Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 338 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
338.1
Κωνσταντίνῳ Τίς ἡ αἰτία τοῦ ἐπιστεῖλαί με τῇ τιμιότητί σου; ἡ καλή σου περὶ τὴν πίστιν ὀρθότης, ὅτι οὐ συναπήχθης τοῖς χριστοδιώκταις, ῥίψας τοὺς λογισμοὺς φέρεσθαι ὅπῃ ἄγουσιν, ἀλλ' ὡς ἐπιστήμων κυβερνήτης καθέζῃ ἐπὶ τῶν νοητῶν οἰάκων, εὐθύνων τὴν ψυχικὴν ὁλκάδα εἰς καλοὺς τῆς ὀρθοδοξίας λιμένας, πρύμναν κρουσάμενος τὰς αἱρετικὰς τρικυμίας αὔραις τοῦ πνεύματος. τοῦτο ἐπεὶ ἐδιδάχθην παρὰ τοῦ ἐπιδιδοῦντός σοι τὰ γράμματα ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ, καλῶς ἔχειν ἔδοξα ἐπιστεῖλαι, συνάπτων ἐμαυτὸν τῇ ἀγάπῃ σου, ὅπερ ποιεῖν τὸν χριστιανὸν ἀναγκαῖον, μάλιστα δὲ ὅταν τέτμηται αἱρέσεως μαχαίρᾳ ὑπὸ τοῦ διαβόλου ὡς νῦν τὸ σῶμα Χριστοῦ. Φυλάττοιο δὴ οὖν, ὦ ἀγαθὲ ἄνερ, προμηθείᾳ θεοῦ ἀπήμων, ἐποικοδομῶν τῷ θεμελίῳ χρυσόν, ἄργυρον, ἤγουν λίθους τιμίους, ὡς ἂν ναὸς Κυρίου χρηματίσοις. εἶεν. 339 Πρεσβυτέρθῳ Ἐν χειμῶνι εἴ τις ἴδοιεν ῥόδον, εἰκότως προστρέχοι ὡς ξένου ὄντος θεάματος καὶ τῷ ὑποδείξαντι χάριν ὁμολογεῖ· τοιοῦτος σύ, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, ἐν τῷ τῆς ἀπιστίας χειμῶνι ἐγνώσθης ἡμῖν, καὶ ὁ ὑποδείξας σέ, τὸ ἔμψυχον ῥόδον καὶ ὀρθόδοξον, ὁ γραμματοδότης, ἐμὸς υἱὸς ἀγαπητός. εἶδον δὲ οὐκ αἰσθητῶς, τῇ τοῦ νοῦ δὲ θεωρίᾳ, καὶ προσέδραμον οὐ ποσίν, ἀλλὰ γράμμασι, καὶ ὠσφράνθην οὐ ῥισίν, ἀλλὰ πνεύματι, καὶ ἡδεῖά μοι ἡ ὀσμὴ μάλα, μᾶλλον δὲ Κυρίῳ· ὃς καὶ διαφυλάξειέν σε ἄδρεπτον ἐξ αἱρετικῶν χειρῶν, ὡς ἂν εὑρεθείης ἐν τῷ νοητῷ ἔαρι παριππεύσει τοῦ τῇδε πικροῦ κρυμοῦ εἰς πλοκὴν στεφανώσεως τῆς δόξης αὐτοῦ. Χαρίζου ἡμῖν ὧν ἔχεις τὸ κάλλιστον, τὰς ἱερὰς προσευχάς. 340 Θαλελαίῳ τέκνῳ Καλῶς ἐποίησας ἐπιστείλας μοι, τέκνον ἠγαπημένον· ἔδειξας γὰρ ἐν τούτῳ τὴν πίστιν καὶ ἀγάπην σου. ἀλλὰ τί μοι ἐπαίνους ᾄδεις, ὧν ἀμοιρῶ κατὰ πάντα; οὐκ οἶδας ὅτι ἁμαρτωλὸς ἐγὼ καὶ ἰδιώτης τῷ λόγῳ; ἀλλ' ἡ ἀγάπη κλεπτίστατος, τὰ μὴ ὄντα τοῖς ἀγεράστοις παρὰ τῶν φιλούντων προσάπτουσα. ἀφέμενος οὖν τὸ ἐπαινεῖν προσεύχου μᾶλλον, τέκνον, στηρίζεσθαί με ἐν Κυρίῳ καὶ σῴζεσθαι ἐν παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ. ἡ σωματική σου ἀσθένεια ἐν εὐχαριστίᾳ εἴη πρὸς θεὸν καὶ μὴ λυποῦ τὸν τρόπον ἐξ οὗ ἦλθεν. οἶδεν Κύριος τὰ συμφέροντα ἑκάστῳ τιθέναι, πλὴν ἀγνοῶ ὅθεν σοι ἧκεν· ἡ βλασφημία καταφρονείσθω καὶ οἰχήσεται θᾶττον, φοβοῦσα δὲ μᾶλλον παραγίνεται. ἧς ῥυσθείης θεοῦ ἐπιρρώσει. εἰ καὶ καταπόνησις πολλὴ παρὰ τῶν διωκτῶν, ἀλλὰ τὸ βραβεῖον οὐράνιον. εἴπερ οὖν συμπάσχομεν, καὶ συνδοξασθῶμεν· οὐ γὰρ εὐπαθείας ὁ καιρός, ἀλλὰ μαρτυρίου. Τὸ πρόβλημα περὶ τοῦ πρεσβυτέρου τοῦ ὀρθοδοξεῖν δοκοῦντος, συνεσθίοντος δὲ ἐπισκόπῳ, καθὰ εἴρηκας, εἰ μὲν παύσοιτο τῆς τοιαύτης συνεστιάσεως μετ' ἐπιτιμίου ἀπείρξεως τῆς ἱερουργίας ἕως τινὸς χρόνου μηκέτι εἰς τὸν αὐτὸν ὄλισθον ὑποπίπτειν, ἔχει ἴασιν τοῦ ἱερουργεῖν θεῷ· εἰ δὲ ἀδιαφοροίη, μὴ γένοιτο λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος τοῦ φυγεῖν τῇ δόσει καὶ αἱρετικῆς κοινωνίας καὶ ἁμαρτητικῆς ἄλλης πράξεως, οὐ μὴν τῇ ἀνταλλαγῇ δοῦναι τὸ καλὸν καὶ λαβεῖν τὸ χεῖρον, οἷον δοῦναι φῶς καὶ λαβεῖν σκότος. οὐδ' ἂν τὰ ὅλα χρήματα τοῦ κόσμου παρέξει τις καὶ κοινωνοίη τῇ αἱρέσει, φίλος θεοῦ καθίσταται, ἀλλ' ἐχθρός. καὶ τί λέγω κοινωνίας; κἂν ἐν βρώματι καὶ πόματι καὶ φιλίᾳ συγκάτεισι τοῖς αἱρετικοῖς, ὑπεύθυνος· τοῦ Χρυσοστόμου ἡ ἀπόφασις, ἐπεὶ καὶ παντὸς ἁγίου. πῶς δὲ ἀκούσιον καὶ οὐκ ἔργον τῷ δοκοῦντι ὀρθοφρονεῖν, κοινωνοῦντι δὲ ὅμως τῇ αἱρέσει; ἀκούσιόν ἐστιν, ὅταν τὸ στόμα τις ὀρθοδόξου βιαίως ἀναχάνας ἐγχέῃ τὴν αἱρετικὴν κοινωνίαν, ὅπερ ἐποίησαν οἱ πάλαι αἱρετικοὶ καὶ ποιοῦσιν, ὡς ἔμαθον, οἱ νυνὶ χριστομάχοι· τὸ δὲ ἀφ' ἑαυτοῦ μετασχεῖν ἑκούσιον. εἰ δὲ ὅτι δέει (τοῦτο γάρ ἐστι τὸ ζητούμενον), οὐδὲ οὕτως ἕξει ἀπολογίαν· μὴ φοβεῖσθε γὰρ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ θεόν, τὸν τὸ συναμφότερον γεέννῃ αἰωνίου πυρὸς παραπέμποντα, ἀκούομεν. ἀληθῶς ὁ κόσμος ὅλος ἀντάξιος μιᾶς ψυχῆς οὐκ ἔστιν, τῆς φυλαττούσης ἑαυτὴν ἀμέτοχον καὶ αἱρετικῆς κοινωνίας καὶ παντὸς κακοῦ· οἱ δὲ ἀμφοτέρων μέτοχοι χόρτῳ ἰσότιμοι, ξύλοις, καλάμῃ. ἃ κατακαύσειεν τὸ δοκιμαστικὸν πῦρ τῆς κρίσεως, τοὺς δ' αὐτῶν πράκτορας συντηρήσει ἀιδίως φλογιζομένους καὶ μὴ χωνευομένους. 341 Θεοδούλῳ τέκνῳ Ἡδέως ἔχω, τέκνον μου, δεχόμενός σου γράμματα, ἐλυπήθην δὲ ὅτι ἐν πόνοις εἶ τοιούτοις μετὰ καὶ τῆς φυλακῆς· ἀλλ' ὅτι διὰ Χριστόν, ὑπομονητέον πάντα. ἆρα δὲ ἐάσει σοι τὸν συνόντα ἀδελφὸν ὁ ἀγνώμων μαθητὴς καὶ προδότης τῆς ἀληθείας Λεόντιος; αὐτὸς γὰρ παρέλαβεν καὶ τὸ Βοσκοίτιον, ὡς Ἰούδας τὴν ἀγχόνην κληρωσάμενος· ὅς γε καὶ τοὺς ἀδελφοὺς ἔσω ἐστενοχώρησεν, καὶ σὲ τὸ αὐτὸ οἴομαι αὐτὸν ποιεῖν. Ἀλλὰ στῆθι, ἀδελφέ μου, μέχρις αἵματος κατὰ τοὺς μακαρίους ἀδελφούς σου, ἵνα σὺν αὐτοῖς σωθείης ἐν Κυρίῳ. εὔχου μοι θερμῶς. προσειπὲ τὸν ἀδελφόν. 342 Συμεὼν τέκνῳ Ἄρτι ἔφθασα ἐπιστεῖλαί σοι, τέκνον μου ἠγαπημένον· δι' ἣν αἰτίαν ἐβράδυνα οἱ ἀδελφοὶ ἀπαγγελοῦσιν. ἃ μὲν οὖν προέγραψας, ἔγνων καὶ ἀπεδεξάμην ἐν πᾶσιν, ὅτι ἀγαθῆς διαθέσεως πάντα· καὶ ἐπαινετὸς εἶ, ὅτι καλῶς καθέζῃ ἐπὶ σωτηρίᾳ μὲν σαυτοῦ καὶ τῶν ὄντων μετὰ σοῦ, ἐπ' οἰκοδομῇ δὲ τῶν ἔξω, μὴ ἀστατῶν μηδὲ γυροκοπῶν, ἀλλ' ἐν ἡσυχίᾳ καὶ εὐχαριστίᾳ καὶ ὑπομονῇ τὸν διωγμὸν παραπέμπων. διὰ τοῦτο καὶ ἀσπαστὸς γέγονας τοῖς ξενίζουσί σε καὶ ἀκούουσιν. ἔτι οὖν ἔχου τῆς ἐργασίας σου, σοφιζόμενος τὰ θεῖα, φωτιζόμενος τοὺς νόας, φεύγων τὸν ἐχθρόν, ἐγγίζων τῷ θεῷ, ἵνα ἐπιτυχὼν αὐτοῦ κληρονομήσῃς βασιλείαν οὐρανῶν. βοήθει, καθὼς καὶ προέγραψά σοι, εἴ τις τῶν ἀδελφῶν κακοτροπεῖ, γράφων αὐτῷ ἢ καὶ ἀπιὼν πρὸς αὐτόν. ὁ Ἀκάκιος, ὁ κατὰ σάρκα ἀνεψιός σου, μετὰ τῶν ὑπηρετούντων μοί ἐστι καὶ ἔγραψέν μοι· ὁ γὰρ οἰκονόμος συνελήφθη. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι. ὁ Κύριος μετὰ σοῦ. 343 Εὐθυμίῳ τέκνῳ Χαῖρε ἐν Κυρίῳ, καλὲ Εὐθύμιε· ἠξίωμαι καὶ αὖθίς σε ἰδεῖν διὰ τοῦ γράμματος, ὁμοῦ δὲ καὶ περιπτύξασθαι ὡς ὀφθαλμόν μου, ὡς σπλάγχνον μου, ὡς υἱὸν φωτός, ὡς ὁμολογητὴν Χριστοῦ. εἰ δὲ ὅτι βραδύ, διηγεῖται ὁ γραμματηφόρος τὰς αἰτίας. ἔτι οὖν καιρὸς ὑπομονῆς. διὸ μακροθυμήσωμεν, ἀδελφέ, ἵνα τὰς ἐπαγγελίας τοῦ θεοῦ κομισώμεθα, βιοῦντες εὐσχημόνως εἰς δόξαν θεοῦ διὰ πάσης φυλακῆς τῶν ἐντολῶν αὐτοῦ. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζοιμι. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 344 Ἐφραὶμ τέκνῳ Χάρις σοι παρὰ Κυρίου, τέκνον Ἐφραίμ· ἰδοὺ καὶ πάλιν ὁρῶ σε τῷ γράμματι. πῶς ἔχεις; πῶς ἡ ὑπομονή; πῶς ἡ ἐργασία; οἶδα ὅτι καλῶς, ἐπείπερ διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός. ἐβράδυνα ἐπισκέψασθαι, ἀλλὰ τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί. ὑπομένων ὑπόμεινον τὸν Κύριον, διαβιβάζων διαβίβαζε πᾶσαν ἡμέραν ὡς στρατιώτης Χριστοῦ, καθαίρων λογισμούς, φωτίζων τὴν ψυχὴν τῇ μνήμῃ θεοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν. ὁ κόσμος ὄναρ, ἡ ἀρετὴ ζῶσα· ταύτην διώξωμεν, ἵνα δοξασθῇ ὁ θεὸς ἐν ἡμῖν καὶ σωθῶμεν ἡμεῖς. Προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 345 Ἀφροδισίῳ τέκνῳ Εὖγε, τέκνον μου Ἀφροδίσιε, εὖγε, τέκνον μου ἠγαπημένον· εἰρήνη σοι ἐν Κυρίῳ, ἐν ᾧ ἡ ἐλπίς σου, δι' οὗ ἡ ἐξορία καὶ ὁ περιορισμός. πῶς δή, καλῶς ἔχεις; ὑπομένων ὑπομένεις τὸν Κύριον; καί γε προσσχοίη σοι καὶ εἰσακούσοι τῆς δεήσεώς σου, φυλάττων καὶ σκέπων σε ὡς κόρην ὀφθαλμοῦ. Ὅτι βραδεῖα ἡ ἐπίσκεψις, ἀπαγγελεῖ ὁ ἀδελφός. ἔτι στῆθι, ἔτι μακροθύμησον, ἔτι δεήθητι, ἐγγιεῖ Κύριος, ταχυνεῖ τοῦ ἐπισκέψα σθαι τὸν λαὸν αὐτοῦ. μόνον ἡμεῖς φόβῳ καὶ τρόμῳ δουλεύσωμεν αὐτῷ. δεῖξον ἑαυτὸν τοῖς ὁρῶσί σε καὶ ἀκούουσιν ἄγγελον ἐν σώματι, φωστῆρα θεοφανῆ, ἵνα δοξάζηται διὰ σοῦ ὁ θεός. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. προσαγορεύει ὁ σὺν ἐμοὶ ἀδελφός. ὁ Κύριος μετὰ σοῦ. 346 Ὑπερεχίῳ τέκνῳ Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον μου· φέρε, φέρε τὸν χαλεπὸν καιρόν, τὴν ἐξορίαν, τὴν κάκωσιν. διατί βραδεῖα ἡ ἐπισκοπή, διδάξουσίν σε οἱ ἀδελφοί· πλὴν ἐγὼ καὶ ἄλλην σοι ἐπιστολὴν ἔπεμψα, ἐν ᾗ ἔδωκά σοι τὴν συγχώρησιν, καὶ νῦν ὁ θεὸς συγχωρήσει σοι καὶ ἐκεῖνο καὶ πάντα. Ἀπόθες τὴν λύπην· πᾶς πατὴρ καὶ παιδεύει καὶ πάλιν παρακαλεῖ, καὶ ὁ ἀπαίδευτος καὶ ἀνεπιτίμητος ἄχρηστος. σὺ οὖν γίνοιο χρηστός, δόκιμος, καθὼς καὶ ἔπαθες ὑπὲρ Χριστοῦ. βλέπε, τέκνον, σεαυτὸν πῶς καθέζῃ, πῶς διαζῇς, φύγε τὰς τῶν πτωμάτων ἀφορμὰς καὶ τοὺς τρόπους καὶ τοὺς τόπους, ἵνα σῴζῃ ὡς υἱὸς φωτός. ὑπόμεινον ἔτι. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ. 347 Ἀμμωνᾷ τέκνῳ Καλὲ Ἀμμωνᾶ, χαῖρε χαρᾷ μεγάλῃ, ὅτι διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός σου. ἰδοὺ καὶ πάλιν γράφω, εἰ δὲ ὅτι βράδιον, ἀπαγγελοῦσιν τὴν αἰτίαν οἱ ἀδελφοί. πλὴν ὅτι ἀεὶ βλέπω σε τῷ πνεύματι καὶ προσεύχομαι ἵνα σῴζῃ· τοῦτο καὶ αὐτὸς ποίει ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. μόνος εἶ ἆρα ἢ μετὰ τοῦ ἀδελφοῦ; ἀγαπῶ αὐτὸν εἶναι μετὰ σοῦ, ἐπειδὴ ὡς σὺ κἀκεῖνος, τέκνον μου. μανθάνω ὅτι καλῶς καθέζῃ καὶ ἀναστρέφῃ, καὶ χαίρω. καί γε οὕτως ἔσο ἐπὶ πλέον εἰς ὑπόδειγμα καλὸν τοῖς ἀδελφοῖς σου· λάμπειν γὰρ δεῖ τὸ ἔργον ἡμῶν τοῖς πᾶσιν ὡς χριστομαρτύρων εἰς δόξαν θεοῦ. ἰσχύς σοι παρὰ Κυρίου, ἔλεος, εἰρήνη, εὐλογία, σωτηρία αἰώνιος. περὶ ἐμοῦ τὸν ἀδελφόν. προσαγορεύει σε ὁ σὺν ἐμοί. ὁ Κύριος μετὰ σοῦ. 348 Στεφάνῳ τέκνῳ Χαῖρε, Στέφανε, τέκνον μου τιμιώτατον· ἀπὸ θεοῦ σοι χάρις, ἔλεος, εἰρήνη πληθυνθείη. εἰ καὶ ἐβράδυνα ἐπισκέψασθαι, τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί· ἐγὼ δὲ καὶ μὴ γράφων ἐν τῇ καρδίᾳ μου ἔχω σε ἀεί. ἀνδρίζου οὖν ἔτι καὶ ἴσχυε ἐν Κυρίῳ, φέρων γενναίως τὰ παρόντα λυπηρὰ διὰ τὰ μέλλοντα ἀγαθά. ἡμέραν ἐξ ἡμέρας εὐθύμως πορεύου εἰς ὁδὸν εὐθεῖαν θεοῦ· δίωκε τὰ πάθη, κάθαιρε τὴν καρδίαν, εὐαρέστει θεῷ, ᾧ ἀνέθου σεαυτόν, δι' ὃν καὶ ἐμαστίχθης, ὑπὲρ οὗ καὶ ἡ ἐξορία. αὐτὸς οὖν ἀνταποδώσει σοι ἀνταπόδομα τὴν βασιλείαν αὐτοῦ, ἐὰν μέχρι τέλους ὑπομείνῃς αὐτόν. Προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς ὁ σὺν ἐμοὶ ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ.

Intertext edge

Open linked passage

Note