλησίας, τοῦτό σου τὸ σύσσημον τῆς μαρτυρίας· ὅπερ ὁ μέλλων χρόνος ὑποδεξάμενος δοξάσειεν τὸν θεὸν ἐν σοὶ ὡς καὶ τανῦν. πολλά σου τὰ ἐγκώμια ὀφείλεται, τῷ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ἐναθλοῦντι. Ἀλλά μοι σύγγνωθι, ὦ θεομίμητε, τολμήσαντι ἐκ πόθου ἐν οἷς ἐφθεγξάμην, χαριζόμενος τὴν ἱεράν σου προσευχήν, ὡς ἂν μὴ ἀποπέσοιμι τοῦ εἶναί σου ἐλάχιστον τέκνον, ὁ τῶν πάντων ἀχρειότερος διὰ τὰς ἁμαρτίας. 287 Ναυκρατίῳ τέκνῳ Ἐξ ἀγώνων εἰς ἀγῶνας καὶ ἐκ θλίψεως εἰς θλίψεις τὰ καθ' ὑμᾶς, τέκνον μου Ναυκράτιε, ὁ ἐπιπόθητος καὶ ἀειπόθητος. ἀλλ' ἀνθ' ὅτου ταῦτα; διὰ Χριστόν. οὐκοῦν οὐ λυπηρά, ἀλλὰ καὶ λίαν περιχαρῆ. ἐχαρίσθη καὶ ὑμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν. νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν (φωνή ἐστι τοῦ ἀποστόλου, συμβαλλομένη καὶ ἡμῖν τοῖς ἀναξίοις), ἐπειδὴ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν, ἵν', ὁπόταν ἐν τοῖς ὁμοίοις καιροῖς ἐμπίπτωμεν, ἔχοιμεν τὰ φάρμακα τῆς σωτηρίας. διεῖλαν καὶ τὸ μοναστήριον, ὡς ἔμαθον, οἱ ἄνθρωποι κατὰ ἄμυναν, ἀλλὰ δύο ταῦτα, ἓν μὲν ὅτι οἶδεν ὁ θεὸς τὰ κακῶς διαιρεθέντα καλῶς ἑνοῦν, ὁπόταν βούλοιτο, ἕτερον δὲ ὅτι ὑπὲρ Χριστοῦ καὶ ὁ ἐν Ἐδὲμ παράδεισος ἡμῖν καταφρονητέος. πλὴν ὅτι καὶ ἡμεῖς καὶ οἱ διειλάμενοι καὶ πᾶς τις ξένοι καὶ παρεπίδημοι πάσης τῆς γῆς. Οὕτω μὲν ταῦτα. πῶς δὲ ἕξει τὰ καθ' ὑμᾶς ἔτι ἀσχάλλω μαθεῖν· τὰ γὰρ ἡμέτερα ἤδη διέγνωσται καὶ φέρομεν μεθ' ὑπομονῆς Κυρίου ἡμέραν ἐξ ἡμέρας τὴν κάκωσιν. ὅμως τί καὶ πεπόνθαμεν; οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐάνπερ τελείως ἀγωνισώμεθα, ἀδελφέ. διὸ προσεύχομαι ὁ τάλας στεφανίτας ὑμᾶς ἀναδειχθῆναι, Χριστὸν ἔχοντας συναθλοῦντα ὑμῖν ἐν πᾶσιν. ἐρώτα καὶ αὐτὸς περὶ ἡμῶν τὸν Κύριον σῴζεσθαι ἡμᾶς παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ. Προσαγόρευσον τοὺς συνάθλους σου ἀδελφούς. 288 Σιλουανῷ τέκνῳ Ἀξίαν τῆς εὐλαβείας σου, τέκνον ἐπιπόθητον, ἐχάραξάς μοι τὴν ἐπιστολήν· καί γε ἀνέθην καὶ ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ὅτι σου ἡ πίστις ἡ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν ζῇ καὶ ἡ ἀγάπη πυροβολεῖ καὶ ὁ πόθος ἀκμάζει. οὕτω κἀγὼ πρὸς σέ, μικρὸν λυπῶ, μικρὸν καθάπτομαι, καὶ τοῦτο ἐν φόβῳ, ἵνα τὰ προειρημένα συντηρηθείη, εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει. Φυλαχθείης οὖν μοι, υἱέ μου ἀγαπητέ, ὡς υἱὸς φωτὸς ἐν τῷδε τῷ σκοτεινῷ χρόνῳ τῆς χριστομανίας. ὅπως δὲ ἐγκέκλεισμαι μετὰ τὸ δαρῆναί με σὺν τῷ ἀδελφῷ Νικολάῳ ὁρῶν τὸ ˉχ ἀκριβῶς μαθήσῃ· θέλω γὰρ συνοψίζεσθαί σε αὐτὸν ὅπου εὐοδοῦται ὑμῖν, ἐπειδὴ καὶ διὰ στόματος χρεία διαλέξεως. καὶ τί ἀπεσχοίνισας, ἀδελφέ, οὕτως; μή, παρακαλῶ. συνέρχεσθε εἰς ταὐτόν, ἵνα λυσιτελῇ ἀμφοτέροις καί γε ἐμοὶ τῷ ταπεινῷ· ὃν ἀεὶ λαμβάνειν ἐν τῇ προσευχῇ σου μὴ κατόκνει εἰς τὸ εὐαρεστεῖν με Κυρίῳ καὶ διασῴζεσθαι ἀπὸ τοῦ πονηροῦ. Ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 289 Ἄννῃ μοναζούσῃ Αἱ πρὸς τὰ τέκνα τῶν μητέρων ἀποστροφαὶ πρόσκαιρόν πώς εἰσιν· ὑπὸ γὰρ τῆς φύσεως εὐθὺς συνελκόμεναι πρὸς ἑαυτὰς ὑποστρέφουσιν αὐτά, διπλοῦν τὸ φίλτρον αὔξουσαι καὶ τὰ καταθύμια αὐτοῖς ἐν πᾶσι παριστῶσαι. τί δή μοι βούλοιτο δηλοῦν τὸ προοίμιον; ὅτι καὶ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς ἡ σεβασμιότης σου μικρὸν ἀγανακτήσασα πάλιν οὐκ ἤνεγκε μὴ τὰ τῆς συνήθους ἀπαθείας ἐνδείξασθαι ἐν Κυρίῳ σπλάγχνα. διὰ τοῦτο μητροπρεπῶς καὶ ἐδωροφόρησε καὶ ἐνέδυσε καὶ ἀπελογήσατο, τὸν οἶκτον διπλασιάσασα τοῦ ἐλέους. Χάρις οὖν τῷ θεῷ, τῷ διὰ λύπης χαρὰν γεννήσαντι καὶ ἐν ἡμῖν τοῖς ἁμαρτωλοῖς· τίς γάρ ἐστι, φησίν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ (εἰ καὶ μὴ ἐσμὲν ἄξιοι τοῦ λόγου ἡμεῖς); χαρισθείης μοι ἐπὶ πολὺ καὶ λυποῦσα καὶ εὐφραίνουσα, καὶ μὴν καὶ προσευχομένη μοι τὴν σωτηρίαν ὡς κἀγὼ ἀεὶ περὶ τῆς ἁγιωσύνης σου. 290 Ἰγνατίῳ τέκνῳ Ὁσάκις ἂν δέξωμαί σου γράμμα, εὑρίσκων σου τὴν ἀληθινὴν πίστιν καὶ ἀγάπην, ἣν ἔχεις πρός τε τὸν θεὸν καὶ τὴν ταπείνωσίν μου, χαίρω ὁμοῦ καὶ δοξάζω τὸν Κύριόν μου, τέκνον ἠγαπημένον, εὐχόμενός σε προσμένειν ἐν ταύταις, δι' ὧν καὶ ψυχὴ καθαίρεται καὶ παρασκευὴ πάρεστιν ἀθλήσεως· μὴ γὰρ πάντως οἴου ἐκπεφευγέναι σε τοὺς διώκτας, τοὺς ἀδελφούς σου ὁρῶν ἐμπαρέντας. ἑτοιμάζου οὖν λοιπὸν μὴ καταπτήσσων· θεὸς μετὰ σοῦ. τοῦτο δὲ λέγω οὐχ ἵνα ἐπεισάξῃς ἑαυτόν, ἀλλὰ φεύγων μή πως καταλειφθῇς καὶ μὴ εὑρεθῇς ἀπαρασκεύαστος. ἔστω οὖν ὁ θεὸς μετὰ σοῦ, ὅπως ἂν καὶ οἰκονομῇ σου τὴν ζωήν· δέομαί σου, τέκνον, δόξασον τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου. Οὗ δὲ εἵνεκα ὑπέμνησας, οὐχ οὕτως ἐγώ, ἀλλὰ ἁμαρτωλός, σαθρός, οὐ ῥιψοκινδύνως ἄρτι λαλῶν, ἀλλὰ γὰρ καὶ μετὰ πολλῆς συνοχῆς καὶ δέους μήτε ὑπερτείνειν μήτε καθυφίεσθαι, εἰ καὶ τανῦν τύψαντες ἡμᾶς ἀσφαλῶς ἐνέκλεισαν σὺν τῷ ἀδελφῷ Νικολάῳ. προσεύχου τοίνυν, υἱέ μου, φρουρεῖσθαί με ἐν Κυρίῳ ἐν τῇ φρουρᾷ καὶ ἕτοιμον εἶναι εἰς ὃ καὶ καλεῖ παθεῖν δι' αὐτὸν ἕτερον. Προσαγορεύει ὁ ἀδελφός· προσειπὲ τῷ ἀδελφῷ Συνετῷ. 291 Θεοφάνει ἡγουμένῳ καὶ ὁμολογητῇ Φίλον παιδὶ πατρικὴ προσφώνησις ὥσπερ καὶ τὸ ἔμπαλιν· διὰ τοῦτο καὶ πάλιν μοι τὸ γράμμα, ἐπεὶ ἐγὼ σὸς υἱὸς ἐν Κυρίῳ, ἀλλὰ φεῦ ὅτι οὐκ ἐοικὼς τῇ πατρῴᾳ ἀρετῇ. πλὴν ὅτι δόξα μοι τὰ παθήματα τῆς ὁμολογίας σου. ἄνθρωπος ἐν γήρει, ἐν νόσῳ χαλεπωτάτῃ, κλινήρης ὅλος, ἀλγυνόμενος σφόδρα, θανατούμενος καθ' ἑκάστην, καὶ τῆς ὁσίας μονῆς ἀποικισθῆναι καὶ τῆς ἱερᾶς ἀδελφότητος διαιρεθῆναι καὶ ὑπὸ φυλακὴν τηρεῖσθαι καὶ τῆς ἀναγκαίας ὑπηρεσίας ἀμοιρεῖσθαι καὶ πρὸς μηδὲν τῶν εἰρημένων κατακάμπτεσθαι εἵνεκα τῆς Χριστοῦ ἀγάπης, ἀλλ' ἐνίστασθαι καὶ ὁμολογεῖν, καὶ πρὸς τὰς πεύσεις τὰς ἀποκρίσεις διδεῖν. μαρτυροστεφὴς ὡς ἀληθῶς ὁ τοιοῦτος, ὦ μακάριε πάτερ. ὡς μέγα σου τὸ κλέος, ὡς πολύαθλόν σου τὸ ἀγώνισμα, ἑκούσιά σοι λογιζόμενα παρά τε θεῷ καὶ τοῖς εὐγνώμοσι τὰ ἀκούσια τῆς ἀσθενείας ἀλγήματα διὰ τὴν Χριστοῦ μαρτυρίαν. ἐστήριξας τοὺς ὀρθοδόξους, κατῄσχυνας τοὺς ὑπεναντίους, προσθείην δ' ἂν καὶ τοὺς προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις εἴτουν ἀσθενείαις ἤ τισιν ἄλλαις αἰτιολογίαις. Ἀλλ' ὁ ἀρχηγὸς τῆς ὁμολογίας σου Χριστὸς καὶ τελειωτὴς εἴη σοι, προσευχομένῳ περὶ ἐμοῦ τοῦ παιδός σου τὰ αὐτά. εἰ πάρεστιν ὁ πατήρ μου καὶ ἔξαρχος, προσαγορεύω ὁ ταπεινός. 292 Μοναζούσαισ Ἀγαθὴν ἀκοὴν ἐνηχούμενος περὶ τῆς τιμιότητος ὑμῶν χαίρω ὁ ταπεινός, καὶ μάλιστα ὅτι αἷμα καὶ πνεῦμά ἐστε τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ κοινοῦ πατρός. ἔτι δὲ περισσοτέρως ἥδομαι καὶ δοξάζω τὸν θεὸν μανθάνων ὅτι ἄχραντοι διαμεμενήκατε ἕως τοῦ νῦν τῆς τῶν αἱρετικῶν κοινωνίας. καί γε δεῖ τοὺς τὰ σώματα ἀνέπαφα ἔχοντας καὶ κατὰ τὴν πίστιν παρθενεύειν· μοιχεία γάρ ἐστιν, ὦ πανσύνετοι, καὶ τὸ τῆς αἱρετικῆς κοινωνίας μετέχειν, ἧς ὑμᾶς Κύριος μέχρι τέλους διατηρήσειεν ἀψαύστους, ὁ νυμφευσάμενος ἑαυτῷ διὰ τοῦ κατὰ τὴν παρθενίαν ἐπαγγέλματος. Οὗτος ὁ πρῶτός μοι λόγος. διδασκαλίαν δὲ παρ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἱνατί αἰτεῖσθε; ὑμεῖς θεοδίδακτοί ἐστε χάριτι Χριστοῦ· καὶ γὰρ καὶ ἐκ γονέων εὐσεβῶν ἀμφότεραι καὶ γνώσει διαφέρουσαι καὶ τῷ βίῳ τὸ διδασκάλιον τῶν ἐντολῶν προβαλλόμεναι. εἰ δέ τι καὶ παρ' ἡμῶν δέοισθε τῶν ἀμαθῶν, ὁ φόβος τοῦ θεοῦ τὸ ζητούμενον· οὗτος γὰρ ἐν καρδίᾳ δεχθεὶς φῶς ἔλαμψεν, τὰ πάθη ἐμείωσεν, ἐξ οὗ κατάνυξις, δάκρυον, μῖσος κόσμου, ἐπιθυμία οὐρανῶν. καὶ τί γὰρ οὐ καλὸν ἐντεῦθεν προσγίνοιτο; Τοῦτο οὖν ἐστιν ἐνοίκησις θεοῦ· οὗ δὲ θεός, ἐκεῖ τῶν ἀγαθῶν ἡ πηγή, εἰρήνη, χαρά, ἀγάπη. παρακαλῶ οὖν ὑμᾶς ὁ ταπεινὸς μὴ πρὸς τὰ τῶν πλησίον ἀποβλέπειν παραδείγματα καὶ μάλιστα τῆς ἐπιπλάστως ἐν ταῖς πλείσταις τῶν μοναζουσῶν ἐπιδεδειγμένης πολιτείας χλιαρᾶς, ἵν' οὕτως εἴπω, καὶ συγκεχυμένης, ἀλλὰ πρὸς τὰ ἀρχέτυπα κάλλη, ὧν οἱ βίοι ἐν χερσὶν ὑμῶν, ἀστραπηφοροῦντες τοὺς θείους ἔρωτας· ἐπεὶ καὶ ζωγράφος οὐκ ἐκ φαύλων, ἀλλ' ἐξ ὡραϊσμένων καὶ ἀρχαιότητι διαφερόντων εἰκόνων μεταγράφοιεν εἰκόνα. τί ἦν ἐν ἐκείναις γνωστὸν ὑμῖν; λύσις τῶν δεσμῶν τῆς προσπαθείας, φυγὴ ἀρρενικῆς ὄψεως ὅσον ἐνδέχεται, καταβεβλημένον φρόνημα, ῥυπῶσα ἐσθής, ὄμμα κάτω νενευκός, οὖς φεῦγον ἀνωφελῆ ἀκούσματα, στόμα λαλοῦν ἔνθεα, ὑποπιεσμὸς σώματος· οὕτω γὰρ περιεγένοντο τοῦ τῆς σαρκὸς φρονήματος, ἐπείπερ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ὡς γέγραπται, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, καὶ ἀκήρυκτος πόλεμος. καὶ δεῖ ἡμᾶς πᾶσαν ἡμέραν, εἴπω καὶ ὥραν, ὁπλίζεσθαι κατὰ τῶν παθῶν ἀνδρικῶς μετὰ θεοῦ καὶ σὺν θεῷ ἐν πολλῷ ἀγῶνι νικῶντας τὸν ἐχθρόν, τὸν ἀεὶ διψῶντα τὴν ἀπώλειαν ἡμῶν, οὗ αἱ ῥομφαῖαι εἰς τέλος ἐξέλιπον τοῖς προσέχουσιν ἀσφαλῶς. οὐκ ἔστιν δὲ μὴ ἡττᾶσθαι πάντως καὶ πλήττεσθαι τὸν ἀγωνιζόμενον ἐν λόγῳ καὶ ἐννοίᾳ καὶ ἐν τοῖς ὁμοίοις τοῖς μὴ πρὸς θάνατον ἁμαρτίας, ἀλλὰ τὸ θᾶττον ἀναπαλαίειν χρὴ καὶ ἐπὶ τῆς δεούσης ἵστασθαι καταστάσεως· παραπτώματα γὰρ τίς συνήσει καὶ τίς καυχήσηται τὴν ψυχὴν ἁγνὴν ἔχειν; καὶ ἐν θλίψει μὲν ὁ ἐν Κυρίῳ ζῶν, ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ὥσπερ καὶ ἡ ἐναντία τοῖς ἐναντίοις· ὅτε δὲ ἔλθοι τὸ πέρας τῶν ἀγώνων, τότε εἴσεσθε, ὦ νύμφαι Χριστοῦ, τί προεξένησεν ὑμῖν ἡ πολιτεία· ἀρθήσεσθε γὰρ ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ ἀγαθῶν ἀγγέλων καὶ εἰσελεύσεσθε εἰς τὴν ἀχειρότευκτον παστάδα, εἰς τὸν οὐράνιον νυμφῶνα, πάντοτε σὺν Κυρίῳ εἰς αἰῶνα ἐσόμεναι. Ἦν μὲν καὶ πλέον τι λέγειν, ἀλλ' ἐπειδὴ στοχάζομαι ὑπερβεβηκέναι τὸ μέτρον τῆς ἐπιστολῆς, ἐνταῦθα καταπαύσοιμι τὸν λόγον· ὑπὲρ οὗ χαρίσασθέ μοι τῷ ἁμαρτωλῷ τὰς ἁγίας ὑμῶν εὐχάς. 293 Λέοντι πατρικίῳ Ὀφειλέτης εἰμὶ οὐ χάρτην καὶ μέλαν, ἀλλ', εἰ ἐνδέχοιτο, δέρμα καὶ αἷμα ἀποστέλλειν τῇ ἁγίᾳ σου ψυχῇ, οὕτως ἐπιδούσῃ ἑαυτὴν ἔκπαλαι τῇ ταπεινώσει μου καὶ ὁμειρομένῃ οὐ μόνον τὰ κατὰ σῶμα, ἀλλὰ γὰρ καὶ τὰ κατὰ πνεῦμα. καὶ μὴ ἀπιστήσῃς ὃ μέλλω λέγειν, δέσποτα· ἔστι γὰρ ἀληθὲς ὅτι, ἃ μήτε ἱεράρχαι μήτε ἱερεῖς μήτε μὴν μονασταὶ καὶ μιγάδες ἤ τις ἄλλος σχεδὸν οἰκεῖος καὶ φίλος εὐηργέτησεν ἢ ἐφρόντισεν ἐπ' ἐμοί, ταῦτα ἡ σὴ εὐσέβεια ὑπερβαλλόντως ἐνεδείξατο εἰς ἐμέ. καί, εἰ οἷόν τε ἦν ἐπιδεῖν τὴν καρδίαν μου τὴν μεγαλωσύνην σου, ἐθαύμασεν ἑαυτὴν μεγάλως ἄν. Ἀλλὰ ταῦτα μὲν ἐν τούτοις, καὶ οὔ τί που παύσοιμι ἐπιστέλλειν τάχα γε καὶ μετὰ θάνατον ἀοράτως ἀοράτῳ. νῦν δὲ ἐκεῖνο ὁ τάλας εὔχομαι, διαφυλαχθῆναί σε ἀσινῆ ψυχῇ τε καὶ σώματι καὶ διαφυγεῖν, εἰ καὶ μὴ τοῦ καπνοῦ, ἀλλά γε τοῦ αἱρετικοῦ πυρός. προσεύχου καὶ ὁ δεσπότης μου περὶ τῆς ταπεινώσεώς μου ἵνα, ὃ ἐνήρξατο Χριστὸς δωρεὰν ἐν ἡμῖν τοῖς ἀναξίοις, καὶ τελειώσειεν, ῥυόμενος ἐξ ὁρωμένων καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν. 294 Μακαρίῳ ἡγουμένῳ Τί ποιεῖς, ὦ θεῖε πάτερ, ἑαυτὸν ταπεινῶν, τὸν ὑψηλὸν τῇ ἀρετῇ, κἀμὲ ὑψῶν ἐν τοῖς τιμίοις λόγοις σου, τὸν χθαμαλὸν τῇ κακίᾳ ὡς μυρίοις πάθεσι πολιορκούμενον καθ' ἑκάστην; ἐγὼ τοίνυν δοῦλος σὸς καὶ παῖς, μαθητιᾶν μᾶλλον ἐφιέμενος ἢ διδάσκειν δυνάμενος. ὅμως ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· τοιοῦτος σὺ καὶ ὁρώμενος καὶ ἀναγινωσκόμενος. Περὶ μὲν οὖν τοῦ τῆς Δημητριάδος καὶ τῶν μαθητῶν ὅτι ᾤχοντο, ἵνα γνοίης ἐκ τῶν καρπῶν τὸ δένδρον καὶ εὔξῃ ἐκείνοις μὲν μετάνοιαν, ἐμοί τε τῷ ἀθλίῳ στηριγμὸν πρός τε τοὺς πολεμοῦντας ἀοράτως τε καὶ ὁρωμένως, ὡς ἂν κατόπιν ἀξιωθείην ἐλθεῖν τῶν νυνὶ πάντων ὁμολογητῶν Χριστοῦ· ὁμολογητὴς γὰρ πᾶς ὁ ἐνιστάμενος. περὶ δὲ τῶν δύο ἄλλων κεφαλαίων τοιοῦτον τὸ παριστάμενόν μοι. ὑπογράψας πρεσβύτερος τῇ ἀσεβείᾳ μετανοεῖν ὀφείλει καὶ προσκλαίειν θερμῶς συγχωρηθῆναι αὐτῷ τὸ ἀσέβημα, λειτουργεῖν δέ, κἂν οὐ μνημονεύῃ τοῦ ἀσεβοῦς, οὐδαμῶς, ἀλλ' εἴργεσθαι τῆς ἱερουργίας, ἕως ἂν ἐπίδοι Κύριος καὶ δοίη καιρὸν ὀρθοδόξου συνόδου, ἐν ᾗ λήψεται ἕκαστα τὰ κατ' ἀξίαν θεοκρίτως. ἐγὼ δὲ συμβουλεύω, εἰ μετέσχεν τῆς ἀσεβοῦς κοινωνίας ἐν μεταλήψει, καὶ τῶν ἁγιασμάτων ἀπέχεσθαι μέχρις ἑνὸς ἢ δυοῖν χρόνοιν· γέγραπται γάρ, οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἐκκλησιῶν· τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; οὐ δεῖ οὖν εἰσιέναι εἰς τὰ μαρτύρια τῶν αἱρετικῶν προστέτακται ἡμῖν ὑπὸ τῆς ἁγίας συνόδου, οὐκ οἶδα, εἰ μὴ ὑπ' ἐξουσίαν τελέως γίνοιτο ὁ ναὸς ὀρθοδόξου τοῦ μηκέτι λειτουργεῖσθαι ὑφ' αἱρετικοῦ· τότε γὰρ καὶ εἰσιτέον καὶ λειτουργητέον τὸν ὀρθόδοξον, οὐκ ὄντος προκρίματος τὰ προλαβόντα. Οὕτω φρονῶ, πάτερ μου, ὁ ταπεινός, ἀναθεωρῶν τὰ ὑπὸ τῶν θείων πατέρων παραδείγματα, τῆς σῆς δ' ἂν εἴη τελειότητος τὰ κρείττονα καὶ θεωρῆσαι καὶ ἐμοῖς ὄμμασιν ὑποδεῖξαι. ἐρρωμένος καὶ ἐναθλῶν ὑπὲρ θεοῦ διαφυλαχθείης μοι ἔτι, ὁ ἐξάκουστος ἐν πατράσιν, ὁμοῦ τε καὶ ὑπερευχόμενός μου τῆς ἀναξιότητος· τὸ μὲν ἀγάπης, τὸ δὲ διὰ τὴν κελεύουσαν ἐντολήν. 295 Γρηγορᾷ λαϊκῷ Ἐπέγνων σου, ἄνθρωπε τοῦ θεοῦ, τὴν ἐπιστολήν· ἀλλ' ἰδού σοι καὶ ἕτεροι ὁμολογηταί, τοὺς περὶ τὸν οἰκονόμον λέγω. ἔχου τοῦ ἁγίου ἔργου σου, τῆς ἐν Κυρίῳ προσφορᾶς σου, ἱερούργησον ἑαυτὸν διὰ τῆς ὑπηρεσίας. εἰ καὶ ὑποκίνδυνον τὸ ἐγχείρημα, ἀλλὰ θεὸς ὁ ἐξαιρούμενος· αὐτὸς γάρ σε κατέστησεν ὑπηρέτην τῶν μαρτύρων αὐτοῦ, ἀλείπτην τῶν ὁμολογητῶν, βοηθὸν τῶν ὀκλαζόντων. διέρχου τὴν θείαν διακονίαν σου, Χριστὸς προπορευόμενός σου, μὴ πτοοῦ. Τὰς ἰσχάδας λόγῳ ἐδεξάμην ἀλλ' οὐκ ἔργῳ διὰ τὸν ἐγκλεισμόν. ἐπέστειλα τῷ πρεσβυτέρῳ, καὶ χάρις τῷ θεῷ ὅτι συνδιακονεῖ σοι παρὰ θεοῦ κληθείς. προσεύχου περὶ ἡμῶν, ἀδελφὲ καὶ κοινωνὲ τῶν παθημάτων. 296 Ναυκρατίῳ τέκνῳ Ὅτι ζῇς ἐν Κυρίῳ καὶ διαμένεις ἄτρεπτος τῆς ἐν πίστει θεοῦ ἀληθείας μαθὼν διὰ τοῦ γράμματός σου, τέκνον μου καὶ ἀδελφὲ ἐπιπόθητε, ηὐχαρίστησα περιχαρῶς λίαν τῷ ἀγαθῷ θεῷ ἡμῶν· καὶ γάρ, εἰ καὶ περὶ πάντων μοι μέριμνα τῷ ἁμαρτωλῷ, ὅμως ἐναγώνιος σὺ ὁ διαφερόντως ποθητός τε καὶ τίμιος, οὐχ ἁπλῶς, ἀλλ' ὡς τῶν ἁπάντων προύχων ἐν τῇ ἀδελφότητι καὶ ὅτι ἐν ἄρκυσι μᾶλλον ὑπάρχεις τῶν ἀσεβούντων. Ἀλλ' ὅπῃ θεὸς καὶ θεοῦ ἀλήθεια, ἐκεῖ ἀσθενῆ τὰ ἀνθρώπινα· οὐδὲν γὰρ οὐδαμῶς δύναιτ' ἂν μετακινῆσαι τὸν οὕτως βεβαιόπιστον, κἂν ἡ γῆ ταράσσοιτο, κἂν μετατίθοιντο ὄρη ἐν καρδίαις θαλασσῶν, καθὼς ᾄδει ὁ ἅγιος Δαυίδ. διὸ διψυχίαν ἀποθέμενοι πᾶσαν δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν ἡμᾶς τὰ ὑπὲρ αὐτοῦ παθήματα μέχρις αἵματος, ἤγουν θανάτου, καὶ μακάριος ὃς πιστεύσει ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις ὑπ' αὐτοῦ. οὐκ ἐᾷ με ὁ χρόνος μακρηγορεῖν ἕτερόν τι ἢ τοῦτο προστίθημι, τοῦ ἐπὶ πλέον προσκεῖσθαί σε τῷ θεῷ ἐν θερμῇ δεήσει τῆς αὐτῆς σοι μερίδος καὶ τῶν οἷος σὺ μέτοχόν με τὸν ἀνάξιον διὰ τὰς ἁμαρτίας γενέσθαι. Ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει. 297 Προτερίῳ τέκνῳ Ὡς βαρεῖα ἡ ἐπιστολή σου, τέκνον, τοιαῦτα καὶ τηλικαῦτα μηνύσασα, ὥστε με ἀκούσαντα καταπλαγῆναι τὰς ἀκοὰς καὶ ὀδυνηρὸν στενάξαι· ἀλλ' ὅμως ἐνεκτέον καὶ προσευκτέον σφόδρα ἵλεω θεὸν ἐκ φιλανθρωπίας γενέσθαι, φείσασθαί τε τῶν ἁγίων ἐκκλησιῶν καὶ μὴ δοῦναι τὴν κληρονομίαν αὐτοῦ εἰς ὄνειδος. ὁ γάρ τοι καπνὸς μεγάλου πυρὸς ἄγγελος· ὅς, εἰ μὴ διασκεδασθείη Πνεύματος Ἁγίου αὔραις, ἐμπρήσειεν ἅπαντα. γρηγορεῖτε, φησὶν ὁ ἀπόστολος, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· οἱ ἄνεμοι ἔπνευσαν, ἦλθον αἱ βροχαὶ εὐαγγελικῶς, προσρήσσοντες τῇ οἰκίᾳ. μακάριος ὁ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένος, ὃς οὐ πτοηθήσεται, ἀλλ' ὑπερέξει καὶ μετὰ Χριστοῦ νικήσει καὶ μετὰ μαρτύρων χορεύσει αἰώνια. δεῖ οὖν ἐλθεῖν τὰ σκάνδαλα, ἵνα οἱ δόκιμοι Χριστοῦ φανεροὶ γένωνται. Δεῖξον οὖν τὴν ἐπιστολήν, εἰ δυνατόν, τοῖς ὁμολογηταῖς ἀδελφοῖς, ἐπεὶ καὶ τοῖς ἀναποκλείστοις· μακάριοι γὰρ κἀκεῖνοι διωκόμενοι καὶ ὑπὸ σκέπην θεοῦ διαφέροντες τὸν διωγμόν. περὶ δὲ ἡμῶν οὐδεὶς λόγος, ἢ μόνον τοῦτο, ὅτι ἐλθὼν ἄνθρωπος τοῦ στρατηγοῦ καὶ ὑπαλλάξας τὸν παραφύλακα ἐζήτησεν ἰδεῖν ἡμᾶς· ἐπεὶ δὲ εἶδεν, οὔτε προσεκύνησεν, ἡμῶν ποιησάντων σέβας διὰ τῆς θυρίδος, οὔτε ἐχαιρέτησεν, ἀλλ' ἅμα τοῦ ἰδεῖν ᾤχετο. ἐάν τι ἄλλο γίνοιτο, δηλώσειεν ὁ χρόνος. τὸ ˉη λαβέτω τὰς ἐπιστολάς, ἃς φέρει ὁ γραμματηφόρος, καὶ ἀπίτω ἐν Κυρίῳ τὴν ὁδὸν αὐτοῦ. αὐτὸς δὲ μετὰ τὸ ἐκστρατεῦσαι τὸν βασιλέα τότε ἴθι, φέρων ἡμῖν τὰ συμβεβηκότα καὶ τὰς τῶν ἀδελφῶν ὑγιείας. Σῴζοιο καὶ σύ, τέκνον μου ἀγαπητόν, ἐν Κυρίῳ ἀσινὴς ἀπὸ τῶν συνεχόντων πειρασμῶν. οἱ ἐν Κυρίῳ κοιμηθέντες ἀδελφοὶ μακάριοι εὔξονται ὑπὲρ ἡμῶν. 298 Ἰωάννῃ ἡγουμένῳ Παρὰ τὸ ἀρθῆναι τὸν ἀδελφὸν ἡμῶν, τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον, τῶν αὐτόθι, εἶτα καὶ τὸ μὴ δέξασθαι ἡμᾶς ἀντίγραφα ὧν ἀπεστείλαμεν τῇ πατρικῇ σου ἁγιωσύνῃ, ἡ ἔλλειψις τῶν ταπεινῶν ἡμῶν γραμμάτων, καὶ τρίτον τὸ κατέχεσθαι ἡμᾶς νῦν ἀσφαλῶς οὐκ ἔδωκεν ἡμῖν καιρὸν τῆς ἐν τοῖς γράμμασιν ἡδίστης σου ὁμιλίας. ἀλλὰ νῦν, εὐοδώσαντος τοῦ Κυρίου, καὶ ἐπιστέλλομεν καὶ προσαγορεύομέν σε γνησιώτατα, οἱονεὶ ἐπὶ προσώπου σε τῇ τοῦ νοῦ θεωρίᾳ λαμβάνοντες καὶ συμπλεκόμενοι τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ· καὶ γὰρ οὐκ ἔξω τῆς ταπεινῆς ἡμῶν ψυχῆς ἡ θεοφιλία σου, ἀλλὰ ἄγαν στεργομένη καὶ ἀγαπωμένη καὶ εἰσαεὶ ἀναστρεφομένη. ἐπαινῶ σου τὸ φιλόθεον, δοξάζω τὸ ἐγκρατές, τὸ πρὸς τὸν πλησίον ἀγαπητικόν, τὸ ἁπλοῦν, τὸ εὐχαρές, τὸ εὐαπάντητον· ἔχεις γὰρ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πλείω ὧν εἴρηκα χάριτι Χριστοῦ. ἄρτι δ' οὖν ὑμνῶ σου καὶ τὸ ἐνστατικὸν ἐπὶ τῇ ὁμολογίᾳ Χριστοῦ, καί γε οὐκ ἦν δίκαιον ἄμοιρόν σε εἶναι τοῦ τηλικούτου ἐγκωμίου τὸν ὑπὸ τοσούτων καλῶν κατωρθωμένον, ἀλλ' ὥσπερ κεφαλίδα τινὰ τοῖς λοιποῖς ἐγκαλλωπίζεσθαι. εἰ δὲ ὅτι ἐκτέταται ὁ διωγμός, μὴ θαυμάζωμεν, πάτερ· οὔπω ὡς ἐπὶ τῶν πάλαι τὰ νῦν. δεῖ ἡμᾶς ἔτι πειρασθῆναι, εἴπερ ἐν ἴχνεσι τῶν ἁγίων ἡμῶν πατέρων ἐφιέμεθα εἶναι. πλὴν πιστεύω ὅτι οὐ χρονιεῖ Κύριος ἐπισκοπὴν ποιήσασθαι, μόνον εἰ ἡμεῖς τὸ εὐχάριστον ἐν τοῖς θλιβεροῖς πρὸς αὐτὸν ἀποσῴζοιμεν. Γράφε οὖν ἡμῖν καὶ αὐτός, παρακαλῶ, ὁμοῦ τε καὶ προσεύχου διασῴζεσθαι ἡμᾶς τοὺς ἀναξίους, ὡς ἂν ἔχωμεν ἀφορμὰς τοῦ ἀντεπιστέλλειν. τοὺς δὲ ἠξιωμένους τῇ ὁσιότητί σου ὑπηρετεῖν πλεῖστα προσαγορεύω. 299 Νικολάῳ μάγκιπι Ὅτι μνημονεύω σου, φίλε καλέ, ἰδοὺ τὸ γράμμα μάρτυς· πῶς δέ σου καὶ ἔστιν ἐπιλαθέσθαι, οὕτω περὶ ἡμᾶς λίαν καλῶς διακειμένου, μᾶλλον δὲ πρὸς Χριστόν; τί τοῦτο; ὅτι ἐν μέσῳ πυρὸς τῶν αἱρετικῶν διαμένεις ἄφλεκτος, πηγαζομένην ἐν τῇ σεαυτοῦ καρδίᾳ ἔχων τὴν ὀρθοδοξίαν, ἐν ᾗ καὶ διαφυλαχθείης μέχρι τέλους. τοῦτο τὸ πρῶτον καὶ μέγιστον· δεύτερον τὸ τοὺς ἀδελφοὺς ἡμῶν εὑρίσκειν σε εἰσερχομένους ἐν τοῖς αὐτόθι λιμένα σωτηρίας ἐκ τῆς κυμαινούσης αἱρέσεως τοὺς πάντας· ἐν ᾧ ἀναψύχοντες διὰ τῆς ἐν ἅπασί σου φιλοφρόνου δεξιώσεως πάλιν ἀφίκονται πρὸς ἡμᾶς. πόσης οὖν ἡμᾶς εὐφροσύνης τοῦτο ἐμπίπλησι, πόσης δὲ οὐ θείας θεραπεύσεως μισθός σοι λογισθήσεται, εἴπερ φησὶν ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται. Χριστὸν οὖν, ἀδελφέ, εἰσδέχῃ διὰ τῶν ἀδελφῶν κἀκεῖνον ἀναπαύεις· κἀκεῖνός σε προσλήψεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀνθ' ὧν ἐνταῦθα αὐτὸν ξενίζεις διὰ τῶν ἀδελφῶν. ἔρρωσο ἐν Κυρίῳ. 300 Κωνσταντίνῳ λαϊκῷ Πολυτρόπως ὁ θεὸς τὰς τῆς σωτηρίας ὁδοὺς ἤνοιξεν ἡμῖν ἐν παντὶ μὲν καιρῷ, νῦν δὲ μάλιστα, ὁπότε τὰ σκάνδαλα εἰσῆλθον ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ δοκιμάζονται οἱ πιστοὶ τοῦ θεοῦ ὡς ἐν χωνευτηρίῳ. οἱ μὲν οὖν ἀθλοῦσιν ἐν φυλακαῖς τηρούμενοι διὰ τὸν λόγον τῆς ἀληθείας, τυφθέντες καὶ ἐτασθέντες ἕτεροι, ἄλλοι τὴν φυγαδείαν εἵλαντο, δευτερεύοντες τοῖς παθήμασι. τινὲς μὲν διατρέχουσι, λόγον ἐπιφερόμενοι βοηθείας, ἔνιοι δὲ κρύβδην διακονοῦσι τοῖς φρουρουμένοις, οἱ δὲ καθ' ὁδὸν ὑποδέχονται τοὺς διερχομένους κατὰ Κύριον. Αὗται αἱ ὁδοὶ καὶ ἔτι πλείους· σὺ οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ καὶ πιστὲ θεράπων, ὡς μανθάνω, εἷς ἐκ τῶν τοιούτων ὑπάρχεις, ξεναγῶν τοὺς ἀδελφοὺς ἡμῶν ὁδοιποροῦντας ἐν Χριστῷ. μακάριος εἶ καὶ καλόν σοι ἔσται· θεῷ προσφέρεις τὴν χάριν. ἔχου, παρακαλῶ, τῆς ἐργασίας ἧς κρατεῖς, ὅπως συναθλῶν τοῖς πονοῦσιν ἐν τούτῳ καὶ συναπολήψῃ τοὺς μισθοὺς παρὰ τοῦ πάντα μετροῦντος θεοῦ τὰ γινόμενα.