Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 334 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
334.1
Ἀθανασίῳ τέκνῳ Χαίρω, τέκνον, δεχόμενός σου γράμμα τῆς ἐμμελείας, ἐξ ὧν οὐ μόνον τῆς φωνῆς σου ἀκούων ἥδομαι, ἀλλὰ καὶ τὴν προκοπὴν τῆς ὑπαγορείας ὁρῶν εὐφραίνομαι. χρῷ τοιγαροῦν τῷ γράμματι, ἐπὰν κατ' ἀμφότερα λυσιτελοίη· ἐπεὶ καὶ τὰ φρέατα ἀντλούμενα εὐρύνεται τοῖς ῥείθροις, ταῦτ' ἤδη καὶ γλῶττα ἐξεργαζομένη τὰς ἐπιστολάς. ἐγὼ δὲ οὐκ οἶδά τι ἐμαυτῷ δεξιόν, κἂν πλείονα τοῖς κατ' ἐμοῦ ἐγκωμίοις διεξερχόμενος εἴης· ἀλλά με τοσοῦτον συστέλλεις, ὁπόσον καὶ ἐπαινοίης, αἰσθόμενον τὰ κατ' ἐμαυτόν. εἰ δέ τι ὑμῖν φαίνοιτο εἰς ὄνησιν τῶν παρ' ἡμῶν λεγομένων, τῷ θεῷ ἀναθετέον τὸ πρᾶγμα, παρ' οὗ δι' ὑμᾶς καὶ ἐν τῷ τυφλῷ φῶς καὶ ἐν τῷ ἀλόγῳ λόγος, μικρός τις καὶ πενιχρός· ὃν οὐ συστελτέον, ἀδελφέ, ἀλλ' ἐξεργαστέον δέει τῆς ἀπειλῆς καὶ ἐλπίδι τῆς ἀποδοχῆς. ὅτι δὲ ὧδέ τε κἀκεῖσε περιέρχῃ, τόπον ἐκ τόπου ἀμείβων φειδοῖ τῶν διωκόντων, πῶς οὐ τοῦ καιροῦ, ὃ καὶ τληπαθὲς καὶ στενακτικόν; ἀλλ' ὅτι διὰ Χριστὸν εἴη, χαρμονικὸν καὶ διανυστικόν. Εὖ δὲ ποιήσαι Κύριος τῷ ἀγαθῷ σπαθαρίῳ, ξεναγοῦντι καὶ περιέποντί σε διὰ Χριστόν· ὅς γε κἀμοὶ χρηστὸς ὦπται ἐν πολλοῖς. τανῦν ἐπέστειλα τῷ ἀρχιεπισκόπῳ, τὸ δὲ μὴ πρότερον, ὡς ὑπέλαβες, μὴ ἀντίδοσιν τῶν προαγόντων δεξάμενος· ἐπεὶ ἐμοὶ τίς προτιμότερος ἐν κόσμῳ ἐκείνου ἐφ' ἅπασιν, ὡς τὸ εἰκὸς ἔχει καὶ δίκαιον; εἶδες δὲ σκαιωρίαν τοῦ δαίμονος, ὅτι ἀπώλοντο αἱ ἐπιστολαί· ἀλλὰ δόξα θεῷ τῷ μὴ ἔκφορα ποιήσαντι τὰ γράμματα τοῖς κρατοῦσιν. κεκοίμηταί μου ὁ πνευματικὸς πατήρ, καθὰ ἐσήμανας. ἀλλὰ ἀνάγνωθι τὴν ἐπιστολὴν τοῦ ἀρχιεπισκόπου κἀκεῖθεν γνοίης ὅσον ἐστέναξά τε καὶ ἐλάλησα καὶ περὶ ἑτέρων προσώπων. εἴη δὲ ἐν ἀναπαύσει καὶ ὁ στρατηγήσας ὁμώνυμός μου καὶ δι' αὐτὸ τὸ μνημονεῦσαί μου τοῦ ἀναξίου ἐν τοῖς τελευταίοις. ὡς ἐπαινετὸς σύ, παρὰ τοιούτων προσκαλούμενος καὶ ἐπὶ τοιαύταις ὑποθέσεσιν· ὀφθείης ἔτι ὁσιώτερος καὶ αἱρετώτερος ὑπὸ πολλῶν διὰ τὸ τὸν ἕνα σε καὶ μόνον Κύριον τῶν ἁπάντων θεραπεύειν· ᾧ μάλα προσκολλώμενος μᾶλλον ὑψωθήσῃ καὶ τιμηθήσῃ, εἴπερ ἀληθεύει λέγων, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Τί δὲ τοσαύτην ἕλκεις νηστείαν, ἀδελφέ, τριημερίζουσαν; εὖ ποιεῖς, δουλαγωγῶν τὴν σάρκα καὶ ὑποπιέζων· ἀλλὰ τήρησον μέτρον, ὃ δύνῃ ἀποπερᾶναι μεθ' ὑγείας τοῦ σώματος, καὶ τοῦτο κράτιστον. τὸ λοιπὸν προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ εἰς τὸ σῴζεσθαι. ὁ σὺν ἐμοὶ προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι. 335 Ἄνθῳ τέκνῳ Καὶ γράφων σοι, τέκνον, καὶ μὴ γράφων ἀληθάργητόν σε ἔχω ἐν τῇ ταπεινῇ μου ψυχῇ οὐ μόνον διὰ τὴν ἐκ παιδὸς ἐπιμέλειάν σου τῆς ψυχῆς, ὅτι οὐ παιδικὰ καὶ νηπιάζοντά σου τὰ φρονήματα, γηράλεα δὲ καὶ ἀνδρικά, οὐκ ἐμπαρέντος ἐν ἀκαθέκτοις ὁρμαῖς καὶ φαύλοις δράμασιν, ἀλλὰ γὰρ καὶ διὰ τὸ συνεῖναί σε τῷ ἐμῷ μόνῳ ἀδελφῷ καὶ σοῦ πατρί· ἀρετῆς γάρ σου οὐ τῆς τυχούσης δεῖγμα, ἐκ πάντων εἰλῆφθαι αὐτῷ εἰς συγκακοπάθησιν εἴτουν ὑπηρεσίαν. ἔχου τῆς διακονίας σου, ὡς ἐν ὀφθαλμοῖς Κυρίου πάντα ποιῶν καὶ λέγων, ἐν ᾧ ὁ μισθός σου πολὺς καὶ ἡ δοκιμή σου χρυσῆ καὶ ἡ πίστις σου ἀκραιφνής, καὶ ἡ ἐμὴ τοῦ ταπεινοῦ πρὸς σὲ ἀγάπη Χριστοῦ γνησιωτέρα καὶ ἀποδοχὴ τῷ ὄντι πολυτελεστέρα. Βραχέα ταῦτα, ἀλλὰ δυνάμεως ἱκανῆς. προσεύχου, τέκνον ἠγαπημένον, περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ σου πατρὸς θερμῶς. 336 Εὐχαρίστῳ τέκνῳ Καὶ πάνυ σοι χρεία ἐπιστεῖλαί με, ὦ τέκνον, κἂν αὐτὸς σὺ οὐκ ἐπεζήτησας· ἆρα γὰρ οὐκ ἐπαινετὸς καὶ ἀξιόδεκτος, ὅτι μόνος σχεδὸν ἀνατλᾷς κόπους καὶ ὁδοιπορίας κινδύνους τε καὶ περιστάσεις, διακονῶν τῷ ἁγίῳ ἀρχιεπισκόπῳ; ὡς μακαριστόν σου τὸ ἔργον, ὡς ἀθλητικόν σου τὸ δρᾶμα· ἐν μέσῳ παγίδων εἵλω διαβαίνειν, ἐπ' ἀνθράκων πυρὸς περιπατεῖν· τοιαῦτα γὰρ τὰ τῶν δυσσεβούντων. Ἀλλ' ἔτι ἴσχυε, τέκνον, καὶ ἀνδρίζου· τὴν διακονίαν σου πληροφόρησον, πολυπλασίασον τὸ τάλαντον, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακαριζόμενος εἰς αἰῶνας. τὸ λοιπὸν προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ σου πατρός. 337 Λέοντι Εὖ πεποίηκας, τέκνον πνευματικόν, ἐπιστείλας ἡμῖν, εἰ καὶ βραχέα, πλὴν ὅτι ἀρκοῦσαν ἔχοντα δύναμιν τῆς συνέσεώς σου καὶ ὑποδεικνύντα ὅτι, εἰ καὶ τῷ σχήματι πρὸς ἡμᾶς πτόρθος, ἀλλ' οὐ τῷ τρόπῳ. σὺ δὲ καὶ ἄλλως δίκαιος ἂν εἴης συνάπτεσθαι ἡμῖν υἱικῶς, τέκνον χρηματίζων τοῦ ἀδελφοῦ ἡμῶν καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου, καὶ τέκνον γνησιώτατον· τὸ γὰρ ὀπαδὸν αὐτοῦ γενέσθαι ἐκ παντὸς τοῦ κληρικοῦ πληρώματος μόνον καὶ συναθλεῖν καὶ συνδιώκεσθαι τοῖς ὑπερέχουσι τῶν ἀδελφῶν ἀπόδειξιν πολλῆς γνησιότητος ἔχει, καὶ μὴν πρὸς θεὸν ἀγάπησιν κραταιάν. διὰ τοῦτό σε καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀγαπῶμεν καὶ περιέπομεν καὶ ἐν τῷ καταλόγῳ τῆς ἀδελφότητος ἡμῶν ἀριθμοῦμεν.

Intertext edge

Open linked passage

Note