Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
323.1
Μεγαλῷ καὶ Μαρίᾳ μοναζούσαισ Τὸ γράμμα ὑμῶν τίμιον καὶ ἡ προσηγορία συνετή· ἡ δὲ ἀγγελία, τί εἴπω, ὀδυνηρὰ ἢ χαροποιός; ὁ ἐμὸς πατὴρ ἐξεδήμησεν, ὁ ὁμολογητὴς Χριστοῦ, ὁ δεύτερος Ἰώβ, τὸ ἐγκαλλώπισμα τῶν μοναστῶν, ὁ τῆς ἀγάπης δημιουργός, ὁ παντοφίλητος ἀνήρ, ὁ τοῦ θεοῦ ἄνθρωπος, ὁ πολύδακρυς ὀφθαλμός, ὁ φιλομαθὴς νοῦς, ὁ θείᾳ γνώσει πεπλουτισμένος, ὁ πολὺς ἐν ταπεινοφροσύνῃ καὶ πολλοστὸς ἐν συνέσει, ὁ περιφανὴς πρὸ σχήματος καὶ μετὰ τὴν μοναχικὴν τελείωσιν ὑπέρτερος, ὁ δεθεὶς ἐν ἀγάπῃ θεοῦ κἀντεῦθεν μισήσας κόσμον δούς τε προῖκα πάντα Χριστῷ, πολύολβον οὐσίαν, εἶτα διαζευχθεὶς περιδόξου ὁμοζύγου γένους τε καὶ φίλων καὶ συνήθων· ὁ καταλελοιπὼς περίγειον ἀξίωμα, οἶκον, πόλιν, πατρίδα, καὶ ταῦτα ἐν ἀκμαζούσῃ ἡλικίᾳ εὐπρεπείᾳ τε προσώπου καὶ ὕψει ἡλικίας, εὐσθενείᾳ τε σώματος καὶ ἀμφοτεροδεξιότητι τρόπων νοητῶν τε καὶ ὁρατῶν. καὶ πλέον τούτων ἄν τις εἰπὼν ἐλάττω ἔλθοι τῆς τοῦ ἀνδρὸς ἀρετῆς. οὗτος ᾤχετο, ἀνῆλθεν πρὸς Κύριον. ποῦ καὶ πῶς; ἀρθεὶς φόρτῳ ἐκ τῆς ποίμνης διὰ τὴν δύσοιστον νόσον, φυλακισθεὶς ἐν ἄστει ἄλλοις δύο ἔτεσι καὶ πρός, ἔπειτα ἐξορισθεὶς ἐν νήσῳ τινὶ κἀκεῖσε τελειώσας τὸν ὁμολογητικὸν δρόμον ὑπὲρ Χριστοῦ. Οὐκ ὀδυνηρόν μοι οὖν τὸ πάθος, ἀλλὰ καὶ λίαν περιχαρές· οὐ τέθνηκεν, ἀλλὰ μετέστη εἰς αἰώνιον ζωήν, οὐ γῆ αὐτὸν ἐκάλυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. ὑπέλαβεν αὐτὸν ἡ ὁμολογητῶν χορεία, ἡ ἀσκητῶν ὁμοσκηνία, ὅπου τὸ φῶς τὸ ἀληθινόν, ἔνθα αἱ μακαρίαι ἀναπαύσεις, ἀνθ' ὧν εἵλετο κόπων καὶ πόνων ἐν σαρκὶ ἀσκητικῶς τε καὶ ὁμολογητικῶς. νῦν μοι πανήγυρις, ἑορτή, θυμηδία, ἀλλὰ μὴν καὶ πᾶσιν ὀρθοδόξοις, προστάτην εἰς θεὸν παραπέμψασιν σύνδρομον τῶν προδραμόντων μαρτύρων τανῦν. ἀγαλλιάσθω ἡ ἐκκλησία ὅτι στύλους ἔτι κτᾶται, εὐφραινέσθω ὁ ἱερὸς θίασος ὅτι φωστῆρες ἐν κόσμῳ πάλιν ἀνίσχουσι, φρυκτωροῦντες τοὺς ἐν σκότει τῆς αἱρέσεως. ὤ, ὤ, πάτερ, πάτερ, ὡς καλός σου ὁ δρόμος, ὡς ὅσιον τὸ μνημόσυνόν σου, ὡς μακάριον τὸ ὑπόμνημά σου· ὅλος σὺ φαιδρός, ὅλος χαρίεις. τίς σε ἰδὼν οὐκ ἠγάπηκεν, τίς δὲ συντυχὼν οὐ γεγλύκανται; ἡ συνουσία σου ἐφετή, ἡ ἀρετὴ γνωριστική. τί τὸ λοιπόν; μέμνησο ὡς τῆς ποίμνης σου κἀμοῦ τοῦ σοῦ υἱοῦ, κἂν ἐλαχίστου καὶ ἐρριμμένου. οἶδας τὸν πόθον σου τὸν ἐν ἐμοὶ ὡς κἀγὼ τὸν ἐν σοὶ ἐμοῦ. βόησον ὑπὲρ πάσης τῆς ἐκκλησίας πρὸς Κύριον, δεήθητι καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ τάχει ἐλθεῖν πρὸς σέ, ἐν ᾧ τρόπῳ τετελείωσαι. Αὗται μέν μοι αἱ φωναὶ πρὸς τὸν κοινὸν πατέρα. ὑμᾶς δὲ παρακαλῶ μὴ προδοῦναι τὴν πίστιν, ὁσίως βιοῦν ὡς ἐκείνου ὄντες θατέρα θατέρως, ἡ μὲν ὁμόζυγος, ἡ δὲ τῆς ὁμοζύγου ὁμαίμων, ὡς ἂν σὺν ἐκείνῳ δόξης τῆς ἀιδίου ἀπολαύσοιτε. 324 Γενναδίῳ τέκνῳ Ἃ μὲν γέγραφας, τέκνον, ἔγνων, καὶ ἃ γέγραφας πεποιθήσεως καὶ περιποθήσεως δείγματα· ἀλλ' ἡμεῖς οὐχ ὡς νομίζεις καὶ λέγεις, ἁμαρτωλοὶ δὲ καὶ ἐνδεεῖς φωτός. πλὴν ἡ πίστις σου σωσάτω σε ὅπουπερ ἂν ᾖς, τοῦτο μὲν ἐκ τῆς φονοκτονούσης αἱρέσεως, τοῦτο δὲ καὶ ἐκ πάσης ἁμαρτητικῆς ἐνεργείας. καλῶς ἐπιθυμεῖς ῥυσθῆναι τοῦ φθοροποιοῦ κόσμου, λύτρωσις δέ ἐστιν ἡ φυγὴ τῆς ἁμαρτίας, ἧς ἡ πρᾶξις θάνατος αἰώνιος καὶ ἡ ἀποχὴ ἀίδιος ζωή· ὁ οὕτω βιῶν οὐδὲν δέδοικεν, οὐδένα πτοεῖται. Οὕτως εὔχομαί σε διαζῆν, ταὐτῶς καὶ σὺ περὶ ἐμοῦ, ἠγαπημένε υἱέ μου, τὴν εὐχὴν κράτει. 325 Καλλίστῳ τέκνῳ Ἐν βραχέσι συλλαβαῖς ἡ ἐπιστολή σου, τέκνον. καὶ εὖγε· ἀρκεῖ γὰρ σημᾶναί σε ὅτι ἔρρωσαι, ἐπειδὴ πυκνάζεις ἡμῖν τὸ γράφειν καὶ πολλαὶ αἱ ἐπιστολαὶ τῶν προσώπων. ἔνθεν κἀμοὶ βραχὺ τὸ γράμμα. ὑγιαίνειν με ἴσθι καὶ εὔχεσθαι ὑπὲρ σοῦ. 326 Κληδονίῳ τέκνῳ Τί με ἐγκωμιάζεις, ὦ τέκνον, τὸν ἀνεγκωμίαστον; τί δὲ ἐπιζητεῖς τὴν ταχεῖαν ἀπαλλαγὴν τῶν λυπηρῶν; εἰκότως μὲν τὸ δεύτερον, ἀλλ' ὅμως μακροθυμητέον, ἕως ἂν ἐπίδοι Κύριος καὶ τὴν κάκωσιν τοῦ λαοῦ αὐτοῦ ἰάσηται· ὡς γὰρ οὐκ ἐνδέχεται κάμνοντα ἀναρρωσθῆναι, ἕως ἂν ἡ ὑποκειμένη τῷ στομάχῳ ὕλη ὑπὸ πυρετοῦ μὴ ἐκδαπανηθείη, οὕτω δὴ καὶ τὴν εἰρήνην τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἀμήχανον ἀναλάμψαι, μὴ τῆς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν κακώσεως ἐνδίκως ὑπὸ τῆς μαστι γούσης ἡμᾶς αἱρέσεως ἐκτριβείσης· μάστιξ γάρ ἐστι τοῦ θεοῦ, μικρὸν παιδεύουσα τοὺς φιλοῦντας αὐτόν, ἔπειτα καιρῷ τῷ καθήκοντι ἰωμένη. καὶ οὕτως ἄνωθεν καὶ ἀπ' ἀρχῆς τὰ καθ' ἡμᾶς ᾠκονόμηται. εἰ δὲ τοῖς μαθητιῶσι τηλικαύτη ἡ μάστιξ, τί τὸ κρίμα τῶν ἀπειθούντων καὶ διωκόντων; δῆλον ὅτι ἀπέραντον κατὰ τὴν τιμωρίαν. Διὸ στῶμεν, ἀδελφέ, καὶ ὑπομείνωμεν τὸν Κύριον, ἵνα συνδοξασθῶμεν αὐτῷ. ἥσθην ὅτι οὐ μεμόνωσαι. ἀλλὰ τί πρὸς τὸν Λεόντιον καὶ τοὺς δυοῖν ἀδελφούς; εἶδες ἀμφοτέρων, ὡς εἶπας, κακίαν, τοῦ μὲν τέλεον ἠσεβηκότος καὶ ἰουδαϊκῶς προστατεύοντος, τῶν δὲ ζητούντων ὅπως σὺν αὐτοῖς ὀλέσωσίν σε; ἀλλὰ σύ, ὦ τέκνον ἀγαπητόν, ὡς υἱὸς φωτὸς διάμεινον, μὴ ὁμοιωθῇς τοῖς ἀνόμοις, τοῖς ἀπὸ θεοῦ ἀφεστηκόσι καὶ τῷ σατανᾷ ἑαυτοὺς πεπρακόσι. φύγε ἐκ τῆς πόλεως, ἐπεὶ ἁλώσῃ· ἔχεις τὸν Χριστὸν ἐπίκουρον, αὐτός σε διασώσειεν. εὔχου μοι πλεῖστα. 327 Μελετίῳ τέκνῳ Ἀφ' οὗ ἔμαθον ἀπατηθῆναι τὸν ἐλεεινὸν Γρηγόριον διὰ τῆς ἀσεβοῦς ὑπογραφῆς, ἐμερίμνων, τέκνον, τὰ κατὰ σὲ πῶς εἴη· καὶ ὡς ἐδεξάμην σου τὸ γράμμα ἀναγγέλλον τὴν ἐξ αὐτοῦ σου διάζευξιν, ἐστέναξα μὲν ἐπ' ἐκείνῳ πῶς ὄλωλεν καὶ ὅπως ἐπιπλάστως ἐδόκουν θεοσεβεῖν οἱ ἀμφότεροι (πάντως γὰρ καὶ ὁ Βασίλειος ἴσα φρονεῖ), εὐχαρίστησα δὲ τῷ θεῷ μου ἐπὶ τῇ σῇ διασώσει, ὅτι σὲ οὐ κατέπιεν ὁ δράκων, ἀλλ' ὡς ἐκ κήτους θαλασσίου ἀνειλκύσθης τῆς φθοροποιοῦ αἱρέσεως. Μένε οὖν, τέκνον μου ἀγαπητόν, καθὰ διεσώθης, ὑφέλκων πρὸς ἑαυτὸν καὶ ἑτέρους τῶν ἀπαχθέντων ἀδελφῶν ἐν ἀγνοίᾳ (μᾶλλον ἀπειθείᾳ) ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ, ἀληθὲς δὲ εἰπεῖν ἀπὸ θεοῦ. ὁ γὰρ ἀλόγως τοῦ ἰδίου ποιμένος ἀπορρηγνύμενος πῶς οὐχὶ τῆς ἀληθείας ἐστὶν ἀποσπώμενος; ἀλήθεια δέ ἐστιν ὁ θεός, ὃς καὶ φυλάξειεν καὶ στηρίξειεν. καὶ εἰ εὐδοκήσειεν συλληφθῆναί σε ὑπὸ τῶν χριστομάχων, δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν πάντα μέχρις αἵματος τῶν ὑπὲρ αὐτοῦ παθημάτων. 328 Ἰακώβῳ τέκνῳ Γέγραφάς μοι τοῦτο κἀκεῖνο πολλοῖς λόγοις ἐπαινῶν με, ἀλλ' ἐγὼ οὐδὲν ἐμαυτῷ συνεπίσταμαι ἀγαθὸν ἔχων. σοὶ δὲ ἐγὼ εὔχομαι ἐναρξαμένῳ καὶ τελειῶσαι τὸ ἔργον τοῦ θεοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας Χριστοῦ. διὸ καρτέρει, τέκνον μου ἠγαπημένον, τὰ τῆς φυλακῆς, τὸν ἔσω ἄνθρωπον καθαίρων δι' αἰχμαλωσίας τῶν ἐναντίων λογισμῶν· οὕτω γὰρ ἐμπαράσκευος ἔσῃ ἀεὶ πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον. μακάριος οὐχ ὁ ἐναρξάμενος καλῶς ἁπλῶς, ἀλλ' ὁ τελειώσας τὸ ἔργον Χριστοῦ. τὸν ἀδελφὸν Λουκιανὸν κἀγὼ πενθῶ, ἀλλ' ὅμως ἥττηται κατὰ τὰς ἁμαρτίας μου, καὶ τὸ ἀνακαλέσασθαι ἧτταν δυσχερές. Προσεύχου περί τε αὐτοῦ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀενάως. 329 Εὐπρεπιανῷ τέκνῳ Ἐγώ, ὦ τέκνον, ἐπειδὴ ἐλθὼν σὺ πρός με εἰς Ἀνατολικοὺς ὑπέμνησας φιλεῖν σε, ἐγκεκλεῖσθαι μὲν τῷ διωγμῷ ἀπέτρεψα τότε, ἡνίκα δὲ διέστης τῶν ἀδελφῶν, ἐδόκουν τὸ πλεῖστον διὰ τὸ ἀγαπᾶν σε ἡσυχίαν τοῦτο πεποιηκέναι καὶ οὐκ εἰς πολὺ ἐλάττωμά σου ἡγούμην αὐτὸ εἶναι· διὸ καὶ ἀνιστόρουν κατὰ νοῦν ἐπὶ τὰ Προυσινὰ ὄρη ἐνδιατρίβειν σε καὶ δουλεύειν τῷ θεῷ, καὶ ἔχαιρον. ὡς δὲ νῦν ἤκουσα οὐδὲν τοιοῦτον, ἀλλὰ κωμάσαντα δῆθεν οἰκονομίας τοῦ μὴ ἁλῶναι τῇ αἱρέσει καὶ ἀσπροφοροῦντα, μόνον τε ὄντα καὶ μειζοτερικῶς ἤγουν κουρατορικῶς τῇ ἡγουμένῃ δουλεύοντα ζῷά τε ἐπαγοράζοντα καὶ φορτοκομεῖν ἐκ τῶν ἔσω ἔξω, ἐξιόντα τε καὶ εἰσιόντα, ἐξέστην, παρείθην, ἐγενόμην ὡσεὶ νεκρός. οὐαί μοι, τῷ ἀθλίῳ· ἀδελφέ, τί πεποίηκας, πῶς ἐτόλμησας τοῦτο ὅλον πρᾶξαι; ὁ πρὶν ὁμολογητὴς ἐπί τε τῶν μοιχειανῶν καὶ νῦν τῶν εἰκονομάχων ἄρτι χριστέμπορος, ἐμπορίαν ἡγούμενος τὰ θεῖα· ὁ πάλαι ἀκριβὴς μέχρι βλέμματος νῦν γυναικόδουλος, ἵνα μή τι χεῖρον εἴπω· ὁ λίαν φυγὰς τῶν ἰδίων ἄρτι ὀπισθόρμητος καὶ σὰρξ καὶ αἷμα ἀδελφοῖς συζῶν· ὁ φυγόπατρις ἄρτι λωποδύτης. φησί που ὁ θεῖος Βασίλειος, καὶ τὸν συγκλητικὸν ἀπώλεσας καὶ μοναχὸν οὐκ ἐποίησας, καὶ ταῦτα διὰ τὸ μὴ ἀκριβῶς αὐτὸν ζῆν, ἀλλὰ παρακατασχεῖν τινα τῶν αὐτοῦ χρημάτων. σὺ δέ, συγχώρησον, οὐκ ἀπώλεσας τὸν μοναχόν, ἀλλ' ἤρνησαι· τί σε καλέσωμεν; μοναχόν; ἀλλὰ κωμαστὴς σύ. ἀλλά, φησί, λέγεις ἔνδον φορεῖν μαῦρον καὶ ἐν καρδίᾳ μὴ ἐξαρνήσασθαι. τοῦτο καὶ νῦν πάντες καὶ οἱ κοινωνοῦντες τῇ αἱρέσει λέγουσι. κρεῖττόν σοι, ἄνθρωπε, ἦν κοινωνῆσαι τῇ αἱρέσει καὶ μετανοεῖν ἢ ῥίψαντα τὸ ἅγιον σχῆμα ἀμετανόητον εἶναι· ῥίψας γὰρ αὐτὸ τὸν υἱὸν τοῦ θεοῦ κατεπάτησας, τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσω, τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας. διὸ οὐδὲ τῶν ἁγιασμάτων μετασχεῖν ἄξιος εἶ. ὤ, ὤ, τί ἔπραξας, καὶ ταῦτα ἐπιστήθιος ὤν; κατήγαγές με εἰς τὰ ᾅδου ταμιεῖα, ἐκέρασάς μοι ποτήριον θανάτου· ἔλαβέν σε ὁ διάβολος διὰ τρόπου ὅπου ἐβούλετο. Ἀλλὰ ἀνάνηψον, τέκνον μου καλόν, Εὐπρεπιανέ· ἐπαίχθης ὑπὸ τοῦ σατανᾶ, δοκήσας παῖξαι αὐτόν, πρὸς ἡμέρας τινὰς κατὰ περίστασιν ὑπακοῇ πατρικῇ καὶ διακονίᾳ ὑποφορῆσαι ἄσπρα καὶ κατακαλῦψαι τὴν κεφαλήν, ὥσπερ ἐποίησας σύ, ἐν ἐμοὶ ἐν τῇ φυλακῇ νύκτωρ ἐλθὼν διὰ τῶν κεραμιδίων. ναί, ἐνδέχεται, καὶ αὖθις ἀπιέναι οἴκοι καὶ ἀπορρῖψαι τὸ κάλυμμα τῆς κεφαλῆς καὶ τὸ ἐπανωφόριον καὶ ἔχεσθαι τῆς θείας ἐργασίας. οὕτως δέ, ὡς σὺ ἦς, ῥιψοσχημία ἐστίν. ἐλέησον σεαυτόν, ἀδελφέ, κἀμέ, τὸν ἀνάξιόν σου πατέρα καί, ἅμα δέξῃ τὰ γράμματα, καὶ τὴν κόμην κεῖρον καὶ τὸ λευκοφόρον ἀπόρριψον καὶ μετὰ ἀδελφοῦ συνδέθητι καὶ ὡς οἱ λοιποί σου ἀδελφοὶ καθέσθητι, ἀντιγράφων μοι εὐθύς, ἵνα πάλιν ἀνταποκριθῶ σοι. οἶδα ὅτι δοκῶν καλὸν ποιεῖν τοῦτο ἔπραξας. ἀλλὰ ἀνάλυσον, τοῦ πονηροῦ ἐστι δρᾶμα. 330 Σπαθαρίᾳ τοῦ Φλαβίου Ἐν καιρῷ πειρασμοῦ οἱ ἀληθινοὶ φίλοι δοκιμάζονται ὥσπερ καὶ οἱ λιμένες, τοῖς χειμαζομένοις ἐκ καταιγίδος εἰς ὑποδρομὴν φαινόμενοι· καὶ γὰρ εἶ ὡς ἀληθῶς γυναικῶν εὐγενεστάτη καὶ εὐσεβεστάτη, ἄνωθεν καὶ ἐξ ἀρχῆς λιμὴν ὁμοῦ καὶ περιοχὴ πολλῶν ψυχῶν ἀστέγων καὶ ἀτρόφων. καὶ οὐκ ἔστι σχεδόν τις ἐν τοῖς μονασταῖς ὁ μὴ μεγαλύνων σου τὸ ὄνομα καὶ διηγούμενος τὸ φιλόξενον, κἂν αὐτὸς οὐ πέπονθεν, ἀλλ' ἐκ τῶν πεπονθότων ἀκροασάμενος, ὡς καὐτὸς ἐγώ, οὐ μόνον ἔτι ὢν ἐν τοῖς αὐτόθι, ἀλλὰ καὶ ἀπὼν μακροτέρως. τίνες δὲ οἱ ἀπαγγείλαντες; οὓς ὑπεδέξω καὶ ἐτροποφόρησας ἐν τῷ παρόντι καταποντισμῷ τῆς δυσσεβοῦς αἱρέσεως· ἧς ὑπερπλέειν σε εὔχομαι τῷ θεῷ μου, πηδαλιουχουμένην τῷ ἔμφρονι λογισμῷ τῆς εὐσεβείας, ᾗ συνέζησας καὶ ἣν ἐκτήσω ἄνωθεν ὑπερσύμβιον καὶ ἥ σε παραστήσει τῷ θεῷ ἐν τῇ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ εὐμενῶς κληρονομοῦσαν τὴν αἰώνιον ζωήν. Ταῦτά σοι εὔχομαι ὁ ἁμαρτωλὸς διὰ τοὺς περὶ Ἰγνάτιον ἀδελφοὺς ἡμῶν, τιμιωτάτη κυρία. 331 Μαρίᾳ μοναζούσῃ Ἀγαθὸν ὄνομα ἠκουτίσθη μοι τῆς τιμιότητός σου καὶ πρᾶξις δεξιὰ καὶ βίος ἐνάρετος παρ' ὧν ἀδελφῶν ἡμῶν ξενίζειν καὶ περιέπειν ἀπὸ θήρας τῶν διωκόντων εἵλετο ἡ θεοφιλία σου. καὶ χάρις τῷ θεῷ, ἔχοντι πολλοὺς ἐν ἀφανείᾳ βιωτικῇ περιφάνειαν ἔχοντας θεϊκήν· καὶ γὰρ ὁ Χριστός, παρωσάμενος τὰ ἐν κόσμῳ ἔνδοξα ἐν τῇ διὰ σαρκὸς ἐπιδημίᾳ αὐτοῦ, τὰ ἀσθενῆ καὶ ἐξουθενημένα ἐξελέξατο, ἵνα καταισχύνῃ τὰ πλούσια καὶ ὑψαυχοῦντα κατὰ σάρκα. ἐχέγγυον τῆς πολιτείας σου ταύτης ἡ τῶν ἀδελφῶν ἐστι πρόσληψις· οὓς σκέπουσα νόμιζε Χριστὸν σκέπειν (δι' αὐτὸν γὰρ ἡ φυγαδεία), ἔχουσα καὶ τὴν οἴκοθεν ἀρετὴν εἰς κλέος σωτηρίας. ἐφ' ᾗ φυλαχθείης αὔξουσα ἔτι ἐν ἀγαθοῖς, φρουρουμένη θεοπρεπῶς, πρεσβυτικὴν ἀρετὴν προσφέρουσα Κυρίῳ ὡς ἡ ἀοίδιμος Ἄννα καὶ εἴ τις ἄλλη τῶν ἐπαινετῶν ἐν γήρει πίονι λατρευσασῶν θεῷ. 332 Συμεὼν μονάζοντι Δεξάμενος ἐπὶ χεῖρας τὴν τῆς ἁγιωσύνης σου ἐπιστολὴν καὶ ἀναγνοὺς καὶ διδαχθεὶς ἕκαστα τῶν συμβεβηκότων αὐτῇ τε καὶ τοῖς σὺν αὐτῇ ἁγίοις πατράσιν ἡμῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς διὰ τὴν ἁπάντων ἱερὰν φυγαδείαν καὶ ἀλλοδαπῇ μετανάστασιν καὶ πειραστικὴν καὶ θλιπτικὴν διὰ τῆς ὧδέ τε κἀκεῖσε ἀπαγωγῆς τε καὶ φρουρητικῆς παρὰ τῶν ἀθέων καταπράξεως, ὁμοῦ μὲν ἐστέναξα ὁ ταπεινός, εἰς οἷα ἤγαγεν ὁ χρόνος πειραστήρια τὰς ἐκκλησίας τοῦ θεοῦ κατασκοπῶν, ὁμοῦ δὲ ἐμακάρισα τὰ ἆθλα τῶν δεδιωγμένων ἕνεκεν Χριστοῦ, ἔπειτα καὶ σέ, τὸν ἄγγελον ἡμῖν γεγονότα ἁπάντων τῶν δραματουργηθέντων, οὐκ ἀποκνήσαντα πρός με τὸν οὐδενὸς ἄξιον καὶ χεῖρα ἐπὶ τὸ γράψαι δοῦναι καὶ ἰχνομυθῆσαι ὅλην τὴν τῆς κακώσεως ὑπόθεσιν. ἀνθ' ὧν εὐλογήσαι σε Κύριος στηρίξαι τε ἐπὶ πλέον καὶ βεβαιώσαι ἐν τῇ ἀμειλίκτῳ ἐνστάσει τῆς μαρτυρίας Χριστοῦ. Καὶ γὰρ ἔμαθον ὅτιπερ συμβαλὼν μετὰ τὴν ἔνστασιν τῷ ἀσεβάρχῃ Ἰωάννῃ οὐχ ὑπεστάλης οὐδὲ δεύτερος ἦλθες τῆς εἰς λόγους συμπλοκῆς, ἀλλὰ στερρῶς ἀντικαταστὰς περιεῖλες αὐτὸν καὶ ἀπεστομάτισας νεανικῶς λόγῳ ἀληθείας τῆς δοθείσης σοι ὑπὸ ἐνεργείας τοῦ Ἁγίου Πνεύματος. καὶ γὰρ οὐδὲ πάρεστιν ἐν τοῖς ἠπατημένοις δύναμις λόγου, ἐπεὶ μηδὲ φῶς οὐδὲ ἀληθείας ἀπόδειξις οὐδέ τι εὐθὲς οὐδὲ ὅσιον, ἐν σκότει διαπορευομένοις τῇ ἀσυνέτῳ καρδίᾳ καὶ μεμωραμένῃ σοφίᾳ, τἀληθὲς δὲ εἰπεῖν, ἀσοφίᾳ καὶ ἀμαθίᾳ καὶ τυφλότητι. ἓν δὲ μόνον καὶ πρῶτον καὶ τελευταῖον, ἡ ἐξουσία τοῦ σκότους· τοῦτο αὐτοῖς καὶ λόγος καὶ ὅρος καὶ πίστις καὶ δόξα καὶ ὅπλον. ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. τί γὰρ οὐκ ἔδρασαν ἀσεβές τε καὶ ἰουδαϊκόν; Χριστὸν ἐνύβρισαν, τὴν Θεοτόκον, τοὺς ἁγίους· ὧν γὰρ οἱ σωματικοὶ χαρακτῆρες ἀτιμάζονται, αὐτοῖς ἐκείνοις ἡ ὕβρις ἀναπέμπεται τοῖς πρωτοτύποις, καὶ διὰ τοῦτο εἰκότως Ἀντίχριστοι ῥηθεῖεν οἱ εἰκονομάχοι, ἐπειδὴ λέγει ὁ Θεολόγος καὶ εὐαγγελιστής, καὶ νῦν πολλοὶ Ἀντίχριστοι. Ταῦτα μικρὰ μὲν πρὸς τὴν σὴν σύνεσιν, τῆς ἀγάπης δὲ σύμβολα τῆς ἐν ἑνὶ φρονήματι καὶ μιᾷ ψυχῇ δοθείσης ἡμῖν ὑπὸ θεοῦ. ἀλλά μοι προσεύχου, ἀδελφὲ καλέ, τὰ ἴσα σοι ἐναθλεῖν, καὶ γνωρίσαι μοι πάλιν ἀξίωσον ὅπως σύ τε διάγοις καὶ ὅπως ἔχει καὶ ἕξει τὰ τῆς ἱερᾶς σου συνοδίας. 333 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ὅσον μὲν ἀπὸ γραμμάτων, οὐκ ἔμαθον τὰ τῆς ὑγείας σου. ἀλλὰ φεῦ τῶν ἁμαρτιῶν μου, ὅτι οὕτω γέγονεν· ἐδηλώθη γάρ μοι ὑπὸ τῶν ἀδελφῶν ἡ τούτων μεθ' ἑτέρων ἀπώλεια. καὶ ἴδε, τοῦ διαβόλου ἐνέργεια. ἀλλὰ δόξα τῷ θεῷ τῷ κρύψαντι αὐτὰ ἀπὸ τῶν κρατούντων· ἤμελλον γὰρ πολλοὶ κινδυνεύειν. ἀλλ' ὅτι καὶ οἱ ἴαμβοι συναπώλοντο, οὓς εὖ ποιῶν ἐμέτρησας κατὰ τῶν εἰκονομάχων (οὐ πάντως δὲ ἀμεταγράφους καὶ ἀπαρασημειώτους ἔμελλες αὐτοὺς πέμπειν), ταῦτα μὲν ἐλύπησεν ἡμᾶς, ὡς τὸ εἰκός. ἐγὼ δὲ ὁ ταπεινὸς καὶ αὖθις προσαγορεύω τὴν ἁγιωσύνην σου, γλιχόμενός σου τὸ τίμιον πρόσωπον (καὶ τίνος γὰρ πρὸ σοῦ; καὶ οὐχὶ ἀεί;), οὐ τοσοῦτον ἐκ φύσεως ὅσον ἐκ συμπράξεως, οὐ τῆς χαμόθεν ἐγειρομένης, ἀλλ' οὐρανόθεν ἐνεργουμένης ἐκ πρώτης βαλβῖδος σχεδὸν μέχρι τοῦ δεῦρο, ὡς ἴσασι πάντες καὶ ἐμόρφωσαν οἱ γεννήσαντες, εἴπω καὶ σωματικῶς καὶ πνευματικῶς. εἴη δὲ μένειν ἡμᾶς καὶ πρὸς τὸ ἑξῆς ὡσαύτως καὶ μή με διαιρεῖσθαί σου τῆς ἀρετῆς πλήθει τῶν ἁμαρτιῶν, ἐκ θείας φιλανθρωπίας συγκροτουμένους καὶ ἐντεύξεως τῶν εἰς φῶς ἐνεγκόντων. Τὰ μὲν δὴ τῆς εὐχῆς τοιαῦτα. τὰ δ' ἄλλα, οἷα καὶ ὅσα ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ στεναγμῶν καὶ ὀδυρμῶν ἄξια, ἤδη πάντως ἀκούοις· ἃ γὰρ οὐδὲ οἱ πάλαι αἱρετίσαντες ἔπραξαν κατὰ Χριστοῦ, ταῦτα μανικώτερον ἐξείργασται νῦν. καὶ Χριστὸς καθεύδει, καὶ ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα κεκορύφωται, πανωλεθρίαν ποιοῦσα. ἀλλ' εἴησαν σὺν σοὶ οἱ γνησιεύοντες τῶν μαθητῶν, Χριστὸν εἰς ἐπιτίμησιν καὶ καταστόρεσιν τῆς κινδυνεύσεως διεγείροντες. οἴχεταί μου καὶ ὁ τοῦ σχήματος ἀνάδοχος, ἀνὴρ ἀγαθός, ὁμολογίας ἆθλον ἀπενεγκάμενος ἐν τοιαύτῃ χαλεπωτάτῃ νόσῳ, ὡς ἐνδεῶς ἔχειν καὶ τοῦ ἐπὶ κλίνης στρέφεσθαι· πῶς; ἐνστὰς καὶ ἀρθεὶς καὶ φυλακισθείς, εἶτα καὶ ἐξορισθείς, καὶ ταύτῃ τὸ μαρτύριον τελέσας. οὐ παρεῖδεν οὖν αὐτοῦ Κύριος τοὺς ὑποτακτικοὺς κόπους, ὁπόσους οἶσθα, κἂν ἑάλω κατὰ τὰς ἁμαρτίας μου ἐν τοῖς μοιχειανοῖς φειδοῖ τοῦ σώματος, οὐ συναιρούμενος τῷ φρονήματι, ὡς τὰ πράγματα ἐδείκνυ. διὰ τοῦτο ὑπὸ θεοῦ καὶ ῥαγεὶς τῆς συμμορίας ἑτεραλκέα τὴν νίκην πεποίηται ὥσπερ καὶ ὁ Μηδικιώτης, ἀλλὰ μὴν καὶ ὁ Νικαίας, ὡς γράμμασιν αὐτοῖς ἐπιστώθην. καὶ τί λέγω τοῦτον κἀκεῖνον; καὶ γὰρ πείθομαι καὶ ἕκαστον τῶν ἐνισταμένων οὕτως ἔχειν· ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ ἀληθινὸς ἡμῶν πατριάρχης ὁμολογῶν ἐστι τὴν ἀλήθειαν, ὡς ἔμαθον ἐκ στόματος τοῦ παρ' αὐτοῦ ἀκηκοότος καὶ ἐπαινοῦντος τὴν τότε ἔνστασιν. Εἴρηκα ταῦτα, ὁμοῦ μὲν τὸν ἐκδημήσαντα εἰκότως ἀποτιμῶν, ὁμοῦ δὲ καὶ τῇ σῇ ὁσιότητι γνώριμα καθιστῶν τὰ ὀφειλόμενα. ἀλλ' οἶδας ὅτι τὸ ἐγκόλπιον κακὸν Λεόντιος ὁ ποτὲ ἡμέτερος ὡς συναπήχθη τοῖς μοιχειανοῖς πρότερον καὶ νῦν προστάτης τῶν εἰκονομάχων. διὰ τοῦτο καὶ τὰ Στουδίου παρέλαβεν καὶ τοῦ Σακκουδίωνος ἀνόμως ἄρχει. ἐξ ἀκαθάρτου οὐδὲν καθαρόν· οἷος ὁ φύσας κατὰ σάρκα, τοιοῦτον δὴ καὶ τὸ γέννημα. ὃν ὁ θεὸς μεταστρέψειεν εὐχαῖς σου ἁγίαις κἀμὲ στηρίξειεν τὸν ἁμαρτωλὸν εἰς φόβον αὐτοῦ. τοὺς ἠξιωμένους ὑπηρετεῖσθαι τῇ τιμιότητί σου προσφθέγγομαι. ὁ σὺν ἐμοί σε δουλικῶς προσκυνεῖ.