Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
301.1
Θεόδωρος τοῖς διὰ Κύριον ἐν διαφόροις φυλακαῖς τηρουμένοις ἀδελφοῖς ἀγαπητοῖς ἐν Κυρίῳ χαίρειν Τί τὰ παρόντα; χαρὰ καὶ ἀγαλλίασις, ὅτι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλεῖν ἠξιώμεθα, ὅτι φυλακαῖς τε καὶ θλίψεσι διὰ τὸν λόγον τοῦ θεοῦ παρεδόθημεν, ὅτι πληγαῖς τε καὶ ὕβρεσι διὰ Χριστὸν τὸν ὑπὲρ ἡμῶν μαστιχθέντα καὶ ὀνειδισθέντα, ἔπειτα καὶ σταυρωθέντα ὑπεβλήθημεν. τίς οὐκ αἰνέσειεν; τίς οὐ δοξάσειεν; ἀνατολὴ ἥδεται, δύσις εὐφραίνεται, πᾶσα ἐκκλησία τῆς τετραπεράτου κτίσεως ἀγάλλεται. καὶ τί λέγω τὸν περίγειον κόσμον; ὁ οὐρανὸς αὐτὸς θυμηδίας πεπλήρωται, ὅτι οὐ μόνον ὁ κορυφαῖος τῶν καθ' ἡμᾶς ἱεραρχῶν, ἱεράρχαι τε καὶ ἱερεῖς, καθηγεμόνες τε καὶ φοιτηταί, ἀλλὰ καὶ μονάζουσαι σὺν προεστώσαις εἵλαντο τὰ τῆς μαρτυρίας σκάμματα, ἐῶ λέγειν τοὺς ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐκ φυγαδείας θλιβομένους, ὑστερουμένους, κακουχουμένους διὰ τὸν ὑπὲρ Χριστοῦ διωγμόν. Εἰκότως οὖν, ἀδελφοί μου ἠγαπημένοι καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, χαίρω καὶ συγχαίρω ὑμῖν, τὸ δ' αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Παύλου μὲν τοῦ μακαρίου αἱ φωναί, τῷ καιρῷ δὲ πρέπουσαι, ἐπειδὴ εἰς ἡμετέραν νουθεσίαν πάντα γέγραπται καὶ μιμητὰς αὐτοῦ ἐκλιπαρεῖ γίνεσθαι ἡμᾶς. πρῶτον μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν, ὅτι οὐχ ὅσον προαιροῦνται καὶ βούλονται οἱ κακοῦντες ἡμᾶς ταῖς θλίψεσι καὶ περιστάσεσι παραδιδόμεθα (οὕτω γὰρ ἂν ἀνύποιστος ἦν ἡ πεῖρα, καθὰ καὶ ἡ παρὰ τῶν δαιμόνων ἀοράτως ἡμᾶς προσβάλλουσα), ἀλλὰ καθόσον παραχωρεῖ ὁ ἀγωνοθετῶν καὶ συναθλῶν ἡμῖν Χριστός, μέτρῳ καὶ σταθμῷ τῆς ἑκάστου δυνάμεως ἐν κρίσει δικαίᾳ τοὺς ἀγῶνας ἐπαφεὶς ἢ εἰς ἔκτισιν ἁμαρτιῶν (εἰ καὶ αὐθαιρέτως ἥκομεν πρὸς τὸ πάσχειν) ἢ ἐπὶ στεφάνων ἀθλοφορικῶν ἀμοιβήν, ἐκ δόξης εἰς δόξαν προερχομένοις· μὴ γὰρ ὡς Πέτρος ἢ Παῦλος σὺν τοῖς ὁμοταγέσιν ἢ Γεώργιος καὶ Θεόδωρος σὺν τοῖς ὁμοκλεέσιν ἢ Θέκλα καὶ Φεβρωνία σὺν τοῖς ὁμοδόξοις βεβασανίσμεθα, οἷς πολὺ ἀγαπήσασιν ἀναλόγως περιέσσευσε καὶ τὰ Χριστοῦ παθήματα δεδωρημένα; οἷς δὲ τὸ τῆς ἀγαπήσεως ὀλίγον, ἐνδεέστερον καὶ τὸ πάσχειν, ὥστε λυπεῖσθαι καὶ δυσφορεῖν ὅτι μὴ πολλὰ πανθάνομεν, οὐκ ἀλλοιοῦσθαι δεῖν καὶ ἀποκάμνειν, ἐν οἷς μετρίως ἐσμὲν τιμωρούμενοι. Εἰ δὲ ἐκπέσοιμεν (ὅπερ ἀπείη καὶ ἐννοεῖν), οὐ παρὰ τὴν θεόκριτον ἐπαφήν, παρὰ δὲ τὴν τοῦ καταμαλακισθέντος ἀτονίαν καὶ ἀκαρδίαν καὶ ἀθεΐαν· ὁ μὲν γὰρ δέδωκε τὸ ἰσχύειν κατὰ τοῦ πονηροῦ κράτους, νικηφόρον βουλόμενος τὸν ἀγωνιστὴν ἔσεσθαι, ὁ δὲ ὀλιγωρίᾳ ῥίψας τὰ τῆς ὑπομονῆς ὅπλα ὤλετο. μάρτυς τοῦ λόγου ὁ κράζων, πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ὧδε ἡ ὑπομονή, ὦ ἀδελφοί, ὧδε οἱ θεόπλοκοι στέφανοι τῆς εὐπιστίας. μὴ οὖν ἐπαισχυνθῶμεν τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἀπολειφθῶμεν Θαδδαίου τοῦ νεοκλήτου μάρτυρος καὶ τῶν συνομολογησάντων καὶ συνεκδημησάντων ὀπίσω αὐτοῦ, ὧν ἴστε δὴ τὰ ὀνόματα. αἵματι μαρτύρων ἠρδεύθη καὶ νῦν ἡ ἐκκλησία τοῦ θεοῦ, ἐπεὶ καὶ ἀρδεύεται διὰ τῶν ἔτι ἀθλούντων καὶ πολυτρόπως ἐκπιεζομένων ταῖς θλίψεσιν. αἷμα κενοῖ ὁ καθειργμένος, ὁ μεμονωμένος, ὁ στενοχωρούμενος, ὁ ἀφηρπασμένος ἐκ παντὸς προσώπου, ὁ ὑστερούμενος τῶν κατὰ χρείαν, ὁ πεινῶν, ὁ διψῶν, ὁ μὴ τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενος, καθ' ἡμέραν ἀποθνήσκων, ὡς βοᾷ ὁ Παῦλος, καὶ ὅλην τὴν ἡμέραν θανατούμενος, ὡς ᾄδει Δαυίδ. ἀλλ' εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ· εἰ ὑπομείνωμεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ἐν τοῖς ἄνω χρόνοις ἐξελέξατο ἡ χάρις οὓς ἐξελέξατο εἰς τὸ Χριστοῦ μαρτύριον, κατὰ γενεὰν καὶ γενεὰν ἀνίσχουσι μάρτυρες· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, Χριστὸς ἔφησεν, ἵνα οἱ ἐκλεκτοὶ ἐκλάμψωσιν ἡλιοειδῶς καὶ τὰ ζιζάνια φανερὰ γένηται νυκτοειδῶς. Γενοίμεθα, ὦ ἀδελφοί, ἐν τῇ γενεᾷ ταύτῃ τῇ σκολιᾷ καὶ διεστραμμένῃ ὡς φωστῆρες αὐγάζοντες τοῖς ἐν σκοτομήνῃ τῆς αἱρέσεως, καθὰ ἡμᾶς ἐξελέξατο Χριστὸς εἰς καύχημα αὐτοῦ, εἰς κλέος ὀρθοδοξίας. ὡς ἡμῖν οἱ ἀνέκαθεν, οὕτω ἡμεῖς τοῖς μετέπειτα στηριγμὸς καὶ ὑπογραμμὸς ὑποδειχθείημεν καὶ εἰς ἡμέραν Χριστοῦ εὑρεθείημεν χορεύοντες. καίτοι γε τῶν προσεχῶν ἡμεῖς μᾶλλον φανερώτερον τὸ μαρτύριον ἔχομεν· οὐδὲ γὰρ περὶ τῶν ἐν Χριστῷ φύσεων ἢ θελημάτων καὶ ὅσα πρὸς τούτοις ἀμφισβητούμενα, ὧν ἡ διαμάρτησις, κατὰ τὰ νοήματα οὖσα, οὐδὲν αἰσθητῶς παρεῖχε τὴν ἀπόδειξιν, νῦν δὲ σὺν τοῖς νοήμασι καὶ κατ' ὀφθαλμοὺς τὸ ἀμφισβητούμενον ἤτοι ἀσεβούμενον. τὸν γὰρ Χριστὸν οἱ ἀντικείμενοι οὐ μόνον οὐκ εἰκονίζεσθαι λέγουσί τε καὶ λοξονοοῦσι σὺν τῇ Θεοτόκῳ καὶ οὑτινοσοῦν τῶν ἁγίων, ἀλλὰ γὰρ καὶ ἐγγεγραμμένους ἐξαφανίζουσι, πλάνην καὶ ὄλεθρον ψυχῶν τοὺς θείους χαρακτῆρας δογματίζοντες. ὢ τῆς ἰουδαϊκῆς καὶ ἑλληνικῆς ἀντιπεπονθότως ἀσεβείας. οὐδὲν οὖν ἄρα τὸ καθόλου ἢ παρὰ τὸ τῆς οὐσίας διάφορον ἡ ἐξαλλαγή, ἐν ᾧ ὁ λόγος· φῆ ὁ Ἰουδαῖος ἤτοι ὁ Ἕλλην τῷ χριστιανῷ, ἄρνησαι τὸν Χριστόν, τὴν Μαρίαν· τοῦτο καὶ ὁ εἰκονομάχος. ἡ γὰρ εἰκὼν Χριστοῦ ὥσπερ καὶ τῆς Θεοτόκου ὁμωνύμως Χριστὸς καὶ Θεοτόκος λέγεται. ὥστε λέγων τὴν εἰκόνα ἀρνεῖσθαι, τὸν οὗτινος ἡ εἰκών, ἐκεῖνον διαρρήδην ἐξαρνεῖσθαι ἀπαιτοίη. μὴ γὰρ ἐμοῦ τοῦ οὐδαμινοῦ ὁ λόγος; ἄκουε τί φησι τῷ Μωυσεῖ ὁ τῶν ὅλων θεός· ποίησον Χερουβίμ. καίτοι εἰκόνα Χερουβὶμ ποιῆσαι προστέταχεν· οὐ γάρ τοι φύσιν χερουβικὴν φρονῶν τις παραστῆσαι αὐτὸν φαῖεν ἄν. καὶ αὖθις· ποίησον ὄφιν χαλκοῦν. καὶ μὴν κἀνταῦθα εἰκόνα ὄφεως ποιεῖν προστάσσει. Ἀλλὰ αὕτη ἡ φύσις πρωτοτύπου καὶ παραγώγου, τὸ παραχθὲν ἤγουν τὸ εἰκονισθὲν τοῦ ἀρχετύπου τῷ ὀνόματι καλεῖσθαι καὶ τῇ θατέρου ἀναιρέσει θάτερον ἀναιρεῖσθαι ὡς τῶν ἅμα ὄντων. ἦν ἄγγελος; διὰ τοῦτο καὶ εἰκὼν ἀγγέλου· ἦν ὄφις; διὰ τοῦτο καὶ εἰκὼν ὄφεως καὶ οὑτινοσοῦν ἄλλου τῶν ὄντων. καὶ καλοῦνται πῇ μὲν εἰκόνες ὧνπερ καὶ εἰσί, πῇ δὲ διὰ τὴν σχέσιν ὡς αὐτὰ τὰ ἀρχέτυπα ὀνομαζόμενα καὶ οὐκ εἰκόνες αὐτῶν. οὕτω φησὶ καὶ ὁ ἱερὸς ἀπόστολος, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τῷ ὀνόματι τῶν πρωτοτύπων χρησάμενος ἐπὶ τῶν εἰκόνων. ἄκουε καὶ τοῦ Μεγάλου Βασιλείου· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. μὴ γὰρ εἶπεν," 4ἐγγραφέσθω ἡ εἰκὼν τοῦ τῶν παλαισμάτων ἀγωνοθέτου Χριστοῦ" 5, ἀλλὰ" 4Χριστός" 5. ἄκουε καὶ Γρηγορίου τοῦ Νυσσαέως, πρόκειται Ἰσαάκ, τὴν εἰκόνα τοῦ Ἰσαὰκ Ἰσαὰκ ὀνομάσαντος. ἄκουε τοῦ Χρυσοστόμου· εἶδον ἄγγελον ἐν εἰκόνι· μὴ γὰρ ἀγγέλου εἰκόνα ἔφη ἐν εἰκόνι ἰδεῖν, ἀλλὰ ἄγγελον. ἐν γὰρ τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται ὡς ἐν τῷ τύπῳ τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρός, καθὸ καὶ ἀχώριστόν ἐστι θάτερον θατέρου τῇ προσκυνήσει. διὰ τοῦτο καὶ τὴν κλῆσιν τοῦ πρωτοτύπου ἔχει τὸ εἰκόνισμα· σταυρὸς γὰρ ὁ τύπος τοῦ σταυροῦ κέκληται. οὕτω καὶ ἐπὶ βασιλέως καὶ παντὸς ἀνθρώπου καὶ παντὸς εἴδους ἀληθὲς ἡμῖν λέγειν ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών. φησὶν ὁ θεῖος Βασίλειος· καὶ Πέτρος ἡ Πέτρου εἰκών. εἴπω τι καὶ ὑψηλότερον; καὶ θεὸς ὁ ἄνθρωπος ὡς θεοῦ εἰκών. τοιγαροῦν βασίλειος ἔφη, καὶ Χριστὸς ἡ Χριστοῦ εἰκών· εἶπεν γάρ, καὶ αὖθις λέγω," 4ἐγγραφέσθω τῷ πίνακι" 5 οὐχὶ" 4ἡ εἰκών Χριστοῦ" 5, ἀλλὰ" 4Χριστός" 5. εἰ δὲ οὐκ ἀνέχονται οἱ δύσερεις, πρῶτον μὲν ἀθετοῦσι τὰς θείας φωνάς, ἔπειτα ἐντεῦθεν μὴ ἄνθρωπον γενέσθαι τὸν Χριστὸν ἔργῳ, κἂν λόγῳ οὔ, δογματίζουσιν. εἰ γὰρ ἄνθρωπος, καὶ εἰκονίζεται δῆλον ὅτι· ἀνθρώπου γὰρ τὸ εἰκονίζεσθαι πρῶτον ἰδίωμα. εἰ δὲ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος ἀλλὰ ἄσαρκος, καὶ οὔπω ἧκεν Χριστός, ὡς Ἰουδαῖοι φενακίζονται. διὰ τοῦτο καὶ τὴν Θεοτόκον εἰκονιζομένην ἐξορίζουσι καὶ πάντα ἅγιον ὡς οὐ μητέρα θεοῦ οὐδὲ θεράποντας ὄντας Χριστοῦ. καὶ βοᾷ ὁ χρυσορρήμων, τῶν λόγων σου τὰ ἔργα ἐμοὶ πιστότερα. Συνῆκται οὖν ἐξ ἀληθείας ἰουδαΐζειν τοὺς εἰκονομάχους, καὶ ὁ πανθάνων ὑπ' αὐτῶν διὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ πάσχοι, διὰ τὴν Θεοτόκον καὶ ὑπὲρ τῆς Θεοτόκου, διὰ πάντα ἅγιον καὶ ὑπὲρ πάντων ἁγίων· μάρτυς ἀπαράγραπτος καὶ ὁμολογητὴς Χριστοῦ ὁ ἐναθλῶν καὶ ἐνιστάμενος. καὶ οὐδεὶς ἀντερήσει λόγος. οἱ Μακκαβαῖοι μάρτυρες, μὴ κρεῶν ὑείων ἀνασχόμενοι παρανόμως γεύσασθαι· ὁ Πρόδρομος μάρτυς ὑπὲρ ἐλεγμοῦ ἀληθείας, καὶ ἄλλος ὑπὲρ τοῦ μὴ καταβαλέσθαι ὀβολὸν εἰς οἰκοδομὴν εἰδωλείου, καὶ ἕτερος δι' ἕτερον ἔνταλμα. τί γὰρ δεῖ τὰ πολλὰ λέγειν; καὶ ἐνταῦθα προδήλως ὁ διὰ Χριστὸν ἐναθλῶν οὐ μάρτυς, ὥς φασί τινες τῶν δυστήνων; μάρτυς ἀληθής, μηδ' ὁτιοῦν ἐνδέων τῶν ἐφ' Ἑλλήνων ἢ Ἰουδαίων μαρτυρη- σάντων· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ὅλως οὖν, εἰ ὁ τὸν τύπον τοῦ σταυροῦ ἀθετῶν εἰς Χριστὸν ἀναφέρει τὴν ἀθέτησιν, πολλῷ μᾶλλον ὁ τὴν εἰκόνα Χριστοῦ ἀρνούμενος εἰς Χριστὸν ἀναπέμπει τὴν ἄρνησιν. οὕτως καὶ ὁ ἐφ' ἑκάτερα μαρτυρῶν μάρτυς ἀληθέστατος, καὶ μᾶλλον ἐν τῇ εἰκόνι, ὅτι ὁ μὲν σημεῖον, ἡ δὲ μορφὴ Χριστοῦ. Παρακαλῶ δέ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, πρῶτον μὲν μνήμην μου ποιεῖσθαι τοῦ ταπεινοῦ, οἷς λέγω ἔργῳ ἀποδειχθῆναί με εὐχόμενοι, μηδαμῶς ὑποχαυνούμενον ἔκ τε τῶν ἀοράτων καὶ ὁρωμένων προσβολῶν, ἔπειτα προσέχειν ἑαυτοῖς καὶ τῇ ἐνισταμένῃ ἀθλήσει, ἀλλὰ μὴ τοῖς λογισμοῖς ἐμπυρίζεσθαι διὰ πτωχείαν συνέσεως ἐν τῇ τῶν πραγμάτων δείξει, ὑπὸ τῆς προνοίας διοικουμένων βαθέως καὶ ὡς οὐκ ἐφικτὸν ἀνθρώπου διανοίᾳ. μηδὲ ὃ ψάλλετε πάθοιτε, ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τὸ καὶ τὸ θεωρῶν, ἀλλὰ μᾶλλον ἀκούειν τοῦ Κυρίου λέγοντος, ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου καὶ ὅτι ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 302 Τοῖς ἀποῦσι πᾶσιν ἀδελφοῖσ Πάντοτε μὲν διατίθεσθαι τὰ πρὸς θάνατον χρὴ τὸν χριστιανόν, μάλιστα δὲ ὁπόταν πειρασμοῖς περιπαρεὶς θάνατον ἀπειλοῦσιν. ἐπεὶ οὖν τοιοῦτον τὸ καθ' ἡμᾶς διὰ τὴν σφύζουσαν τῶν διωκτῶν μανίαν εἵνεκα τῆς Χριστοῦ ἀγάπης, τοῦ προκειμένου δὴ μαρτυρίου τῆς περὶ αὐτὸν ὁμολογίας, καὶ οὐκ οἶδα τί μοι ἀποβήσεται ἀθρόως ὄντι μεμονωμένῳ καὶ περιειργμένῳ μακράν που ἀφ' ὑμῶν τῶν ἁπάντων ἀδελφῶν μου καὶ πατέρων, ἔδοξα καλῶς ἔχειν τελευταίαν οἱονεὶ φωνὴν ταύτην τὴν ἐπιστολὴν παραθέσθαι ὑμῖν καὶ δι' ὑμῶν πάσῃ τῇ ἀδελφότητι· καλὸν γὰρ πολλάκις διατίθεσθαι καὶ ἐπιμένειν ἢ προσδοκίᾳ ζωῆς ἐξάπινα ἀνάρπαστον γινόμενον ἀδιάθετον ἀβούλως ἐγκαταλιμπάνεσθαι. τί τοίνυν τὸ παρόν; ἐπειδὴ πολλάκις ὅσα ἔδει εἰπεῖν εἴτε βαρέως νοσήσας εἴτε διωγμῶν προκειμένων καὶ διεθέμην καὶ ὑπεμνημάτισα καὶ οὔπω χρεία περὶ τῶν ἤδη λεχθέντων δευτερολογεῖν, ἐκεῖνο πρῶτον, ἀδελφοί μου, ἵνα μοι συγγνώμην δοίητε ἐφ' οἷς παρὰ λόγον διὰ τῆς καθηγήσεως ἔλεξα ἢ ἔδρασα εἰς ὑμᾶς λογικῶς καὶ πραγματικῶς· ἁμαρτίας γὰρ τίς συνήσει; καί, πταίομεν ἅπαντες, καί γε μάλιστα ἐγὼ ὁ πάντων ἀχρειότερος ἀνθρώπων. Διὸ καὶ ἐξαιτοῦμαι ὑμῶν τὴν προσευχὴν εἰς ἐπίτευξιν σωτηρίας τῆς ταλαιπώρου μου ψυχῆς, ἔπειτα διὰ τοὺς κατὰ τὰς ἁμαρτίας μου ἀπορραγέντας τῆς ἐν Πνεύματι Ἁγίῳ συναφείας ἡμῶν ἀδελφούς. ἔστι μὲν οὖν, ἔστι δεδηλωμένον ἅπασι τὸ ἔνδικον αὐτοῖς παρὰ θεῷ κρίμα, ἀλλ' ὅμως, ἐπεὶ τέκνα καὶ μέλη, συμπαθητέον καὶ διαμαρτυρητέον αὐτοῖς ἔτι· λέγω δὴ τῷ ἀδελφῷ Λεοντίῳ, Μαξίμῳ, Κλήμεντι, τοῖς ἄλλοις ἅπασι καθ' οἱονδήποτ' οὖν τρόπον προφασιλογίας ματαίας ἀποσχισθεῖσιν. τὰ εἰς ἐμὲ καὶ εἶπον πάλαι καὶ λέγω ἄρτι· συγχωρητέον αὐτοῖς. ἀλλ' ἐπειδὴ τὰ εἰς θεὸν οὐκ ἀνθρώπου λύειν ἀμετανόητα μένοντα (οὐ δήπου δὲ μετανενοηκότες φαίνονται, ἀλλὰ καὶ προσεξεργασάμενοι τοῦτο κἀκεῖνο, ἃ ἴσασι), παρακαλῶ δι' ὑμῶν ἢ νῦν εἴτε μετὰ θάνατόν μου φόβῳ τῶν πειρασμῶν δοθῆναι αὐτοῖς τὸν λόγον ὅτι" 4βλέπετε, ἀδελφοί, φοβερὸν τὸ κρίμα καὶ ἀπαραίτητον, εἰ μὴ μετανοίᾳ ἀξιολόγῳ ἐξιλεώσησθε τὸν θεόν· τὸ γὰρ ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ συγχωρητέον ὑμῖν" 5. Τοῦτό ἐστι τὸ ὑπολυποῦν με καὶ παριστάμενον, ὃ διατελέσαι πρὸς πάντας δυσωπῶ ὑμᾶς. ἔρρωσθε ἐν Κυρίῳ. 303 Προτερίῳ τέκνῳ Ἐθροήθην, τέκνον μου ἠγαπημένον, ἐν τῇ παρουσίᾳ σου· ἀλλ' ἐπὰν ἀνέγνων τὴν ἐπιστολήν σου (οὐκ οἶδα, εἰ ἰδιόχειρόν σου· ταχὺ γὰρ ἐξέμαθες, καὶ χάρις Κυρίῳ), τῆς θροήσεως ἀπηλλάγην εὐχαριστήσας τῷ θεῷ καὶ ἀνεπαυσάμην ἐφ' οἷς καλῶς ἐβουλεύσασθε, ὁ μὲν ἀπᾶραι ἐν ἄστει, ὁ δὲ πρὸ τοῦ Πάσχα παραγεγονὼς καί γε μετὰ τῶν ἐφοδίων τῆς ἑορτῆς. ἀνθ' ὧν θρέψειέν σε ὁ Κύριος τοῖς πνευματικοῖς χαρίσμασιν, οὕτως περιπονούμενον εἰς τὴν ταπείνωσιν ἡμῶν. Ὑγιαίνομεν οὖν σωματικῶς, εἰ δὲ προσεύχεσθε, καὶ πνευματικῶς, ὥστε τῆς ἐφ' ἡμῖν ἀγωνίας σου ἀφέμενος μετ' ἐλπίδος καὶ χαρᾶς θερμότερος ἔσο τῇ προσευχῇ· θεοῦ γὰρ χάριτι καὶ εὐχαῖς τοῦ μακαρίου μου πατρὸς σὺν ἱκεσίᾳ καὶ ὑμῶν διανύομεν εὐχαρίστως καὶ μακροθύμως καὶ ὑπομονητικῶς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἕτεροι ἐξ ἑτέρων γεγονότες παρ' ἐλπίδα, καὶ τοσοῦτον ὡς οὐκ ἄν ποτε ἐγενόμεθα, ἐξ ὅτε γινώσκομεν καλόν τε καὶ κακόν. θεοῦ τὸ δῶρον, οὐκ ἐξ οἰκείων ἔργων, μόνον ἐάνπερ καὶ πρὸς τὸ ἑξῆς μὴ ἐκκακήσητε παρακαλεῖν τὸν θεὸν ὑπὲρ ἡμῶν ὥσπερ καὶ ἡμεῖς ὑπὲρ ὑμῶν. Τὸ πρόβλημα, ἐπεὶ ἄπορον εἴασεν ὁ πατήρ, πῶς δυνάμεθα ἡμεῖς διαλῦσαι οἱ ἀμαθεῖς; πλὴν ἡ παροῦσα αἵρεσις ἄρνησις Χριστοῦ ἐστιν ἀσφαλῶς· καὶ δῆλον μὲν καὶ ἐξ ἄλλων, δῆλον δὲ καὶ ἐκ τοῦ λέγειν ἐν τῷ πατερικῷ πρὸς τὸν πολεμούμενον ὑπὸ τῆς πορνείας· συμφέρει σοι μηδεμιᾶς ἑταιρίδος ἀποσχέσθαι ἢ τὴν εἰκόνα Χριστοῦ μὴ προσκυνεῖν. ὥστε οὐχ ἡ τυχοῦσα αἵρεσις, ἀλλὰ ἀρνησίχριστος· καὶ τοὺς προβαλλομένους τὸ τοῦ Κλίμακος ἄπορον ἐπὶ τοῦ ἐμπεσεῖν εἰς πορνείαν ἢ αἱρέσει ἁλῶναι, ὡς θατέρου αἱρετωτέρου ὄντος μᾶλλον, φοβείτω ἡ ἐν τῷ πατερικῷ ἀπόφασις καὶ μήτε εἰς πορνείαν μήτε ἐν τῇ χριστομάχῳ αἱρέσει ἐμπαρείτωσαν· καθ' ἑκάτερον γὰρ μοιχεία. καὶ ἔτι πλείονα εἶχον λέγειν, ἀλλ' οὐ χωρεῖ τὸ γράμμα. Ὑγιαίνων ὑπόστρεφε προσαγορεύων τοὺς ἀδελφοὺς καὶ πάλιν ἐρχόμενος, ὅτε εὐδοκήσει Κύριος φθάσαι τοὺς ἀδελφούς. 304 Ζαχαρίᾳ ὑπάτῳ Ἐγὼ καὶ γράφω πάλιν καὶ γράφειν οὐ παύσομαι, ἀπολογούμενος καὶ ὑπερευχαριστῶν τῇ θεοφιλεῖ σου ἀγάπῃ εἵνεκα τῆς κατὰ Χριστόν σου σπουδῆς καὶ φιλαρέτου γνώμης πρὸς τὴν ἡμῶν ταλαιπωρίαν, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεδείξω, δωρεὰν εὐεργετῶν, δωρεὰν κατελεῶν, δωρεὰν ὑποτιθεὶς ἑαυτὸν μικροῦ δεῖν εἰς κινδύνους, οὐ τὸν καιρὸν τῆς δυσκολίας εὐλαβούμενος, ἀλλὰ τὸν ὅρον τῆς ἀγάπης ὑποφαινόμενος, οὐ τῷ πλήθει τῶν θεραπευομένων καταβαρούμενος, ἀλλὰ τῇ ἐλπίδι τῶν θείων δωρεῶν ἀναπτερούμενος· ὅπερ ἐστὶν ἀληθινοῦ χριστιανοῦ ἰδίωμα, φοβουμένου τὸν θεόν, ἡμέραν θανάτου καὶ κρίσεως ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου Χριστοῦ ἐναργῶς διαμεριμνῶντος. τοιαύτης ἀρετῆς καὶ ἡ παρὰ θεῷ ἁρμοσθεῖσά σοι ὁμόζυγος, ἀλλὰ γὰρ καὶ οἱ παῖδες· καὶ εἰκότως, ἐπειδὴ ἀγαθῆς ῥίζης ἀγαθὰ εἶεν ἂν καὶ τὰ βλαστήματα. δοκῶ δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοιούτους εἶναι, διότι οἷον τὸ ἄρχον τοιοῦτον καὶ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ πέφυκεν ὑπάρχειν. Τί οὖν ἐστιν εἰπεῖν πρὸς ταῦτα ἢ ὅπερ ὁ θεῖος Δαυίδ, ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλὴμ πανέστιος, ὁ παμπόθητός μου δεσπότης. 305 Ἡγουμένῳ Ἐβράδυνα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ, οὕτω πως ἐμποδισθεὶς ὑπὸ τῆς περιεχούσης με ἀσφαλείας· ἐπεὶ πάλαι ἀκηκοώς εἰμι τῆς διὰ Κύριον φυλακῆς καὶ ἐναθλήσεώς σου τὸν ἀγῶνα. ἀλλ' εὐλογητὸς ὁ θεός, ὁ καὶ τὴν σὴν ὁσιότητα καλέσας εἰς τὴν ὁμολογίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου καὶ θεοῦ ἡμῶν. οὐ γάρ τι ἄλλο ἐστὶν τὸ ὑπὲρ τῆς εἰκόνος τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος ἐναθλεῖν ἢ τὸ περὶ αὐτοῦ μαρτυρεῖν· ἐπειδὴ ἓν καὶ ταὐτὸν τῇ ὁμοιωτικῇ ὑποστάσει ἡ εἰκὼν πρὸς τὸν εἰκονιζόμενον. ὅτι δὲ εἰκονίζεται Χριστὸς καὶ οἱ λίθοι κεκράγασι, διότι ὅμοιος ἡμῖν γέγονε κατὰ πάντα πλὴν ἁμαρτίας, καθὰ γέγραπται, ἁμαρτίας δέ, ὅτι ἄνευ σπορᾶς εἴληφε τὴν σάρκα καὶ ἐκυήθη παρθενικῶς ἐκ τῆς παναγίας αὐτοῦ μητρὸς καὶ Θεοτόκου. Ἐπεὶ οὖν ἡμεῖς εἰκονιζόμεθα ἅπαντες (ὃς γὰρ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, ὅτι καὶ πᾶν ζῶον εἰς φῶς ἐλθὸν εἰκονίζεσθαι πέφυκεν), εἰκόνισται δῆλον ὅτι καὶ Χριστός, κἂν τοῖς ἀθέοις οὐ δοκῇ, ἀρνουμένοις ἐντεῦθεν τὸ τῆς σωτηρίου οἰκονομίας μυστήριον. πῶς γὰρ ἂν ὁμολογηθείη ὁ υἱὸς τοῦ θεοῦ ἄνθρωπος χρηματίσαι καθ' ἡμᾶς, ὧν καὶ ἀδελφὸς ἠξίωσε κληθῆναι, μὴ ἐφίσης ἡμῖν περιγραφόμενος; πῶς δὲ γεννηθῆναι νόμῳ φύσεως, μὴ ἐμφερὴς ὢν τῇ οἰκείᾳ μητρί; εἰ οὖν οὐ περιγέγραπται, οὐκ ἐκ τῶν παρθενικῶν αὐτῆς αἱμάτων, ἐξ ὧν ἐπλαστούργησεν ἑαυτῷ ναόν, ἀλλ' οὐράνιον φέρων σῶμα, καθὼς Μαρκέλλῳ τῷ αἱρετικῷ δοκεῖ καὶ τοῖς πρὸ αὐτοῦ πάλαι ἀσεβέσιν. ἐντεῦθεν λοιπὸν οὐδὲ μήτηρ ἀληθὴς ἡ μήτηρ ἀλλὰ ψευδώνυμος, οὐδ' ἡμῖν ὅμοιος ἀλλ' ἑτερούσιος. οὐ μὴν οὔτε Ἀδὰμ ἀνακέκληται· πῶς γὰρ ἂν ἑτερογενεῖ ἀναστήσεται σώματι τὸ χοϊκόν; διότι τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασῴζεσθαι δέδεικται. οὔτε οὖν ὁ θάνατος κατεπόθη κατὰ τὸ ἀκόλουθον οὔτε ἡ νομικὴ λατρεία πέπαυται· χρεία περιτομῆς καὶ τῶν λοιπῶν. Ὁρᾷς, ὦ τοῦ θεοῦ ἄνθρωπε, εἰς ὃ βάραθρον ἀσεβείας ἐληλακότες ἐνεπάρησαν ἐκ τοῦ μὴ ἐγγράφεσθαι τὸν Χριστὸν ἐν πίνακι δοξάζειν οἱ εἰκονομάχοι; ἰουδαΐζουσιν ἄρα ἀσφαλῶς. ἐντεῦθεν οὔτε τὴν Θεοτόκον οὔτε τινὰ τῶν ἁγίων παραδέχονται, διὰ τῆς τῶν οἰκείων αὐτῶν χαρακτήρων ἀρνήσεως τοὺς χαρακτηριζομένους βδελυττόμενοι· ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος. βδέλυξαι τὸν τύπον τοῦ σταυροῦ· καὶ τίνα βδελύσσῃ; οὐχὶ τὸν ζωοποιὸν σταυρόν; οὕτως τοῦ βασιλέως, οὕτως οὑτινοσοῦν ἀνθρώπου· οὕτω καὶ τοῦ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου. ἤρνηται νῦν ὁ Χριστὸς καὶ δεδίωκται καὶ ἐξουδένωται. καὶ μακάριος εἶ, πάτερ, ἐναθλῶν καὶ ἀντεχόμενος τῆς ὀρθοδοξίας. Ἀλλὰ προσεύχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν ἰέναι τῆς ἁγιωσύνης σου καὶ μὴ ἀπωσθῆναι διὰ τὰς ἁμαρτίας μου. 306 Οἰκονόμῳ Ἤκουσα περὶ τῆς τιμιότητός σου ὅπως καλῶς ὑπὲρ Χριστοῦ ἠγωνίσατο, μάστιξιν ὑποβληθεῖσα καὶ φυλακῇ τηρουμένη, καὶ ηὐχαρίστησα πάλιν τῷ καλέσαντί σε εἰς τὴν αὐτοῦ ὁμολογίαν δεσπότῃ Χριστῷ, οὐ μόνον διὰ τὸ εἶναί σε τοῦ ἁγίου σχήματος, ἀλλ' ὅτι καὶ ἐν ὑποτακτίταις τελοῦντα, προσθείην δ' ἂν ὅτιπερ καὶ τοῦ ἐμοῦ μοναστηρίου· τὸ γὰρ ἐκ Συμβόλων εἶναι, ἐν ᾧ ὁ μακάριός μου πατὴρ καὶ ὑπετάγη τῷ ἱερῷ Θεοκτίστῳ καὶ ἠσκηκὼς ἐξέλαμψεν ἐν ἀρετῇ, ἐμοί ἐστι τῷ ταπεινῷ λογίζεσθαι τὸ σὸν κλέος καὶ μαρτύριον. εὖγε τοίνυν, ὦ καλὲ οἰκονόμε, στρατιῶτα Χριστοῦ, ἡγουμένους πολλοὺς ὑπερακοντίσας, μᾶλλον δὲ καταισχύνας, εἴ γε σὺ μὲν προβάτου τάξιν ἔχων ἀνάλωτος τῆς τῶν αἱρετικῶν θήρας ἀνεφάνης, οἱ δὲ τὸ δοκεῖν ποιμένες ὄντες, ὑπὸ τοῦ νοητοῦ λυκωθέντες θηρός, ἐλεεινὸν θέαμα πρόκεινται τοῖς πᾶσιν, αἱρέσει τῶν τῇδε καὶ φειδοῖ τῆς σαρκὸς προδεδωκότες διὰ τῆς συμπτώσεως εἴτε κοινωνίας εἴτε καὶ ὑπογραφῆς τῶν αἱρετιζόντων Χριστὸν τὸν θεὸν ἡμῶν, τὴν μόνην ἀλήθειαν. Χαῖρε λοιπόν, ποιμὴν ὡς ἀληθῶς τοῖς ἔργοις, χαῖρε, μάρτυς Κυρίου· τὸ τελεώτερον ἀνδρίζου πρὸς τὸ ἑξῆς. ἐμαστίχθης σὺν Χριστῷ, φυλακίζῃ ὡς αὐτός· δεῦρο δέξαι καὶ ῥαπίσματα, ἥλοις ἐμπάρθητι, λογχεύθητι, ὑψώθητι τῷ σταυρικῷ πάθει. μέχρι τοῦδε καλεῖ ἡμᾶς ὁ λόγος καὶ ἀπαιτοίη τὸ χρέος· εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν. Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ ἀψευδοῦς· σὺ δέ μοι, ὦ καλὲ ἀδελφὲ καὶ πατὴρ ποθητέ, μεμνῆσθαι διὰ παντὸς μὴ ἐπιλήσῃ, τυχεῖν με αἰτούμενος σὺν σοὶ θεοῦ τοῦ κεκληκότος. 307 Τιμοθέῳ τέκνῳ Τί ἀκήκοα; καὶ σύ, τέκνον Τιμόθεε, μετὰ μαρτύρων ἠράσθης θεοῦ; ζηλῶν ἐζήλωκας τῷ Κυρίῳ· χαίρειν εἰπὼν τῇ φυγαδείᾳ παραδέδωκας σεαυτὸν εἰς μαρτύριον. ὡς μακάριόν σου τὸ βούλευμα, ὡς θεόληπτόν σου τὸ τῆς καρδίας διάπυρον, ὧ καὶ πάλαι ὑπαστράπτων ἐν πολλοῖς κατορθώμασιν ἐγνωρίζου. νῦν δὲ ἀνέλαμψας τελεώτερον, μάρτυς ἀναδειχθεὶς ὡς ἀληθῶς· λέγειν ἔστιν καὶ σοὶ ἐν χαρᾷ, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, ὡς Χριστὸς διὰ Χριστόν, εἰ καὶ οὐχ οὕτως δοκεῖ τοῖς χριστοδιώκταις. εὐλογητὸς ὁ θεὸς ὁ ἐνισχύσας σε καταξανθῆναι ἐν ἑκατὸν καὶ πεντήκοντα μάστιξι καὶ μὴ πρόεσθαι τὴν σωτηρίαν, ἀλλὰ τοὐναντίον ἐλέγξαι τὸν τεκταίνοντα δυσσεβέστατον, οὗ αἱ μάστιγες μενοῦσιν αἰωνίζουσαι, μὴ μεταμελομένου δῆλον ὅτι. μιᾷ ῥοπῇ, ἀδελφὲ καλέ, δριμυχθεὶς οἷον αἰώνιον κλέος ἦρας· συνεβλήθης ὡς λίθος ἅγιος τῇ ἐνδομήσει τῆς ὁμολογίας Χριστοῦ, εἰς χαρὰν τῶν ἀδελφῶν καὶ συνάθλων σου, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ καί γε τῷ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ, ἀλλὰ γὰρ καὶ πάντων τῶν εὐσεβούντων. τίς ἀκούσας σου τὸν ἀγῶνα οὐκ ᾄσεται; τίς τῶν γνωριζόντων οὐ μακαρίσει σε; ἐστεφάνωσέν σε Χριστὸς οὐρανόθεν, ἠσπάσατό σε ὁ χορὸς τῶν ἁγίων. Ἀλλ' ἐπειδὴ οὐ τὸ καλῶς ἄρξασθαι μόνον μακαριστόν, τὸ δὲ τελειῶσαι τὸν ἀγῶνα τὸ ζητούμενον, στῶμεν, τέκνον ἀγαπητόν, πρὸς τὸ ἑξῆς ἀνδρειούμενοι, φέροντες τὰ κατὰ τὴν φυλακὴν δυσχερῆ γενναίως. Χριστὸς ὁ συμπαρών, ὁ μὴ ἐῶν ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν πειρασθῆναι, ἀλλὰ διδούς σοι καρτερίαν μέχρι θανάτου καὶ τοὺς τῆς ἀθλήσεως στεφάνους ἐπὶ τέλει τῶν ἀγώνων χορηγῶν σοι. ὦ καλὲ Τιμόθεε, προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἀναξίου ἵνα σῴζοιμι ἐν Κυρίῳ σὺν ὑμῖν τοῖς ἁγίοις. 308 Ἰγνατίῳ τέκνῳ Ἃ γέγραφας, τέκνον ἠγαπημένον, ἔγνων, καὶ χαίρω ἀκούων σου τῆς φωνῆς, οὐ μὴν ὡς σὺ ὑπολαμβάνεις τὰ κατ' ἐμέ· ἕωλα γὰρ καὶ μηδαμινά. πλὴν εἰ λέγοις ὠφελεῖσθαι ἐν τοῖς λόγοις μου, γράφε καὶ δέχου, καὶ φθόνος οὐδείς. Συνίημι βίον ἕλκειν σε στενοχωρητικὸν ἐν τῷ παρόντι διωγμῷ ὥσπερ καὶ οἱ ὁμότροποί σοι κρυπτόμενοι, ἀλλ' ἡ ἐλπὶς κουφιζέτω· ἔχε τὰ κατὰ σὲ ἀσφαλῶς μετὰ τοῦ καλοῦ Εὐσεβίου, ὃν καὶ προσαγορεύω. ἡ παρὰ τῶν αἱρετικῶν κοινωνία οὐ κοινὸς ἄρτος, ἀλλὰ φάρμακον, οὐ σῶμα βλάπτον, ἀλλὰ ψυχὴν μελαῖνον καὶ σκοτίζον. ῥίπτειν δὲ καὶ κρύβδην οὐκ ἐμοὶ τὸ λέγειν, ἀλλὰ τῶν ποιούντων φόβῳ, περὶ ὧν ἐκεῖνο λέγειν ἔστιν, ὅτι πολλοὶ τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτόν, ἀλλ' οὐχ ὡμολόγουν διὰ τοὺς Φαρισαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τὴν δόξαν τοῦ θεοῦ· ὅτι ὀρθοδόξῳ αἱ εὐχαὶ τῆς ἱερουργίας. τί τοῦτο, εἰ παρὰ αἱρετικῶν γίνοιντο, συμβάλλεται; οὐ γὰρ ὡς ὁ ποιήσας αὐτὰς φρονοῦσιν οὐδὲ ὡς αὐταὶ αἱ φωναὶ σημαίνουσι πιστεύουσιν, ἐπείπερ πᾶσα ἡ μυσταγωγία Χριστὸν ἄνθρωπον ἀληθῶς γεγενῆσθαι δοξάζει. οἱ δὲ ἀρνοῦνται, κἂν λέγωσι, διὰ τὸ φρονεῖν μὴ ἐξεικονίζεσθαι αὐτόν, ὡς ἂν εἰ καὶ λέγων τις" 4πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα" 5, φρονῶν δὲ ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα μία ὑπόστασίς ἐστι τριώνυμος, ὅπερ ὑπάρχει δόγμα Σαβελλίου τοῦ ματαιόφρονος. τί οὖν; εἴπωμεν τὸν τοιοῦτον πιστεύειν εἰς Τριάδα; οὐδαμῶς, κἂν λέγῃ. οὕτως οὖν οὐδὲ ἐνταῦθα πιστεύει ὡς λέγει, κἂν ὀρθόδοξος ἡ μυσταγωγία, ἀλλ' εἰκαιολογεῖ ἑκάτερος, μᾶλλον δὲ ἐνυβρίζει, παίζων τὴν λειτουργίαν· ἐπεὶ καὶ γόητες καὶ ἐπαοιδοὶ χρῶνται θείαις ᾠδαῖς ἐν τοῖς δαιμονιώδεσι. Συμφέρει τὸν ἀβάπτιστον, εἰ μὴ εὑρίσκοιτο ὀρθόδοξος ὁ βαπτίσων, ὑπὸ μοναχοῦ, ἢ καὶ τούτου μὴ ὄντος, ὑπὸ λαϊκοῦ βαπτισθῆναι, λέγοντος" 4βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος" 5 ἢ ἀφώτιστον ἐκδημῆσαι. καὶ ἀληθῶς ἐβαπτίσθη· ἐξ ἀνάγκης γὰρ καὶ νόμου μετάθεσις, ὡς γέγονε πάλαι καὶ ἀποδέδεκται. 309 Μαρίᾳ αὐγούστῃ Ἐνέτυχον καὶ αὖθις τῇ ἐπιστολῇ τῆς σεμνοπρεπείας σου καὶ ἐναθλητικῆς ὑπομονῆς καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις τῇ αὐτῇ προθέσει, τῇ αὐτῇ ὁμολογίᾳ Χριστοῦ, ἔχουσα καὶ λόγον εὐπροσήγορον μετὰ γνώσεως καὶ βίον ἐνάρετον κατηρτισμένον διὰ πίστεως. αὐτῇ τοίνυν πρέπει αἶνος καὶ ἔπαινος ὡς ἀληθῶς τῇ βασιλίσσῃ τῶν παθῶν, οὐχ ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ οὐδαμινοῖς, εἰ καὶ οὕτω κελεύεις λέγειν. Ἃ δὲ περὶ τοῦ ἀδελφοῦ προέγραψα, οὐχ ὡς ἐπ' ἀτόπῳ τινὶ (μὴ γένοιτο), ἀλλ' ἐπειδὴ τὸ παρ' ἄλλων γινόμενον ὑγιῶς ἑτέροις σκανδάλου ἐστὶν αἴτιον· ἐντετάλμεθα δὲ παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι τῷ πλησίον πρόσκομμα ἢ σκάνδαλον. διὰ τοῦτο οὐ προϊσχόμην ἐκφυλακίζεσθαι τὸν ἀδελφόν, ὅπου γε, κἂν ἄφετος ἦν, οὐ λυσιτελὲς αὐτῷ ἐν παρθενῶσιν εἰσέρχεσθαι. καὶ τοῦτο οὐκ ὀφείλει σε λυπῆσαι, κυρία μου, εἰδυῖαν ὅτι σοῦ φροντίζω τὸ ἄψεκτον καὶ τὸ εὐκλεὲς ὡς μητρὸς οἰκείας, ὅπερ καὶ ἔστι· μήτηρ γάρ μου σύ, ἐπείπερ τοῦ Κυρίου εἶ· εἰ μὴ γὰρ οὕτως εἶχόν σε, οὐκ ἂν τὰ πρότερα ἐπέστελλον, οὐκ ἂν ἐποίουν τὰ κατὰ σέ. Ταῦτα γνοῦσα ἄφες τὴν λύπην καὶ πρόσθες τοῦ προσεύχεσθαι περὶ ἐμοῦ τοῦ ταπεινοῦ ὡς κἀγὼ ὑπὲρ σοῦ. 310 Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ Ἥσθην, τέκνα, ἐπὶ τῇ ἀμφοτέρων προσφωνήσει, ὅτι συνημμένοι ὄντες ὁμοῦ καὶ ἐφθέγξασθε, ἃ καὶ τὴν ὑγείαν ὑμῶν ἐδήλωσεν καὶ τὴν ὑποκρυβὴν ὑμῶν ἐσήμανεν καὶ τὸν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πόθον ἔδειξεν καὶ τὴν ἑτοιμασίαν ὑμῶν τῆς ὁμοτρόπου τῶν ἀδελφῶν ὁμολογίας διεσάφησεν καὶ τὸ ὅλον μαθητὰς ὑμᾶς εἶναι Χριστοῦ κατεμήνυσε. πῶς οὖν ἡμᾶς ἔμελλεν μὴ χαίρειν καὶ γάνυσθαι ταῦτα ἀκηκοότας; ἀλλ' ὁ ἐν σκέπῃ αὐτοῦ τῆς τοῦ φιλανθρώπου προνοίας περιέχων, αὐτὸς καὶ πρὸς τὸ ἑξῆς περιθάλψειεν, ἐκθρέψειεν, παραγάγοι ὡς ἂν βούλοιτο, εἴτε ἀπροσλήπτους εἴτε καὶ προσληφθέντας ὑπὸ τῶν διωκόντων. μὴ οὖν, εἰ τὸ δεύτερον γένοιτο, δειλανθῆτε· ὁ γὰρ παραχωρήσας ἐμπαρεῖναι, αὐτὸς παράσχοιεν ἰσχὺν ὑποῖσαι τὰ ὑπὲρ αὐτοῦ ἀθλήματα. Ἐμοὶ δὲ τῷ ταπεινῷ μὴ διαλείποιτε εὐχὴν σωτηρίας ποιεῖσθαι. καθὰ ᾐτήσασθε, ἐπέστειλα ταῖς δυσί. σωθείητε, ἀδελφοὶ πολυπόθητοι. 311 Ἀνατολίῳ τέκνῳ Ἡ βραδυτής σου τῶν γραμμάτων, ὦ ἱερὸν τέκνον, εἰς λογισμούς με ἤγαγεν οὐκ εὐαγεῖς, ἐπεὶ καὶ ἡ μετάστασίς σου καὶ ἡ ἄφεσις αὕτη· καὶ ὅσον μὲν ἐξ ἀμφοτέρων ἔστιν ἐννοεῖν, πτῶσις (πῶς γὰρ ταῦτα οὕτως, οὐκ ἐχούσης φύσεως ἄφετόν τινα εἶναι καὶ ὅπῃ θέλοι πορεύεσθαι ἐν τῷ διωγμῷ τῷ παρόντι; ὅθεν μοι οὐχ ἡ τυχοῦσα περιωδυνία), ὅσον δὲ ἐκ τῶν γραμμάτων διδαχθείς, ἀνέθην ὁ ταπεινός, ἐσκίρτησα, ἐδόξασα τὸν θεόν μου. καί γε Κύριος ὁ θεός μου ἄπτωτόν σε τῇ προνοίᾳ αὐτοῦ διαφυλάξοι, ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας· βλέπε δὲ πῶς καθέζῃ καὶ ποῦ καὶ δίδαξον δι' ἑτέρας ἐπιστολῆς ἐντελέστερον τὸν τρόπον τῆς ἀφέσεως καὶ τὸ σῶσμα τῆς τιμίας σου ψυχῆς· καὶ φρόντισον καὶ σπούδασον ἐγγίζειν θεῷ τῷ μακρυσμῷ τῶν παθῶν· ὁ θάνατος γὰρ ἐγγύς. ἴδε, τέκνον, ᾤχετο καὶ ὁ τίμιος ἀνάδοχός μου, μακαρίως τελειωθεὶς ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, ἄνθρωπος ἐν νόσῳ χαλεπωτάτῃ ἐξορισθεὶς καὶ μὴ ἁλοὺς ὑπὸ τῶν ἀσεβῶν. τί ἡμεῖς εἴπωμεν; οὐ στερεοκαρδήσομεν; οὐ στομωθησόμεθα φόβῳ καὶ ἀγάπῃ θεοῦ πάντα ἐνεγκεῖν καθὰ καὶ οἱ ἀδελφοὶ ἡμῶν; ναί, ἀντιβολῶ, υἱέ μου ἠγαπημένε, κλέος μου καὶ αὔχημα, μὴ τοῖς ὁρωμένοις θελχθῶμεν, ὅτι παρερχόμενα, ἀλλὰ τοῖς οὐρανίοις κρατηθῶμεν· ταῦτα γὰρ τὰ αἰώνια. Οὕτω ταῦτα. περὶ τοῦ Σαββατίου, ὅτι οὕτως ἤχθη καὶ ἠγρίωται καί γε μετὰ πτῶσιν, πῶς οὐ λυπηρόν μοι; ἀλλὰ τί ἄλλο ἢ καὶ σὲ ὑπομεῖναι, ἃ σοὶ κατεπράξατο, καὶ ἡμᾶς τοὺς ταπεινοὺς προσεύχεσθαι τὴν ἀνακάλεσιν αὐτοῦ; 312 Ἰωάννῃ Καλχηδόνοσ Καὶ ὡς πατὴρ ἠξίωσας τέκνον ἐλάχιστον προσειπεῖν καὶ ὡς σοφὸς τὰ θεῖα ἐδίδαξας τοὺς ἀμαθεῖς ἡμᾶς, ἐπαινέσας τοὺς ἀγεράστους, ὡς διδάσκαλος πολυειδὴς κέντρον ἀγάπης ἐνθεὶς ἡμῖν. ἤλυθας διὰ ταπεινοτέρων φωνῶν τὸ ὕψος τῆς ἀρετῆς σου, καὶ μὴ βουλόμενος ὑποδείξας ἄριστα· ὅτι δὲ προετρέψω καὶ αὖθις ἐπιστεῖλαι ἡμᾶς καὶ μὴ ἐγκόπτειν, τοῦτο ἡμᾶς τέλεον εὔφρανεν καὶ εἰς πίστιν ἤγαγεν εὑρηκέναι σε οἷον ὁ λόγος ζητεῖ καὶ ὁ ποιμαντικὸς χαρακτηρίζει τρόπος. οὐδεὶς γάρ που οὕτω διείλεκται οὐδὲ ἐφέλκεται τῶν ὁμοταγῶν σου, ὡς ἔοικεν, ὅτι μηδὲ δεχόμενοι γράμματα ἀξιοῦσιν ἀντεπιστέλλειν· καὶ ὁ λόγος αὐτοῖς τὸ παρὰ τῆς ἐξουσίας ἐντετάλθαι μὴ διδάσκειν, μὴ χαράττειν γράμμα. καὶ συγγνώσειάς μοι, μακαριώτατε, σκινδαλμὸν δεξαμένῳ· εἰ γὰρ ἃ πράττει ὁ κρατῶν ἀπεναντίας θεοῦ δεῖ φυλάττειν, τί μὴ καὶ συναιρετίσωμεν αὐτῷ, ἀλλ' ἐξ ἡμισείας ὀρθοδοξοῦμεν; Ἀλλ' αὐτοὶ μέν, οὐκ οἶδ' ὅπως, οὕτω φέρονται· σὺ δὲ καὶ ἐφώτισας καὶ ἐστερέωσας καὶ καθωδήγησας, πάντα εἰπών, ὅσα εἰκὸς τὸν ὡς ἀληθῶς ἱεράρχην ἔστιν φάναι. οὐ μὴν ἡμεῖς, ἱερὰ κορυφή, ὡς ἐκθειάζεις, πενιχροὶ δὲ καὶ ἁμαρτωλοὶ καὶ εὐχόμενοι μὴ πάντῃ ἀποστῆναι τοῦ ἱεροῦ πληρώματος τῶν ἐνισταμένων ἐν Κυρίῳ. ἃ δὲ εἴρηκας περὶ τῆς αἱρέσεως, οὕτως ἔχει· πραγματικῶς γὰρ μάχεται τῇ ἀληθείᾳ, ἓν ὅπλον κτωμένη, τὴν ἐξουσίαν· ἧς ἀναιρουμένης ἀκαμάτως συναναιρεθήσεται καὶ αὐτὴ τηνικαῦτα, ὁπόταν ἐκτριβείη ἡ ἀνομία, δι' ἣν καὶ ἡ μάστιξ. ἐμὲ δὲ λυπεῖ ὅτι ἀσθενὲς τὸ σῶμα τῆς ἁγιωσύνης σου ὑποφέρειν τὰς ἐκ τῆς περιορίσεως κακοπαθείας· ἀλλ' ἰσχύς σοι παρὰ θεῷ, ᾧ πέποιθας καὶ δι' ὃν τὰ πάντα ἡγήσω σκύβαλα, πρότερον μὲν διὰ τῆς ἀναλήψεως τῆς μοναχικῆς τελειώσεως, νυνὶ δὲ διὰ τῆς ὁμολογητικῆς ἐνστάσεως. Προσεύχεσθαι ὑπὲρ τοῦ ἐλαχίστου τέκνου σου, ἁγιώτατέ μου πάτερ, μὴ διαλείποις. 313 Πέτρῳ Νικαίασ Εἰδὼς ὅτι φιλεῖς φθέγγεσθαί με, τὸν οὐδενὸς ἄξιον, πρὸς σέ, τὴν ἱεράν μου κορυφήν, φιλίας χάριν, οὐ χρείας ἕνεκα ἤδη φθέγγομαι· φαίνομαι δὲ καὶ προσφθεγξάμενος δι' ἑτέρας ἐπιστολῆς, ἥν, εἰ ἐδέξατο, οὐκ ἐπίσταμαι. ἐν οὖν ἀμφοτέραις εἷς μοι ὁ λόγος, ὑγιαίνειν σε τῷ σώματι, τὸν ἐμὸν πατέρα, τὸν στερεὸν θεμέλιον τῆς ἀληθείας εἰς ἕδρασμα πολλῶν, εἰς σφραγῖδα πίστεως, εἰς ἔπαινον Χριστοῦ, εἰς κλέος τῆς ὅλης ἐκκλησίας· ἐπειδὴ περιφανὴς σὺ ὀφθαλμὸς παρὰ τοὺς ἄλλους, ἀνατολῇ καὶ δύσει γνωριζόμενος, ἔχων μετὰ τοῦ ἱεροῦ βίου καὶ τὸν λόγον πολλοστόν, ἐξ οὗ καὶ βασιλεῦσι γέγονας φιλητὸς καὶ ἄρχουσιν ἐραστὸς καὶ μονασταῖς ἐπαινετός. τῇ δὲ οἰκείᾳ ἐκκλησίᾳ τί δεῖ καὶ λέγειν; μακαρίζουσί σε καὶ ἐπιποθοῦσι δι' ἃ ἔδρασας πλεῖστα ὅτι μάλιστα κατορθώματα ὡς νήπια τοὺς μητρικοὺς μαζούς, ὡς νεοττοὶ τὴν τροφόν, ὡς ἄρνες τὸν ἀληθῶς ποιμένα (καὶ πῶς γὰρ οὔ;), ἔναυλα ἔχοντες τὰ ζωηρά σου ῥήματα, κατ' ὀφθαλμοὺς βλέποντες τοὺς ὑπὸ σοῦ ἀνορθωθέντας ναοὺς θεοῦ. καὶ οὔπω λέγω τὸ δαψιλὲς τῆς ἐλεημοσύνης καὶ τὰ λοιπὰ ὁσιώματα. καὶ μὴ δόξειας φιλίᾳ με χαρίζεσθαι· εἰ γὰρ καὶ μὴ ὄψει ὑπέλαβον, ἀλλ' ὅμως κατήκοος ἐγενόμην παρὰ τῶν εἰδότων. εἰ δὲ ὅτι νῦν κάθαρμα ὁ ὡς ἀληθῶς ἑτερόφθαλμος καὶ τοῖς ἔξω καὶ τοῖς ἔνδον ὄμμασι κατέχει ταῦτα, μὴ λυποῦ, ὦ μάκαρ, μήτε μὴν θαυμάσῃς· οἱ ἀπόστολοι ἐν τῷ ὑπερῴῳ ἦσαν καὶ τὸν περιβόητον ναὸν οἱ θεοκτόνοι περιελάμβανον. τοιαῦτα καὶ τὰ εἰκονομάχων καὶ ἰουδαιοφρόνων νῦν· οὓς ἐπιστρέψειεν ὁ Κύριος καί σε περιφυλάξειεν προσευχόμενον περὶ ἐμοῦ, τοῦ σοῦ τέκνου. 314 Θεοφυλάκτῳ Νικομηδείασ Πάλαι ἐπεθύμουν ἐπιστεῖλαι τῇ μακαριότητί σου καὶ οὐκ ἐξεγένετό μοι τῷ ταπεινῷ ἀπορίᾳ γραμματηφόρου. νῦν δὲ εὐδοκίᾳ θεοῦ ἐπιτυχὼν τὸν πόθον μου ἀποπληρῶ, ὃν εἰκότως ἐπ' αὐτῇ κέκτημαι, οὐ μόνον διὰ τὴν ἐν Κυρίῳ ὁμολογίαν, ἀλλὰ γὰρ καὶ ἰδίως διὰ τὴν ἐξαίρετόν σου παρὰ τοὺς πολλοὺς ἰδιοτροπίαν, τὸ μειλίχιον, τὸ ἁπλοῦν, τὸ ἐπίχαρι, τὸ γλυκὺ ἐν ταῖς ὁμιλίαις, τὸ εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, τὸ περὶ πάντα ἀγαθοεργές· ἀφ' ὧν ὁ τῆς ἱερᾶς σου ψυχῆς χαρακτὴρ καὶ μὴ ὁρώμενος τεθεώρηται ὡραϊσμένος τῇ ποικιλίᾳ τῶν ἀρετῶν. Ἀλλὰ περὶ τοῦδε μὲν ἱκανῶς, ὅτι μηδὲ καιρὸς ἐγκωμίων· τί δέ σοι ὦπται, ὦ μάκαρ, τὰ παρόντα; ἀλλ' οὐχὶ μικροῦ δεῖν ἰουδαϊσμός, ἤτοι ἑλληνισμός; ἀφῃρέθη ὁ κόσμος τῆς ἐκκλησίας, ἡ ὄψις τῶν ἱερῶν ναῶν, πυρὶ παρεδόθη τὰ ἅγια· ἄλλο τι σχῆμα γνωρίζεται ἐν τῷ χριστιανισμῷ, εἴ γε χριστιανισμόν, ἀλλὰ μὴ ἰουδαϊσμὸν καλεῖν. εὔκαιρον καὶ νῦν λέγειν, Κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. καί γε ἔκτειναν, καί γε κατέσκαψαν· τὸ γὰρ ξέειν καὶ ἐξορύσσειν τὴν ὄψιν αὐτῶν οὐχὶ κατασκάπτειν ἐστὶν ἐμφανῶς; ἄφελε ὄψιν ἀνθρώπου, καὶ οὐκέτι ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, εἴγε καὶ ἔστι ζῆν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου. καὶ ταῦτα ἀληθῶς, πᾶσαν θείαν εἰκόνα ἐν πάσῃ ὕλῃ χαραχθεῖσαν ἐμπρήσαντες. ἀνέῳκται γλῶσσα βλάσφημος, τὸν Χριστὸν εἴδωλον λέγουσα, τὴν Θεοτόκον, πάντα ἅγιον. καὶ γὰρ τοῦ ἀρχετύπου τὴν κλῆσιν τὸ παράγωγον κέκτηται, ἐπειδὴ καὶ τὴν προσκύνησιν· διὰ τοῦτο καὶ πάντα τύπον σταυροῦ σταυρὸν λέγομεν καὶ προσκυνοῦντες τὸν ζωοποιὸν σταυρὸν προσπτυσσόμεθα. Ἀλλὰ ταῦτα ἐξετραγῴδησα ὁ ταπεινὸς οὐχ ὡς ἀγνοούσης σου τῆς πανσόφου τελειότητος τῆς πλάνης τὸν ὄλεθρον (μή τι πάθοιμι μωρι κόν), τὸ θλιπτικὸν δὲ πάθος παραμυθούμενος τῆς ἐμαυτοῦ καρδίας διὰ τῶν ἀναφορῶν, οἵ πως πεφύκασι λαλούμενοι κουφίζειν τὰ ἐν κρυφῇ ἀλγεινά, καὶ ἅμα ὑποκινῶν αὐτὴν θερμότερον προσιέναι θεῷ, ταχεῖαν ἐπιτίμησιν ποιῆσαι τῇ πονηρᾷ ταύτῃ αἱρέσει εἰς σωτηρίαν τοῦ λαοῦ αὐτοῦ. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου σου τέκνου, ἁγιώτατέ μου πάτερ. 315 Τιμοθέῳ τέκνῳ Οἵα σου ἡ ψυχή, τέκνον μου ποθητόν, τοιαῦτα καὶ τὰ γράμματα, θαρσαλέα, εὔθυμα, εὐπρόθυμα, φιλόθεα, φιλομάρτυρα. καί γε τῆς ψυχῆς εἰκόνες οἱ λόγοι καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας ἕκαστος φέρει τὰ λόγια· ὥστε καὶ ἡμᾶς, ἀκούσαντάς σου τῶν ῥημάτων, ἐπιρρωσθῆναι καὶ μᾶλλον ἀνδρειωθῆναι καὶ πρὸς ἄθλησιν ἐπειχθῆναι. ἐμὲ δὲ καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἐξηγησάμενος πλέον ἐξένισεν, ἀναγγείλας σου τὸ εὔθαρσον καὶ σταθερὸν καὶ εὐπαρρησίαστον, καὶ μέντοι καὶ διαλεκτικὸν πρὸς τοὺς αἱρετίζοντας. πόθεν σοι ταῦτα; ἢ οὐχὶ ἐπὶ τῆς προαγούσης ἀγαθῆς διαθέσεως καὶ θείας περιποιήσεως, δι' ἧς ἤνεγκας τὰ προλαβόντα καὶ ἕστηκας τῇ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, μέχρι θανάτου εὐτρεπιζόμενος; χαῖρε, εὐφραίνου· ἰσχύσεις σὺν θεῷ πάντα ἐνεγκεῖν, ἀθλοφορικὸν στέφανον ἀναδησάμενος. Ἀλλ' εὔχου κἀμοί, ἀδελφέ, συνέπεσθαι σοί τε καὶ εἴ τινι ἄλλῳ παραπλησίῳ. ἱκανοὶ δὲ χάριτι Χριστοῦ· καὶ γὰρ ὡς τὸ στάδιον λαμπρὸν καὶ ἐμφανὲς πλεῖστοι καὶ οἱ μάρτυρες. μὴ γὰρ οἴου τι ἄλλο εἶναι τὰ παρόντα ἢ Χριστοῦ ἄρνησιν ἐπὶ τοὺς διώκοντας καὶ Χριστοῦ μαρτυρίαν εἰς τοὺς τὰ ἆθλα φέροντας, καὶ τοῦτο εὔδηλον· ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρὸς καὶ ὡμολόγηται καὶ ἤρνηται, οὕτω καὶ ἐν τῇ εἰκόνι Χριστοῦ τὸ αὐτὸ ἀπαραλλάκτως, εἰ καὶ τετύφλωται ὁ κόσμος καὶ Χριστὸν ἀρνούμενος παίζει τὴν ὕβριν διὰ τὴν τοῦ ὑβριζομένου μακροθυμίαν. καὶ τί θαυμαστόν, εἰ ὑπομένει, ζητῶν τὴν τῶν παροινούντων ἐπιστροφήν; μὴ οὐχὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ οἱ στρατευόμενοι; μὴ οὐχὶ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, οἳ καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα; ὁ δὲ ἔφερεν πάντα, καταγελώμενος, μυκτηριζόμενος καὶ ὅσα ἄλλα πάσχων ἐν τῷ σταυρῷ. τοιαῦτά ἐστι νῦν πάσχων διὰ τῆς εἰκόνος αὐτοῦ καὶ ἐν τῇ εἰκόνι αὐτοῦ, ἐπειδὴ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς εἴρηται τοῖς ἁγίοις. Ἀλλ' εἴη ἔλεος ἐν τάχει τῇ ἐκκλησίᾳ αὐτοῦ, ἐνδυναμῶν τοὺς ὁμολογοῦντας. ἀκούω ὅτι νηστείαν ἕλκεις καὶ χαίρω μέν, συμβουλεύω δὲ καθ' ἑκάστην σε ἐσθίειν μετὰ τὰ ἑσπερινά· τοῦτο γὰρ ἡ βασιλικὴ ὁδὸς καὶ αὕτη ἐπαινετὴ ἐγκράτεια ἐν τῇ μαρτυρίᾳ. 316 Ἄννῃ ἡγουμένῃ Ὅτι ἐπέστειλάς μοι, εἰκότως· μᾶλλον γὰρ διὰ τῶν γραμμάτων ἐν γνώσει γέγονα τῆς διασώσεως τῆς τιμιότητός σου καὶ ηὐχαρίστησα τῷ θεῷ, οὕτως ἐπιμενούσης σου τῇ καλῇ προθέσει καὶ ὁμολογίᾳ Χριστοῦ καὶ οὐ κατανοούσης τὴν μόνωσιν, τὴν φυλακήν. μηδέ γε ἀτονήσειας Χριστὸν ἔχουσα ὑφέστιον, ὑπὲρ οὗ καὶ δι' ὃν πάσχεις· ἔχε ἐπὶ νοῦ τῶν μακαρίων γυναικῶν τὰ ἆθλα, τῶν παρθένων τὰ σκάμματα, τὰς ὑπομονάς, τὰ πειρατήρια· ἀναθεώρει τὰ οὐράνια, τὰς ἡτοιμασμένας ἀναπαύσεις τῶν ἁγίων, τὸ φῶς τὸ ἄδυτον, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ζωὴν τὴν ἀκήρατον, εἶτα ἀπεναντίας τὰς τιμωρίας τῶν ἁμαρτωλῶν, τὸ σκότος τὸ ἐξώτερον, τὸ τῆς γεέννης πῦρ, τὸν ἰοβόλον σκώληκα, τὰ δεσμὰ τὰ ἄλυτα, τὸ χάος, τὸν τάρταρον. ταῦτα δὴ ἐνθυμουμένη κούφιζε τὰς ὀλιγωρίας, στερεοῦ τῇ ὑπομονῇ, δίωκε τὰ πάθη, φωτίζου τὴν ψυχήν, ἑτοιμάζου πρὸς περισσοτέραν ἄθλησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ἐὰν οὕτω διαμένουσα διαμείνοις, θεραπεύσεις θεόν, εὐφρανεῖς ἀγγέλους, αἰσχυνεῖς δαίμονας, μέγιστον κλέος καὶ ὄνομα ἄσβεστον καὶ ἐν τῷ νῦν αἰῶνι ἑαυτῇ περιποιουμένη. Εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν. 317 Βασιλείῳ ἡγουμένῳ Πάντα καταμαθών, ἅπερ διὰ Κύριον ὑπέστη σου ἡ ὁσιότης σὺν τῷ ἱερῷ ὑπηκόῳ, ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν, ὅτιπερ ἀνέτειλας καὶ αὐτὸς φωστὴρ ἐν τῷ κόσμῳ σὺν ἄλλοις λαμπτῆρσιν ἐν τῇ νυνὶ νυκτομαχίᾳ τῆς αἱρέσεως, σκεῦος ἐκλογῆς, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. ὡς θαυμαστὴ ἡ δυὰς ὑμῶν, ὡς ἐραστὴ τῷ Χριστῷ, πληγὰς δι' αὐτὸν ὑπομείνασα, ἀπαγωγάς, φυλακάς, καὶ ταῦτα ἕως τοῦ παρόντος. ἀλλὰ τί ὅτι πρὸ τῆς πείρας ἧκες πρός με τὸν ταπεινόν, καθὰ ἐδίδαξας, μὴ ἐπιτυχών μου τοῦ συνοψισμοῦ; καὶ εἰκότως· ἐπειδὴ γὰρ ὡς ὑπελάμβανες οὐκ ἦν (οἰκτρὸς γὰρ ἐγὼ καὶ σκοτεινός· τί ἵνα καὶ ἐβλάβης;), πλὴν ὅτι συνῆψας ἡμῖν ἑαυτὸν νυνὶ διὰ τοῦ γράμματος. καὶ ὁρῶμεν ἀλλήλους ἤδη τῷ πνεύματι καὶ εἰς ταὐτὸν συνήλθομεν ἐν πνεύματι, μία ψυχὴ ἐν Κυρίῳ γεγονότες, ἐγὼ ὁ ταπεινὸς ἐν ὑμῖν τοῖς ἁγίοις καὶ ὑμεῖς ἐν ἐμοί, ὅτιπερ Χριστὸς ἐν μέσῳ ἀμφοτέρων κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν. Τί λοιπὸν ἔτι; ἵνα, καθὰ ἐνηρξάμεθα ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, τελειώσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, μηδὲν ὑποπτήσσοντες, μὴ πληγὰς αὖθις, μὴ δεσμά, μὴ στρεβλωτῆρας, μὴ πῦρ, μὴ ξίφος, μὴ ὕδωρ μηδὲ μάχαιραν. οὕτω ὑποτίθεται ἡμῖν ὁ λόγος, οὕτως βοᾷ ὁ ἀπόστολος, οὕτως ἡ τελείωσις τῶν μαρτύρων· οὐκ ἐσμὲν ἀγενέστεροι αὐτῶν, κἂν ἐγὼ τάλας, ἐκ θεοῦ καὶ αὐτοὶ ἐγεννήθημεν, τὴν αὐτὴν μητέρα τῆς υἱοθεσίας κεκτήμεθα. ἐκεῖνοι ἠθλοφόρησαν καὶ ἡμεῖς ἀσχημονήσομεν; γυναῖκες καὶ κόραι ἐστέφθησαν καὶ ἡμεῖς φιλοσαρκήσομεν; γέροντες καὶ νήπια νενικήκασι τυράννους καὶ βασιλεύοντας καὶ ἡμεῖς ἰλιγγιάσομεν; οὐδαμῶς. δῶμεν τὰς σάρκας τοῖς σαρκοφίλοις, ἡ ψυχὴ ἄληπτος· μὴ φοβηθῶμεν τοὺς σωματοκτόνους, ἀλλὰ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. τανῦν ἀγαλλίασις, θυμηδία· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. θρηνείτω ὁ διάβολος καὶ οἱ αὐτοῦ ὑπηρέται· τοῦτο γὰρ πάσχουσιν ἐν τῇ ἀκαταπλήκτῳ ἐνστάσει τῶν μαρτυρούντων. φῆς μὴ ἰδέσθαι πώποτε βασιλέα μηδὲ ἄρχουσι παριστάναι, κἀντεῦθέν πως δεδιᾶν· μηδαμῶς, ὦ πάτερ, καταφρόνησον ἀμφοτέρων, ὁ Χριστὸν ἔχων ἐνδεδυμένον. ἐκεῖνός σε πτηξάτω ὥσπερ καὶ δαίμονες· ἄνοιξον σὸν στόμα παρὼν πρὸς αὐτόν· δοθήσεται γάρ σοι λόγος, Χριστὸς ἐπηγγείλατο. ἔλεγξον αὐτόν, εἰ ματαιολογεῖ· οὐ τὸν Ἀχαὰβ ἤλεγξεν Ἠλίας, οὐ τὸν Ἡρώδην Ἰωάννης, οὐκ ἄλλοι τοὺς ἄλλους, ἵνα μὴκατονοματίζων μακρολογῶ; ὁ τότε θεός, καὶ νῦν· ὡς ἠγάπησεν ἐκείνους, καὶ ἡμᾶς. μαθητιῶν ἦς τοῖς ἀποστόλοις, μάρτυσι, προφήταις, πατράσιν, ὁσίοις. ὁ καρπὸς τῷ δένδρῳ ἐξομοιούσθω, καὶ εἰ μὴ οὕτω περιπατήσομεν, σκαιοὶ καὶ οὐχὶ μαθηταί, οὐδὲ υἱοί, οὐδὲ καρποί, ἀλλὰ τῆς ἀντικειμένης μερίδος, τῶν φιλοκόσμων δὴ λέγω καὶ δουλοσάρκων· ὧν τὴν μίμησιν φύγοιμεν, ἐπιτύχοιμεν δὲ θεοῦ, τελειοφρόνως ἀγωνιζόμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν τῷ εἰρηκότι, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. 318 Ἰωάννῃ ἡγουμένῳ Αὐτὸς εἰ οὐκ ἐπιστέλλεις, οἶδ' ὅτι οὐκ ὀκνίᾳ, ἀλλ' ἀπορίᾳ τόπου καὶ τρόπου γραφῖδος· ἐγὼ δὲ εἰ ἀπόσχομαι, ὁσάκις ἂν καὶ τύχοιμι γραμματηφόρου, ἐπιστέλλειν τῇ ὁσιότητί σου, δικαίως ἂν ἐγκληθείην παρ' αὐτῆς, ἄλλως τε καὶ τοῦ πόθου βιαζομένου οὐχὶ διὰ τόσου γε χρόνου, ἀλλὰ σχεδὸν εἰπεῖν καθ' ἑκάστην προσφθέγγεσθαί σε, τὸν ἐμὸν πατέρα καὶ ὁμολογητὴν Χριστοῦ πολύαθλον. ἔτι τοίνυν, ὦ μάκαρ, δέρου καὶ νίκα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ τέκνου σου κατόπιν ἰέναι σου· ἐὰν δέ τινες τῶν συνομολογητῶν πάρεισι, κἀκείνους σὺν σοὶ κατασπαζόμενος αἰτῶ τὰς ἱερὰς προσευχὰς αὐτῶν εἰς σωτηρίας ἐφόδιον. 319 Νικήτᾳ ἡγουμένῳ τοῦ Μηδικίου Φιλῶ τοῦ δέχεσθαι ἀντίγραφα παρὰ τῆς τιμιότητός σου ὧν ἐπιστέλλω, οὐ μὴν δεχόμενος σιωπήσομαι. διὸ καὶ νῦν προσφθέγγομαι τὴν ὁσιότητά σου, τὸ τῆς ἀγάπης χρέος πληρῶν καὶ τὴν ἐμαυτοῦ ταλαιπωρίαν καταμηνύων ὡς ζῶν εἰμι εὐχαῖς σου ἁγίαις, πταίων μὲν πολλὰ τῷ θεῷ καθ' ἑκάστην, ἐπιθυμῶν δὲ σὺν ὑμῖν τοῖς ἁγίοις Χριστὸν θεραπεῦσαι πίστει δι' ἀγάπης ἐνεργουμένης. Ἔγνως δὲ πάντως ὡς ἐνεδήμησε πρὸς Κύριον ὁ κοινὸς πατὴρ τῶν πολλῶν κἀμοῦ ἱερὸς ἀνάδοχος, ὁ ὡς ἀληθῶς Θεοφάνης. μακάριος ἐκεῖνος, καλῶς ἐν τῇ ἀσκήσει ἀγωνισάμενος καὶ καλλίστην κορωνίδα τῷ τέλει τοῦ βίου ἀπενεγκάμενος τὴν ὁμολογίαν Χριστοῦ ἐν τοιαύτῃ δυσφορωτάτῃ νόσῳ καὶ ἀνίᾳ καὶ γήρει σώματος· ἀλλ' ὅμως ὡς νεάζων τῷ σώματι ἠθλοφόρησεν, ἵνα γένοιτο στηριγμὸς μὲν τῶν ἑστηκότων καὶ ἀσφάλεια, ἔλεγχος δὲ τῶν προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις· οὗ ταῖς εὐχαῖς ἅμα καὶ ὑμῶν τῶν πατέρων μου σωθείην κἀγὼ ὁ ἁμαρτωλός. Τὸν ἐμὸν αἰδέσιμον ἀδελφὸν Ἀρσένιον πλεῖστα ἀσπάζομαι. 320 Ἰωάννῃ ἡγουμένῳ Ἡδέως ἐδεξάμην σου τὴν ἁγίαν ἐπιστολὴν καὶ ἀνέγνων ἡδύτερον, ἀπὸ πατρὸς ἐμοῦ ὁμοῦ μὲν ἀγαπητοῦ, ὁμοῦ δὲ ὁμολογητοῦ ἀπεσταλμένην. χάρις, ἔλεος, εἰρήνη σοι ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ, ἄνθρωπε τοῦ θεοῦ, ἀνδρικὲ τῷ φρονήματι, στερρὲ τῇ καρδίᾳ. τί οὖν ἤθλησας, πρότερον φυλακῇ ἀπορραγεὶς τοῦ ἀπατηθέντος ἀδελφοῦ ὡς υἱὸς φωτός; πάλιν κράτησις, πάλιν περιορισμός· καὶ ποῦ; ἀφ' οὗ ὀφείλεις στηρίζεσθαι, ἵνα ἐκεῖθεν διαλυθῇς. ἀλλ' οὐχ οὕτως· ἔλεγχόν σε τοῦ προάγοντος καὶ τῶν ἀκολουθούντων ἔθετο ὁ θεός. Παρακαλῶ οὖν σε, πατήρ μου, μὴ συγκοινωνήσῃς αὐτοῖς ἔν τινι, ἀλλ' ὡς ἀληθῶς ἄμωμος καὶ ὁμολογητὴς Χριστοῦ διαφύλαξον ἑαυτὸν ἀπήμονα, ὡς ἂν ἐκλάμψῃς ἔτι μᾶλλον ἐν ἀρετῇ, φωστὴρ ἐν κόσμῳ καὶ γενόμενος καὶ λεγόμενος. ἐμοὶ δὲ εὔχου τοῦ σῴζεσθαι τῷ ἀχρείῳ παντάπασιν καὶ μηδὲν ἔχοντι ἐπαίνου ἄξιον, κἂν αὐτὸς φιλῶν τοῦτο κἀκεῖνο ἐνεκωμίασας. 321 Ἀθανασίῳ ἡγουμένῳ Τίνος ἕνεκεν ἐχρόνισα ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου; πολλὰ τὰ αἴτια· πρῶτον μὲν ἡ ἀσφαλὴς φυλακή, ὡς διηγήσεται καὶ ὁ γραμματηφόρος, ἔπειτα ἡ σύλληψις τοῦ οἰκονόμου ἄλλα τε, ἅττα γράφειν ἐργῶδες. ἀλλὰ νῦν, ὅτι ἠξιώθην ῥῆξαι φωνήν, εὐχαριστῶ τῷ θεῷ μου· ἐμοὶ γὰρ φίλον ἀεὶ προσφθέγγεσθαι καὶ ἀκούειν φωνῆς σου, διότι σὺ ἀνὴρ ἀγαθός, ἀθλητὴς Χριστοῦ, σύμψυχος, ταὐτόφρων, ἰδιαίτερόν τι παρὰ τοὺς ἄλλους κεκραμένος μοι τῇ ἐν Κυρίῳ ἀγάπῃ. Ἀλλὰ δεῦρό μοι, θρήνησον, ὦ πάτερ, τὰ παρόντα. ὁρᾷς ὅπως γεγόναμεν ὡς τὸ πρίν, ὅτε οὐκ ἦρχεν ἡμῶν Κύριος· πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, πᾶς ναὸς ἠμαύρωται, πᾶν ἱερὸν κεκοίνωται, πᾶς θίασος βλασφημεῖ καὶ Χριστός καθεύδει. καὶ οὐδεὶς ὁ ἀξίως διαναστῆναι αὐτὸν ἱλεούμενος, ἐπιτιμῆσαι τοῖς ἀνέμοις καὶ τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ τῆς αἱρέσεως· εἰ καὶ ἀξίως, ἀλλ' οὐκ εὐκαίρως· οἶδεν γὰρ αὐτὸς μόνος τὸν ὠφέλιμον καιρὸν καὶ τῆς ἰατρείας καὶ τῆς ἐκτομῆς. διὸ ἀναμονητέον καὶ μακροθυμητέον τὸν ἄριστον καὶ παντεπιστήμονα ἰατρόν, ὃς ἐν τέλει οὐκ ἐάσει τὴν ἐκκλησίαν αὐτοῦ κυμαίνεσθαι. Σὺ δὲ φράσον ἡμῖν οἵα σου ἡ φυλακὴ καὶ ὅπως ζῇς ἐν αὐτῇ, εἰ ἆρά γε ἔστι λείψανον θεοσεβείας ἐν τοῖς ἔγγιστα, ἢ παρὰ σοῦ ἱεροποιηθὲν νεωστὶ ἢ ἀφ' ἑαυτοῦ ὀρθοδοξοῦν, εἰ ἐν ταῖς χερσί σου βίβλοι, εἰ τρέφει τις Ἠλίαν, εἰ εὐγνώμων μαθητής, εἰ ὡς Πέτρος καὶ Ἰωάννης ἠκολούθηκεν αἰρομένῳ σοι οὐ πρὸς Ἄνναν καὶ Καϊάφαν, ἀλλὰ πρὸς ἴσους ἰουδαιόφρονας. ταῦτα δίδαξον καὶ τὸ λοιπὸν πρόσευξαι διυπνισθῆναι Χριστόν, εἰρηνευθῆναι τὴν ἐκκλησίαν, σωθῆναί με, τὸν πανάθλιον μέν, φιλοῦντα δέ σε λίαν. 322 Βασιλείῳ μονάζοντι Ὡς ἔμαθον ὅτι καὶ αὐτὸς συλληφθεὶς ὑπὸ τῶν ἀνόμων ἐνήθλησας ὑπὲρ Χριστοῦ, ἱερὲ Βασίλειε καὶ τοῦ Μεγάλου ἀπόγονε Βασιλείου, ἥσθην, ἐδόξασα, ᾔνεσα, ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ δι' ὧν ἤνεγκας πληγῶν ἐν τῷ νώτῳ καὶ τῆς παρούσης φυλακῆς. ἔδει τοίνυν, ἔδει οὕτω φιλομαθῆ ὄντα καὶ φιλόθεον μὴ ἀγέραστον ὀφθῆναί σε τῆς τῶν ὁμολογούντων θεοδοξίας, ἀλλὰ συμμετασχεῖν τῶν ἄλλων καὶ ὀνομαστὸν γενέσθαι καὶ τεθῆναι εἰς φῶς τῶν ἐν σκότει. Στῆθι οὖν, ὦ γενναῖε, καὶ πρὸς τὰ μέλλοντα, μὴ δεδοικώς τι· Χριστὸς γὰρ μετὰ σοῦ, ὁ νικῶν ἐν ἡμῖν καὶ νικήσας τὸν ἰσχυρὸν καὶ δοὺς ἡμῖν αὐτὸν ὑποπάτιον.