Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 349 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
349.1
Συμεὼν τέκνῳ Χαίροις, Συμεὼν τέκνον μου. ἰδού σοι πάλιν ὁ λόγος· εἰ δὲ ὅτι βραδύ, διηγήσονται οἱ ἀδελφοί. πῶς ἔχεις, πῶς διαζῇς; βλέπε, τέκνον, ἐποικοδόμησον ἐν τῷ ἔργῳ τοῦ θεοῦ, ὃ ἐχαρίσθη σοι ὑπ' αὐτοῦ, τὴν καλὴν ἀναστροφήν, τὴν ὑπομονήν, τὴν μακροθυμίαν, τὴν ἐν τῷ περιορισμῷ ἀκινησίαν· ἐπειδὴ ἤκουσα ὅτι προόδους ποιεῖς καὶ ἐλυπήθην, ὅτι οὐκ ἔστι θέλημα θεοῦ οὐδὲ συμφέρον τῇ ψυχῇ σου. ὁ Χριστός σε ἐκάλεσεν εἰς μαρτύριον αὐτοῦ, οὐκ εἰς τὸ ἰατρεύειν σώματα, εἰς τὸ καθέζεσθαι καὶ καθαίρειν ἑαυτὸν ἀπὸ παντὸς κακοῦ, οὐκ εἰς τὸ γυρεύειν καὶ φαντασιοκοπεῖσθαι. Μὴ λυπηθῇς ὅτι ὑπομνήσκω, ἀλλὰ φύλαξαι, τέκνον μου, ἀπὸ τοῦ νῦν καὶ εὐαρέστει τῷ θεῷ καὶ εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. ὁ Κύριος μετὰ σοῦ. 350 Παρθενίῳ τέκνῳ Ὦ καλὲ Παρθένιε, χαῖρε, τέκνον μου ποθητόν, υἱὲ φωτὸς ἀληθινοῦ. πάλιν ὁμιλῶ σοι διὰ τοῦ γράμματος, αὖθις ὁρῶ σε καὶ προσπτύσσομαι· ὅτι ἐβράδυνα, ἀπαγγελοῦσιν οἱ ἀδελφοὶ τὴν αἰτίαν, ὅμως ὅτι ἀληθάργητόν σε ἔχω ἐν τῇ καρδίᾳ, εὐχόμενός σε διαμένειν σῶον, κατηρτισμένον εἰς πᾶν ἔργον ἀγαθόν. ὡς καλός σου ὁ δρόμος· ὁμολογία γὰρ Χριστοῦ. ὡς αἰνετόν σου τὸ ὑπομονητικόν· πρόξενον γὰρ βασιλείας οὐρανῶν. Μὴ δὴ ὀλιγωρήσειας, ὦ παῖ μου· ἔτι μικρὸν μακροθύμησον, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. οἵαν χαρὰν μέλλεις ἔχειν ἐν τῇ ἀναλύσει ἢ τοῦ τόπου ἢ τοῦ σώματος. ἀλλὰ τίς ἄξιος ἄρτι τοῦ δευτέρου ἐπιτυχεῖν; φοβοῦ τὸν θεόν, πρόσεχε σεαυτῷ, μίσει τὴν ἡδονὴν ὡς λίαν ὀδυνηράν, φίλει τὸν θεὸν ὡς μόνην χαράν· ὅς σε καὶ διατηρήσειεν μέχρι τέλους ἀσινῆ. εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ. 351 Ἡγησίμῳ τέκνῳ Ἡ χάρις σοι ἀπὸ θεοῦ, Ἡγήσιμε, τέκνον μου ἠγαπημένον· ἐβράδυνα τοῦ ἐπισκέψασθαί σε, ἀλλὰ τὴν αἰτίαν διηγοῦνται οἱ ἀδελφοί. ἐρωτῶ σε καὶ παρακαλῶ ἐπιμένειν καὶ μακροθυμεῖν τὴν ἐξορίαν, τὸν περιορισμόν. ὅρα τὸν τόπον καὶ τὸν τρόπον τοῦ καθίσματός σου, ἵνα ἐν Κυρίῳ ᾖ· βλέπε τοὺς ἀοράτους ἐχθρούς, ἵνα μὴ λάβωσι χώραν ἐν σοὶ δι' ὑποδοχῆς τῶν πονηρῶν λογισμῶν. καθ' ἡμέραν πόλεμος ἀλλὰ καὶ στέφανοι, μὴ ὑποπιπτόντων ἡμῶν. Οὕτως βίωσον ὡς ἄγγελος, ὡς μάρτυς Χριστοῦ· κἂν ὑποχαυνοῦσαι καὶ τιτρώσκεσαι ὑπὸ τοῦ ἐχθροῦ, ἀλλὰ θᾶττον ἀνάστηθι, καθάρθητι, ἀσφαλίσθητι, καὶ οὕτω διεξιὼν διασῴζου, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοί σε ἀσπάζεται. ὁ Κύριος μετὰ σοῦ. 352 Δωροθέῳ τέκνῳ Εὐλογηθείης ὑπὸ Κυρίου, τέκνον μου Δωρόθεε· χάρις σοι καὶ ἔλεος, ἰσχὺς καὶ κραταίωσις. τὴν βραδυτῆτα τῆς ἐπισκέψεως ἀγγελοῦσιν οἱ ἀδελφοί. βλέπε, ἀδελφέ, πῶς ἀναστρέφῃ, πῶς διαζῇς· μὴ ἀθύμει, ἀλλὰ μακροθύμει· μὴ ὀλιγώρει, ἀλλ' ὑπόμενε. μὴ ἄνοιγε θύραν τοῖς πονηροῖς λογισμοῖς, ἀλλ', ὅταν ἐπαναστῶσιν, ἀνθίστα, βρῦξον πρὸς αὐτούς, καὶ αὐτοὶ ἐν ὀνόματι Κυρίου οἰχήσονται φυγαδευθέντες. ψάλλε οὓς οἶδας ψαλμούς, εὔχου πλεῖστα· ἐν τῇ καρδίᾳ φόβος Κυρίου, ἐν τῷ στόματι δόξα θεοῦ, ὅπως φυλαχθείης ἀσινής. Τὸ λοιπὸν εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. ὁ Κύριος μετὰ σοῦ. 353 Πέτρῳ τέκνῳ Αὐτὸς οὐ διαλιμπάνεις δι' ἑκάστης ἐπιστολῆς ἐγκωμιάζειν ἡμᾶς τοὺς ἀγεράστους, ἡμεῖς δέ, τὰ καθ' ἑαυτοὺς ἐπαισθανόμενοι, στένομεν μᾶλλον ἢ χαίρομεν, μὴ ὄντες οὕτως. πλὴν ἀποδεχόμεθά σου, τέκνον ἠγαπημένον, τὴν πίστιν, ἐξ ἧς καὶ οἱ λόγοι σοι τοιοῦτοι. ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με, ἐν ἐξαιρέτῳ πιττακίῳ ἐσήμανα κοινῇ πᾶσι· πολλοὶ γάρ εἰσιν οἱ τὰ αὐτὰ ἐρωτῶντες καὶ κόπος μοι πρὸς πάντας ἀποδιδόναι λόγον. αὐτὸς δέ θερμοτέρως προσεύχου τῆς ταπεινώσεώς μου ἵνα σῴζοιμι ἐκ Κυρίῳ ὁ ἁμαρτωλός. καὶ πάλιν τὰς ἀποστολάς σου ἐδεξάμην· καὶ ἕως πότε οὐ μὴ ἀνῇς; ὅλως ἀνταμείψεταί σοι Κύριος ἃ φιλεῖς. Ὁ σὺν ἐμοὶ προσαγορεύει σε, τοὺς σὺν σοὶ κἀγώ. 354 Τῷ οἰκονόμῳ τῆς Συμβόλου Ἀπεδεξάμην τὴν ἐπιστολὴν τῆς ἀγάπης σου καὶ ἀνέγνων καὶ ἐπέγνων τὴν ταπεινοφροσύνην σου, δι' ἧς ὑψοῖ θεὸς τοὺς ἀγαπῶντας αὐτόν· ἔνθεν καὶ ἠξίωσαι κοινωνὸς τῶν παθημάτων αὐτοῦ γενέσθαι ἐν τῇ νυνὶ μαρτυρίᾳ. εἰ δὲ ὅτι ἡττηθέντες οἱ χριστομάχοι τῇ καρτερᾷ σου ὑπομονῇ ἀπέλυσάν σε, τοῦτο οὐδέν σοι ἐλάττωμα, ἀλλὰ νίκη. εὐαρέστει οὖν τῷ θεῷ ἐν ᾧ τόπῳ καθέζῃ· μαρτύριον γὰρ καθ' ἑκάστην ἐστὶ τὸ κατὰ συνείδησιν τῷ ἀγωνιζομένῳ καὶ καθαίροντι ἑαυτὸν ἀπὸ τῶν ἐπανισταμένων δαιμονικῶν λογισμῶν. Φυλαχθείης μοι εὔθυμος, εὔσωστος, εὐκλεής, προσευχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀνεπιλήστως. τοὺς σὺν σοὶ ἀδελφοὺς προσκυνῶ. 355 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ὅτι ἤκουσα τῆς φωνῆς σου, ὦ τριπόθητε, ἐσκίρτησεν τὸ ταπεινόν μου πνεῦμα καὶ ἔδοξα ἐν ὀφθαλμοῖς σε ὁρᾶν, περιφὺς ὅλος τῷ ἱερῷ σου προσώπῳ, οὗ τὰ ἰνδάλματα οὔποτε ἀπολήγει μοι οὐδ' ἂν ἀπολήξοι, κἂν ἐπέκεινά σε Γαδείρων ἀποίσωσιν οἱ σώματι διατέμνειν ἡμᾶς ἐξουσιάζοντες, οὕτω τοῦ πόθου βιαζομένου, ὡς τὸ εἰκός. σὺ δὲ ἡμᾶς, ἁγιώτατε, ὡς ἀδελφὸν μὲν ποθῶν καὶ ἐπαινῶν οὐκ ἂν δέξαιο κατηγορίας ἔγκλημα (φέρει γὰρ ἡ φύσις), ἄλλως δέ πως εὐφημῶν τὴν ἀλήθειαν ἀδικοίης· εἰμὶ γάρ, ὡς οἶσθα, ἁμαρτωλός, ἐνδεὴς φωτός, οὐ φωτίζων, οὐδέ τι μεγαλειότερον τῶν σῶν, οὔ τινος ἄλλου τῶν νῦν ἐνισταμένων ὑπὲρ Χριστοῦ φέρων. Εἴθε τὰ ἴσα. ἀλλὰ πῶς ὁ καιρὸς ἤνεγκε τὰ τῆς καθ' ἡμᾶς ἐκκλησίας, πῶς δοκιμάζονται οἱ πάντες ὡς ἐν χωνείᾳ· καὶ ὅμως ὀλίγοι οἱ χρυσοειδεῖς, τῶν ἁπάντων σχεδὸν μολυβδιώντων. τοῦ Κυρίου ὁ λόγος· ἀλλ' ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. λάβε μοι τὸν Λεόντιον πρὸς τῶν ἄλλων· οἷα θὴρ ἀνήμερός ἐστι διώκων τοὺς συμμαθητὰς καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ· ὃν ὁ Κύριος ἐπιστρέψειεν καὶ ἡμᾶς ἐνισχύσειεν εἰς τὸν προκείμενον ἀγῶνα, ὃν οὐκ ἄλλο τι ἡγητέον ἢ μαρτύριον Χριστοῦ ἰσόρροπον τοῖς πάλαι. Προεδιώχθης ὑπὲρ ἀληθείας, ἐφυλακίσθης, ἐμονώθης, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς τληπαθήσας πολλά· τρισσεύεις τοῖς πάθεσι νῦν, φέρων ἃ φέρεις, τρίπλοκόν σοι παρὰ τῆς Ἁγίας Τριάδος τὸ στεφάνωμα, ὁσιώτατε. ἐχέτω ἡ Θεσσαλονίκη τοῖς προλαβοῦσι καὶ τὰ σὰ καλλωπίζεσθαι αἰωνίως, ἐχέτω καὶ Θεόδωρος ἐπ' ἀδελφῷ τοιούτῳ γάννυσθαι καὶ αὐχεῖν, μηδὲν οἴκοθεν φέρων αἰνέσιμον. τοῦτο ἡ εὐγένεια τοῦ πνεύματος, ζῆν καὶ μετὰ θάνατον, αὕτη ἡ ζητουμένη παρὰ θεῷ πρᾶξις, τοῦτο ὁ ἀρραβὼν τῆς ἀτελευτήτου βασιλείας· ἧς σὺν σοὶ ἀξιωθείην κἀγὼ ὁ τάλας, συνεπόμενος ὀρθοδόξως καὶ ὀρθοβίως. Ὁ σὺν ἐμοί σε καὶ μάλα δουλοπρεπῶς ἀσπάζεται, ὡς κἀγὼ τὸν ἱερὸν Ἄνθον. 356 Λιτοΐῳ τέκνῳ Μετὰ τὸ ἀπαρτίσαι με τὴν ἀνατροπὴν ἐδεξάμην πάλιν τοὺς ἰάμβους καὶ ἐγένετό μοι εἰς κόπον, πλὴν καλῶς ἐποίησας, τέκνον, δήλους αὐτοὺς γνωρίσας. ἡ οὖν διὰ μέσου ἀκροστιχὶς οὐ διασῴζεται· οὐ γὰρ ἐπὶ πάντων τῶν στίχων ἐκ τῆς ἑβδόμης συλλαβῆς ἄρχεται, ἀλλὰ ἐξ ἄλλης καὶ ἄλλης, διατέμνει δὲ καὶ τὴν ὀπίσω συλλαβήν, καὶ τοῦτο οὐκ ἔστιν ἀκροστιχίς. πλὴν ἴδε πῶς ἐποίησα καὶ γνώσῃ τὸ σαφές. δέξαι τοίνυν τὰ τετράδια καὶ ἀνάγνωθι καὶ εὐθὺς μετάγραψον, ἀποδιδοὺς πάλιν ταῦτα. ἀσφαλῶς δὲ κάτεχε, μὴ ἐκφερομυθῶν αὐτὰ εἰς τοὺς ἀσεβεῖς· θανάτου γὰρ παραίτιον. ἐὰν δέ τις πιστὸς ἀναγνοὺς εὕροι τι ἐλλιπὲς ἢ ἀντίστοιχον, ἤγουν λέξιν ἤτοι νόημα, ἢ καὶ αὐτὸς διερχόμενος ἐπανορθώσει, μᾶλλον δὲ δηλοποιήσει μοι· οὐ γὰρ ὡς ἔτυχεν ἔγραψά τι, ἀλλὰ καὶ πολὺς λόγος ῥεῖ ἀληθείας, ὡς δοκῶ, ἐν αὐτοῖς. Μνημόνευε ἡμῶν, τέκνον, ἀεὶ ἐν Κυρίῳ σῴζεσθαι, ὥσπερ καὶ ἡμεῖς περὶ σοῦ. 357 Θεοδούλῳ τέκνῳ Ἐφ' ὅσον ᾠκονόμησεν ὁ θεὸς οὕτω γενέσθαι, οὐδὲν ἥμαρτες, τέκνον, ὑποχωρήσας ἐκ μέσου, εἰ καὶ ὅτι τελειότητος ἔργον οὐκ ἔστιν. πλὴν στέρξον μεθ' οὗ εἶ ἀδελφοῦ, ὃν καὶ προσαγορεύω, διασῳζόμενοι ἀμφότεροι καὶ εἰς ἑαυτοὺς διὰ φόβου θεοῦ μεσιτεύοντος, καὶ μὴν καὶ ἀπὸ τῶν αἱρετικῶν θηρῶν ὧδέ τε κἀκεῖσε, ἐν ὄρεσιν, ἐν σπηλαίοις κρυπταζόμενοι καὶ τελειοῦντες τοῦ μακαρισμοῦ τὸν δρόμον, εὐχόμενοί τε καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ εἰς τὸ σῴζεσθαι. Ὁ σὺν ἐμοὶ προσαγορεύει. 358 Ναυκρατίῳ τέκνῳ Ὅτι ἀνέσφηλας, εἰ καὶ μὴ τελέως, ἧς ἐπάλαισας δυσφορωτάτης ἀσθενείας μαθὼν ηὐχαρίστησα τῷ Κυρίῳ, ἠγαπημένε. ἔστι δὲ ἡ νόσος γυμναστήριον ψυχῆς, συμφερόντως παρὰ τοῦ οἰκονομοῦντος τὰ καθ' ἡμᾶς θεοῦ ἐπαγομένη, ἐφ' ᾗ εὐδοκεῖν ἡμᾶς δεῖν· ὅταν γὰρ ἀσθενῶ, φησίν, τότε δυνατός εἰμι. Οὕτως μὲν οὗτος ὁ λόγος. τί δὲ ἡ μανία τοῦ ἐλεεινοῦ Λεοντίου καθ' ἡμῶν, οὕτως τοὺς ἀδελφοὺς ἐκθλίβοντος λίαν καὶ χωρὶς αἱματεκχυσίας αἰσθητῆς τὸ αἷμα αὐτῶν κενοῦντος τῇ τῶν σαρκῶν κατατήξει; ὅμως, ἵνα ὁ λόγος τοῦ Κυρίου πληρωθῇ, ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· μὴ γὰρ καὶ αὐτὸς οὐ πρὸς τοῦ οἰκείου μαθητοῦ προδίδοται εἰς θάνατον; ὅρα οὖν οἱ ἀθλοῦντες τίνι ὡμοίωνται, ὅτι Χριστῷ τῷ πρωτομάρτυρι, καὶ τίνι ὁ κολαστὴς ἐπέοικεν, ὅτι οὐ μόνον Ἰούδᾳ τῷ δυσγνώμονι, ἀλλὰ καὶ Πιλάτῳ καὶ Καϊάφᾳ τοῖς θεοκτόνοις. ἐκ προλαβόντων ἧκεν καὶ τὰ παρόντα ἀκόλουθα τῷ δεινῷ Λεοντίῳ, ὡς οἶσθα, ἐκ μοιχειανισμοῦ εἰς τὸ εἰκονομαχεῖν, μᾶλλον δὲ χριστομαχεῖν, καὶ τοσοῦτον εἰς ἀσέβειαν πρὸς τὸν κρατοῦντα, ὅσον καὶ κατὰ τοὔνομα ἐγγίζων τῆς κλήσεως· ὁ μὲν γὰρ Λέων τὸ κύριον, ὁ δὲ Λεόντιος τὸ παράγωγον, ὡς ἐκ πυρὸς φλόξ καὶ ἐκ σιδήρου κέντρον. ἀλλ' ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, συντρίψων τὸ κέντρον, λεπτύνων δὲ καὶ τὸν σίδηρον. διὸ μὴ ἐκκακῶμεν τοῖς παθήμασιν, ἀδελφέ, εἰδότες ὅτι καὶ ἡ μακροπάθεια δοκιμῆς ἔργον καὶ στεφάνων πληθυσμὸς πᾶσι τοῖς ἀγαπῶσι τὸν θεὸν γίνεται, καθάπερ ἄνωθεν καὶ ἀπ' ἀρχῆς τοῖς ἁγίοις. ἐπικρατείτω λοιπὸν ὁ χρόνος, πληθυνέσθωσαν οἱ μάρτυρες, δοκιμαζέσθω ὁ ἀκίβδηλος χρυσός· οὐ γὰρ εἴη ἀξιόδεκτος τῷ χρυσεψητῇ θεῷ τις μὴ κεκαθαρμένος, ταῖς ἀρκούσαις διαπυρώσεσι τὸ δοκίμιον τῆς πίστεως ἀποδεικνύς. Περὶ τοῦ Εὐπρεπιανοῦ ὅτι οὕτως, λυπηρόν μοι τῷ ἁμαρτωλῷ, πλὴν εὐκτέον τὰ περὶ αὐτοῦ. οὐχ οὕτως δὲ ἔχει, οἶδα κἀγώ, περὶ ὧν ἠρώτησας, ὅμως ὅτι κρυπτάγιοι οἱ τοιοῦτοι, εἰς τὸ ἀεὶ λευκοφοροῦντες ἔξω, κἂν ἔνδοθεν φαιοφόροι ὡς μονάζοντες ἢ μονάζουσαι. τοῦτο γὰρ τρόπος οἰκονομίας, ὁ παρὰ τὴν ὑπόκρισιν λεγόμενος, ἐπὶ μικρὸν καὶ χρόνον καὶ τόπον ὑπαλλάξαι καὶ σχῆμα καὶ ἕξιν καὶ ἀναστροφήν, οὐ τὸ εἰς ἀεί· καὶ τοῦ μὲν πρώτου πράκτωρ ὁ Ἅγιος Ἀβράμιος, τοῦ δευτέρου ὁ Ἅγιος Δαυίδ, τοῦ δὲ τρίτου ὁ Ἅγιος Πέτρος. δυοῖν οὖν προκειμένων κακῶν, πτώσεως καὶ χωλεύσεως, τὸ κουφότερον αἱρετέον, ἤγουν τὸ δεύτερον· συμφέρει γὰρ κρυπτομόναχον εἶναι καὶ ἀμέθεκτον τῆς ἀσεβείας ἐξ ἀδυναμίας προφασιζομένης ἢ ἔκπτωτον γενέσθαι παντάπασιν. Περὶ οὗ εἴρηκας διὰ στόματος τοῦ γραμματηφόρου ὀγδόου κεφαλαίου ἐλλιπῶς ἔχειν διὰ τὸ ὑπὸ κανόνα κεῖσθαι τοῦ Ἁγίου Πέτρου ἠγνόουν. κρατείτω ὁ κανών· τίς γάρ εἰμι ἐγὼ ὁ τάλας ἵνα ἀντινομοθετῶ; πλὴν ὅτι συμβουλευτικῶς καὶ ἃ ἐν τοῖς ἄλλοις κεφαλαίοις καὶ ἐν οἷς ἄρτι ἐπεζήτησας καὶ ἐφ' οἷς παρ' ἄλλων ἐρωτηθεὶς ἀπεκρίθην, οὐ κανονικῶς, οὐ νομοθετικῶς ὅσον εἰς προῦπτον πρὸς τοὺς ἔξω, ἐπεὶ μὴ θεμιτὸν μηδὲ ἐξουσιαστικόν· ἱερεὺς γάρ εἰμι, εἰ καὶ ἀνάξιος, οὐκ ἱεράρχης· τοῦ τοιούτου γὰρ καὶ τῶν αὐτῷ ὁμοταγῶν καθολικῶς κανονίζειν καὶ νομοθετεῖν. 359 Πρὸς τοὺς ἀντιλέγοντας μὴ περιγραπτὸν εἶναι τὸν Χριστόν Ὁ μὴ περιγραπτὸν εἶναι σώματος χαρακτῆρι τὸν Χριστὸν λέγων εἱρμῷ τινι πάντως φυσικῷ καὶ ἀποδείξει λογικῇ κεχρημένος τὴν περὶ τούτου ἔνστασιν πεποίηται εἰς βεβαίωσιν ἀληθείας καὶ διασάφησιν τῶν ἀμυήτων. οὐκοῦν παρελθὼν διδασκέτω ὅπως ἔχει φύσεως ὁ λόγος καὶ τίς ἡ αἰτία τῆς ἀγραφίας· ὅτι τῷ καθ' ἡμᾶς εἴδει οὐ μεμόρφωται; ὅτι ὀστέοις τὸ σῶμα οὐ διείληπται; ὅτι βλεφάροις καὶ ὀφρύσι τὰς ὀπτικὰς κόρας οὐκ ἐφήρμοσται; ὅτι ὠσὶ τοὺς ἑλικοειδεῖς πόρους οὐ τετόνωται; ὅτι ῥισὶ τῶν ὀσφραντῶν ἀντιλαμβάνειν οὐκ ηὐθείασται; ὅτι παρειαῖς ἡβώσαις οὐκ ἐξήρτυται; ὅτι στόματι καὶ γλώττῃ χείλεσί τε καὶ ὀδοῦσιν οὐ διείλεκται, βέβρωκέ τε καὶ πέπωκεν; ὅτι ὤμων καὶ ὠλένων καὶ χειρῶν περιθέσει οὐ διέπλασται; ὅτι στέρνα αὐτῷ καὶ νῶτα σὺν κνημῖσι καὶ ποσὶν οὐκ ἐμπέφυκεν; ὅτι παράτασιν χρονικὴν κατὰ προκοπὴν καὶ αὔξησιν ἡλικίας οὐκ εἴληφεν; ὅτι κίνησις αὐτῷ πορευτική, ἡ ἄνω, ἡ κάτω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορικὴ οὐ συνεκπέφανται; ὅτι κόποις καὶ ἀχθηδόσι καὶ τοῖς ἄλλοις ἀδιαβλήτοις πάθεσιν οὐ συνουσίωται, θριξὶ τὴν κεφαλὴν κομῶν καὶ χιτῶσι τὸ ὅλον σῶμα σκεπόμενος; εἰ δὲ ἐν τούτοις ὁμολογουμένως ὦπται, ᾧν ἡ ἄθροισις ἄνθρωπος ἀληθὴς καὶ οὗ ἡ κατὰ τὸν σωματικὸν χαρακτῆρα ἐξεικόνισις γραφὶς ἀψευδὴς καὶ ἧς ἄνευ οὐδὲ συστῆναι πᾶν σῶμα σύνθετον οἷόν τε, εἴπερ ἐν ἁφῇ καὶ χροιᾷ τὸ τοιοῦτον, τίς ἡ ἄγαν τυφλότης καὶ ἄθεος ἔρις, τὸν ἡμῖν ὁμοούσιον καὶ ὅμοιον κατὰ πάντα πεφηνότα ἄγραπτον Χριστὸν λέγειν; πῶς δὲ καὶ τοῦ γραπτοῦ οἰχομένου οὐ συνοιχήσεται ἅπαντα τὰ σύστοιχα ἰδιώματα; ἡ γὰρ ἰδιότης, φησὶν ὁ Θεολόγος, ἀκίνητος· ἢ πῶς μένοι ἰδιότης κινουμένη καὶ μεταπίπτουσα; εἰπάτω ὁ ἀντικείμενος. 360 Τιμοθέῳ τέκνῳ Ὑπομένων ὑπόμεινον τὸν Κύριον, τέκνον μου πεποθημένον Τιμόθεε· γέγραπται γάρ, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ἡλίκη ἡ ἐπαγγελία, βασιλέα σε δειχθῆναι ἐν οὐρανοῖς, συμπληροῦντα τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ. καὶ μὴ ξενόφωνόν σοι εἴη τὸ λεχθέν· βασιλείαν ἡμᾶς ἐποίησεν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, φησὶν ὁ Θεολόγος καὶ ἀπόστολος. καὶ τί λέγω τοῦτο; καὶ θεὸν τὸν ἄνθρωπον ὁ θεὸς κεκέλευκεν γίγνεσθαι· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὥστε ὁ μὴ ἀποθνήσκων τῇ ἁμαρτίᾳ μηδὲ πίπτων τῇ ἀσεβείᾳ εἴληφεν τὸ ἀξίωμα. Διὸ στῶμεν, ἀδελφέ, καὶ μήποτε ἀποθάνοιμεν, ἵνα θεοὶ καὶ βασιλεῖς χρηματίσωμεν. πρὸς ταῦτα φυλακαί, θλίψεις, στενοχωρίαι, λιμοί, πῦρ, ξίφος, μυρίοι θάνατοι, τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν τὸ χωρίζον· κεχρήσθωσαν οἱ ἀσεβοῦντες οἵοις βούλοιντο κολαστηρίοις. ἐμοὶ μὲν ἰσχὺς οὐδεμία, ἀλλὰ πᾶσα ἐξ ἁμαρτιῶν ἀπορία, ὁ δὲ τῆς ἀληθείας λόγος ὑπέδειξε τὸ ζητούμενον· οὗ σὺ χάριτι Χριστοῦ καὶ ἀπήρξω καὶ μάλα προθυμῇ, ὡς ἀκούω. Ἀλλ' εὔχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν σου προθυμηθῆναι ἐλθεῖν. ὁ σὺν ἐμοὶ προσαγορεύει σε. 361 Βασιλείῳ μονάζοντι Τίς οὗτος ὁ ἀπὸ δύσεως ἡμῖν ἀνατείλας ἀστὴρ τῆς εὐσεβείας, οὗ ἡ αὐγὴ τοῦ λόγου περιφαὴς καὶ ἡ ἀκτὶς τοῦ βίου διαγλαής; αἱ ἀναβάσεις σου ἀναβάσεις ἡλιακαὶ καὶ αἱ ὁμολογίαι σου ὁμολογίαι μαρτυρικαί, εἰ καὶ μὴ παρεχωρήθη τῇ τοῦ ὁμολογουμένου οἰκονομίᾳ τῆς δαρτικῆς σε ἀθλήσεως τέως μετασχεῖν, τάχα ἵνα τῇ ὑποκρατήσει τοῦ δώρου πλείονα τὸν πόθον ἀναφθῆναι τῆς λήψεως εὐοδώσειεν ὁ ἀγαθὸς θεὸς ἐν τῇ τιμίᾳ σου ψυχῇ, οἷα τὰ τῶν μητέρων πρὸς τὰ ἔγγονα, ταῖς ἐφ' ἑτέροις τῶν ὁμαιμόνων διαδόσεσιν ἐκκαίοντες τῶν ἐλλειφθέντων τὸ φιλόδωρον· ἢ πάλιν, ἵνα μὴ λείπῃ τὸ τῶν μαρτύρων αἷμα χεόμενον πρὸς τὸ ἑξῆς, ἀφ' οὗ καὶ χρόνος λαμπρύνεται καὶ ἔδαφος ἁγιάζεται καὶ ὁ τῶν ὀρθοδόξων θίασος ἐστερέωται. Χαίρω οὖν καὶ συγχαίρω σου τῇ συνεισφορᾷ τοῦ καταλόγου τῶν ὁμολογούντων καί, ὡς ἰδὼν κατ' ὀφθαλμούς, περιφὺς ἀσπάζομαί σε τῷ πνεύματι καὶ ὡς ὁμογνώμονα κρίνω καὶ ὡς πατέρα εἴτουν ἀδελφόν, οὐχ ὡς αὐτὸς ἐκ πολλῆς ταπεινώσεως φῆς. ἔχω καὶ περιέπω καὶ δεξιὰς ὑπὸ μάρτυρι θεῷ ἀοράτως δίδωμι τῆς ἐπὶ τὸ αὐτὸ συμφρονήσεως καὶ συνομολογήσεως μέχρις αἵματος, οὐχ ὡς ἔτυχεν, ἀλλὰ τοῦ μὴ ἐξαρνήσασθαι ἡμᾶς τὸν ποιήσαντα ἡμᾶς Χριστὸν τὸν θεὸν ἡμῶν μήτε μὴν τὴν Θεοτόκον μήτε τινὰ τῶν ἁγίων· δῆλον γὰρ ὅτι τῇ τῆς εἰκόνος ἑκάστου ἀρνήσει ὁ εἰκονιζόμενος ἤρνηται ἀπαραλλάκτως, εἴπερ ταὐτὸν ἀμφότερα, ἀρχέτυπον καὶ εἰκών, τιμῇ τε καὶ τῷ κράτει. εἰ δὲ τοῦτο οὕτως, ὥς φασιν οἱ θεοφόροι, δῆλα δὴ καὶ τῇ ὁμολογίᾳ καὶ ἀρνήσει. ἐπεὶ οὐδὲ ἤρνηται ὁ ζωοποιὸς σταυρὸς ἐκπτυομένου τοῦ τύπου αὐτοῦ; ἀλλ' ἤρνηται σαφῶς· οὐδὲ ἠθέτηται ἀντιρρητικῶς τῆς εἰκόνος αὐτοῦ; ἀλλ' ἠθέτηται ἀσφαλῶς. τί φησιν ὁ Κύριος; ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. καί γε εἰκὼν ἄνθρωπος θεοῦ καὶ ἔγγυος μᾶλλον ἡ τέχνη [τῇ] τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ἢ ἄνθρωπος, καθόσον πλείστη ἐμφέρεια ἐπὶ θατέρας τοῦ πρωτοτύπου Χριστοῦ ἢ μίμησις ἐπὶ τῆς ἑτέρας τῆς ἀνεμφεροῦς ἐν πᾶσι τοῖς οὖσι θεότητος, κἂν κατά τι ἐνδεχόμενον λέλεκται ὡμοιῶσθαι. τοιγάρτοι αὐτὸς ὁ Κύριος εἴρηκεν κατὰ τὸ ἀκόλουθον τῆς διανοίας δυνάμει, ὁ ἀθετῶν τὴν εἰκόνα μου ἐμὲ ἀθετεῖ· καὶ ἀλλοίως οὐκ ἔστιν, εἰ καὶ μὴ δοκοίη τοῖς ἀρνησιχρίστοις. Στήτω ὁ λόγος ἐνταῦθα, μὴ ὑπεραλλόμενος τοῦ τῆς ἐπιστολῆς μέτρου· καὶ προσευχέσθω ἡ ἁγιωσύνη σου περὶ τῆς οὐθενότητός μου, ἀφεμένη τῶν κατ' ἐμοῦ ἐγκωμίων, οὐδὲν ἔχοντος ἀγαθὸν οὔτε μὴν πράξαντος. εἰ δὲ ὅτι ὁ φοιτητὴς ἡμῶν ἀδελφὸς Ὑπάτιος ἐπαινετέος σοι, χάρις τῷ ὅρπηκι, οὐ τῇ ῥίζῃ· πολλοὶ γὰρ καὶ εὐθύκομοι βλαστοὶ ἐκ κακορρίζων καὶ μάλιστα ἐπὶ τῶν προαιρετικῶν. 362 Μακαρίῳ ἡγουμένῳ Αὐταρκῶς διιππεύων ὁ τῆς σιωπῆς χρόνος· διὸ ἀναγκαῖον ἡγησάμην ἀφῆσαι φωνήν μου οἰκτρὰν μέν, ὅμως ἀγαπητικὴν πρὸς τὴν πατρικήν σου ὁσιότητα. τίς γὰρ καὶ ὁ συναπτικώτερός σου ἡμῖν εἰς τὰ πρὸς Κύριον, ἔκ τε τοῦ βίου καὶ τοῦ λόγου κατηγλαϊσμένου, προσθείην δ' ἂν καὶ τῆς ταὐτοπαθείας ἔκπαλαι συνημμένου; Τί δέ σοι, πατέρων ἄριστε, δοκεῖ τὰ παρόντα, ἀλλ' οὐχὶ προεισόδια τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως; ἤρθη Χριστὸς ἐκ μέσου γραφόμενος σὺν μητρὶ καὶ θεράπουσιν, ὅπερ ἐστὶν ἰουδαϊσμοῦ ἤτοι ἑλληνισμοῦ. ἄρχουσιν οὐ ποιμένες ἀλλὰ λύκοι, ὅλους τοὺς ὑπὸ χεῖρα ὁμοίους ἔχοντες καί, εἴ που πρόβατον Χριστοῦ εὑρεθῇ, σπεύδουσι θηριάλωτον αὐτὸ ἀπεργάσασθαι. δυοῖν τῶν ποτέ μου μαθητῶν νῦν ἀθέως ποιμαίνοντες ἀγριώτερον τῶν ἄλλων μαίνονται, τοὺς συμμαθητὰς οὓς μὲν κατεσθίοντες τῇ ὑφαρπαγῇ τῆς αἱρέσεως, οὓς δὲ κολάζοντες ὡς οὐκ ἄλλος τῶν κολαζόντων. καὶ τί δεῖ καταλέγειν; τὰ πάντα συγκέχυται καὶ ἠφάνισται, τῇ τῶν προϋπαρξάντων κακῶν συμπλοκῇ συναπαρτηθέντα εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν τὰ νῦν ἀσεβούμενα. Τίνος εἵνεκα ἐξεῖπον ταῦτα; τὸ μὲν ὡς ἂν ῥᾳστώνην τινὰ λάβοιμι διὰ τῆς ἀναφορᾶς τῶν τὴν ταπεινήν μου ψυχὴν λυπούντων, τὸ δὲ ὅπως προσεδρευτικώτερον ποιήσαιμι τῇ νύξει τοῦ λόγου τὴν ἁγιωσύνην σου ἐντυγχάνειν εἰς λύσιν τῶν κατεχόντων τῷ ἀγαθῷ ἡμῶν θεῷ· εὐιλατεῖται γὰρ δικαίου σου ὄντος, οἶδ' ὅτι, ὁ φιλάνθρωπος. 363 Κωνσταντίνῳ ἡγουμένῳ Προστίθημι τῇ προτεραίᾳ ἐπιστολῇ καὶ τήνδε, προσαγορεύων τὴν πατρικήν σου ἁγιωσύνην, ἣν ἐγὼ ἔχω διὰ πάσης ἀγαπητικῆς διαθέσεως οὐ μόνον διὰ τὴν ἀρχῆθεν κραθεῖσαν ἡμῖν ἐν Χριστῷ σχέσιν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ταὐτοπάθειαν τῶν ὑπὲρ Χριστοῦ μαρτυρίων. πρότερον οὗν ἐν ἄστει σε εἶναι ἔμαθον, διαγωνιζόμενον τὴν ὁμολογίαν κάλλιστά τε καὶ θερμότατα, εἶτα ἐξωρίσθαι ἐν τῇ Θρᾳκῴων χώρᾳ, ἄρτι πάλιν ἦρθαι καὶ μεθορισθῆναι ἐν τῇ Βυζαντίδι. διαυλεῖς, ὦ μάκαρ, τὸν τῆς εὐσεβείας δρόμον. Ἀλλὰ χαῖρε, ὅτι σοι στέφανοι θεόπλοκοι καὶ ἔπαθλα ἄφθαρτα αἰωνίως ταμιευόμενα. φθέγξαι καὶ αὐτὸς ἡμῖν τοῖς ταπεινοῖς ῥήματα ζωῆς (τοιαῦτα γὰρ τὰ παρὰ σοῦ, εἰ καὶ βραχυλογούμενα), εἰ δὲ μή, ἀλλὰ γε τὸ ὑπερεύχεσθαι τῆς ἀθλιότητός μου μὴ διαλείποις εἰς τὸ σῴζεσθαι. 364 Μιχαὴλ Συννάδων Πάλαι ἔμαθον ὅτι σέ, τὸν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μεθῆκαν τοῦ προτέρου περιορισμοῦ οἱ καταλύται τῆς εὐσεβείας, ἐν ἄστει κατέχοντες· καὶ ἐβουλόμην ἐπιστεῖλαι τῇ μακαριότητί σου, ἐπέσχον δὲ ἐμαυτὸν ἐκ τοῦ ἅπαξ καὶ δὶς φθέγξασθαι καὶ μὴ ἀξιωθῆναι ἀντακοῦσαι. ἀλλ' ἐπεὶ ἔκρινα εἰς ἑαυτὸν μέγα εἶναί μοι τῷ σμικρῷ καὶ εὐτελεῖ τὸ καὶ μόνον προσηγορίαν ἀκοῦσαι παρ' αὐτῆς, ἣν νῦν ἐδεξάμην ὑπὸ τοῦ συνάθλου σου πατρός μου ἁγίου τῶν Καθαρᾶ διὰ γράμματος, εὐθύμως ἀφορμηθεὶς ἦλθον ἐπὶ τὸ γράφειν, οὐδεμίαν ὄνησιν φέροντος τοῦ λόγου τῇ θεοτελεῖ σου ἀρετῇ, ἐπεὶ πενιχρὸς καὶ ἀσύφηλος, ἐμοὶ δὲ τῷ ἁμαρτωλῷ παρηγορίαν ἐμποιοῦντος, ὡς παιδί τινι πατρὶ ἀξιαγάστῳ διαλεγομένῳ, ἐναθλοῦντι γενναίως ὑπὲρ Χριστοῦ· συνίημι γὰρ τὸν τόπον, ἐν ᾧ κατέχῃ, κολαστήριον εἶναι, ἐκλελεγμένον οὐ τῇ θέσει τοῦ τόπου, ἀλλὰ τῇ κακώσει τοῦ κρατοῦντος. καὶ συνῆλθεν εἰς ταὐτὸν δόκιμος κολαστὴς πρὸς δοκιμώτερον ἀνταγωνιστήν, καὶ τὸ θέατρον κοινόν, τοῖς μὲν ἀσεβέσι κατ' ἐλπίδα τεύξεσθαι τῶν ἐφετῶν, ἣν ὁ Κύριος ἀπορραπίζει, ἡμῖν δὲ ἐναγώνιον (πῶς γὰρ οὔ;), ὅμως καὶ ἑδράσιμον, ἐν τῇ εὐανδρίᾳ στομουμένοις πρὸς τὴν ἄθλησιν. Αὕτη μου ἡ βραχεῖα προσφώνησις, ἣν συγκαταβατικῶς δεξάμενος ἀνταμείψεταί μοι τὰς ἱερὰς προσευχὰς εἰς ψυχῆς σωτήριον, ἁγιώτατε ὁμοῦ καὶ τριπόθητε. 365 Τιθόῃ τέκνῳ Καλῶς καὶ προσηκόντως, ἀδελφέ, τὸ γράμμα σου, οὔτε πολυλογίαν ἔχον οὔτε ἐλλεῖπον τοῦ δέοντος, ὥστε με ἡδέως ἀναγινώσκοντα εὐλογεῖν σε καὶ εὔχεσθαι διαρκῆ εἶναι καὶ λόγῳ καὶ ἔργῳ. ἴσχυε οὖν ἔτι καὶ ἀνδρίζου, ἑαυτὸν ἀεὶ παρασκευάζων εἰς τὸν ὑπὲρ Κυρίου θάνατον, τεχνούμενος ἐν ἀναγνώσει, ἐν τῇ καταλήψει τῶν τῆς ἀληθείας δογμάτων καί γε τῆς προκειμένης εὐσεβείας. χαῖρε καὶ μὴ λυποῦ, ἀλλ' εὐχαρίστει τὸν ἠγαπηκότα σε Χριστὸν ἐν τοιούτῳ μέτρῳ φθάσαι τῆς ὁμολογίας αὐτοῦ, ἐφ' ᾗ ζωὴ αἰώνιος καὶ χαρὰ ἀνεκλάλητος, κἂν μελοκοπώμεθα, οὐχ ὅτι ἐὰν ἐγκεκλείσμεθα καὶ μονούμεθα καὶ ῥιγῶμεν καὶ ὀλιγοψωμιζώμεθα· ὁ γὰρ μὴ οὕτως παρεσκευασμένος ξηραίνεται ὡσεὶ χόρτος ἤγουν ἐκπίπτει, ὡς ἐξέπεσαν οἱ ἐκπεπτωκότες. Σὺ οὖν, ὦ τέκνον μου, στῆθι, κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ, τὴν ὁμολογίαν σου ἐκπλήρωσον, ὀρέγων χεῖρα, καθὰ καὶ γέγραφα πρότερον, τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖς, εἰ ἔτι σῴζονται ἐν Κυρίῳ, ἐπειδὴ ἐξαιρέτως ἀνήκουσί σοι ὡς σύναθλοι καὶ σύνοδοι. ὁ Κύριος χρυσώσοι σε τῇ καθαρότητι τῆς καρδίας. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἠγαπημένε. 366 Σιλουανῷ τέκνῳ Ἤινεσα τὸν θεόν μου, μαθών σου διὰ τοῦ γράμματος, τέκνον, τὴν ὑγιείαν, ἥσθην δὲ καὶ πάνυ ὅτι ἐξέδραμες τῶν ἐν ἄστει, συναφθεὶς τῷ ἀδελφῷ σου Λουκιανῷ· καὶ ζῆτε ἐν τοιούτῳ τόπῳ, οὗ ἀπέδρα κόμπος καὶ τάραχος καὶ ἡ τῆς αἱρέσεως φλόξ, ἐναυλίζεται δὲ ἡσυχία καὶ ἀταραξία, ἀφ' ὧν ἐγγίνεται ἕξις ἀγαθὴ τῇ ψυχῇ, μάλιστα δὲ καὶ σοὶ ἔμμισθον ὁμοῦ καὶ φιλάδελφον ἐν τῇ λύπῃ τοῦδε καὶ ἐμοὶ εὐπαρήγορον, οὐκ ἀπαθῶς φέροντι. εὐλογημένος εἶ, ἀγαπητέ, καλῶς διανοηθείς. εὐοδωθείη ὑμῶν τὸ σύνταγμα ἐν Κυρίῳ, κατευθυνθείη ὑμῶν τὸ ἔργον ὁσίως, εὐκτικῶς ἐχόντων καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα κατὰ πάντα. 367 Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ Μικρᾷ συλλαβῇ τὴν ὑγείαν καὶ σεσωσμένην ὑμῶν δυάδα εἴδομεν ὡς κατ' ὀφθαλμοὺς καὶ χαίρομεν ὅτι ζῆτε ἐν Κυρίῳ κἂν θλιπτικῶς (πῶς γὰρ οὔ;) τῷ διωγμῷ. ἀλλ' ἡ ἐλπὶς κουφιζέτω τὰ λυποῦντα· οὐδεὶς χαίρων τὴν τοῦ κόσμου χαρὰν χαρήσεται εἰς οὐρανοὺς καὶ οὐδεὶς θλιβόμενος διὰ Κύριον ἔνθεν ἀποτεύξεται τῆς αἰωνίου ἀγαλλιάσεως. στερεοῦτε ἑαυτούς, παρακαλεῖτε, συμφράττεσθε, γνωσιματίζεσθε, ὡς ἂν ἔργῳ καὶ λόγῳ δοῦλοι θεοῦ χρηματίζοιτε, τῆς τοῦ θεολέκτου μακαρισμοῦ καταξιούμενοι. Ἀεὶ γράφετε, ἵνα καὶ ἀεὶ δέχησθε ἐπιστολῇ ἐπιστολήν. προσεύχεσθε καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εἰς τὸ σῴζεσθαι. 368 Συμεὼν τέκνῳ Ἐπειδὴ ἀνέγνων σου τὴν ἐπιστολὴν καὶ κατέμαθον ὅπου καθέζῃ καὶ ὅπως καὶ μεθ' ὅσους καὶ οἵους ἀδελφούς σου, τέκνον ἠγαπημένον, πάνυ ἀνεπάην ὁ ταπεινὸς καὶ εὐλόγησα ἀμφοτέρους καὶ πρό γε τῶν ἄλλων σέ, τὸν καλῶς προηγούμενον καὶ ἐξ ἀγαθῆς καταστάσεως ὑφ' ἑαυτὸν ἑλόντα καὶ τοὺς λοιπούς. τοιγαροῦν φυλαχθείητέ μοι ἐπὶ τὸ αὐτό, συζῶντες ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ καὶ τὸν τοῦ διωγμοῦ καιρὸν διανύοντες σωτηρίως καὶ μεμακαρισμένως· καὶ γὰρ μακαρίους ὑμᾶς εἴρηκεν ἐν εὐαγγελίοις ὁ Κύριος. ἡ εὐφημία μεγάλη, ἡ ἐλπὶς ἀνυπέρβλητος· καὶ γὰρ βασιλεία οὐρανῶν. Στῆτε οὖν, παρακαλῶ, ἀδελφοί μου, στῆτε ἀκαταγώνιστοι ἔκ τε τῶν ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων, παρασκευαζόμενοι μήπως καὶ συλληφθῆτε καὶ ἵνα ἀθλοφορήσοιτε δυνάμει θεοῦ, καθὰ καὶ πολλοὶ τῶν ἀδελφῶν ὑμῶν. τέως δέ, ἕως ἂν οἰκονομῇ Κύριος ἀσυλλήπτους μένειν, μένοιτε εὐζωοῦντες, τοῦτο μὲν ἀγαπητῶς ἔχοντες πρὸς ἀλλήλους καὶ ἀπαρρησιάστως, τοῦτο δὲ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, δῆλον ὅτι κεφαλῆς σοῦ, ἀδελφέ, προηγουμένου· πᾶν γὰρ τὸ ἀκέφαλον καὶ ἄναρχον ἄτακτον καὶ στασιῶδες, οὗ λυτρωθείημεν. προσεύχεσθε περὶ εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, περὶ πάντων τῶν διεσπαρμένων ἀδελφῶν ὑμῶν, καὶ μάλιστα τῶν εἰς τὰ Στουδίου ὑπὸ τοῦ ἀθέου Λεοντίου πιεζομένων καὶ λίαν τετρυχωμένων καὶ μέντοι ἐνισταμένων κραταιότατα, ἔπειτα καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σῳζοίμεθα ἐν Κυρίῳ. ὁ ἀδελφὸς ὑμῶν Νικόλαος πλεῖστα προσαγορεύει. 369 Κωνσταντίνῳ λαϊκῷ Εὐλογία Κυρίου ἐπὶ σὲ καὶ ἐπὶ πάντα τὸν οἶκόν σου ἀνθ' ὧν ἀποστέλλεις τῇ ταπεινώσει ἡμῶν, ἄνθρωπε τοῦ θεοῦ, κρίνον ὀρθοδοξίας, φίλε διάπυρε. εἰ κτᾶσαι φίλον, ὥς φησιν ὁ λόγος, ἐν πειρασμῷ αὐτὸν κτῆσαι, ἐπειδήπερ ἐστὶ κοινωνὸς θλίψεως, πίστεως φύλαξ, οὗπερ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς. τοιοῦτος σύ, ἐξ ὧν ποιεῖς καὶ λέγεις πιστούμενος τὸν λόγον. ἀλλ' ἄνες, παρακαλῶ, μὴ ὑποπιέζεις σεαυτόν. εἰ δὲ οὐκ ἀνέχῃ, μηδὲ σὲ ὁ ἀγαθὸς θεός, ἀοράτως εὐεργετῶν· ὃς καὶ διαφυλάξειέν σε ἔτι ἀσινῆ πανοικί. 370 Κασσίᾳ Οἷα ἡμῖν καὶ αὖθις ἐφθέγξατο ἡ κοσμιότης σου ὁμοῦ μὲν σοφά, ὁμοῦ δὲ καὶ συνετά, ὥστε με εἰκότως ἐστὶ ξενολογεῖσθαι καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ἐπὶ κόρῃ ἀρτιφυεῖ τηλικαύτην γνῶσιν ἐνορῶνταν, οὐ μὲν οὖν κατὰ τὰς πάλαι (πολλοῦ γὰρ ἀποδέομεν καὶ ἄπειρον καὶ ἄνδρες καὶ γυναῖκες τῆς ἐκείνων σοφίας καὶ παιδεύσεως οἱ νῦν), ὅμως δ' οὖν ὅτι κατὰ τὸ παρὸν ὑπερῆρας ὅτι μάλιστα καὶ κόσμος σοι ὁ λόγος, πάσης ἐπικήρου εὐπρεπείας ὡραιότερος. ἀλλὰ τὸ ζητούμενον ὅτι σύνδρομος καὶ ὁ βίος τῷ λόγῳ καὶ οὐ σκάζοις περὶ θάτερον, εἴπερ οὕτω προείλου ἐν τῷ νυνὶ διωγμῷ πάσχειν ὑπὲρ Χριστοῦ, οὐχ ὅτι ἐμαστιγώθης πάλαι ἀρκουμένη, ἀλλὰ γὰρ καὶ αὖθις σφαδάζουσα οἱονεὶ καὶ φέρειν οὐκ ἰσχύουσα τὸν πυρπολούμενον ἔρωτα τῆς καλῆς ὁμολογίας. ἐν ᾗ φυλαχθείης διαζέουσα· ὄντως γὰρ οἶσθα τί καλὸν καὶ τί τερπνὸν ἀλλ' ἢ τὸ πάσχειν ὑπὲρ ἀληθείας καὶ πλεονεκτεῖν ἐν τοῖς παθήμασι. χρυσὸς δὲ καὶ ἄργυρος, δόξα καὶ εὐπάθεια καὶ πᾶν ὁτιοῦν δοκοῦν εὖ ἔχειν τῶν ἐπιγείων οὐδὲν οὐδαμῶς, κἂν ἐξωνόμηνται τῶν καλῶν εἶναι, ἐπείπερ ἐν ῥοῇ καὶ ἀπορροῇ, ὀνειρόμοια καὶ σκιόεντα. Τί τὸ ἑξῆς; ἡ φιλομόναχός σου αἵρεσις τοῦ βίου, ὡς φῆς, μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ὅπερ οὐκ ἐξένισέν με, εἰ καὶ ξένον· διατί; ὅτι ἐκ τῶν προηγουμένων τὰ ἑπόμενά τις τεκμαίρεται καὶ διάλληλος ἡ δεῖξις. εἰ καπνός, πάντως πῦρ προελεύσεται· κἀνταῦθα, ἐπεὶ ὁμολογία Χριστοῦ, δῆλον ὅτι βίος τῆς μοναχικῆς τελειότητος ἀναλάμψειεν. ὡς μακαρία σὺ κατ' ἀμφότερα. πλὴν ἐπιβολὴν ἐμῆς χειρὸς μὴ ἀποκαραδόκει, ἐπειδὴ ἁμαρτωλός, ἀλλ' ἐκείνης, ἧς τῇ σεπτῇ ἐπιθέσει καθαγιασθήσῃ. Τὴν ἐνεγκοῦσάν σε εἰς φῶς διαπλάσει τοῦ ἀληθινοῦ φωτὸς ὡς ἡμέρας μητέρα πλεῖστα προσαγορεύω· ἧς σὺν τοῖς ἀπὸ σοῦ εἰληφὼς τὰ δῶρα δῶρον ἀνεθέμην τῷ Κυρίῳ μου τὴν εὐχαριστίαν καὶ τὴν ὑπὲρ ἀμφοτέρων ἔντευξιν. πλὴν ὅτι πολὺ ὑμᾶς κατεβάρησα· ἀλλὰ κουφίσειεν ὑμᾶς νοουμένου φορτίου ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 371 Μακαρίῳ ἡγουμένῳ Πάνυ ἐφιέμενος μαθεῖν ποῦ ποτ' ἂν μεθορισθεῖσά σου ἡ ὁσιότης τηρεῖται, ἐπειδὴ ἐδεξάμην αὐτῆς τὸ γράμμα καὶ κατέμαθον, χαρᾶς ἐνεπλήσθην ὁ ταπεινὸς καὶ πρὸ τῆς ἀναγνώσεως· ἐπειδὴ δὲ καὶ ἀνέγνων, πῶς οὐκ ἂν ἔμελλον γήθειν, ὅτι μου ὁ πεφιλημένος πατὴρ ζῇς ἐν Κυρίῳ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, τὸν θεοστιβῆ δρόμον διαυλίζων καὶ τὴν πίστιν ἀποστολικῶς τηρῶν; μακάριος εἶ φερωνύμως, ὦ Μακάριε, καὶ μακαριστέος σου ὁ ἄεθλος, καὶ πάλαι γνωριζόμενος καὶ ἄρτι ἀκουτιζόμενος, ὅτι τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν προέκρινας οὐδὲ ἐθέλχθης ὑποσχέσεσι τῶν τῇδε πρὸς τοῦ κρατοῦντος εἰσποιουμέναις, οὔτε μὴν ἐχαυνώθης ἀπειλαῖς ὑπανακρουομέναις, ἀλλ' ἔμεινας ὁ αὐτός, στρατιώτης Χριστοῦ, ὁμολογητὴς ἱερός, μάρτυς ἐτίζωος, μὴ καταισχύνας τὸν πάλαι βίον, τοὐναντίον δὲ λαμπρύνας τοῖς φθάσασιν ὅτι μάλιστα. Τὸ δὲ ἡμέτερον οὐχ ὡς ἐξ ἀγάπης καὶ ἄγαν ταπεινώσεως φῆς ἔχει, ὦ πατέρων κράτιστε, ἀλλ' ὡς αὐτοὶ ἡμεῖς ἐν ἑαυτοῖς ἴσμεν· πῶς; ὅτι ἀνάξιοι καὶ τοῦ καλεῖσθαι ὑμῶν τοῦ ἀριθμοῦ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. πλὴν ὅτι στένομεν ἐπὶ τοῖς προκειμένοις, πῶς ἀπελάκτισαν οἱ ἠγαπημένοι, πῶς καὶ οἱ δοκοῦντες εἶναί τι ἐξ ἐναντίας ἔστησαν· οὕς, κἂν μὴ ἐξονοματίσοιμι, ἐπίσταταί σου ἡ ἁγιωσύνη. προσθείην δ' ἄν, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ, καὶ Ἀβεσσαλὼμ οὐχ εἷς, ἀλλὰ πολλοί· καὶ ἄνθρωποι πονηροὶ καὶ γόητες προκόπτοντες ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ τὰ σπήλαια τοὺς διωκομένους ἔχουσι καὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον καὶ κωμῳδεῖται Χριστὸς ἐγγεγραμμένος σὺν μητρὶ καὶ θεράπουσι. Ταῦτα πῶς οὐ λυπηρὰ καὶ δακρύων ἄξια; ἀλλ' ὦ ἱερώτατε, δίδου χεῖρα πρεσβευτικὴν τῇ πεπτωκυίᾳ ἐκκλησίᾳ, ὅπως ἐξεγερθεῖσ' ὡς ὁ ὑπνῶν Κύριος ἐπιτιμήσειεν τῷ νοητῷ λαίλαπι καὶ καταστορέσειεν εὐδίαν εἰρηνόδωρον. προσεύχου περὶ τοῦ παιδός σου καί γε περὶ τοῦ συνόντος μοι ἀδελφοῦ, ὃς καὶ προσαγορεύει, διασῴζεσθαι ἡμᾶς ἐν Κυρίῳ. 372 Εἰρήνῃ πατρικίᾳ Τί σοι κόπους παρέχω, ὦ φιλόθεε καὶ φιλομόναχε; αἱ ἀποστολαί σου ὑπὲρ τὴν ἀξίαν μου. ἤρκουν αἱ πάλαι καὶ πρόπαλαι πολλαὶ καὶ ἡλίκαι· τί καὶ αὗται; ἀλλ' ἔοικας τῇ Σολομωντείῳ βδέλλῃ, τῇ περὶ τὸ εὖ ποιεῖν οὐ κορεννυμένῃ, καὶ οἱονεὶ ἐκπιέζουσα τὸ οἰκεῖον αἷμα εἰς τροφὴν ἄλλων. καίπερ οὐ τοῦτό σοι μόνον γνώριμον, ἀλλὰ πολλὰ τὰ συντρέχοντα, ζῆλος, πόθος, ἔρως εἰς θεόν· κἂν μικρὸν ὑποπεπτώκαμεν, πάλιν οὖν ἀνακλητέον καὶ τὴν ὁδὸν Κυρίου πορευτέον. πάρες τὸ λυπηρόν, ἀνάλαβε χαρὰν πνευματικήν, ἐπείπερ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ὅς, ἔτι λαλούντων ἡμῶν τὰ τῆς προσευχῆς ῥήματα, ἐρεῖ" 4ἰδοὺ πάρειμι" 5. Τῇ κυρίᾳ Εἰρήνῃ εἰρήνη θεοπάροχος, ἧς ἀπεδεξάμην καὶ τὴν εὐλογίαν, ἣν ἐλπίζω εἰς τὸν ὑψηλὸν βίον τῆς μοναδικῆς πολιτείας ἀναδραμήσεσθαι, ὁπότε μεταστρέψειεν Κύριος τὴν καταιγίδα εἰς αὖραν. 373 Παύλῳ τέκνῳ Ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον, καὶ εὑρὼν ὅτι ὑγιαίνεις καὶ σώματι καὶ πνεύματι ηὐχαρίστησα τῷ Κυρίῳ· καὶ καλῶς ἐποίησας ὅτι ἔγραψας, μάλιστα σημάνας ὅτι σου καὶ ὁ νοῦς ἡδραίωται ἐν τῇ πίστει. ἀλλ' εἴη καὶ ἐν τῇ πράξει· διὸ πρόσεχε σεαυτῷ, φεύγων γυναικείας ὄψεις, φεύγων πᾶσαν παρρησίαν ὡς ὄλεθρον ψυχῆς· ἀπέχου καὶ τῶν πονηρῶν λογισμῶν ὡς ἐμπυρισμὸν καρδίας καὶ ἀπώλειαν· φοβοῦ τὸν θεὸν καὶ ἐν τρόμῳ δούλευε αὐτῷ, τελῶν τὰς καθηκούσας ψαλμῳδίας καὶ ἀγρυπνίας· μὴ ἔσο ἀργὸς ἀλλὰ καματηρός, μὴ γελοιαστὴς ἀλλὰ θρηνητής, μὴ ἀργολόγος ἀλλὰ χρησιμορρήμων. Ταῦτα οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ Ἀντιπάτρῳ καὶ τῷ ἑτέρῳ ἀδελφῷ λέγω· οὓς καὶ προσαγορεύω καὶ εὔχομαι ὡς ἁμαρτωλὸς σῴζεσθαι ἀμφοτέρους. 374 Λιτοΐῳ τέκνῳ Χαίρω ἀκούων σου τῆς φωνῆς, τέκνον, ὡς αἱ μητέρες τῶν νεοττῶν, καὶ μάλιστα ὅτι ἐγγιώτερον μᾶλλον ἡ παροικία σου, ἤγουν ἡ φυγαδεία, τῇ φυλακῇ ἡμῶν κατέστη, ἀφ' οὗ γέγονεν οἰκονομία μεταγράψαι σε τὰς προλαβούσας ἐπιστολάς. ἀλλὰ δέξαι καὶ ἑτέρας. οἶδα δὲ ὅτι πολὺ κεκοπίακας, ἀλλὰ καὶ ἔτι, ἀγαπητέ, κοπίασον, εἰδὼς ὅτι μισθός σοι οὐχ ὁ τυχών, ἡμισεύοντί μοι τῷ ἁμαρτωλῷ εἰς κέρδος ψυχῆς. εὖ δὲ ποιήσειεν Κύριος τῷ ξενοδοχοῦντί σε, ὅτι ἐμνήσθη φιλίας καὶ ἔχεται εὐσεβείας· ὃν διὰ σοῦ πλεῖστα προσαγορεύω, ἀπολογουμένου ὡς ὅτι ἐμοὶ τὴν ἐλεημοσύνην ποιεῖται. Τὰ κεφάλαια ὅτι ἐκστηθίζεις, καλῶς· μᾶλλον γὰρ εἴσῃ τὴν δύναμιν τῶν λεγομένων. πλὴν ὅτι παρὰ τοὺς ἄλλους κεχορήγηταί σοι ὑπὸ Κυρίου τὸ νοεῖν· ἀντίδος αὐτῷ εὐχαριστίαν ἔμπρακτον, τέκνον, καὶ προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς προσαγορεύει σε. σωθείης ἀεί. 375 Κανονικαῖσ Ἐπειδὴ ὑμεῖς οὐκ ἐνδιδεῖν φιλεῖτε εἰς τὸ εὖ ποιεῖν, οὐδὲ ἡμεῖς οἱ ταπεινοὶ εἰς τὸ ἐπιστέλλειν. ἀλλὰ μικροπρεπὴς ἡ ἀντάμειψις, ἔργῳ λόγοι, πείθομαι δὲ καὶ ἔργα, καὶ πολὺ τῶν τῇδε ἔργων τιμαλφέστερα. πηνίκα καὶ πρὸς τίνος; παρὰ θεοῦ καὶ ἐν τῷ μέλλοντι αἰῶνι· οὐδὲν γὰρ θεῷ ἀλόγιστον. καὶ μάλιστα τῆς ὑμετέρας μεγαλοψυχίας ἡ προσφορά, ἣν δεξάμενοι καὶ νῦν τὰ εἰκότα ὑμῖν ὑπερηυξάμεθα, ἀρκούμενοι καὶ μὴ ἐπιζητοῦντές τι ἕτερον· ἀρκετὸς γὰρ ὁ κόπος. Ὑμεῖς δέ, μητέρες καὶ ἀδελφαὶ ἐν Κυρίῳ, τὸν καλὸν ἀγῶνα τῆς μοναδικῆς πολιτείας ἀγωνιζόμεναι, χαίρετε, εὐσθενεῖτε ἐπειγόμεναι πρὸς τὰ κρείττονα, ἐπειδὴ οὐ στάσις τῷ πορευομένῳ τὴν εἰς ἀρετὴν φέρουσαν ὁδόν· ἄφθαστος γὰρ καὶ καταλαμβανομένη. μακάριαι οὖν ἐστε, προελόμεναι τὸν ἐν παρθενίᾳ βίον, τὸν ὄντως ἀγγελικὸν καὶ οὐράνιον, ὃς κοπῶδες μὲν καὶ βίαιον οὐ τὸ τυχόν, ἀλλὰ καὶ μάλα ἱδρωτικὸν ἔχει, ἀνταπόδομα δὲ βασιλείαν οὐρανῶν. οὐ μὴν ἀθυμητέον καὶ ὑποχαυνωτέον ἐν τοῖς πόνοις· εἰ γὰρ ὁ τῶν ἐπικήρων ἐφιέμενος τυχεῖν οὐχ ὑποκλάζει οὐδὲ ἐνδίδωσιν, ἕως ἂν κατάσχοι τὸ ζητούμενον, καίπερ ὂν οὐκ ἀναφαίρετον ἀλλὰ μεταπῖπτον καὶ ἀπολλύμενον, τυχὸν δὲ καὶ ἐφόδιον αἰωνίου κολάσεως, πόσῳ μᾶλλον ἡμῖν οὐκ ἀποκνητέον, ἀλλ' ἐμπυριστέον εἰς τὸ δουλεύειν θεῷ ζῶντι καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν ἀνθρωποπρεπεῖ θέᾳ, ὃν ἀρνοῦνται ἐγγεγραμμένον οἱ νῦν αἱρετίζοντες; φεύγοιτε, κυρίαι, τὸν ὄλεθρον, οὕτως ἐλεύσεται, ὃν τρόπον ὤφθη ἀναλαμβανόμενος. πῶς δὲ ὦπται; ὡς ἄνθρωπος εἰκονιζόμενος κρῖναι τὰ σύμπαντα σὺν τοῖς ἠρνημένοις αὐτὸν γραφόμενον. τὸν βίον, παρακαλῶ, σύνδρομον τῇ πίστει ἀκριβεύεσθε· αἱ ὑπὸ ζυγόν, φησίν, δότε τι καὶ θεῷ, αἱ παρθένοι τὸ πᾶν θεῷ. μὴ γίνοισθε ὥς τινες τῇ ἀκαλλεῖ συνηθείᾳ ἐμφυρόμεναι, ὑλάζουσαι τὰ περιττά· ἐφήμερος ἡ ζωή, διὰ χειρῶν ὁ βίος. τῶν σχέσεων ἀπορράγητε, τῷ Χριστῷ συνδουλούμεναι, ἐπείπερ διχοδεσμεῖσθαι οὐχ οἷόν τε· τὴν σάρκα ὑπωπιάζοιτε, δουλαγωγοῦσαι τῷ πνεύματι, τὴν καρδίαν καθαίρετε, ἵνα κατ' ἀμφότερα παρθενεύητε· τοῦτο γὰρ τὸ ὑπερφυὲς καὶ ζητούμενον. Ἀγαπῶν ἐν Κυρίῳ ὡς ἂν ἐπὶ μητρός μου ἢ ἀδελφῆς ὑπέμνησα, αὐταὶ δὲ προσεύχεσθε ἵνα ὧν ἄλλοις καθίσταμαι διδάσκαλος, τούτων πληρωτὴς γένοιμι. σωθείητε. 376 Ναυκρατίῳ τέκνῳ Τί τούτου χαριέστερον, τοῦ ἀκοῦσαί με τὸν ἁμαρτωλὸν ὅτιπερ σύ, ὁ ἀγαπητός μου υἱός, μεθ' ἑτέρων ἑπτὰ ἀδελφῶν σου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐμαστίχθητε ὑπὲρ Χριστοῦ, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ; δόξα τῷ καλέσαντι ὑμᾶς εἰς τὴν ὁμολογίαν τῆς ἀληθείας αὐτοῦ· δόξα τῷ σταθερώσαντι τὰς τιμίας ὑμῶν ψυχὰς τῶν ἄλλων προκινδυνεῦσαι εἰς τὸ μὴ πτῆξαι μηδὲ ὑποχωρῆσαι ἀπὸ προσώπου τοῦ ἀλάστορος, ἀλλὰ τὴν καλὴν ὑμῶν ὁμολογίαν ὁμολογῆσαι καὶ διὰ ταύτην σὺν Χριστῷ δοῦναι τὸν νῶτον εἰς μάστιγας. προσετέθητε χορὸς ἄλλος ὁμολογίας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ηὐξήσατε τὸ κλέος τῆς ἐν Χριστῷ ἀδελφότητος. μακάριοι ὄντως, ποθητοί μου, καὶ τρισμακάριοι, μακάριαι καὶ αἱ κοιλίαι, αἳ εἰς φῶς ὑμᾶς ἤγαγον· εἰ δέ τι καὶ περὶ ἐμοῦ, μακάριος κἀγὼ ὁ ἀμακάριστος καὶ ἄθλιος, ὅτι τηλικούτων ἀκούω πατὴρ τέκνων, θεοῦ υἱῶν καὶ κληρονόμων Χριστοῦ. τίς ἡ χαρὰ αὕτη; ἀλλ' οὐχὶ πάσης χαρᾶς θυμηρεστέρα; τίς ἡ δόξα αὕτη; ἀλλ' οὐχὶ τῶν τὰ διαδήματα φορούντων θαυμασιωτέρα, στίγματα φέρειν τοῦ Χριστοῦ, τὰ ζωοποιὰ αὐτοῦ πάθη ὡς στέφη; Οὕτως μὲν οὖν τὰ καθ' ὑμᾶς, ἃ καὶ οὐρανὸς ᾔνεσεν καὶ γῆ ἠκουτίσθη. τὰ δὲ ἡμέτερα μηδαμινὰ καὶ ἁμαρτωλά, πλὴν ὡς ἀπήγγειλεν ὁ ἀδελφὸς Ἀδριανός· πάντως γὰρ ἀποσέσωσται. εἰ δέ τι δέοι προσθεῖναι, ταῦτα καὶ δηλώσομεν. μετὰ τὸν δαρμὸν ἔκλεισαν ἡμᾶς τοὺς δύο εἰς ἀνώγαιον, ἀναφράξαντες τὴν θύραν καὶ ἄραντες τὴν κλίμακα. κυκλόθεν φύλακες, μή πού τις θίγῃ μηδὲ ἅψηται τοῦ δωματίου· ἀλλὰ καὶ πάντα τὸν εἰσερχόμενον εἰς τὸ κάστρον προϋπαντῶντες οἱ φύλακες οὐκ ἐῶσί που τραπῆναι πάρεξ τοῦ ἰδίου οἴκου, ἕως ἂν αὖθις ἐξέλθοι. παραγγελία κραταιὰ μὴ ἐπιδοθῆναι ἡμῖν τι πάρεξ ὕδατος μόνου καὶ ξύλου· οὕτως ἁπλῶς θέμενοι ὡς ἐν τάφῳ καὶ πρὸς τὸ κτεῖναι ἡμᾶς. ὁ δὲ θεὸς ἐλέει φιλανθρωπίας αὐτοῦ δι' ὧν προεισηνέγκαμεν χρειῶν καὶ ἔτι δι' οὗ ἐπιδίδοται ἡμῖν τὸ προσταχθὲν δι' ὀπῆς τῆς θυρός, ἐπὶ κλίμακος ἀνιόντος κατὰ τὴν ὥραν ἑστώσης, διατρέφει. οὐ τολμῶμεν φῆσαι ἐκεῖνο, ὅ φησιν ὁ Δανιὴλ δεξάμενος παρὰ τοῦ Ἀμβακοὺμ τὸ ἄριστον, ἐμνήσθη γάρ μου ὁ θεός, πλὴν ὅτι ἐμνήσθη καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεεῖ καὶ περιέπει καὶ σκέπει. ἕως ἂν οὖν πάρεστιν ἡμᾶς τρέφεσθαι ἐκ τῶν ἔνδον ἢ ὅπως ποτέ, ἑνὸς τῶν πορταρίων οἴκοθεν λάθρα ἐπιδιδοῦντος τοῦ καὶ ἑβδομαρησίου, τρέφει ἡμᾶς καὶ δοξάζομεν τὸν θεόν. ἐπιλιπόντων δὲ τῶν χρειῶν οἰκονομίᾳ θεοῦ συγκαταλείψομεν καὶ ἡμεῖς τὴν ζωήν· καὶ ἐν τούτῳ χαίρομεν, καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιούτῳ τρόπῳ καταληφθεὶς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καὶ πρὸς τὸ ἑξῆς, ὡς κελεύει, δόξης περισσοτέρας τὸν ἀγέραστον καταξιῶσαι σὺν τῷ ἀδελφῷ; Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, συναγωνίσασθέ μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν ἵνα ῥυσθῶ ἐν παντὶ τρόπῳ διὰ παντὸς ἐκ τοῦ πονηροῦ καὶ ἵνα ὁ ἐναρξάμενος ἐν ἡμῖν ἔργον ὁμολογίας αὐτοῦ διὰ σπλάγχνα οἰκτιρμῶν οὐκ ἐξ ἔργων μού τινων (οὐ γὰρ ἐποίησά τι ἀγαθὸν ἐπὶ τῆς γῆς ἀλλὰ τοὐναντίον) αὐτὸς καὶ ἐπιτελέσειεν ἐν ἀμφοτέροις. τοῦτο καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς ὑμᾶς τοὺς τὰ αὐτὰ πάσχοντας αἰτεῖσθαι οὐ διαλιμπάνομεν μετὰ δακρύων. οὐ μόνον τοὺς ὀκτώ, τὴν ἐκλογὴν τοῦ Κυρίου, ἀλλὰ καὶ τὸν ἀββᾶν Πέτρον καὶ τὸν καλὸν Λιτόιον καὶ εἴ τινα ἄλλον ἀσπαζόμεθα ἐν Κυρίῳ. 377 Ἐπιφανίῳ τέκνῳ Ἰδού, τέκνον μου ἠγαπημένον, καθὼς προεθυμήθης ἀπᾶραι ἐν τῇ Δύσει, εἰπόντος μου ἆραι γράμματα ταῦτα. ἀπέστειλα δύο ἐπιστολάς, τοῦ τε ἀποστολικοῦ καὶ τοῦ κυροῦ Μεθοδίου· οἱ γὰρ περὶ τὸν ἀδελφὸν Διονύσιον εὐδοκίᾳ θεοῦ καὶ ἀπεσώθησαν ἕως τῶν ἐκεῖ καὶ χρηστὰς ἐλπίδας ἤνεγκαν· πρὸς οὓς καὶ πάλιν ἐπιστεῖλαι εὖ ἐνόμισα. ἐπέστειλα δὲ οὐχ ὡς ἀπ' ἐμοῦ μόνον, ἀλλ' ὡς τὸ πρότερον, ἐξ ἀμφοτέρων τῶν ἡγουμένων, οὓς δηλοῖ ἡ ἐπιστολή, πάρεξ τοῦ τῆς Εὐκαιρίας· οὗτος γάρ, ὡς ἔμαθον, κατὰ τὰς ἁμαρτίας μου κατέπεσεν. γνώσει οὖν καὶ κοινῇ γνώμῃ διὰ μηνύματος λαθραίου καὶ ἀναγνώσεως τῆς ἐπιστολῆς ὡς τότε ἐπεστείλαμεν, ὡς καὶ ἐδήλου τὸ ἀπιὸν γράμμα. νῦν δέ, κἂν οὐ δεδύνημαι τοῦτο ποιῆσαι διὰ τὴν ἀσφάλειαν, ἀλλ' ὡς ἤδη ὁμογνωμονούντων ἀμφοτέρων καὶ αὕτη ἡ ἐπιστολή· ἴσως δὲ καὶ μετὰ ταῦτα ἐνδέχεται κἀκείνους ἐπιγνῶναι. Ἄπιθι οὖν, ὦ καλὲ Ἐπιφάνιε· ἐπίφανον τῇ Δύσει ἄγγελος πιστός, φρόνιμος, ἀρχαιογνώριστος, ἀποδιδοὺς τὴν ἐπιστολὴν καὶ κατὰ τὰ θεοκινήτως τυπωθέντα ἐν τῷ ἁγίῳ ἀποστολικῷ ὑποθετικῷ τρόπῳ καὶ λόγῳ τοῦ ἱεροῦ Μεθοδίου καὶ τοῦ τῆς Μονοβασίας ἁγίου ἐπισκόπου καὶ αὐτὸς συνεπιπρεσβεύων καὶ ἐκλιπαρῶν εἰς πέρας ἐνεχθῆναι ταῦτα θεοῦ εὐδοκίᾳ, τοῦ ἔχοντός σε καὶ ἀποσῶσαι καὶ παραστῆσαι τῇ ἱερᾷ καὶ μακαρίᾳ κορυφῇ. μὴ δείσῃς· πολύς σοι ὁ μισθὸς καὶ μέγας ὁ ἀγών· Χριστὸς μετὰ σοῦ. προσειπὲ πάντας τοὺς ἁγίους καὶ μάλιστα τοὺς γνωριμωτέρους, ἐξαιρέτως τὸν ἅγιόν μου πατέρα τὸν ἀρχιμανδρίτην, ἀλλὰ καὶ τὸν δεσπότην μου τὸν χαρτοφύλακα, οὗ ἡ ἀγάπη ἔγκειται ἐν τῇ ταπεινῇ μου καρδίᾳ. 378 Τῷ αὐτῷ Καὶ αὖθις ἤκουσα τῆς φωνῆς σου, τέκνον ἠγαπημένον, καὶ ἔδοξα κατ' ὀφθαλμούς σε ὁρᾶν καὶ περιπτύσσεσθαι. ἀλγεῖς ὅτι ἀφέθης ἄδεσμος εἶναι; χάρις τῷ οὕτως οἰκονομήσαντι Κυρίῳ, σὺ δὲ τῇ προθέσει δέσμιος καὶ τῇ ὁμολογίᾳ μακάριος. πλὴν οὐκ οἶδας τί τέξεται ἡ αὔριον. ἔσο τοίνυν παρεσκευασμένος καὶ ὅπῃ τῷ θεῷ φίλον ἀγέσθω τὰ κατὰ σέ· παντὶ φυλακῆς χρεία, ἑκασταχοῦ ὁ διώκτης ἐχθρός. ἔχου, τέκνον μου, τῆς σωτηρίας σου ὅπουπερ ἂν εἴης, προσευχόμενος περὶ τοῦ ἁμαρτωλοῦ σου πατρὸς εἰς τὸ ἀπᾶραί σε πρὸς τὰ δυτικά, ἡνίκα ὑπέστρεψαν οἱ ἀδελφοί, δι' εὐχῆς μοι μάλα πληροῦντα τὰ θεοφιλῆ καὶ ἀναγκαῖα, αἴροντα δηλονότι καὶ τὰ γράμματα. Ἃ δὲ ἐκεῖσε πέπρακται ὑπὸ τοῦ πρὶν προεδρεύσαντος μαθὼν ἐξέστην καὶ εἰς ἐλεεινολογίαν κατέληξα· πῶς δὲ οὐκ ἐσήμανας περὶ τοῦ Φιλαγρίου, οὗ ἡ μέριμνα πιέζει μου τὴν ταπεινὴν ψυχήν; 379 Τῷ αὐτῷ Ἐκ παραδόξου μοι τὸ γράμμα σου, ὦ φίλτατον τέκνον· ὃν γὰρ προσεδόκουν ῥωμαΐζειν, ἐκ Βυζαντίου μοι φθέγγεται, καὶ ὃν ἐλογιζόμην ἀφέμενον εἶναι, δέσμιος ἥκει. τί τοῦτο; δῆλον ὅτι προνοίας θεοῦ τὸ ἔργον, ἵνα καὶ σὺ μετασχοίης σὺν τοῖς ἱεροῖς ἀδελφοῖς σου τῶν ὑπὲρ Χριστοῦ παθημάτων, οὐ μόνον ὡς τῶν προεχόντων ὤν, ἀλλὰ καὶ τῶν πολλῶν ἐν γνώσει διαφέρων καὶ τὸ πρωτεῖον τῶν γραφέων ἔχων, προσθείην δ' ἂν καὶ ὡς στόμα τῆς ταπεινώσεώς μου ὑπάρχων. σὺ μὲν οὖν ἐφθέγξω ἃ ἐφθέγξω ἐν τοῖς γράμμασιν ἐκθειάζων τὰ ἐμὰ (σὰ δὲ εἰπεῖν ἄληθες, ἐπειδὴ υἱῷ τὰ πατρὸς ἀνήκει) καὶ τοῦ μέτρου διὰ τὸν πόθον ἐξιστάμενος, ἐγὼ δέ σε παρακαλῶ στῆναι γενναίως ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασι, πάντα φέρων τὰ μέχρις αἵματος, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὡς γέγραπται, ἄλλως τε ὅτι καὶ προῄρου κατ' ἀρχὰς ὑποβληθῆναι τοῖς ὁμολογηταῖς καὶ σαυτὸν ἐπέρριψας μικροῦ δεῖν τῷ κινδύνῳ. νόμιμον οὖν τὸ μαρτύριόν σοι ᾠκονομήθη, ἀδελφέ, ἄρτι ἀχθέντι κατὰ λόγον. μὴ οὖν ἀναδύωμεν, ἀντιβολῶ, μηδὲ ἐλεήσωμεν σάρκας, ἀλλὰ προησώμεθα ταύτας εἰς ὅ τι ἂν καὶ παρασκευάσοι Χριστός, ἵνα καὶ ψυχὴν καὶ σῶμα εἰς ἀθάνατα ἀγαθὰ ἐμβάλωμεν. Προσεύχου καὶ αὐτὸς τὰ ἴσα περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. 380 Ναυκρατίῳ τέκνῳ Χαίρω ἐπὶ σοί, ἀδελφέ μου Ναυκράτιε, ὅτι τῆς χαρᾶς υἱὸς χρηματίζεις, ὅπερ ἐστὶ τὸ διὰ Χριστὸν πάσχειν. καὶ τί γὰρ τούτου χαριέστερον, τί δὲ εὐκλεέστερον; ἐμαστίχθης οὖν χριστομιμήτως, ἤρθης ἐκ φυλακῆς εἰς φυλακήν, παραδοθεὶς εἰς χεῖρας Ἰωάννου τοῦ ἀσεβοῦς, ἐφ' ᾧ ὁ ταπεινὸς καὶ ἠγωνίασα· ἀλλ' ὅτι προσβαλόντος αὐτοῦ οὐ περιετράπης, τοὐναντίον δὲ καὶ ἀπεπέμψω διελεγκτικῶς τὸν ματαιόφρονα, πάνυ ὁ τάλας ᾖσα καὶ εὐθύμησα. εἴη δέ σοι καὶ πρὸς τὸ ἑξῆς πρὸς πᾶν ὁτιοῦν τῶν συμβησομένων παρὰ Κυρίου βοήθεια. ἐπειδὴ δὲ ἔφης προτεῖναι αὐτὸν ἐν τῇ διαλέξει φωνὰς ἐπ' ἀνατροπῇ τῶν ἁγίων εἰκόνων, ἤγουν Ἀστερίου, Ἐπιφανίου καὶ Θεοδότου, ἀναγκαῖον ᾠήθην πρὸς καταρτισμὸν ἀμφοτέρων παραθέσθαι ἐνταῦθα, εἰ καὶ ὑπερτείνει τὸ ἐπιστολιμαῖον ὕφος, αὐτὰς ἐκείνων τὰς φωνὰς καὶ τὴν σὺν θεῷ παρ' ἡμῶν τῶν ἀμαθῶν ἀνατροπὴν αὐτῶν. Ἡ οὖν τοῦ Ἀστερίου ἐπὶ λέξεως τάδε·" 4μὴ γράφε τὸν Χριστόν· ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθ αιρέτως δι' ἡμᾶς κατεδέξατο. ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε" 5. ἐρωτάσθω τοιγαροῦν ὁ λογογράφος, ἀνθ' ὅτου ἀπαγορεύσας Χριστὸν γράφεσθαι ἀρκεῖν αὐτῷ λέγει τὴν μίαν τῆς ἐνσωματώσεως ταπεινοφροσύνην, ὡς καὶ τὴν ἅπαξ αἱρεθεῖσαν ἄδοξον ὑποφεύγοντι τὴν δευτερεύουσαν τῆς ταπεινοφροσύνης φανέρωσιν. καὶ πῶς αὐθαίρετος, εἰ ἄδοξος; τὸ γὰρ αὐθαίρετον ἔνδοξον, οὐκ ἔχον τοῦ ἀκουσίου τὸ ἄδοξον. εἰ δὲ τοῦτο οὔ, ἀλλ' ὅτι δευτέρωσις, πῶς δευτέρωσις ἡ τὸ αὐτὸ καὶ πρῶτον καθ' ὁμοίωσιν δεικνύουσα γραφή; πῶς δὲ καὶ τὸ ὑπομνηματίζεσθαι δι' ἀκοῆς οὐ παραιτήσεται, εἴγε τὸ δι' ὄψεως θριαμβεύεσθαι ὡς δευτέρωσιν φέρον νεμεσητὸν αὐτῷ; ἑκάτερον γὰρ θατέρου σύνοδόν τε καὶ ἰσοδύναμον, ὡς τὸ θεῖον στόμα, Βασίλειος ὁ Μέγας, ἀπεφθέγξατο. λογισθήσεται δὲ κατὰ τὸ ἀνάλογον καὶ τὸ τὸν σταυρὸν ἅπαξ γραφῆναι ἑτέρου δηλαδὴ σταυροῦ δευτέρωσις, ὡς καὶ ἐπὶ τοῦ εὐαγγελίου· καὶ ἐπειδὴ ἀεὶ γράφεται ἀμφότερα, ἀπείρους σταυρούς, πρὸς δὲ καὶ εὐαγγέλια, οὐχ ἕνα καὶ ἓν ὑπάρχειν. εἰ δὲ εἷς καὶ οὐ δεύτερος, κἂν μυριοστῶς γράφοιτο, σταυρός, καὶ ἓν καὶ οὐ δεύτερον, κἂν ἀπείρως γράφοιτο, εὐαγγέλιον, καὶ εἷς καὶ οὐ δύο, κἂν ὡσαύτως γράφοιτο, Χριστός. γραφόμενος γάρ ἐστιν ὡς ἀναγινωσκόμενος καὶ οὐ πλησθήσεται οὖς ἀπὸ ἀκροάσεως οὔτε μὴν ὀφθαλμὸς ἀπὸ ὁράσεως· ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὅτι ὤφθη βρέφος ὁ αἰώνιος· καὶ γαλακτοτροφεῖται ὁ τρέφων τὰ σύμπαντα καὶ ἀγκαλίζεται ὁ ἀπερίληπτος καὶ χρηματίζει ἀνὴρ ὁ ὑπέρθεος καὶ βαπτίζεται ἡ τῆς σοφίας ἄβυσσος καὶ δρᾷ τὰ θεοπρεπῆ τε καὶ ἀνθρωποπρεπῆ ὁ ὑπερούσιος καὶ σταυροῦται ὁ τῆς δόξης Κύριος καὶ θάπτεται καὶ ἀνίσταται ὁ ζωῶν τὰ σύμπαντα καὶ ἀναλαμβάνεται ἀνθρωποπρεπῶς ὁ μηδαμοῦ χωρούμενος. παυσάσθω ἀπαγορεύειν τὴν οὕτω σωτήριον κόσμου καθ' ἑκάτερα φανέρωσιν, καὶ τὴν δόξαν Κυρίου ἀδοξίαν ὑποτιθέμενος καὶ τὴν αὐθαίρετον ταπεινοφροσύνην ἀκούσιον ὑποβαλλόμενος, παυσάσθω δὲ καὶ τῷ Μεγάλῳ Βασιλείῳ ἀντιφερόμενος, οὗ ἡ φωνὴ θεοῦ φωνή, ὧδέ που προστάσσοντι· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. Ἐρρίφθω δέ που θείου χοροῦ σὺν τῇ παρούσῃ ἀποφάσει καὶ ἡ ἑξῆς κατάφασις, ὡς τὸ ἴσον τῆς ἀτοπίας ἔχουσα. τί γάρ φησιν;" 4ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε" 5. ὢ τῆς ἀλογίας· οὔ τί που γὰρ θεῖον στόμα ἀσώματον τὸν λόγον μετὰ τὸ γενέσθαι αὐτὸν σάρκα λέλεχεν. οὐκέτι μὲν γὰρ σάρκα Χριστόν, ἀλλ' οὐκ ἀσώματον ὁ ἱερὸς ἀπόστολος εἴρηκεν, ἐν οἷς φησιν· ἡμεῖς δὲ ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅπερ ἑρμηνεύων ὁ Θεολόγος Γρηγόριος τὰ σαρκικά, ἔφη, πάθη καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα· ὡς καὶ ἀλλαχοῦ φησιν, οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ. ὁ δὲ ἀσώματον τὸν λόγον φήσας οὐ μόνον τοῖς δυσίν, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς θεοφόροις μαχόμενος εἶεν. Δέδεικται τοίνυν φύσεως λόγῳ ἀτόπῳ ἄτοπον ἐπακολουθῆσαν· καὶ τῇ τοῦ ψεύδους ἀνατροπῇ κείσθω ἀντιστρόφως ἡ ἀλήθεια. πῶς; γράφε τὸν Χριστὸν ὅπου δεῖν, ὡς ἔχων αὐτὸν κατοικοῦντα ἐν τῇ καρδίᾳ σου, ἵνα καὶ ἀναγινωσκόμενος ἐν δέλτῳ καὶ ὁρώμενος ἐν γραφῇ ὡς ταῖς δυσὶν αἰσθήσεσι γνωριζόμενος διττῶς φωτίζῃ σου τὰς φρένας, μαθόντος ὅπερ διὰ λόγου κατηχήθης τοῦτο βλέπειν κατ' ὀφθαλμούς. καί γε ἐν τῷ οὕτως ἀκουτίζεσθαι καὶ ὁρᾶσθαι οὐκ ἔχει φύσιν μὴ οὐχὶ δοξάζεσθαι θεὸν καὶ κατανύττεσθαι ἄνθρωπον εὐσεβῆ· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον καὶ θεῷ εὐπρόσιτον; οὕτως οὖν οἱ οὐδαμινοὶ νοοῦμεν τἀληθῆ, εἰ καί τινες τῶν πρὸ ἡμῶν ἱερῶν πατέρων ἑτέρως ὑπειλήφασι τὸ διελεγχθὲν πρόβλημα. Τῆς γοῦν τοῦδε φωνῆς περαιωθείσης, τίς ἡ τοῦ Ἐπιφανίου;" 4νοήσει ἡ σὴ θεοσέβεια, εἰ πρέπον ἐστὶ θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων" 5. ὅρα δὴ τὸν ψευδηγόρον· οὐ Χριστὸν εἶπεν, ἐφ' ᾧ δηλοῦται ἡ περιγραφὴ μετὰ τοῦ ἀπεριγράπτου (ὧδε γὰρ τῶν ἑκατέρων φύσεων ἡ δήλωσις), ἀλλὰ θεὸν ἔχειν ἡμᾶς ζωγραφητόν, ἀπαμφιεννὺς τὸν λόγον τῆς ἀνθρωπότητος μανιχαϊκῷ φρονήματι καὶ θεὸν γυμνὸν προτείνας, ὡς ἂν τῷ ἀτόπῳ τῆς προτάσεως τὸν ἀκροατὴν ἐκπλήξειεν. οὕτω δὴ καὶ ὁρατὸν θεὸν εἰπεῖν ἔκτοπον, εἴπερ φησὶ τὰ ἱερὰ λόγια, θεὸν οὐδεὶς ἑώρακεν πώποτε. καὶ μὴν ὁ μονογενὴς υἱός, θεὸς ὢν καὶ ὁρώμενος, τοῦτο ἐξηγήσατο· ἀλλ' εὔδηλον ὅτι γυμνὸν θεὸν ἀνθρωπότητος οὐδεὶς ἑώρακεν. ἐπεὶ δὲ ὁ μονογενὴς οὐ γυμνὸς μετὰ τὴν σάρκωσιν, διὰ τοῦτο καὶ ὁρατός. καὶ βεβόηκεν ὁ ἱερὸς ἀπόστολος· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. τὸ οὖν ἐν σαρκὶ ἐπὶ πάσῃ ἀποφάνσει ἀπὸ κοινοῦ ληπτέον· εἱρμὸς γάρ τίς ἐστιν ἡ πρώτη φωνὴ οὐ μόνον ταῖς ἐφεξῆς, ἀλλὰ γὰρ καὶ πάσαις ταῖς τῆς ἐνσωματώσεως ἰδιότησιν. ὡς οὖν θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἐφ' ἑκάστῳ τῶν προειρημένων (οὐ γὰρ ἂν ἔχοι φύσιν μὴ προσυπακουομένου τοῦ ἐν σαρκὶ ἢ ὀφθῆναι ἢ ἀναληφθῆναι), οὕτω δηλαδὴ καὶ γαλουχεῖται ἐν σαρκὶ καὶ προκόπτει ἡλικίᾳ καὶ βαδίζει ποδὶ καὶ ἱδροῖ ἀγωνίᾳ καὶ διαλέγεται γλώττῃ καὶ ὅσαπερ ἄλλα τῆς αὐτῆς συστοιχίας. Εἰ δὲ ταῦτα οὕτως, ἐπειδὴ ἓν τῶν ἁπάντων ἰδιωμάτων τοῦ σώματος καὶ ἡ περιγραφή, εὔδηλον ὅτι καὶ περιγράφεται θεὸς ἐν σαρκὶ εἴτε χρωματουργικῶς εἴτ' οὖν ἑτεροτρόπως. δυοῖν γὰρ ἑκάτερον πᾶσα ἀνάγκη· εἰ ὦπται ἐν σαρκί, καὶ περιγράφεται ἐν σαρκί, ἐπείπερ σύστοιχον καὶ ἀλληλαίτιον ἑκάτερον ἑκατέρου. εἰ οὖν μὴ τὸ δεύτερον ἄληθες, οὐδ' ἄρα τὸ πρῶτον· ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, οὐκοῦν καὶ τὸ δεύτερον. οὕτω καὶ κατὰ τὰ θεῖα λόγια καὶ κατὰ κοινὸν συλλογισμὸν ἠλίθιον τὸ μὴ ὁμολογεῖν θεὸν ἐγγράφεσθαι ἐν σαρκί, εἴπερ ὦπται ἐν σαρκί. ἐπεὶ καὶ ἑτέρωθι ὁ γεννάδας φησίν·" 4ἤκουσα ὅτι καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινες γράφειν ἐπαγγέλλονται· φρῖξαί ἐστι τὸ ἀκοῦσαι" 5. τίς γοῦν νοῦν ἔχων οὐκ ἐγγελάσειεν τὸν ματαιόφρονα; οὔ τί που ἀνέγνω ὅτι συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον τὸν ἀρχιερέα; καὶ ἑτέρωθι πάλιν· ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων; οὐχ ὁμολογεῖ θεὸν τὸν Ἰησοῦν; εἰ θεὸς οὖν, πῶς ὁ ἀκατάληπτος ἐλήφθη καὶ ἐδέθη; ἢ δῆλον ὅτι ἐν σαρκί, καθὰ εἱρμολόγησεν ὁ πάνσοφος Παῦλος; σιγάτω οὖν λυττῶν κατὰ Χριστοῦ καὶ οὗτος ὁ πλάνος. ἐὰν δέ που ἀκούσειεν ὅτι καὶ ἐσθιόμενον ἔχομεν θεόν, τάχα ἂν οὐ μόνον φρίξοι, ἀλλὰ καὶ διαρρηχθείη, μὴ φέρων τὸ ἄκουσμα. ἀλλὰ τί φησιν ὁ Χριστός; καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ· οὐκ ἂν δὲ ἄλλως βρωθείη, εἰ μὴ ἐν σαρκί. καὶ γὰρ ὁ Χριστός, θεὸς ὁμοῦ καὶ ἄνθρωπος τέλειος ὑπάρχων, ὁπόταν καθ' ἑκάτερον τῶν ἐξ ὧν συνετέθη φύσεων ὀνομάζοιτο, καὶ καθ' ἕτερον κυρίως νοούμενος λέγοιτο, οὐ τῆς θατέρου ἰδιότητος ἐν τῷ μοναδικῷ τῆς ὑποστάσεως μειουμένης ἢ συμφυρομένης. καὶ μάρτυς τοῦ λόγου αὐτὸς ὁ θεὸς καὶ λόγος, πῇ μὲν λέγων, τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; (καίτοι γε ὁ λέγων καὶ θεὸς ἀθάνατος ἦν), πῇ δὲ φάσκων, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι· καὶ μὴν ὁ εἰπὼν καὶ υἱὸς ἀνθρώπου ἦν. οὕτω τὸ πεφυκὸς ἑκατέρου ὀνόματος θατέρᾳ φύσει ἀπονέμοντες οὔ τί που διασφαλλόμεθα. Ἐπεὶ δὲ καὶ τοῦδε τέλος εἴληφεν ἡ φωνή, τίς ἡ τοῦ Θεοδότου;" 4τὰς τῶν ἁγίων εἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων ἀναμορφοῦν παρειλήφαμεν, ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἆρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα" 5. εὐθὺς ἡ βαλβὶς τοῦ λόγου οὐ νεμεσητή, εἰ καὶ τῶν ἐφεξῆς ἀτόπων κατασκευαστική, ἐπεὶ καὶ πολλοὶ τῶν ἱερῶν διδασκάλων τῆς εἰκονικῆς θέας τὴν διὰ λόγου ἱστορίαν προὐργιαιτέραν τίθενται, οὐ διαβάλλοντες τὴν θατέραν, ἕτεροι δὲ τὸ ἔμπαλιν. ἔχοι δὲ τὸ ἴσον, καθά φησιν ὁ Μέγας Βασίλειος· ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. καὶ οὐ πάντες ζωγράφοι οὐδὲ πάντες λογογράφοι, ἀλλ' ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε μέτρον χάριτος. Ὥστε τήνδε τὴν πρότασιν παρεὶς λεγέτω τὴν ἑξῆς·" 4ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ" 5. ἀντερωτάσθω οὖν ὁ γεννάδας· ποίαν γὰρ ὄνησιν καὶ ἱερὰν θεωρίαν οὐκ ἔστιν ἐντεῦθεν εὑρᾶσθαι; εἰ γὰρ αὕτη φύσις εἰκόνος, μίμημα εἶναι τοῦ ἀρχετύπου, καθά φησιν ὁ Θεολόγος Γρηγόριος, καὶ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, καθά φησιν ὁ πάνσοφος Διονύσιος, δῆλον ὅτι ἐκ τοῦ μιμήματος, ἤγουν εἰκόνος, πολὺ τὸ ὄφελος πρόεισι καὶ διὰ τοῦ μιμήματος πλείστη ἐπὶ τὸ ἀρχέτυπον ἡ πνευματικὴ θεωρία ἄνεισι. καὶ μάρτυς ὁ αὐτὸς θεῖος Βασίλειος, ὧδέ που λέγων· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. εἰ δὲ ἀναβαίνει, καὶ κάτεισιν εὔδηλον ἐπὶ τὴν εἰκόνα ἀπὸ τοῦ πρωτοτύπου. οὐκ ἂν δέ τις ἀνοηταίνων ἀνωφελῆ τὴν τιμὴν εἴποιεν οὐδ' αὖ τὸ μίμημα μὴ οὐχὶ τοῦ μεμιμημένου ἀποτύπωμα, ὡς εἶναι ἑκάτερον ἐν ἑκατέρῳ κατὰ τὸν θεῖον Διονύσιον· οὗ τί ἂν γένοιτο ὠφελιμώτερόν τε καὶ ἀναγωγικώτερον; ἔμφασις γάρ ἐστιν τῆς αὐτοψίας καὶ σεληνιαῖόν τι φῶς, ἵνα καὶ οἰκείῳ παραδείγματι χρήσωμαι, πρὸς ἡλιακὸν φάος ἡ εἰκών· ἐπεὶ εἰ μὴ τοῦτο, τί ὀνίνησι τοὺς πάλαι ἡ σκηνὴ τοῦ μαρτυρίου, μίμημα οὖσα τῶν ἐπουρανίων; κἀκεῖ γὰρ μετὰ τῶν ἄλλων χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τουτέστιν εἰκόνες ἀνθρωπομόρφῳ εἴδει διατυπούμεναι, ἀναγωγικὰ πάντα καὶ τῆς ἐν πνεύματι λατρείας θεωρήματα. μάτην δὲ ἡμῖν ὅσον ἐπὶ τῇ τοιᾷδε προτάσει καὶ ἡ σταυροειδὴς εἰκών, μάτην καὶ ἡ λογχοειδής, μάτην καὶ ἡ σπογγοειδὴς (ἐπείπερ καὶ ταῦτα μιμήματα, κἂν οὐκ ἀνθρωπόμορφα), μάτην καὶ ὅσα ἄλλα αἰσθηταῖς εἰκόσι, Διονυσαϊκῶς εἰπεῖν, παραδέδοται ἡμῖν, δι' ὧν ἐπὶ τὰς νοητὰς κατὰ τὸ δυνατόν, φησίν, ἀναγόμεθα θεωρίας. ἔπειτα καὶ ἡ μία τῶν πέντε τῆς ψυχῆς δυνάμεων ἡ φαντασία, φαντασία δὲ δόξειέν τις εἰκών· ἰνδάλματα γὰρ ἀμφότερα. οὐκ ἀνωφελὴς ἄρα ἡ εἰκών, τῇ φαντασίᾳ ἐοικυῖα. εἰ δὲ ἀνωφελὴς ἡ προὐργιαιτέρα, πολλῷ οὖν μᾶλλον ἡ ὑφειμενεστέρα, μάτην συνυπάρχουσα τῇ φύσει· καὶ εἰ μάτην, καὶ αἱ σύστοιχοι αὐτῆς, αἴσθησις, δόξα, διάνοια, νοῦς. οὕτω φυσιολογῶν ὁ λόγος ἄνουν ὑπαγορεύει διὰ θεωρίας ἐπαγωγικωτέρας τὸν τῆς εἰκόνος ἤτοι φαντασίας ἐξουδενωτήν. ἐγὼ δὲ καὶ ἄλλως ἄγαμαι τὴν φαντασίαν· φασὶ γάρ τινες γυναῖκα κατὰ τὸν τῆς συλλήψεως καιρὸν Αἰθίοπα φαντασθεῖσαν Αἰθίοπα ἀποτεκεῖν. τοιοῦτον καὶ τὸ κατὰ τὸν πατριάρχην Ἰακὼβ ἐπὶ τῷ τῶν ῥάβδων λεπισμῷ, ἐξ ἧς φαντασίας ἐποικίλλοντο τὰ ἐν τοῖς θρέμμασι τικτόμενα. καὶ ὢ τοῦ θαύματος, ὅτι πραγματικῆς ἐνεργείας ἡ εἰκονοειδὴς φαντασία ὦπται ἀποτέλεσμα. Ἀλλ' ἐπὶ τὸ προκείμενον ὁ λόγος·" 4εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται θεωρίᾳ" 5. καὶ τίς, ὦ τᾶν, οὐκ ἐκ τῆς εἰκονικῆς εἰδέας, εἴπερ ἐναργῶς ἀτενίσειεν, δεξιᾶς τε ἢ ἀριστερᾶς ἰνδάλματα λαβὼν ἐν νῷ ἄπεισιν; ἀλλ' εἰ μὲν ἐξ ἀρίστης, ἄριστα, εἰ δὲ ἐξ αἰσχίστης, αἴσχιστα, ὥστε πολλάκις καὶ οἴκοι μένων τῇ μὲν κατανύττεσθαι, τῇ δὲ παθαίνεσθαι. ἢ οὐχὶ καί τις ἐνίοτε ἀφυπνώσας τοῖς νυκτερινοῖς φαντάσμασι περιχαρῶς ἢ λυπηρῶς διανίσταται; εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ οὖν μᾶλλον ἐν τοῖς καθ' ὕπαρ εἰκονίσμασι διατίθεσθαι ἔστι πρὸς ἑκάτερα τὸν βλέποντα. οὐ δήπου ἀνέγνως, ὦ βέλτιστε, ὡς οἱ πάλαι ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων; τί ἑκάτερον; οὐκ εἰκών; οὐκ ἐν εἰκόνι ἀνήγοντο πρὸς τὴν τῶν ἐπουρανίων θεωρίαν; οὐκ ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος, Δαυιτικῶς εἰπεῖν; οὐκ αὐτὸς σὺ ὁ εἰκονο μαχῶν εἰκὼν θεοῦ καὶ κατὰ εἰδέαν πατρῴαν γεννηθεὶς καὶ εἰκονικῶς ἐν πίνακι ἐγγραφόμενος; ἢ μόνος σὺ ἀνεξεικόνιστος ὡς οὐκ ἄνθρωπος ἀλλὰ ἀμβλωθρίδιος, καὶ διὰ τοῦτο καὶ τοὺς ἁγίους οὕτως οἰόμενος; Ἀλλ' ἵνα μᾶλλον ὁ περὶ τοῦδε λόγος πίστωσιν δέξοιτο, παρεὶς τὸ οἴκοθεν δογματίζειν αὐτοὺς προστήσεται τοὺς τῆς οἰκουμένης λαμπτῆρας, ἀποκρινομένους σοι πρὸς τὴν ἐρώτησιν. Γρηγόριος ὁ Νυσσαεύς· εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. ὁ Χρυσόστομος· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Κυρίλλου Ἀλεξανδρείας· εἶδον ἐγὼ κατὰ τοίχου γραφῆς ἐναθλοῦσαν τοῖς σκάμμασι κόρην καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατώπτευσα. Γρηγόριος ὁ Θεολόγος· τῆς δὲ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι· ἑταιρὶς ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία) ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, ὡς ζῶντα αἰσχυνθεῖσα τὸν γεγραμμένον. Βασίλειος ὁ Μέγας· ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος νενικημένος γραφῇ. χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκῃ ἡττώμενος· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην, ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμ μένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι· φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. ὁρᾷς ὅπως ὁ μὲν προτίθησι τῆς λογογραφίας τὴν ζωγραφίαν, ἐν ᾗ ἡλίκη ἡ ἐκθείασις, ὡς καὶ κλαίειν τοὺς δαίμονας, ὁ δὲ πηλίκως πως σεβαστὴν τὴν εἰκονουργίαν κέκληκεν, ὡς ἑταιρίδος σωφρονισμὸν ὑπάρξασαν; εἶτα πάλιν πῶς ὁ ἕτερος οὐκ ἄδακρυς ἐκ τῆς γραφικῆς θέας ἄπεισιν, ἐν τῇ γραφῇ ἀθλοῦσαν βλέπων τὴν μάρτυρα; πάλιν πῶς ὁ ἄλλος ἠγαπημένην καλεῖ τὴν κηρόχυτον γραφήν, ὡς ἐν αὐτῇ ἰδὼν τὰ πρωτότυπα; ἔπειτα καὶ ὁ μετ' αὐτούς, πῶς οὐδ' αὐτὸς ἐκ τῆς γραφῆς τῆσδε ἄδακρυς ἄπεισιν, ὡς αὐτὴν ὑπολαβὼν τὴν αὐτοψίαν; ἴδε ὅσα τὰ ὀνησιφόρα, σκόπησον πηλίκα τὰ ὠφέλιμα. καὶ ἐπειδὴ ἐρωτήσας ἤκουσας οὐ παρὰ τοῦδε καὶ τοῦδε σμικρῶν ἀνθρώπων καὶ οὐδαμινῶν, πρὸς αὐτῶν δὲ τῶν πνεύματι θεοῦ φθεγξαμένων καὶ βροντώντων τὴν ὑπ' οὐρανόν, φράσον καὶ τὸ συμπέρασμα τοῦ λόγου, ὦ δογματιστά." 4ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα" 5. εὔκαιρον ἐνταῦθα ἐκβοῆσαι μέγα· ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ, ὅτι ματαίαν ἐπίνοιαν καὶ εὕρεμα μεθοδείας διαβόλου τὰ παρὰ τῶν θεοφόρων ἱερὰ δόγματα ἐκπέφασται. ἀλλ' οὐχ οὕτως, ὦ πλάνων μέγιστε, τοὐναντίον δὲ ἐπὶ σοὶ ἀναθετέον τὰ τῆς γλώσσης σου ἀμαρύγματα. Ἐπεὶ οὖν τέλος ἔχει τὸ ὕφος, ἐκεῖνο βούλομαί σε, ἀδελφέ, εἰδέναι, ὅτι, ἅσπερ προφέρουσι χρήσεις οἱ εἰκονομάχοι, αἱ μὲν προδήλως αἱρετικῶν (οὐ γὰρ ἔστιν, οὐκ ἔστι μὴ οὐχὶ παρυφίστασθαι τῇ ἀληθείᾳ τὸ ψεῦδος, ὡς καὶ τῷ σίτῳ τὰ ζιζάνια), αἱ δὲ πατέρων ἁγίων, στρεβλῶς ὑπὸ τῆς ἐσκοτισμένης αὐτῶν διανοίας ἐκλαμβανόμεναι, αἱ δὲ παντάπασιν ἀλλόκοτοι, τὰ κατὰ εἰδώλων τῇ εἰκόνι Χριστοῦ ἀνάπτουσαι· ὧν οὐ δεῖ ὡς ἔτυχεν προσίεσθαι φωνὴν οὔτε μὴν συναίρειν λόγον αἱρετικοῖς παρὰ τὴν ἀποστολικὴν νομοθεσίαν. Τὸ λοιπὸν σῴζοιο, τέκνον, καί με σῴζεσθαι προσεύχου. τ381- 429 ΤΟΥ ΑΥΤΟΥ ΒΙΒΛΙΟΝ ˉˉΒ 381 Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν. κατηχητική Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη· δίκαιον γὰρ ἀπὸ φωνῶν ἀποστολικῶν τοῖς διὰ Χριστὸν δεδιωγμένοις ἐπιφθέγγεσθαι. εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνοίξας ἡμῖν τοῖς ταπεινοῖς θύραν, καίπερ τηρουμένοις ἀσφαλῶς, τῇ διὰ τοῦ γράμματος ὁμιλίᾳ συναφθῆναι ὑμῖν τοῖς ἠγαπημένοις ἀδελφοῖς ἡμῶν. ὄντως ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται, κἂν δεσμεῖν οἱ κρατοῦντες οἴωνται· ὄντως μέγα ὀφείλομεν χαίρειν, ὅτι ὁρῶμεν ἐν ἡμῖν αὐτοῖς τοῖς ἁμαρτωλοῖς τὰς ἐκβάσεις τῶν θείων προρρήσεων. δεῦτε, εἴπωμεν, ἀδελφοί, μετὰ τοῦ ἀποστόλου· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; μὴ γὰρ δι' ἑαυτὸν μόνον ταῦτα εἴρηκεν, ἀλλ' οὐχὶ καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ἡμεῖς τοιαύτῃ διαθέσει τὰ πρὸς θεὸν ἔχωμεν; ὥστε μὴ ἐκκακῶμεν ἐν οἷς ἐσμεν θλιβεροῖς, ἀλλ' ἀγαπῶμεν καὶ τὰ ἐλλείποντα παθήματα ὑποῖσαι μετὰ χαρᾶς· χαρὰ γάρ ἐστιν ἀνεκλάλητος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ πάσχειν, καθὼς ἔδειξαν οἱ ἅγιοι πάντες μέχρι Θαδδαίου τοῦ ἡμετέρου μάρτυρος καὶ οὗτινος ἄλλου ὁμολογητοῦ μετόπισθεν ἀπάραντος ἢ ἐκ φυλακῆς ἢ καὶ ἔκ τινος ἄλλου φυγαδείας τόπου καλῇ προθυμίᾳ καὶ ἀξιοδιώκτῳ πράξει. Γενοίμεθα, ἀδελφοί μου, καὶ ἡμεῖς μάρτυρες τοιουτοτρόπως ἐν τῷ ἀεὶ παρεσκευάσθαι συλληφθῆναι, ὁμολογῆσαι, φραγελλωθῆναι, ἀποθανεῖν. τοῦτό ἐστι καθ' ἡμέραν μαρτυρεῖν, τοῦτο καθ' ἡμέραν ἀποθνήσκειν, ἐξ οὗ καθαίρεσθαι συμβαίνει τὴν ψυχήν, ἀναχωρεῖν τῶν παθῶν, ἐγγίζειν τῷ θεῷ, μισεῖν κόσμον, φαντάζεσθαι οὐρανόν, τὰ εἰς αἰῶνας ἀποκείμενα ἀγαθὰ ἀλλ' οὖν καὶ σκυθρωπά· οὐδὲ γὰρ ἂν ἡ τοιαύτη παρασκευὴ δίδωσι σχολὴν τῷ νῷ φιληδονεῖν καὶ διαχεῖσθαι προσπαθῶς ὧδε κἀκεῖσε, ἀλλὰ νευροῖ μᾶλλον τὴν καρδίαν, κατανύσσει δακρυρροεῖν τοὺς ὀφθαλμούς, ἐφίεσθαι τὴν ἀπὸ σώματος ἔξοδον ὡς ἔκ τινος δεσμωτηρίου ἐπαχθοῦς. σκοπῶμεν οὖν λοιπὸν ὁποῖοί ἐσμεν καί, εἰ οὕτως, εὖγε μάλα, εἰ δ' ἄλλως, ἐπαναγώμεθα, καθαιρώμεθα· φεύγωμεν τὸν ἀνήμερον δράκοντα διάβολον, τὰ πεπυρωμένα τῆς πικρᾶς καὶ θανασίμου ἐπιθυμίας βέλη. οὐκ ἔστιν ἡδονή, ἀλλ' ὀδύνη, οὐχ ἡδύτης, ἀλλὰ χολή, οὐκ εὐπάθεια, ἀλλὰ δυσμένεια, δουλεία, φθορά, δαιμονισμός, ἀλλοίωσις τῆς κατὰ φύσιν ἕξεως. ἐπεί, εἰ καλὴ καὶ ἡδεῖα, πῶς οὓς ἕλῃ εὐθὺς δείκνυσι μωρούς, κτηνώδεις, ᾐσχυμμένους, δουλοπρεπεῖς, δυσελπίστους, ἐκλελυμένους, ὑποδίκους θανάτου αἰωνίου· ὥστε φαρμακεύει ἐξιστῶσα καὶ ἀλλοιοῦσα, οὐκ οὖσα ὡς ὑποτίθεται ἡ ἀρχιφάρμακος, καθάπερ τοὺς δαιμονῶντας, οὐ συνιόντας ὃ ὑφίστανται, εἰ μὴ μετὰ τὴν ἀνάνηψιν. βλέπωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ καταγώγια ἡμῶν, τὰς ἀναστροφὰς ποῦ καὶ μεθ' οὗ· καὶ εἰ βλαβερὸν ἐκεῖ, μεταστατέον, καὶ εἰ μετὰ σκανδαλίζοντος, ἐκκοπτέον, καὶ εἰ οὐ μεθ' οὐδενός, προσληπτέον, ἐπείπερ ἀρατὸν τὸ μεμονωμένον, ἕως ἂν ἀναγκαῖος τρόπος οὐ πάρεστιν. τηρητέον τἆλλα, τὴν βρῶσιν, τὴν πόσιν, τὸν ὕπνον, τὴν ἐργασίαν, ὡς ἂν τὰ πάντα στάθμια, δυνατοῦντα τὸ σῶμα ὑπουργεῖν ταῖς ἐντολαῖς, ἀλλ' οὐκ ἐξαγριοῦντα κατεξαναστῆναι τῆς ψυχῆς. πῶλός ἐστιν· ἐὰν ὑπερμαζῇ, ἀτακτεῖ, φέρει κάτω τὸν ἀναβάτην νοῦν. ἀφ' ἡμῶν καὶ τὰ ὑμῶν ἐξηγοροῦμεν, ἐπεὶ πάντες ἄνθρωποι τὰς ἡνίας τοῦ αὐτεξουσίου ὁμοίως πρὸς θεοῦ εἰληφότες αὐτοκρατορικῶς, κἂν ἀεὶ πόλεμος ψυχῆς καὶ σώματος ἀντικαθεζομένων. Ὁ μὲν δὴ περὶ τούτου λόγος ἐχέτω ταῦτα· τί δὲ τὰ ἑξῆς; ἡ πίστις ἀκλινής, ἀπερίτρεπτος, καθὼς παρέδωκα ὑμῖν καὶ παρέλαβον παρὰ τῶν ἁγίων, μᾶλλον δὲ ἀμφότεροι ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος. Χριστὸς οὐ Χριστός, εἰ μὴ ἐγγράφοιτο· ἅμα γὰρ εἰπεῖν Χριστὸν ἐννοεῖν ἐστι τὸ τῆς σωματώσεως αὐτοῦ μυστήριον· οὐ γὰρ ἂν Χριστὸς λέγοιτο γυμνὸς σώματος ὁ λόγος ἐννοούμενος. ἐπεὶ δὲ σὰρξ ὁ λόγος, σαρκὶ δῆλον ὅτι καὶ περιγράφοιτο καὶ τῷ" 4Χριστὸς" 5 ὀνόματι καὶ τὸ τῆς περιγραφῆς συνεισήνεκται καὶ συνεπινενόηται ἰδίωμα. ὥστε οἱ μὴ λέγοντες αὐτὸν γράφεσθαι, ἤγουν εἰκονίζεσθαι, ἄσαρκον αὐτὸν ὑπολαμβάνουσιν καὶ πόρρω τῆς αὐλῆς Χριστοῦ, κἂν Πέτρος εἶεν κἂν Παῦλος, ὡς αὐτὸς Πέτρος καὶ Παῦλος ἀπέφηνεν πρὸς ἀσφάλειαν ἡμετέραν· οὐχ ὅτι τις τῶν ἀποστόλων ἢ τῶν μετ' αὐτοὺς ἁγίων εἴρηκεν μὴ περιγραφόμενον σώματι Χριστὸν (ἄπαγε), ὡς οἱ δυσσεβεῖς τὰ νόθα προφέροντες λέγουσιν. Ταύτην τὴν εἰλικρινῆ πίστιν κατέχωμεν, ὦ ἀδελφοί, τήνδε τὴν καλὴν ὁμολογίαν ὁμολογῶμεν, μηδόλως παραφερόμενοι. ἀρνησίχριστοι οἱ μὴ οὕτως ἔχοντες· χριστομάρτυρες οἱ ἐνιστάμενοι μετὰ τῶν τεσσαράκοντα, μετὰ τῆς ἀπ' αἰῶνος ἀθλητικῆς ὁμηγύρεως. οὐά· ὑπὲρ τοῦ μὴ ἀπογεύσασθαι ὑείων κρεῶν τὸ τηνικαῦτα παρανόμως τοὺς Μακκαβαίους, μαρτύριον, καὶ σὺ ὑπὲρ τοῦ μὴ ἐξαρνήσασθαι Χριστὸν ἐγγεγραμμένον πανθάνων οὐ μάρτυς; Ἰωάννης ὁ Πρόδρομος ὑπὲρ ἐλεγμοῦ ἀληθείας τῆς πρὸς Ἡρώδην τυμπανισθεὶς μαρτύρων διάκοσμος, καὶ σὺ οὐκ ἐν μάρτυσι θνήσκων ὑπὲρ Χριστοῦ; μηδεὶς ὑμᾶς ἐξαπατάτω κενοῖς λόγοις, δι' οὓς ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μάρτυς ἀπαράγραπτος ὁ ὁμολογῶν καὶ τοσοῦτον, ἐφ' ὅσον καὶ πλεονάζει τοῖς παθήμασιν. μὴ σαλευέτω ὑμᾶς ἡ ἐπικράτησις τοῦ διωγμοῦ· οὔπω ἐπολυετήσαμεν κατὰ τοὺς προλαβόντας ὁμολογητάς, οὔπω ἐπυρώθημεν τῷ διαρκεῖ πυρὶ τῆς δοκιμωτάτης πείρας· ἔτι μόλιβδος ἐμμιγής, ἔτι ῥυτὶς ἁμαρτητική. σὺ τίς εἶ, ὁ ἐμβατεύων ἐν τοῖς τῶν ἀθεωρήτων κριμάτων βάθεσιν; ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. τὸ ἐπαγγελθὲν σπέρμα ἐν εὐλογίᾳ θεοῦ Ἀβραὰμ κληρονομεῖν τὴν ἁγίαν γῆν, τετρακόσια τριάκοντα ἔτη ὑπὸ χεῖρα Φαραὼ προδεδουλῶσθαι ᾠκονόμησε θεός. ὁ χριστιανισμὸς ἀπ' ἀρχῆς τοῦ κηρύγματος τῶν ἀποστόλων ὑπὲρ τὸ διακοσιοστὸν ἔτος μέχρι Κωνσταντίνου τοῦ πρώτου βασιλέως χριστιανῶν ἐν διωγμῷ βρέμοντι. οἱ μετέπειτα ὑφειμένως μέν, ὅμως μακροετίζοντες, πάρεξ τοῦ κατὰ Ἰουλιανὸν τὸν ἀποστάτην. Παῦλος ὁ μέγας τριακονταπέντε ἔτεσιν διωκόμενος καὶ καθ' ἡμέραν ἀποθνήσκων, καὶ σὺ ἐν πέντε χρόνοις ἠτονηκώς; Κλήμης ὁ πολύαθλος εἰκοσιοκτὼ ἔτεσιν μαρτυρῶν, καὶ σὺ ἀχανιῶν ἐν βραχέσιν; ποῦ μοι καιρὸς τὰ τῶν ἄλλων μαρτύρων λέγειν; οὐκ ἤκουσας τὴν ὑπομονὴν Ἰώβ; οὐχὶ πεντεκαίδεκα ἔτη ἢ καὶ πρὸς ἕλκει πονήρῳ ἐβασανίζετο πρὸς τοῖς ἐπενεχθεῖσιν αὐτῷ ἄλλοις τραγῳδήμασιν, καὶ ταῦτα οὐ συνειδώς τι πεπραχέναι τῶν ἀριστερῶν, μᾶλλον μὲν οὖν γε καὶ τῶν λίαν δεξιῶν; ἀλλὰ τί αὐτῷ ὁ χρηματισμός; ἵνα δίκαιος, φησίν, ἀναφανῇς. οὕτω καὶ νῦν κοσκινίζει ἡ πρόνοια οἱονεὶ τοὺς παρόντας, ἵνα τὰ ζιζάνια ἔτι ἐκριφῇ, ἵνα ὁ σῖτος ἐναπομείνοι καθαρός. οὐκ ἀκούεις τί λέγει τῷ Ἱερεμίᾳ; κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δοκίμιόν ἐστιν, καθὼς ἐγὼ ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. ἐνέγκωμεν ἔτι, ὦ γενναῖοι στρατιῶται Χριστοῦ. αἱ ἡμέραι ὡσεὶ σκιαὶ παράγουσιν, κἂν οἱ διώκοντες ἐπιμένειν οἴωνται· εἰ ἐμὲ ἐδίωξαν, φησίν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. ἐπ' ἀληθείας γὰρ οὐκ οἴδασιν ὅτι ὁ θεὸς καὶ πατὴρ ἔπεμψεν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν οἰκουμένην τῷ ἰδίῳ πατρὶ κατακτήσηται. ἦ γὰρ ἂν ἠρνοῦντο αὐτὸν ἐγγράφεσθαι· οὐδεὶς γὰρ ἐκ γυναικὸς γεννώμενος ἀνεικόνιστος, εἰ μηδ' ἂν εἶεν ἔκτρωμα. Οὕτω τοιγαροῦν, ἀδελφοί, καταρτίζωμεν ἑαυτοὺς καὶ οὕτω παρακαλούμεθα τοῖς λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναμένοντες τὴν ἀνταπόδοσιν. ἀλλ' οἴδατε οἷος ὁ Λεόντιος· εὐνούχων γένος οὐ μόνον ἄτιμον, ὥς τις τῶν θεοφόρων εἴρηκεν, ἀλλὰ καὶ ἀρνησίχριστον· καὶ οὐδ' οὕτως ἀρκούμενον, ἀλλὰ καὶ ἀγρίως τιμωρούμενον ἀδελφοὺς ἡμῶν. ὁ πρὶν μαθητὴς νῦν ἀρνητὴς ἰουδαΐζων, ὁ ἐν ἀδελφοῖς ὑπερέχουσιν κατὰ τῶν ἀδελφῶν ὑπὲρ ἅπαντας τοὺς κολάζοντας· ὁ μὴ λέγων ἁπλῶς εἰκόνα, ἀλλὰ ἁγίαν εἰκόνα Χριστοῦ τυχόν, τῆς Θεοτόκου ἤ τινος οὖν τῶν ἁγίων ἄρτι ἐστὶ καίων, καθαίρων, ὡς θὴρ μαινόμενος βλασφημῶν. ἐξ οὗ καὶ τῷ κρατοῦντι φιλούμενος καὶ τῶν μοναστηρίων ἡμῶν ἄρχων καὶ πάντα πράττων ὁ τάλας εἰς Χριστοῦ ὕβριν. ἀλλ' οὐαί μοι· ἐμὰ γὰρ τὰ ἐκείνου κωμῳδήματα· ὅμως ὅτι τῷ κατὰ σάρκα φύσαντι ὅμοιος, ἐπεὶ κἀκεῖνος ἐν τοῖς πάλαι καιροῖς ἀκροθίνιον ἀσεβείας, ὥσπερ καὶ τοῦ Ἑρμίου· ἄμφω γὰρ δαιμονῶσιν καὶ οὐ μίγει ὁ θεὸς κορώνην καὶ περιστεράν, ἀλλὰ τὰ ὅμοια τοῖς ὁμοίοις. Ἐκεῖνοι μὲν οὕτω· καὶ δοίη αὐτοῖς Κύριος ἐπίγνωσιν ἀληθείας, ἐζωγρημένοις ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. ὑμᾶς δὲ Χριστὸς σὺν οἷς ὁ ἀποστάτης κολάζει στηρίξειεν, δυναμώσειεν, κρατύνειεν ὑπενεγκεῖν ἔτι πεινῶντας, διψῶντας, γυμνητεύοντας, κολαφιζομένους, ἀστατοῦντας, κοπιῶντας, λοιδορουμένους, διωκομένους, βλασφημουμένους, ὡς περικαθάρματα ὄντας τοῦ κόσμου, πάντων περίψημα κατὰ Παῦλον τὸν μέγαν, μεθ' οὗ εἶεν καὶ ἡ μερὶς ὑμῶν. ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα, ἀξιούμενοι πάντων τῶν ἐνισταμένων τοῦ ἐσχάτου βαθμοῦ. ἀσπάζεται ὑμᾶς ὁ σὺν ἐμοὶ ἀδελφὸς Νικόλαος. ἡ χάρις μετὰ πάντων ὑμῶν. ἀμήν. 382 Κατηχητική. Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν Χαίρετε, ἐπιπόθητοί μου ἀδελφοὶ καὶ πατέρες, ὅτι χαρᾶς εὐαγγέλια. πάλιν ἠξιώθημεν οἱ ἀνάξιοι ὁμολογῆσαι τὴν καλὴν ὁμολογίαν, πάλιν ᾐκίσθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀμφότεροι· καὶ γὰρ καὶ ὁ ἀδελφὸς Νικόλαος ἐνήθλησεν κάλλιστα καὶ πιστότατα. εἴδομεν ἐκ σαρκῶν ἡμῶν κενούμενα ἐπὶ τῆς γῆς αἵματα οἱ ταπεινοί, ἐθεασάμεθα μώλωπας, ἰχῶρας, τὰ τούτοις ἀκόλουθα. οὐ ταῦτα χαρᾶς; οὐ ταῦτα ἀγαλλιάσεως ψυχικῆς; ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας σὺν ὑμῖν τοῖς ἀξίοις Χριστοῦ ὁμολογηταῖς ἐνταγῆναι, πάντων ἀνθρώπων ὢν ἀχρειότερος; τὸ δὲ αἴτιον, οὗ χάριν τὸ συμβάν, ἡ πάλαι κατήχησις, ἣν ἐπὶ χεῖρας δεξάμενος ὁ κρατῶν πέπομφε πρὸς τὸν στρατηγοῦντα, παραγενέσθαι ἐγκελευσάμενος τὸν τῆς κόρτης κόμητα πρὸς ἡμᾶς· ὃς ἐληλυθὼς σὺν ἄρχουσι καὶ στρατιώταις ἐν ἀωρίᾳ καὶ περιστοιχίσας τὸ οἰκίδιον ἐν ᾧ ἦμεν ἀθρόως μετὰ κραυγῆς ὡς ἐπί τι θηράσιμον εὕρεμα ὀρυκτῆρσι κατέαξαν τὸ ἀνάφραγμα τάχιστα, εἶτα ἐξήνεγκεν, ἀνέκρινεν, ὑπέδειξεν τὴν κατήχησιν. ὡμολογήσαμεν ἡμεῖς αὐτὴν πεποιηκέναι, ὡς ὁ θεὸς ἠθέλησεν. ὁ μὲν ἓν ἐζήτει μόνον, ἐλθεῖν ἡμᾶς εἰς τὸ τοῦ βασιλέως θέλημα. εἴπομεν ὅπερ ἀπῄτει ἡ ἀλήθεια (μὴ γένοιτο· οὐκ ἀθετοῦμεν τὸν θεὸν ἡμῶν), ὅσα τε ἄλλα ἦν ἀκούοντας ἀνταποκρίνασθαι. ἐν τούτοις ἔδειρεν βαρέως. καὶ ὁ μὲν ἀδελφὸς οὐδὲν τοιοῦτον μετὰ τὴν εὐθὺς κάθειρξιν καὶ ἀναφραγὴν δεινὸν ἐν πόνοις ὑπέστη· ἐγὼ δὲ ὁ ταπεινὸς καὶ σαθρὸς πυρετοῖς λάβροις συσχεθεὶς καὶ πόνοις δυσυποίστοις μικροῦ δεῖν ἐξηπορήθην καὶ τοῦ ζῆν. ὅμως ὁ ἀγαθὸς θεὸς κατὰ μικρὸν ἐλεῶν ἠλέησέν με, συνυπουργοῦντος καὶ τοῦ ἀδελφοῦ ἐν τοῖς καθήκουσιν, κἂν ἔτι αἱ πληγαὶ ἐπιμένωσιν, μὴ λαβοῦσαι τελείαν ἴασιν. Ταῦτα μὲν ἐν τούτοις, καὶ ἐξηγόρησα ὑμῖν τὸ πάθος, εἰδὼς ἐφιεμένους μαθεῖν εἰς συνάλγησιν· τί οὖν; ἐπειδὴ τὰ τοιαῦτα, καὶ ἡ ἀπειλὴ δεινοτέρα καὶ ἡ ἀσφάλεια κραταιοτέρα· δαρμοὶ γὰρ καὶ ἐπὶ τοὺς φύλακας καὶ τὸν παραφύλακα τοῦ μὴ γρύξαι ἡμᾶς, μὴ ὅτι γε καὶ γράφειν τινί. ὑποπτήξομεν ἆρα καὶ ἀποσιωπήσομεν, πειθαρχοῦντες τῷ φόβῳ ἀνθρώποις καὶ οὐχὶ θεῷ; οὐ μὲν οὖν· ἀλλ' ἕως ἂν ἀνοίγῃ ἡμῖν θύραν ὁ Κύριος, οὐ παυσόμεθα τὸ δέον ἀποπληροῦν κατὰ τὸ ἐφικτὸν ἡμῖν, φοβούμενοι καὶ τρέμοντες τὸ ἐπηρτημένον τῆς σιωπῆς κρίμα. ἐὰν ὑποστέλληται, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. καὶ πάλιν ὁ ἀπόστολος· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Διὰ τοῦτό μοι καὶ ἡ παροῦσα ἐπιστολὴ πρὸς μὲν πάντας τοὺς διεσπαρμένους ἀδελφοὺς καὶ διαφέροντας τὸν διωγμὸν θλιπτικῶς, ἐξαιρέτως δὲ εἰς ὑμᾶς τοὺς ὁμολογητὰς Χριστοῦ. ἐνέγκωμεν, ἀδελφοί μου ἀγαπητοί, ἔτι μᾶλλον καὶ μᾶλλον δυναμούμενοι, ἀλλ' οὐ καταπτήσσοντες ἐν τοῖς παθήμασι. σάρκες εἰσί, μὴ φεισώμεθα· ὑπὲρ Χριστοῦ βασανιζόμενοι ἀγαλλιώμεθα. ὁ περισσεύων ἐν τοῖς πόνοις χαιρέτω μᾶλλον ὡς πλεονεκτῶν ἐν τοῖς μισθοῖς· ὁ δειλαινόμενος μαστίγων ἐνεγκεῖν πόνους διὰ τοῦτο ἀποσειέτω τὸ δέος, τὰς αἰωνίους ἀνίας ἐννοούμενος· αἱ γὰρ πληγαὶ αὐτῶν πρὸς ἐκείνας ὄναρ, βέλη νηπίων. ναί, δέομαι, ἀντιβολῶ· γλυκανθῶμεν ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀλγήμασι, κἂν λίαν ὀδυνηρὰ κατὰ σάρκα· ἀναθεωροῦμεν τὰ μέλλοντα καὶ μένοντα, ἀλλὰ μὴ τὰ παρόντα καὶ παρερχόμενα. ποθήσωμεν τὸ αἷμα ἡμῶν μίξαι τῷ τῶν μαρτύρων αἵματι, τὸ μέρος ἡμῶν τῇ τῶν ὁμολογητῶν μερίδι, ἵνα χορεύσωμεν σὺν αὐτοῖς αἰώνια. τίς φρόνιμος, τίς σοφός, τίς καλὸς πραγματευτής, δοῦναι αἷμα καὶ λαβεῖν πνεῦμα, καταφρονῆσαι σαρκὸς καὶ ἐπιτυχεῖν βασιλείας θεοῦ; ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, εἶπεν ὁ Κύριος, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ αἰῶνι τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐνωτισθῶμεν τοὺς λόγους αὐτοῦ, ἀκολουθήσωμεν αὐτῷ· ὅπου εἰμὶ ἐγώ, φησίν, ἐκεῖ ἔσται καὶ ὁ διάκονος ὁ ἐμός. ποῦ ἐκεῖνος; ἐπὶ σταυροῦ· καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐκεῖ, ὡς μαθητιῶντες αὐτῷ. Παρακαλῶ ὑμᾶς ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἡ ἐπιστολή. γινώσκετε ἡμᾶς τοὺς ἁμαρτωλοὺς χαίρειν, ἀλλ' οὐκ ἀθυμεῖν, ἕως ἂν ὑμεῖς μόνον στήκετε ἐν Κυρίῳ. ἀσπάζεται ὑμᾶς Νικόλαος ὁ σύγκλειστος καὶ σύμπονος καὶ συστρατιώτης μου, ὑμῶν δὲ ἀδελφὸς ἀληθέστατος. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. οἱ ἀθληταὶ τοὺς συναθλητάς, οἱ δεδιωγμένοι τοὺς δεδιωγμένους, οἱ πάντες τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. εἴ τις οὐχ ὁμολογεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐγγραφόμενον σώματι, ἤτω ἀνάθεμα ἀπὸ τῆς Τριάδος. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. ἀμήν. 383 Ἀθανασίῳ τέκνῳ Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἡμῖν ἀγαθὸν ἐν ταῖς ἡμέραις ταύταις ἀγωνιζομένοις ὑπὲρ ἀληθείας θεοῦ, συχνότερον τῆς παρ' ἀλλήλων φωνῆς διὰ τοῦ γράμματος ἀκούειν καὶ ἀνακοινοῦσθαι τὰς ἐν καρδίᾳ διαθέσεις. ὁρᾷς γάρ, ἀδελφὲ ἠγαπημένε, ὅπως ὡσανεὶ ἐφημερίδες αἱ ἐπιστολαὶ ὑπάρχουσιν, συνάπτουσαι ἡμᾶς φιλικώτερον; ἴδε πόσα καλὰ ὁ ὑπὲρ Χριστοῦ διωγμὸς παρέσχετο καὶ ἔτι παράσχοιεν, ἐπὰν θερμοτέρους ἡμᾶς πρὸς τὸ ἑξῆς λάβοιεν, μηδὲν ὑποπτήσσοντας τῶν ἀνθρωπίνων, ἀλλὰ γλιχομένους τὰ θεομίμητα ὑποίσειν παθήματα, δι' ἃ ὧδε κἀκεῖσε φερόμενος καὶ αὐτὸς ἀθλεῖς. ἀλλ' εὖ ἔσται τοῖς βοηθοῦσι καὶ συνδιαφέρουσί σοι τὰ ἀγωνίσματα, οἷς καὶ καλῶς προαπελογησάμην καὶ αὖθις δὴ ἀπολογήσομαι. Ἐπεὶ δὲ τὴν ἐρώτησιν μέτειμι, ἐῶν ὑπὲρ ὧν δῶρον ἐγκωμιάζεις με τὰς ἀντιλέξεις ἀποίσειν, ὡς μὴ οἰηθῆναί με συγκαταθέσθαι τοῖς ἐπαίνοις· εἰμὶ γὰρ ἔρημος παντὸς ἀγαθοῦ. ὅπου οὖν ὁ Μέγας Βασί λειος, τὸ φῶς τοῦ κόσμου, ἀποφήσειεν, τίνι τολμητέον ἔχοντι νοῦν ὅλως ἀντιφέρεσθαι; ἔστι δὲ τοῦτο ἐν τῇ ἐρωτήσει τῶν ἀσκητικῶν, καθὼς ὑπεσημήνω, ἤγουν· εἰ χρὴ οἰκονομίας δῆθεν χρησίμου ψεύδεσθαι. πρὸς ὅν φησιν· ἡ ἀπόφασις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν, διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος. καὶ ὁ ἀπόστολος δὲ μαρτυρεῖ γράψας ὅτι, κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ταῦτα μὲν παρὰ τοῦ πατρός. ἔφης δὲ προσκεῖσθαι ἐν τῷ κεφαλαίῳ σχόλιον, ὅτι χρησίμου ἕνεκεν ἡ ἐρώτησις, οὐκ ἀναγκαίου· οὐ γὰρ ταὐτὸν ἀμφότερα. καὶ πάλιν ἐν ἑτέρῳ κεφαλαίῳ τὸν αὐτὸν φωστῆρα λέγειν ὅτιπερ δεῖ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων μέχρι θανάτου, εἴτε ἁμαρτωλοῦ εἴτε δικαίου ὄντος τοῦ φίλου, ὡς ἐντεῦθεν ἀπορεῖν σε πῶς καὶ μὴ ψεύδεσθαι ὅλως ἐν ταῖς συμβαινούσαις ἀνάγκαις, εἰς θάνατον ἡκούσαις ἀδελφοῦ, καὶ πάλιν τὴν ψυχὴν ὑπὲρ αὐτοῦ τιθέναι·" 4ἐὰν γὰρ μὴ ψεύσωμαι" 5, φῆς," 4ἀποθνήσκειν τὸν φίλον, καὶ ψευδόμενος οὐκ ἀθλῶ νομίμως καὶ ἐκπίπτω τοῦ θεοῦ" 5. τοῦτο οὖν τὸ κεφάλαιον καὶ ἐμοὶ ἠπορημένον ἐστί, δοκῶ δὲ καὶ πολλοῖς. πειράσομαι δ' οὖν ὅμως, ὡς οἷόν τέ μοι, δοῦναι ἀπόκρισιν τῇ ἀγάπῃ σου, εὐδοκοῦντος θεοῦ. ὅτι μὲν οὖν κατὰ τὸ σχόλιον οὐ ταὐτὸν χρήσιμον καὶ ἀναγκαῖον, ἀληθές· τὸ μὲν γὰρ ἐνδεχόμενόν ἐστιν· οἷον, χρήσιμον δὴ διαλεχθῆναί με τῷ δεῖνι περὶ τοῦδε· ἀλλὰ μήν, κἂν οὐ διαλέξοιμι, ἔστι δυνατὸν ἐπιτυχεῖν τοῦ ζητουμένου. καὶ πάλιν· χρήσιμόν ἐστιν ἀποστραφῆναι τὸν ὁ δεῖνα· ἀλλὰ γάρ, κἂν σήμερον μὴ ἀποστραφῶ, δυναίμην αὐτὸν αὔριον ἀποστραφῆναι. τοιοῦτόν ἐστι τὸ χρήσιμον, ἤτοι ἐνδεχόμενον. τὸ δὲ ἀναγκαῖον ἀπαραίτητόν ἐστι, τὸ πάντως μὴ ἀμφοτερίζειν· οἷον, ἐάν εἰμι ἀμύητος, οὐκ ἐνδέχεται μὴ βαπτισθησόμενον σωθῆναί με. καὶ πάλιν· ἐὰν εἴπω" 4δύναμαι μὴ ἀναπνεῖν καὶ ζῆν" 5, ψεῦδος· ἀναγκαῖον γὰρ τὸ ἀναπνεῖν, οὗ χωρὶς οὐκ ἔστι ζῆν. Αἱ τοίνυν ἐντολαὶ τοῦ θεοῦ κατὰ τὸ ἀναγκαῖον παρὰ τοῦ ἀψευδοῦς στόματος διηγορεύθησαν καὶ ἐξ ἀνάγκης ὀφείλουσι φυλάττεσθαι, οὐ τρεπόμεναι εἰς τὸ πῇ μὲν ἐνδέχεσθαι φυλάττεσθαι, πῇ δὲ οὔ, ἢ ὑπὸ τοῦδε μὲν ναί, ὑπὸ τοῦδε δὲ οὔ, ἢ ποτὲ μὲν ναί, ποτὲ δὲ οὔ, ἀλλ' ἀεὶ καὶ ἐπὶ παντὸς προσώπου καὶ καιροῦ. κατὰ τοῦτο εἴρηκεν ὁ Μέγας Βασίλειος" 4διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος" 5, ὡς ὅτι ἐξ ἀναγκαίου ἡ ἀπόφασις, κἂν ἡ ἐρώτησις προετάθη ὡς ἐνδεχομένη· ταὐτὸν γάρ, ὡς ἔφην, χρήσιμον καὶ ἐνδεχόμενον. εἶτα τί γενήσεται, καθὰ προέφης, ἐν τῇ συμβάσει τοῦ ἀποθνήσκειν τὸν ἀδελφὸν τῷ μὴ αἱρήσασθαί με ψεύσασθαι; τοῦτο δὲ οὐκ ἔστι ψεῦδος, ὡς δοκῶ. οἷον, μετασχηματίζω εἰς ἐμαυτὸν τοιοῦτόν τι· ἦλθεν κόρη πρός με διωκομένη ὑπό τινος φθορέως, αἰτοῦσα" 4μὴ φανερῶσαι τῷ φθορεῖ ἐρωτῶντι ὅτι με φυλάττοις, ἐπεὶ φθείρει με πάντως" 5. τοίνυν ἐλθόντος τοῦ φθορέως καὶ ἀνακρίναντος" 4ἦλθεν ὧδε κόρη πρὸς σέ;" 5, λέγων ἐγὼ" 4οὒ" 5 οὐ ψεύδομαι, οὐχ ὅτι οὐκ ἔχω τὴν κόρην λογιζόμενος, ἀλλ' ὅτι οὐ ποιήσει τοῦτο ἐγγύς μου τὸ πονηρὸν κατὰ τὸ σιωπώμενον λέξας. καὶ πάλιν ἄλλο· παρέθετό μοί τις ξίφος πρὸς τὸ ἀναιρεῖν ἑαυτόν, εἶτα ἐλθὼν ἐπιζητεῖ τοῦτο παρ' ἐμοῦ. ἐὰν οὖν εἴπω ὅτι" 4οὐκ οἶδα οὐδὲ ἔλαβον" 5 οὐ ψευδοεπῶ." 4οὐκ οἶδα" 5 γάρ, λέγω," 4οὐδὲ ἔλαβον πρὸς τὸ ἐπιδοῦναί μέ σοι τὸ ξίφος εἰς θάνατον" 5· ἐπεί, ἐὰν εἴπω" 4ναί" 5, ἐφθάρη ἡ κόρη καὶ ἔσφαξεν ἑαυτὸν ὁ δοὺς τὸ ξίφος· καὶ ἔστι τοῦτο κακόν. τὸ δὲ κακὸν οὐκ ἐξ ἀγαθοῦ, ἀλλ' ἐκ ψεύδους· πατὴρ γὰρ τοῦ ψεύδους ὁ τῆς κακίας εὑρετής. τὸ δὲ μὴ φθαρῆναι τὴν κόρην καὶ μὴ ἀναιρεῖν ἑαυτὸν τὸν ξιφοδότην ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἡ ἀλήθεια· ὁ θεὸς γὰρ ἀγαθὸς ὁμοῦ καὶ ἀλήθεια. εὑρέθη οὖν τὸ δοκοῦν ψεῦδος ἀλήθεια ὁμολογουμένη εἶναι· καὶ ἔθηκα τὴν ψυχὴν ἐν τῷ δῆθεν δοκοῦντι ψεύσματι ὑπὲρ τοῦ φίλου καὶ ἔρρωται ἀμφοτέρωθεν ἡ ἐντολή, οὐκ ἐν ψεύσματι, ἀλλ' ἐν ἀληθείᾳ τελειωθεῖσα. οὐ μέντοι γε εἵνεκα ἑαυτοῦ, ἵνα μὴ ἀποθάνω, τοῦτο ποιεῖν χρὴ (ψεῦδος γὰρ ὧδε) οὔτε μὴν ὁμόσαι τὸ καθόλου οὔτε περὶ ἑαυτοῦ οὔτε περὶ ἄλλου σωτηρίας· προφανὴς γὰρ ἡ παράβασις. Οὕτω τὸ ἐμοὶ φαινόμενον ἔχει. ἐπεὶ καὶ ἡ Σάρρα εἶπεν τῷ Ἀβιμέλεχ ὅτι ἀδελφή εἰμι τοῦ Ἀβραάμ· καὶ ὁ προφήτης Ἱερεμίας τοῖς ἐρωτῶσιν αὐτὸν ἄρχουσι, τί σοι εἶπεν ὁ βασιλεύς; ἄλλο ἀντ' ἄλλου ἀπεκρίθη, καθότι ὑπέθετο αὐτῷ ὁ βασιλεύς, δέει θανάτου καὶ τότε τοῦ οἰκείου. καὶ εἰς τὰ ἀποφθέγματα τῶν πατέρων ἐμφέρεται τὸ τοιοῦτον. εἰ δέ τι αὐτὸς παρὰ σεαυτοῦ ἢ παρ' ἑτέρου εὕροις, φανερῶσαι ἡμῖν μὴ παραιτήσῃ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ φωτισμὸν νοὸς ἡμῶν ἀμυδροῦ. Τὸν συγκακοπαθοῦντά σοι προσαγορεύω. ὁ σὺν ἐμοὶ προαγορεύει σε. 384 Ναυκρατίῳ τέκνῳ Εἴωθας ἀεὶ μακρὸν ποιεῖσθαι τὸ τῆς ἐπιστολῆς προοίμιον, πολλὰ ἡμῖν τοῖς ἀναξίοις συμφέρων τὰ ἐγκώμια, οὐκ ὄντα ἀληθῆ, φιλικῆς δὲ διαθέσεως ἐνδείγματα. ἐγὼ δὲ ἐν βραχέσι· τί τοῦτο; ἵνα ὑγιαίνοις ἐν Κυρίῳ, ἀδελφέ μου, θερμότερος ἀεὶ γινόμενος τῇ ἀγάπῃ Χριστοῦ ὑποφέρειν τὰ ὑπὲρ αὐτοῦ, ἀλλ' οὔ τί που ὑπολήγειν ἐκ ῥαθυμίας. καὶ εἴη σοι ἔτι ἔξαψις, ὡς ἂν ἐπᾴδειν σε μετὰ τοῦ Δαυὶδ τοῦ ἁγίου, ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός. τοῦτο δὲ ἐνεργῶς ᾄδοιεν ἄν τις κεκαθαρμένην ἔχων τὴν καρδίαν ἢ καθαιρομένην· οὗ γὰρ κάθαρσις, ὥς φησιν ὁ Θεολόγος, ἔλλαμψις. ὡς μακαρία ἡ ψυχὴ αὕτη, ὑφ' ἧς τὸ πάντα παθεῖν διὰ Χριστὸν ἐπιπόθητον λίαν καὶ τὸ βδέλυγμα ἡγεῖσθαι ἅπαν σαρκὸς ἔργον. εὖξαι, ἀδελφέ, ὀσφρανθῆναί με τῆς εὐωδίας ταύτης, τὸν ὀδωδότα τοῖς πάθεσιν. Οὗτος ὁ πρῶτος λόγος. ὁ δεύτερος περὶ τοῦ Ἀνατολίου· ὡς λυπηρόν μοι τὸ πτῶμα αὐτοῦ. πλὴν ἀπεδεξάμην σου τὴν ἰατρείαν· ἔτι οὖν ἐπιμελήθητι αὐτοῦ φιλαδέλφῳ διαθέσει. ὁ τρίτος περὶ ὧν προέτεινας κεφαλαίων. Ἐὰν ὀρθόδοξος διαβληθεὶς ὡς μὴ κοινωνῶν ποιήσῃ σταυρὸν ὅτι" 4κοινωνῶ" 5, μηδὲν ἕτερον πολυπραγμονηθεὶς ὑπὸ τῶν αἱρετικῶν, αὐτοῦ δὲ ἔχοντος κρύβδην τῷ λογισμῷ ὅτιπερ" 4ἐξ ὀρθοδόξου κοινωνῶν εἰμι" 5, οὐκ οἰκονομία τὸ τοιοῦτον, ἀλλὰ προδοσία τῆς ἀληθείας. τὸ ἐπιτίμιον ἡμισευμένον πρὸς τὸν ὁλοτρόπως τῇ αἱρέσει κοινωνήσαντα. πόσον δὲ τὸ τοιοῦτον ἤδη προερωτηθεὶς καὶ ἀποκριθεὶς περιττόν ἐστι δὶς τὰ αὐτὰ ἐπανακυκλεῖν. Ἐάν τις πρὸς πληροφορίαν τῶν ἀσεβῶν ἐπ' ὄψεσιν αὐτῶν ἐνέγκοι κρυπταζόμενον πρεσβύτερον κατὰ τὸ τῆς ὀρθοδοξίας δόγμα καὶ μηδὲ ἀναφέροντα αἱρετικὸν καὶ πρὸς αὐτοῦ μεθέξοι τῶν ἁγιασμάτων, καὶ οὗτος ὡς προδότης ἀληθείας τὸ ἐπιτίμιον ἐχέτω, ἐνιαυτὸν ἀποχὴν τῶν ἁγιασμάτων. Ἐάν τις ὀμόσῃ μὴ προσκυνεῖν θείαν εἰκόνα μήτ' αὖ δέξασθαι ὀρθόδοξον μονάζοντα, μετὰ τὴν ὁρκωμοσίαν εἰδὼς τὸ πταῖσμα μετανοῇ καὶ προσκυνῇ κρυπτῶς, βαρὺ τὸ πτῶμα· ἤδη ἔξαρνος ἐγένετο Χριστοῦ, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων· τριετῆ χρόνον εἰργέσθω τῶν ἁγιασμάτων σὺν πολλῇ φιλανθρωπίᾳ. Ἐάν τις χρίσειεν δεδοικὼς εἰκόνα Χριστοῦ ἤ τινος τῶν ἁγίων, ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας. Ἐάν τις ἱερεὺς ἀναφέρῃ τὸν αἱρετικὸν δημοσίᾳ, ἰδίᾳ δὲ προσκαλούμενος ὑπό τινος ὀρθοδόξου ἐν εὐκτηρίῳ στέλλεται ἀναφέρειν τὸν αἱρετικόν, εἰ ἆρα ἐν τῷ τοιούτῳ εὐκτηρίῳ τὸν ἀκριβῆ δεῖ προσεύχεσθαι; οὐδαμῶς. Ἐάν τις ἐπὶ τῷ οἰκείῳ ἐπιτιμίῳ δύναται κατὰ λόγον προσλαβέσθαι τινὰ εἰς ἐπικουφισμὸν τοῦ ἐπιτιμίου; ἐπὶ μὲν τῆς κοινωνίας οὐδαμῶς, ἐπὶ δὲ τῶν ἄλλων οὐκ ἀπόβλητον. οὔτε δὲ ἐλεημοσύναις δύναιτ' ἂν ὑφαιρεῖν τι τοῦ ὁρισμοῦ ὡς ἀφ' ἑαυτοῦ· ὁ γὰρ ἐπιτιμιάζων οἶδε πάντως καὶ πρόσωπον καὶ χρόνον καὶ τὰ ἐκτὸς δοκιμάζειν πρὸς τὸ ὑφεῖναι. ὅρῳ γὰρ ἐπὶ τῶν ἐνδεχομένως κειμένων κανόνων περιλαβεῖν τὰ τοιαῦτα οὐχ οἷόν τε, καθὼς αὐτὸς ὁ Μέγας Βασίλειος εἴρηκεν· δοὺς γὰρ ἐξουσίαν τῷ ἐπισκόπῳ προσθήκης καὶ ὑφέσεως οὐκ ἐξ ἀναγκαίου, ἤγουν ἀπαραιτήτου, τὸν κανόνα ἔθετο, ἀλλ' ἐνδεχομένως. ὥστε ὁ διδοὺς βλεπέτω πῶς δίδοι· κἀγὼ γὰρ ὁ ταπεινὸς οὐχ ὁριστικῶς, ἀλλ' ἐκβιαστῶς, ἤτοι συμβουλευτικῶς, ὡς πολλάκις εἴρηκα, ἀποκρίνομαι πρὸς τὰς προτεινομένας μοι εἴτε ὑπὸ σοῦ εἴτε παρ' ἄλλου πεύσεις. Τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου, βοηθῶν τὸ κατὰ δύναμιν τοῖς εἰς τὰ Στουδίου ἐναθλοῦσιν, ἐπεὶ καὶ ὅπουπερ ἂν ἰσχύῃς ἐν Κυρίῳ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 385 Θεοφίλῳ τῆς Ἐφέσου Καὶ τὴν ἱεράν σου συλλαβὴν ἐδεξάμην ὡς βιβλίον θεόγραφον καὶ τὴν εὐλογίαν συναπεδεξάμην ὡς πόθου ἐμπύρευμα. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιαῦτα παρὰ τοῦ ἁγίου σου στόματος εὐφημούμενος, ὁ μηδὲ τοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματός σου ἐπάξιος; ἴδε ταπεινοφροσύνης θεομιμήτου ἰδιώματα. σύ, ὦ μακαριώτατε προπάτορ, μέγας καὶ λαλούμενος, μεγαλυνόμενός τε καὶ ἐπαινούμενος ἀνατολῇ τε καὶ δύσει, ὁ τοῦ μεγίστου ἀποστόλου, εὐαγγελιστοῦ τε καὶ θεολόγου κοσμήσας τὸν θρόνον ἐπάξια δι' ὧν ἤθληκας καὶ ἔτι ἀθλεῖς, αἵμασι σαρκός σου ἁγίας λαμπρύνας τὸν βίον καὶ Χριστὸν ὁμολογῶν ἐγγράφεσθαι ὡς ἐνσώματον, ἀλλ' οὐχὶ ὡς οἱ ἀσεβεῖς ἐξαρνούμενος, ἐπὰν οὐ δέχωνται αὐτὸν εἰκονιζόμενον· ὃ γὰρ οὐκ εἰκονίζεται, οὐδὲ ἐνσώματον. ἐῶ λέγειν ὅτιπερ καὶ ἄγγελος, ὢν ἀσώματος, αἰσθηταῖς εἰκόσιν ὑπὸ τῶν θεολόγων ἀναγράφεσθαι παραδέδοται. οἱ δὲ καὶ τὸν ἐνσώματον δεσπότην καὶ τὸν ἀσώματον δοῦλον, προσέτι τήν τε θεοῦ μητέρα σὺν πᾶσι Κυρίου θεράπουσιν ἤρνηνται ἐγγεγράφθαι, διὰ τῶν εἰκόνων ἀριδήλως συναπαρνούμενοι τὰ πρωτότυπα, οὐδ' αὐτὸ τοῦτο ἐννοοῦντες, ὅτι τῇ παραδοχῇ τοῦ οἰκείου χαρακτῆρος τὸ κρατεῖν ἔχουσιν, οὗ ἀφαιρεθέντος ἢ ἀτιμασθέντος ἀφῄρηται δῆλον ὅτι καὶ ἠτίμωται αὐτῶν τὸ κράτος· ἀλλ' ὅμως οὐ βούλονται συνιέναι τοῦ ἀγαθῦναι. Ἐκείνοις μὲν οὖν εἰς κέντρα λακτίζειν ἔστιν· σὲ δὲ ἡ κραταιὰ χεὶρ περιφυλάξειεν εἰς κλέος τῆς ἑαυτοῦ ἐκκλησίας ὡς στῦλον, ὡς ἑδραίωμα, ὡς πρόμαχον. καὶ ἴδοιμέν σε οἱ ταπεινοὶ ἢ ἔνθεν ἐπὶ τὴν Ἀσιάτιδα χθόνα ἐπαναστρέφοντα, ὡς οἱ πάλαι ἀπὸ τῆς ἐν Πάτμῳ φυλακῆς τὸν τοῦ εὐαγγελίου ἥλιον, ἢ ἐν οὐρανοῖς ἐπάνω δέκα πόλεων ἱεραρχικῶς δοξαζόμενον. 386 Θαλελαίῳ τέκνῳ Ἃ μὲν οὖν ἐσήμανας διὰ τῆς ἐπιστολῆς, ἐπέγνων, τέκνον, ἃ δὲ ἐγὼ ἀποκρινοῦμαί σοι, ταῦτά ἐστιν· στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, διακελεύεται ὁ ἱερὸς ἀπόστολος. πῶς οὖν λέγει Γρηγόριος ὁ τῶν Ἀδελφίων ἀλόγως ὑμᾶς αὐτὸν ἀποστρέφεσθαι, ὁπότε αὐτὸς οὐχ ἁπλῶς ἀτάκτως, ὁλοτρόπως δὲ συναπήχθη τοῖς εἰκονομάχοις, ὑπογράψας τῇ αἱρέσει, συνεσθίων τε καὶ συμπίνων καὶ συναναστρεφόμενος αὐτοῖς; εἰ δὲ λέγοι μετανενοηκέναι καὶ ἐπιτίμια κρατεῖν, δειξάτω τοῦτο διὰ ἐγγράφου ὁμολογίας, ἀναθεματίζων τε τοὺς αἱρετικοὺς σὺν τῇ αἱρέσει καὶ μηδαμῶς συναπτόμενος αὐτοῖς. ἕως δ' ἂν τοῦτο οὐ ποιῇ, ἀποτρόπαιος ὑμῖν ἔστω, τοῖς φοβουμένοις τὸν Κύριον· δόλιος γάρ ἐστιν ἐν προσποιήσει ἐπιστροφῆς, ὑφελκόμενος ὑμᾶς καὶ ὑποσπείρων λόγους λυμώδεις ὡς ἐκ προσώπου δῆθεν τῶν ἐναντίων. ὅθεν σύ, ὡς ἀτελέστερος ἐμπαρεὶς τῇ διαλέξει αὐτοῦ, ἠπόρηκας εἰς τοῦτο κἀκεῖνο. Ἀλλ', ἐπειδὴ ᾔτησας τὴν λύσιν, δέξαιο συνετῶς. τὸ εἰρηκέναι τὸν Χρυσόστομον ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται, ἐγκωμιάζοντα τὸν Ἅγιον Ῥωμανόν, οὐχ ἁπλῶς ἐκλαμβάνειν δεῖ, ἀλλὰ γνῶναι τίνι διαλεγόμενος εἴρηκεν, ἐπειδὴ ἐν ταῖς διαλέξεσιν παρατηρητέον καὶ χρόνον καὶ πρόσωπον καὶ τρόπον· χρόνον, διὰ τὸ μὴ τὰ αὐτὰ νενομοθετῆσθαι τοῖς πάλαι πρὸς τοὺς ἐν τῇ χάριτι· πρόσωπον, ὅτι ἄλλο αἱρετικὸν καὶ ἕτερον ὀρθοδόξου· τρόπον, ἐπειδὴ οὐ ταὐτόν ἐστι δογματικῶς διαλέγεσθαι καὶ ἁπλοϊκώτερον προτείνειν τὸν λόγον. τίνι οὖν διελέλεκτο ὁ Χρυσόστομος; ἆρά γε ὀρθοδόξῳ ἀναστηλοῦντι τὴν εἰκόνα Χριστοῦ; οὐδαμῶς· ἀλλά τινι Ἕλληνι, ὃς τὴν πάντων ὑπερκειμένην αἰτίαν καὶ ἐκ τῶν ἐν τοῖς οὖσιν ἐσχάτων χαρακτηρίζει, ὥς φησιν ὁ θεῖος Διονύσιος, καὶ οὐδὲν αὐτὴν ὑπερέχειν φῆ τῶν πλαττομένων αὐτῷ ἀθέων καὶ πολυειδῶν μορφωμάτων. καλῶς οὖν καὶ πάνυ εἰκότως ἔφη ὁ πατήρ, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· προσυπακουστέον" 4τῇ τῆς θεότητος φύσει" 5, ὡς τῶν ἐκείνου θεῶν ἐν τοίχοις ἱδρυμένων κἀκεῖ περιωρισμένων καὶ οὐκ ἐχόντων τι ἄλλο νοούμενον παρ' ὃ βλέπονται τοῖς ὁρῶσιν. ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα καὶ οὐκ ἀκούουσιν, χεῖρες καὶ οὐ ψηλαφῶσιν, πόδες καὶ οὐ περιπατοῦσιν, ῥῖνες καὶ οὐκ ὀσφραίνονται, καθὰ προφητικῶς κατηγοροῦνται. Ὁ δὲ ἡμέτερος Χριστὸς οὐ κατὰ τὸ ὁρώμενον μόνον ἄνθρωπος κυρίως καὶ ἀληθῶς, ἐπείπερ ὅμοιος ἡμῖν κατὰ πάντα χρηματίσας, καὶ ἐνσώματος καὶ ἔμπνους καὶ ἐνῆλιξ καὶ ὅσα ἄλλα γνώριμα τῇ ἀνθρωπείᾳ φύσει πλὴν μόνης ἁμαρτίας, ἀλλὰ καὶ θεὸς φύσει καὶ ἀληθείᾳ, καὶ ὁ αὐτὸς ἀμφότερα. οἷόν τι λέγω, ὥς φησί που ὁ αὐτὸς Χρυσόστομος, κάτω κοπιᾷ καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα, κάτω πεινᾷ καὶ ἄνωθεν ὑετοὺς χορηγεῖ, κάτω δειλιᾷ καὶ ἄνω βροντᾷ, κάτω δικαστηρίῳ παρίσταται καὶ ἄνωθεν πάντα θεωρεῖ. κατὰ τοῦτο οὖν εἴρηται αὐτῷ πρὸς τὸν Ἕλληνα, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· καὶ οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὴν ἀπόφασιν εἵνεκα τῆς νυνὶ λυττώσης αἱρέσεως. δῆλον δὲ ὅτι τὸν κοπιῶντα καὶ πεινῶντα, δειλιῶντά τε καὶ παριστάμενον κριτηρίῳ οἶδεν ἀσφαλῶς ὁ ἅγιος σώματος χαρακτῆρι περιγράφεσθαι εἴτε ἐν τοίχῳ χρώμασιν εἴτε ἐν πίνακι. καὶ ἐν τοῖς ἐναργέσιν οὐκ ἦν λόγος αὐτῷ διασαφήσεως· εἰ γὰρ τὸν ἀσώματον ἄγγελον ἰδεῖν ἔφη ἐν εἰκόνι, τὸν ἐνσώματον Χριστὸν οὐ βλέπει εἰκονιζόμενον; ἠλίθιον οὖν τοιοῦτόν τι περὶ τοῦ ἁγίου ὑπολαμβάνειν. εἰ οὖν εἰς μαρτυρίαν αὐτὸν ἔχουσι τοῦ πονηροῦ αὐτῶν δόγματος, τί τὸν αὐτὸν ἀποβάλλονται, μὴ δεχόμενοι ἄγγελον εἰκονίζεσθαι μηδ' αὖ τινα τῶν θεοφόρων, λέγοντος ὧδέ που πάλιν τοῦ Χρυσοστόμου· ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου (ἤγουν Μελετίου τοῦ ἁγίου)· καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις καὶ ἐν ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί. ἀλλ' ὅμως οὐδὲ ἀκοῦσαι αὐτοῦ ἀνέχονται. Περὶ τῆς ἱστορίας τοῦ Ἁγίου Παγκρατίου, ὅτι οὐ δηλοῖ πρὸς τίνος συνεγράφη, τί τοῦτο; σχεδὸν πάντα τὰ μαρτυρογράφια ἀνεπίγραφά εἰσιν· ἀλλ' ὅμως βέβαιά εἰσιν, κἀκεῖθεν οἱ διδάσκαλοι ἀφορμίζονται ποιεῖν τὰ τῶν μαρτυρησάντων ἐγκώμια. ὁ Ἅγιος Παγκράτιος ἐν Σικελίᾳ τιμᾶται ναῷ μεγίστῳ, ἐν ᾧ φασι καὶ σημεῖα γεγενῆσθαι. ὁ οὖν μὴ δεχόμενος τὴν ἱστορίαν συναπεβάλετο τὸν μάρτυρα δῆλον ὅτι. Ταῦτα μὲν ὡς ἐν ὀλίγοις. σὺ δέ, τέκνον, ὑγίαινέ τε καὶ σῴζοιο καὶ τοῦ Γρηγορίου μακρὰν ἀπόστηθι, μή σε ὀλέσῃ ἐξ ἀπροσεξίας. 387 Ἐγκλειστῇ Ἀνέγνων σου τὸ γράμμα τῆς εὐλαβείας. ἀλλὰ τίς ὁ ἔπαινος, ὃν ἐποίησας ἡμῖν, ξένοις οὖσι παντὸς ἀγαθοῦ; τίς δὲ καὶ ἡ ἐπιζήτησις τοῦ διδασκαλικοῦ λόγου μὴ ἔχουσιν οἰκειοποτεῖν, οὐχ ὅτι γε καὶ ἑτέροις ἄρδειν νάματα; ὅμως ἐπειδὴ γέγραπται παντὶ τῷ αἰτοῦντί σε δίδου, δέξαιο βραχυλογίαν τινὰ τῆς πενιχρότητος ἡμῶν. τῶν ἐν τῷ κοινῷ βίῳ ἀναστρεφομένων οὐχ οὕτως δύναιτ' ἂν ὁ τῆς διανοίας ὀφθαλμὸς κεκαθάρθαι, ὡς ἐνατενίζειν ἀπαραποδίστως τῷ κάλλει τῆς δόξης τοῦ θεοῦ, οἷόν τινι λύμῃ τῇ τῆς σαρκὸς προσπαθείᾳ μυωπάζων· ἡμῖν δέ, οἷς πᾶσιν ἀποτακτέον καὶ μόνον τὸν Χριστοῦ σταυρὸν αἴρειν ἐγκελευομένοις, εὐπετὴς ἡ θεοπτία, ἤγουν τὸ μηδὲν ἄλλο καὶ ἔχειν καὶ ἐννοεῖν ἢ τὸ πῶς εὐαρεστήσοιμεν τῷ Κυρίῳ καθαρᾷ καρδίᾳ λατρεύειν αὐτῷ ἐν ἀπορρήξει πάσης σχέσεως σαρκικῆς. ἔστω οὖν ὑμῶν ἡ τῆς ἐγκλείσεως περιοχὴ πόλις θεοῦ πεποικιλμένη χρυσέοις κατορθώμασιν, μὴ κλεῖς περὶ τὸ σῶμα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πνεῦμα. προσῆκον τοίνυν φεύγειν ὑμᾶς τὰς τῶν ἀνδρῶν ὄψεις, τὰς πρὸς τοὺς ἀφ' αἵματος σχέσεις, τὰς πρὸς ὅλον τὸν κόσμον φιλίας, αὐτὰς δὲ ἐφ' ἑαυτὰς συνανεστράφθαι καὶ ἔχειν μίαν ψυχὴν καὶ καρδίαν κατὰ μίμησιν τῶν ἀρχῆθεν ἐπὶ τῶν ἀποστόλων πεπιστευκότων. ἡ καθηγουμένη οὕτω καθηγείσθω ὡς Χριστοῦ ἐπέχουσα χαρακτῆρα, ποιοῦσα πρῶτον, εἶθ' οὕτως διδάσκουσα, μηδὲν ἐλλιμπάνουσα τῶν κατ' ἐντολὴν πρακτικῶς ὑποδεικνύναι, ἡ καθυποτασσομένη οὕτω πείθεσθαι καὶ ὑπείκειν ὡς αὐτῷ Χριστῷ τὴν ὑπακοὴν ἀνύουσα. ὅπου δὲ ταῦτα, ἐκεῖ πάσης ἀγαθοεργίας καρπός, οὗ δὲ οὐ ταῦτα, ἐκεῖ πάντως τὰ ἐναντία, ἑταιρίαι, φιλονεικίαι, ψιθυρισμοί, ἰδιοκτημοσύναι, φυσιώσεις, προσπάθειαι πρός τε ἀλλήλας καὶ πρὸς τοὺς ἔξωθεν εἴτε ἐκ γένους εἴτε ἐκ φιλίας ἄλλης. Οὕτω μὲν οὖν ὡς ἐν ὀλίγῳ ἡ περὶ τοῦδε ὑπόμνησις. ἐγὼ δὲ ὁ ταπεινὸς παρακαλῶ σὺν τῷ βίῳ καὶ τὴν πίστιν ἠγλαϊσμένην κεκτῆσθαι ὑμᾶς, μηδαμῶς τῇ χριστομάχῳ αἱρέσει κοινωνεῖν, ἥτις ἰου δαϊσμοῦ οὐδὲν διενήνοχεν, τὴν σωτήριον Χριστοῦ οἰκονομίαν διὰ τῆς καθαιρέσεως τῶν σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων τῶν ἁγίων ἀρνουμένη· ἐπειδήπερ ἡ εἰκὼν ταὐτόν ἐστι τῷ πρωτοτύπῳ τιμῇ τε καὶ προσκυνήσει, οἷον ἐπ' αὐτοῦ τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου. μὴ δὴ οὖν ἀρνήσησθε τὸν Χριστὸν αἱ χριστοφόροι τῷ ἁγίῳ περιβλήματι μήτε τοὺς τοσούτους κόπους, οὓς ἀνατλᾶτε, τὸν ἐν παρθενίᾳ βίον μετὰ καθείρξεως διανύουσαι, ἔνθεν ὀλέσαι καὶ τῆς ἀντικειμένης μερίδος, ὅπερ ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν, γινόμεναι, ἀλλ' εἰδυῖαι ὅτι οὔτε βίος δίχα πίστεως ὀρθῆς οὔτ' αὖ πίστις ἄτερ πράξεως θείας σῴζειν δύναιτο ἀμφοτέρωθεν εἴητε διηυγασμέναι εἰς δόξαν θεοῦ, εἰς κλέος τῆς ἐκκλησίας, εἰς ἐπίτευξιν τῶν ἐν ἐπαγγελίαις αἰωνίων ἀγαθῶν, προσευχόμεναι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ὡς ἂν σῳζοίμεθα. 388 Συμεὼν τέκνῳ Ὀψὲ μέν, ὅμως ἐδεξάμην τὰ ἀντίγραφά σου, τέκνον, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ἐπὶ τῇ ἀπολογίᾳ σου, τῇ τε συνέσει καὶ διασώσει καὶ ὅτιπερ καὶ τοσούτους ἀδελφοὺς ἔχεις συνδιαφυλάττων ἀπὸ τῆς θήρας τῶν αἱρετιζόντων καὶ οὐ σάρκας, ἀλλὰ ψυχὰς σπαρασσόντων, πλὴν ὅτι καὶ σώματα δι' ὧν ἐπιφέρουσι πληγῶν καὶ θανάτων. ὑγίαινε, υἱέ μου ἀγαπητέ, ἀρίστευε, ἡγοῦ τῶν ἀδελφῶν σου, προθυμοποίει, παραδείκνυε τὰ τῆς ἀληθείας, παράθηγε εἰς μαρτύριον· ὁ γὰρ καιρὸς τοιοῦτος, κἂν ὑποκρύβεσθε ἐννόμως. τὸ γὰρ ἐπιρρῖψαι ἑαυτὸν ἐν πειρασμῷ καθὰ ἐζήτησας μαθεῖν, τοῦτό ἐστι, τὸ ἀφ' ἑαυτοῦ κινηθῆναί τινα καὶ φανερῶσαι ἑαυτὸν τοῖς φονεύουσιν. εἰ δὲ ὅτι ὁ Ἅγιος Γόρδιος, ὥσπερ καί τινες ἄλλοι τῶν μαρτύρων, αὐτόκλητοι ἧκον, ὁ τρόπος οὕτως ἀπῄτει, οὐδενὸς ὡς ἔτυχεν παρρησιαζομένου καὶ ἀναπτούσης τῆς ἀθεΐας σφοδρότερον, ἔπειτα καὶ καθαρᾷ καρδίᾳ θεὸν ἐνοπτρισάμενοι καὶ πρὸς αὐτοῦ νυχθέντες· ἐπεὶ καὶ ὁ μέγας Πρόδρομος ῥιψοκινδύνως ἤλεγξεν τὸν Ἡρώδην, ἄρτι δὲ πολλοὶ χάριτι θεοῦ ἐνιστάμενοι καὶ μαρτυροῦντες, καὶ οὐκ ἔννομον τὸ ἐπιρρῖψαι. Ἐχάρην δὲ λίαν ὅτι καὶ ἕτεροι πατέρες συμπνέουσί σοι, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· οὓς καὶ προσαγορεύω διὰ σοῦ καὶ δεδέημαι τῶν ἁγίων προσευχῶν εἰς ἐπικουρίαν σωτηρίας. ὤφελον ὅτι παρὰ τοῦ ἀδελφοῦ Ὑπατίου εὗρές τι τῶν καλῶν· ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι ἡ Γραφὴ ἐγκελεύεται. παρὰ γὰρ τῆς ἐμῆς ταπεινώσεως οὐδὲν ὄφελος, κἂν αὐτὸς μεγαλαυχῇς ἡμᾶς ἐξ ἀγάπης. ἐπειδὴ δὲ ἐπεζήτησας καὶ κατήχησιν, ἣν πρὸς πάντας τοὺς ἀδελφοὺς ἐποίησα, ἄρτι ἀπέστειλα καὶ πρὸς σέ, σύ τε προσεύχου ἀδιαλείπτως τὴν σωτηρίαν μοι. Τὸ κισσύβιον ἐδεξάμην καὶ ἔχω σου εἰς ἐναργεστέραν μνήμην. τὴν ἐννάδα τῶν ἀδελφῶν μου καὶ τέκνων προσαγορεύω, πλεῖστα δεόμενος καὶ τῆς εὐχῆς. ὁ ἀδελφὸς Νικόλαος, ὁ σὺν ἐμοὶ ἐγκεκλεισμένος, προσαγορεύει σε σὺν πᾶσιν. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 389 Βασιλείῳ ἡγουμένῳ Ἡδέως σου ἀνέγνων τὸ γραμματεῖον, ὦ πατρότης ἁγία, ὡς ἀπὸ καρδίας καθαρᾶς προσενηνεγμένον, οὐ μὴν ἐν τοῖς ἐπαίνοις ἥσθην, ὡς ξένος τῶν λελεγμένων. ἀλλ' αὐτός, εἰ βούλει, μᾶλλον προσεύχου τῆς μερίδος καὶ στάσεώς σου ἐγγύθεν παραθήγειν. Τοῦτο μὲν τοιοῦτον. εἴη δὲ κατὰ τὸ ῥῆμά σου χρησιμεύειν τῷ θεῷ Ὑπάτιόν τε τὸν ἀδελφὸν καὶ ὅντινα ἄλλον τῶν ἐναθλούντων, ὡς ἂν δι' αὐτῶν σχοίημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ εὐμενὲς τὸ θεῖον. τὸ ἐρώτημα τῶν ἐμπαρέντων ἐν τοῖς κατὰ φύσιν ἢ παρὰ φύσιν πτώμασιν ἐκείνην ἔχει τὴν ἀπόκρισιν, ὅτι ἡ ἀληθὴς μετάνοια ἐν ἐπιδείξει τῶν κατ' αὐτῆς καρπῶν. ἅτινά ἐστιν· ἡ ἀποχὴ τῶν ἁγιασμάτων κανονικῶς μετὰ καὶ τῆς συντελουμένης ἐγκρατείας τὴν συγχώρησιν τῶν ἡμαρτημένων ἀντιλαμβάνει καὶ ἄνευ μαστίγων καὶ μαρτυρίου. ἕως ἂν γὰρ μὴ ἀποκλείσῃ καθ' ἡμῶν, ὡς γέγραπται (ἀπόκλεισις δὲ ὁ θάνατος), κἂν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ζωῆς ἡ ἀληθὴς μετάνοια φθάσειεν, ἔσωσε τὸν ἐπιστρέψαντα τῆς ἁμαρτίας. οὕτω θεὸς διὰ Ἰεζεκιὴλ τοῦ θεολόγου διωρίσατο· καὶ τοιοῦτον φιλάνθρωπον θεὸν ἔχομεν, τὸν καὶ λῃστὴν μιᾷ ὥρᾳ εἰσοικισάμενον, τὸν πάλαι καὶ τὸν ἔσχατον, καὶ τελώνην ὡσαύτως δικαιώσαντα. εἰ δὲ κατὰ τὰ φθάσαντα ἄρτι ἐπιδοῖεν ἑαυτὸν ὁ ἡμαρτηκὼς καὶ πληγὰς ἐπὶ νώτου δέξασθαι καί τι ἄλλο περισσότερον, τίς ἀμφιβάλοι μὴ συγκεχωρῆσθαι αὐτὸν τῆς ἁμαρτίας; τὸ γὰρ καὶ θανεῖν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ μάρτυρα ἀποτελεῖ κυρίως Κυρίου. ἀλλ' ἴσως ὁ λόγος περὶ τοῦ ἐπιτιμίου, ὅτι, ἐὰν ὑποβληθῇ βασάνοις, μὴ μέντοι θάνοι, τοῦτο παρὰ τοῦ δόντος τὸ ἐπιτίμιον κανονιζέσθω, πόσον ὑφελεῖν διὰ τὰ παθήματα, ὅλον, τὸ ἥμισυ· ἡμῖν γὰρ ὁρίζειν οὐχ οἷόν τε. Οὕτως ὁ τῆς ταπεινώσεως ἡμῶν λόγος. εἰ δὲ δεῖ ἄλλως, δίδαξον, πάτερ, καὶ φώτισον ἡμᾶς τοὺς ἀμυήτους. τὸν ἀδελφόν μου, τὸν κῦριν Προκόπιον, πλεῖστα προσειπέ. 390 Ἀρκαδίῳ μοναχῷ Δὶς ἄρτι γράφω, ἀφ' οὗ συνελήφθης, ἠγαπημένε, ὑπὸ τῶν ἰουδαϊζόντων. τὴν πρώτην οὐκ ἐδέξω· εὔχομαι κἂν ταύτην τὴν ἐπιστολὴν εἰς χεῖράς σου ἐλθεῖν. ἐγὼ γάρ, πρῶτον μὲν κατὰ τὸν κοινὸν τῆς ἀγάπης νόμον χρεώστην ἐμαυτὸν λογιζόμενος, ὅτι χρὴ ἀλλήλους συμπροθυμοποιεῖσθαι τοὺς ἐπὶ τὸ αὐτὸ συνημμένους τῷ φρονήματι τῆς ὁμολογίας Χριστοῦ, τὸ ἐπιστεῖλαί σοι ἀναγκαίως ἔχω· ἔπειτα καὶ διὰ τὴν ἰδιότροπον σχέσιν, ἣν οἶσθα ὁποία καὶ πόση ἀπ' ἀρχῆς ἡμῖν ὑπῆρξε, πάνυ ἐπειγομένως γράφω. Ἀλλὰ χάρις τῷ θεῷ, ἀδελφέ μου τιμιώτατε, ὅτι ἐν τῷδε τῷ πικρῷ χειμῶνι τῆς ἀπιστίας ἄνθος διεφάνης ὀρθοδοξοῦν, μᾶλλον δὲ ὁμολογητὴς Χριστοῦ· ἅπαξ ἐνεχθεὶς εἰς ὄψιν τῶν κρατούντων οὐχ ὑπέπτηξας, ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. ἐμαστιγώθης ἱκανά, ἐξωρίσθης, περιωρίσθης ὧδέ που ἐν παραβύστῳ· πάλιν ἤχθης ἐν χειροῖν κολαστῶν, οὐκ ὠλιγώρησας, οὐκ ἐξηρνήσω τὴν πίστιν, κατεξάνθης αὖθις ταῖς πληγαῖς καὶ μεμένηκας ἀήττητος, μὴ φοβούμενος ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ τὸν μόνον Κύριον καὶ θεὸν καὶ βασιλέα κατὰ τὸ ὑπ' αὐτοῦ ἐντεταλμένον. μακάριος εἶ καὶ καλόν σοι ἔσται· ὡς εὐγενὴς σὺ καὶ τῶν ἀφ' ἡλίου ἀνατολῶν εὐγενέστερος. εἰ δὲ ὅτι τοῖς ἱστουργοῖς σε συναρίθμησαν ὡς βασιλικὸν οἰκέτην, μὴ θαυμάσῃς· τοιαῦτα γὰρ τοῖς ἁγίοις. ἔπειτα ὅτι καὶ μὴ βουλόμενοι ὡς ἀληθῶς ὑπέδειξαν τῷ κόσμῳ δοῦλόν σε εἶναι τοῦ βασιλέως τῶν οὐρανῶν, ἔνδειγμα μαρτυρίας θεοῦ, ἔλεγχον ἀσεβείας. Στῆθι οὖν, γενναῖε στρατιῶτα Χριστοῦ, ἀρίστευσον τελείως, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν ὁμολογίαν σου πληροφόρησον, ἔχων ἀοράτως θεὸν ἐπίκουρον, τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον κυκλοῦντά σε, περιέποντά σε, χαίροντα ἐπὶ σοὶ λίαν καὶ τὰς προσευχάς σου ἀναφέροντα εἰς θεὸν εἰς ὀσμὴν εὐωδίας· ἐν αἷς μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν μέν, ποθούντων δέ σε λίαν. 391 Ἡγουμένῳ Ἐπειδὴ ἔμαθον εἰσαγώγιμόν σε γενέσθαι καὶ τετύφθαι ὑπὲρ Χριστοῦ, ὦ τριπόθητε, χαίρω καὶ συγχαίρω σοι· τοῦτο γὰρ χαρὰ καὶ ἀγαλλίασις, οὐ κατὰ τὴν τοῦ κόσμου χαρὰν (ἀχαρὴς γὰρ ἥδε, δοκοῦσα μέν, οὐκ οὖσα δέ, ἐπείπερ ῥέουσα οὐχ ἵσταται καὶ τελευτῶσα θάνατον κατεργάζεται), ἀλλὰ τὴν κατὰ θεόν· αὕτη γὰρ καὶ μόνον θυμηδία καὶ ὡσαύτως ἔχουσα, ἧς τὸ τέλος ζωὴ αἰώνιος. εἰκότως οὖν γήθω καὶ συγγήθω σοι, πάτερ τιμιώτατε. ἀλλ' ὅτι, ὥς φασιν, ἑκατοστεύουσα ἡ νιφὰς καί γε βαρύδαρτος, ἴδε πάλιν ἐπίτασις τῆς εὐφροσύνης· οὐκ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν καὶ ἀπών. ἀλλ' ὅμως δόξα τῷ δοξάσαντί σε θεῷ ἐπὶ νώτου σε κτανθῆναι ὑπὸ τῶν ἀσεβῶν· ἄσβεστόν σου τὸ κλέος, ἱερόν σου τὸ πάθος, στήριγμα τῶν συνομολογούντων, προθυμία τῶν ὀρθοδοξούντων, διάρρηξις τῶν αἱρετιζόντων, οἰκοδομὴ τῆς τοῦ θεοῦ ἐκκλησίας. λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, ὥς φησιν ὁ προφήτης· τί τοῦτο; εἰς ὁμαλισμὸν εὐσεβείας, εἰς ἐνδόμησιν τῆς ἐκκλησίας. τῶν ἁπάντων οὖν εἷς καὶ αὐτός, ὑπὸ τοῦ Ἁγίου Πνεύματος τῷ ἀκρογωνιαίῳ λίθῳ συναρμολογούμενος καὶ συμβιβαζόμενος. Ἀλλὰ μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἁγιώτατε, ἐν ταῖς προσευχαῖς μὴ ἀποπεσεῖν τῆς ἐνδομήσεως, ἀλλ' ὧδέ που κἂν ὡς χάλιξ εὑρεθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ. 392 Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησι σὺν τοῖς ἐναθλοῦσιν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ χαίρειν Πᾶσαν χαρὰν ἡγητέον, ἀδελφοί μου, ἐν τοῖς παροῦσι θλιβεροῖς, ἐπείπερ διὰ Χριστὸν καὶ ὁ διωγμὸς τῶν διωκομένων καὶ αἱ φυλακαὶ τῶν καθειργμένων, προσθείην δ' ἂν καὶ αἱ μάστιγες τῶν μαστιγουμένων. οὐκ ἀποπαύσοιμι τοιγαροῦν καὶ κοινῇ πᾶσιν καὶ ἰδίᾳ ἑκάστῳ προσφωνεῖν, παρακαλεῖν, ὑπομιμνήσκειν, καίπερ εἰδὼς ἐστηριγμένους ὑμᾶς ἐν τῇ πίστει καὶ οἴκοθεν ἔχοντας τὸ παρακλητικὸν καὶ νουθετητικόν. ἀλλ' ὅμως ὀφειλέτης εἰμὶ ὁ ἁμαρτωλὸς καὶ τὸ παρ' ἐμαυτοῦ προστιθεῖν, ἄλλως τε καὶ τοῦ πόθου ἐκβιαζομένου· ζηλῶ γὰρ ὑμᾶς ζήλῳ θεοῦ, ἐγκαλλωπίζομαι ὁ ἀκαλλώπιστος ταῖς ὁμολογητικαῖς ὑμῶν ἀρεταῖς. χαρά μοι καὶ στέφανος ὑμεῖς, ἔρεισμα καὶ ἀκαταγώνιστον κραταίωμα. ναί, ἐρωτῶ καὶ παρακαλῶ ἀσαλεύτους διαμένειν ἅπαντας ἐν πάσῃ εὐθυμίᾳ καὶ προθυμίᾳ· πάντοτε, φησὶν ὁ θεῖος ἀπόστολος, χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. καὶ οὐ χαρὰ ταῦτα καὶ ἀγαλλίασις, ὅτι, εἴπερ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, εἰ ἀποθάνωμεν, καὶ συζήσομεν, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν, ὡς γέγραπται; ἡλίκη ἡ ἐπαγγελία, ἀγαπητοί· εἰ καὶ εἰς πῦρ ἐμβληθῶμεν, οἴσομεν, εἰ καὶ θηρσὶν ἐκδοθῶμεν, ἐνέγκωμεν. οὕτω γὰρ ἤνεγκαν οἱ ἀπ' αἰῶνος ἀθλοφοροῦντες, ἄνδρες τε καὶ γυναῖκες, τὰ ἐκεῖθεν προβλέποντες καὶ τὸ παρὸν ὀδυνηρὸν ταῖς ἐλπίσι κουφίζοντες καὶ τρυφὴν ἡγούμενοι τὰ ἐπώδυνα καὶ τὴν προσθήκην τῶν παθημάτων ἐπιθυμοῦντες, οὐκ ἀποστυγοῦντες, ὥσπερ οἱ τὰ πλείω χρήματα τῶν συνεταίρων ἁρπάζοντες, ὡς ἴστε ὑμεῖς, ἀφ' ἑαυτῶν γευσάμενοι τῆς ἀθανάτου γλυκύτητος. ὦ κόσμε πλάνε· ὅτι πικρόν σου τὸ δοκοῦν ἡδὺ καὶ θανάσιμον κατὰ πᾶσαν ἡδονὴν καὶ περιχάρειαν· καὶ ὦ πόθε Χριστοῦ· ὅτι σὺ ἡ εὐλογία καὶ ἡ χαρὰ καὶ ἡ δεσποσύνη καὶ ἐπὶ τοὺς κατόχους σου. ἴδετε πηλίκοις ὑμῖν φθέγμασι παρακαλῶ ὁ εὐτελής, οὔ τί που τῶν ἀξιεπαίνων, ἀλλ' ὅτι φιλικοῖς. ὅσοι βραδυτῆτα ἡγοῦνται τὴν ἐπισκοπὴν Κυρίου, ἐκεῖνο ἐννοείτωσαν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς διώκοντας, εἰς δοκιμὴν δὲ τοὺς πάσχοντας, καὶ μὴ ἀθυμείτωσαν μηδὲ τὰ κρίματα Κυρίου ἐξεταζέτωσαν. οὐκ εὐγνωμόνων δούλων λέγειν" 4ἕως πότε;" 5· οὐκ εἶπεν τοῦτο Ἰὼβ ὁ ἀοίδιμος, οὐχ ὁ Πέτρος οὐδ' ὁ Παῦλος, οἱ μυρίαθλοι, οὐδέ τις τῶν μαρτύρων. οἶδεν ὁ ἀκοίμητος ὀφθαλμὸς τὸ ἀρκοῦν ἐπ' ἀμφοτέροις. οὐκ ἐλεεῖς, ὅτι θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ὁ τοιοῦτος, οὗ οὐκ ἔστι πέρας τῆς κολάσεως οὐδὲ ἐξαγόρευσις τῶν ἐν πυρὶ ἀσβέστῳ ἀνυποίστων ἀνιῶν (καὶ παρακαλεῖν ἡμᾶς δεῖ τὴν ἀνοχήν, ὅσον τὸ ἐφ' ἡμῖν, εἰ μὴ ἄν, διὰ τοὺς ὀλλυμένους καὶ ἐκπεπτωκότας τῆς ὑπομονῆς), ὁ ἐπειγόμενος τὸν θάνατον ἰδεῖν τοῦ ἁμαρτωλοῦ οὐ δύναται εἰρήνην ἔχειν πρὸς τὸν θεόν, οὗ χεῖρον οὐδέν· ἀεὶ γὰρ ἐν ταραχῇ κατὰ ψυχήν, ἐπιθυμῶν ὅπερ θεὸς ἀποστυγεῖ καὶ θέλων ὃ οὐ θέλει. ἐντεῦθεν ἀκηδίαι, ἐκλύσεις, βλασφημίαι καὶ τὰ λοιπὰ βλαστήματα τῆς πονηρίας. εἴπωμεν, ἀδελφοί· γενηθήτω τὸ θέλημά σου ἐκ καρδίας, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. καὶ οὕτως εἰρηνεύουσα ἡ ψυχὴ παρρησίαν ἕξει πρὸς θεόν, ἑκατονταετίζειν ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι προαιρουμένη· οὔτε γάρ, ἐὰν κατευξώμεθα, τὸ τάχος ἐπιστῇ οὔτ', ἂν ἐπευξώμεθα, βραδυνεῖ, ἀλλὰ τότε ἥξει, ὁπηνίκα ὁ πρὸ καταβολῆς κόσμου διορίσας τὸ συμφέρον δίκαιον κρίμα οἶδεν θεός. Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, παρακαλῶ, ἵνα σῳζοίμεθα. ὁ ἀδελφὸς ὑμῶν τε καὶ ἐμοῦ Νικόλαος προσαγορεύει ἅπαντας. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 393 Τοῖς διὰ Κύριον πεφυγαδευμένοις πνευματικοῖς ἁγίοις μου πατράσιν Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου ἐν Κυρίῳ χαίρειν Καὶ ἀφ' ἑνὸς ὀρθοδόξου τὸ δέξασθαι γραμματεῖον ἐν ταῖς χαλεπαῖς ἡμέραις ταύταις, μὴ ὅτι γε ἐκ πολλῶν ἐπὶ τὸ αὐτὸ συνεληλυθότων, ξένον πως τῷ καιρῷ, ὡς ἐν χειμῶνι πολύφυλλον ῥόδον, καὶ τῇ ἐμῇ ταπεινώσει χαρίεν ὅτι μάλιστα, ὥστε ἀπ' αὐτῆς τῆς προγραφῆς σκιρτῆσαί μου τὸ πνεῦμα καὶ ἀνθομολογήσασθαι Κυρίῳ τὰ εἰκότα· ὃς καὶ ἐν τῷ παρόντι Ἀχααβικῷ διωγμῷ κατέλιπεν ἑαυτῷ τοσούτους μὴ κάμψαντας γόνυ τῇ Βαάλ. οἶμαι γὰρ τῶν τηνικαῦτα ἰσαρίθμους εἶναι τοὺς νῦν ἀκαμπεῖς οὐ μόνον διὰ τῶν εἰς προῦπτον κειμένων ἐξ ὁμολογίας, ἀλλὰ γὰρ καὶ διὰ τῶν ὧδέ τε κἀκεῖσε διασεσωσμένων ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀποστολικῶς εἰπεῖν, καθάπερ καὶ τὴν ὑμῶν ὁμάδα τὸ τρικόρυφον ὄρος ὡς τρισόλβιον κλέος φέρον ὡραΐζεται. Χάρις οὖν τῷ θεῷ, τῷ πλουτοῦντι ὑμᾶς σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπαινῶ τὴν ἱερὰν φυγαδείαν ὑμῶν, ὑμνῶ τὴν ὀρεινὴν συνοικίαν ὑμῶν, ὅτι, εἰ καὶ τληπαθής, ὅμως θεοποιός. Μωσῆς ἐν ὄρει τῷ Σιναίῳ θεῷ συνωμίλει, Ἠλίας ἐν ὄρει τῷ Χωρὴβ θεὸν ἰδεῖν ὡς δυνατὸν ἠξίωται· Ἰησοῦς αὐτὸς ὁ θεαρχικώτατος εἰς τὸ ὄρος ἄνεισιν ἀνθρωποπρεπῶς προσεύξασθαι. τί τοῦτο; ἐμοὶ δοκεῖ σύμβολον τῆς κατὰ ψυχὴν ἀναβάσεως τὸ θεώρημα εἶναι· ὡς γὰρ τὸ ὄρος ὑπερανεστώς ἐστι τῆς ὑπουρείου πεδιάδος τε καὶ κοιλότητος, τοσούτῳ δὴ μέτρῳ ὁ νοῦς τοῦ προσευχομένου ἄνεισι πρὸς θεὸν διὰ τοῦ μετεώρου τόπου. ὁρᾶτε, ὦ τριπόθητοι, οἷον καὶ ἡλίκον ὑμῶν τὸ ἐνδιαίτημα; μιμνήσκεσθε καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ χαμοζώων ἐντεῦθεν, ὡς ἂν συναναφθείημεν ὑμῖν τοῖς ὑψιπετέσιν ἀετοῖς Κυρίου. Ἀλλ' ἐχέτω μὲν ταῦτα ὧδε, εἰ καὶ ὁ πόθος ᾄττει πλέον λέγειν. τί δὲ εἰς τοσοῦτον ἐληλύθατε ταπεινώσεως μέτρον, παρ' ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν ὧν προετείνατε πεύσεων τὰς ἀποκρίσεις; αὐτοὶ χάριτι Χριστοῦ ἀφ' ἑαυτῶν εἰδότες τὸ δέον· εἰ δὲ μή, πρὸς τῶν προεχόντων καὶ ἀξιώματι καὶ λόγῳ. εἰσὶ γὰρ πλεῖστοι, ὡς ὑπέδειξεν ὁ λόγος, ὀφείλοντες ἐκδιδαχθῆναι. ἵν' οὖν μὴ δόξω λυπεῖν ὑμᾶς, ἅμα τε καὶ δεδιὼς τὸ ἀνήκοον, καθίημι ἐμαυτὸν πρὸς τὸ ἐπίταγμα. ἀλλὰ πρῶτον ἐκεῖνο ἔχω λέγειν, ὅτι ἡ αἵρεσις αὕτη, εἰ καὶ τοῖς προλαβοῦσιν ἐφάνη ἄλλως ἢ καί τισι φαίνοιτο νῦν μεσοπόνηρος οὑτωσί πως καὶ οὐ λίαν χαλεπή, ἐμοὶ γοῦν τῷ ἀμύδρωπι οὐδὲν ἄλλο δοκεῖ ἢ ἄρνησις Χριστοῦ εἶναι· εἰ γὰρ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, ὥς φησιν ὁ πάνσοφος Διονύσιος, καὶ εἰ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος, ἐξουδένωται δὲ νῦν ἡ εἰκὼν Χριστοῦ, ἤρνηται, πεπάτηται παρὰ τῶν χριστομάχων, ἄρα ἐν τῇ εἰκόνι αὐτοῦ καὶ διὰ τῆς εἰκόνος ἠρνήθη Χριστός, ἠτιμάσθη, ἀπεδοκιμάσθη ἰουδαϊκῶς· καὶ ἀλλοίως οὐκ ἔστιν ὑπεξαγαγεῖν τὸ θεώρημα. διὰ τοῦτο θρήνων καὶ κοπετῶν ὁ καιρός, διὰ τοῦτο καὶ τοσοῦτοι οἱ ἐνιστάμενοι, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, ὡς λογικῶς τε καὶ πραγματικῶς ἀρνουμένου Χριστοῦ, ὅπερ ἐπὶ τῶν πάλαι αἱρέσεων οὐκ ὦπται· λογικῶς μὲν ἐν τῷ φαίειν τοὺς ἀσεβεῖς μὴ οἷόν τε ἐγγεγράφθαι Χριστὸν σώματος χαρακτῆρι, πραγματικῶς δέ, ὅτι καθαιροῦσι πᾶσαν εἰκόνα ἁγίαν Χριστοῦ, τῆς Θεοτόκου, ἀγγέλων, ἁγίου παντὸς καὶ ἁγίας ἐκ πάσης ἐκκλησίας, ἀπὸ παντὸς ἱεροῦ ἀναθήματος, πυρὶ παραδιδόντες, ἐπιτωθάζοντες, γελῶντες τὸ μέγα τῆς εὐσεβείας μυστήριον, βδέλυγμα Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσιν ἀποκαλοῦντες. ὅπερ φρονεῖν καὶ λέγειν καὶ πράττειν Ἰουδαίων ἐστὶ καὶ Ἑλλήνων· οἱ γὰρ Ἄραβες καὶ Σκύθαιαἰδοῖ χρώμενοι οὐδὲν τοιοῦτον ἐφάνησαν πεποιηκότες. πῶς οὖν οὐκ ἄρνησις τῆς οἰκονομίας Χριστοῦ ταῦτα; Ἀλλ' ἐπὶ τὰς προτάσεις ὁ λόγος. ˉα. τινὲς ἐξ ἰδίας προαιρέσεως ὑπέκυψαν ἄνευ τοῦ καταναγκάζοντος· ˉβ. ἄλλοι μετὰ πληγῶν· ˉγ. ἄλλοι δὲ δι' ἀπειλῆς καὶ μόνης· ˉδ. ἕτεροι ἄνευ ἀπειλῆς καὶ βασάνων, δέει καὶ μόνον· ˉε. ἄλλοι διὰ τὸ μὴ ἐκπεσεῖν τῶν ἰδίων· ˉς. τινὲς δὲ καὶ κατὰ ἄγνοιαν. τούτους ἐπιστρέφοντας πῶς δεῖ ἀποδέχεσθαι; ἐπιδεικνυμένους δῆλα δὴ ἀξίους καρποὺς τῆς μετανοίας ἅπαντας. τίνες δὲ οὗτοι; ἀποχὴ τῶν ἁγιασμάτων μετὰ προσκλαύσεως καὶ ἐπιπόνου δεήσεως, ἐπὶ μὲν τῶν πρώτων τριετίζουσα, ἐπὶ δὲ τῶν δευτέρων διετίζουσα· ἐπὶ τῶν τρίτων καὶ τετάρτων καὶ πέμπτων ἡ τῶν πρώτων, ἐπὶ τῶν ἕκτων ἐνιαυσιαία. μετὰ τὴν ἐκπλήρωσιν πῶς δεῖ ἔχειν αὐτούς; εἰ μὲν ἐκ τοῦ ἱερατικοῦ πληρώματος καὶ οὐχ ὑπέγραψεν, μηκέτι μετέχων τῆς ἀσεβοῦς κοινωνίας τις, ὡς ἐν ᾧ ἐτέτακτο κλήρῳ· εἰ δὲ καὶ ὑπογράψας εἴη, ὡς εἰργόμενος τῆς ἱερουργίας ἕως ὀρθοδόξου συνόδου, κοινωνῶν δ' οὖν ὅμως τῶν ἁγιασμάτων. τοῖς πάντῃ ἀσεβέσιν, εἰ ἔξεστιν κατὰ ἀνάγκην δέους ἕνεκα ἢ διὰ λιμὸν ἢ καὶ ἄνευ ἀνάγκης ἢ καὶ διὰ βίαν ἄλλοις κοινωνοῦσιν, ὀρθοδόξους δὲ ἑαυτοὺς ὁμολογοῦσι συνεσθίειν; οὐδαμῇ οὐδαμῶς, εἰ μή τί γε τοῖς ἐσχάτοις, οὐκ ἀδιαφόρως, ἀλλ' ἐξ ἀναγκαίου τινὸς τρόπου ἅπαξ ἢ δίς. εἰ τῶν τούτοις ἐδωδίμων τὰ λείψανα ἐσθίειν κατὰ ἀνάγκην ἢ καὶ ἄνευ ἀνάγκης, διότι προεσχημάτισται ἐν αὐτοῖς ὁ σταυρός; εἰ μὲν παρὰ ἱερέως, οὐδαμῶς· εἰ δὲ μή, μεταληπτέον κατὰ βίαν. εἰ δεῖ εἰς εὐκτήριον αὐτῶν εἰσέρχεσθαι εὐχῆς χάριν καὶ εἰ δεῖ τὴν ἁγίαν ἀναφορὰν ἐν αὐτῷ ἐπιτελεῖν μετὰ ἰδίας τραπέζης; οὐδαμῶς ἑκάτερον. εἰ δεῖ χαίρειν αὐτοῖς λέγειν καὶ ἀσπάζεσθαι; οὐδαμῶς, ὥς φησιν ὁ Μέγας Βασίλειος, ὁ Κύριος ἐκώλυσεν τὸν κοινὸν ἀσπασμόν· ὥστε τοῦτο κατὰ σύμβασιν, ὡς δὲ ἐξ ἀγάπης καὶ φιλίας φευκτέον, ἵνα πληρωθῇ ἐν τούτῳ· οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσιν. εἰσί τινες τῶν μοναστηρίων, οἳ οὔτε ἔργῳ οὔτε λόγῳ συνῆλθον, φυγῇ τὴν σωτηρίαν ποριζόμενοι καὶ πάλιν μετὰ τὴν ὑποχώρησιν τῶν ἀσεβῶν ἀνθυποστρέφοντες. εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἐλειτουργήθη ἐκκλησία ὑπὸ τῶν ἀσεβῶν, εἰ μὲν ἅπαξ, εἰσίτωσαν, ἐπιτελοῦντες ἐν αὐτῇ τὰς προσευχὰς μόνον, εἰ δὲ πολλάκις, ὑποχωρείτωσαν ταύτης πόρρω. κοσμικοί τινές εἰσιν ἢ καὶ μοναχοί, σφοδρῶς μυσαττόμενοι ἢ καὶ ἀποδυρόμενοι τὴν ἀσέβειαν, διὰ δὲ τὰς ἀπειλὰς τῶν ἀθέων προσέρχονται τῇ αὐτῶν κοινωνίᾳ, οἰόμενοι αὐτὴν δηλητήριον εἶναι, αἰτοῦνται δὲ εὐχὴν ὑπὲρ αὐτῶν ἡμᾶς ποιεῖσθαι· εἰ ἔξεστιν αὐτοῖς μεταδιδόναι τῶν θείων μυστηρίων; εὐχὴν μὲν ποιεῖσθαι ἐξόν, οὐ μὴν μεταδιδεῖν, κἂν ὅ τι ἂν λέγωσιν ἢ πράττωσιν. σταυροὺς ἐὰν ἱστῶσιν κατὰ τὰς λεωφόρους, εἰ δεῖ προσκυνεῖν; οὐ κωλυτέον. εἰ δεῖ τῶν τοιούτων τὰς προσφορὰς προσκομίζειν; οὐδαμῶς. Ταῦτα οὖν, ὡς ὁ Κύριος κατὰ νοῦν ἐπήγαγεν ἡμῖν, ἐφθεγξάμεθα, οὐ νομοθετικῶς (ἐπεὶ μηδὲ ἐσμὲν τῶν ἱεραρχούντων· αὐτῶν γὰρ τὸ τυποῦν κανονικῶς), ἀλλὰ συμβουλευτικῶς, ἐπεὶ ἐσμὲν ὑμῖν ὁμοταγεῖς καὶ ἐπειδὴ ἐξ ἀπορίας τῶν ἱεραρχικῶς ὀφειλόντων τυπῶσαι ἀναγκασθέντες ὑφ' ὑμῶν ἐληλύθαμεν εἰς τοῦτο. ὑμεῖς δέ, ἁγιώτατοι πατέρες, σύγγνωτε, εἴ τί ἐστιν ἀπαρέσκον ὑμῖν ἐν τοῖς εἰρημένοις. πλὴν ὅτι ὁ ἰατρὸς καὶ ψυχῆς καὶ σώματος καὶ προσώπου ποιότητα καὶ καιροῦ ἰδιότητα, ἕξιν τε καὶ πάθος, δύναμίν τε καὶ ἀδράνειαν ἐπιτηροίη καὶ οὕτω φαρμακεύοι καὶ ἰᾶται, ἐλλείψεσι καὶ προσθήκαις χρώμενος· ἃ ἐν κεφαλαίῳ περιλαβεῖν οὐχ οἷόν τε κανονικῶς, ὡς καὶ αὐτοὶ οἱ ἅγιοι πατέρες ἡμῶν ὡρίσαντο. 394 Λουκιανῷ τέκνῳ Ὁ ἀγαθὸς θεὸς ἡμῶν, εἰδὼς τὸ τῆς ἀνθρωπίνης φύσεως εὐόλισθον καὶ ὅτι, εἰ καὶ δοκεῖ τις κατ' ὀρθὸν πορεύεσθαι, ὡς οὐκ οἶδεν μικρὸν ῥαθυμήσας ὑποσκελίζεται, φιλανθρώπως ἐδωρήσατο τὴν μετάνοιαν, ἀνακαλουμένην τὸν ἄνθρωπον τῆς πτώσεως καὶ εἰς τὸ ὑγιὲς ἀποκαθιστῶσαν. ἐπεὶ οὖν καὶ αὐτός, ἀδελφέ μου, πέπονθας ὃ πέπονθας καὶ τὸν τῆς ἀξιολόγου μετανοίας καιρὸν πεπλήρωκας, πολλῇ κατανύξει καὶ πλείστοις δάκρυσιν, ὡς ἀκήκοα, ἐξιλεωσάμενος τὸν θεόν, ἐπιζη τοίης δὲ ἄρτι λύσιν, καθὰ διά τε τοῦ οἰκονόμου καὶ τοῦ παροικονόμου ἐδηλώθη μοι, εἴη σοι αὕτη παρὰ Κυρίου· καὶ ἔσῃ ὑγιαίνων ἐκ τοῦ δεῦρο, υἱέ μου, καὶ χαίρων ἐν Χριστῷ καὶ κατευοδούμενος ἐν αὐτῷ, μηκέτι συμπίπτειν διδοὺς ἐγγυὰς τῷ δεσπότῃ, ἀλλὰ θνήσκειν ὑπὲρ αὐτοῦ, ὡς καὶ αὐτὸς ὑπὲρ σοῦ ἔπαθεν. Πρότερον μὲν οὖν διὰ γράμματος ὁ ἀνάξιος κλαυθμυρικῶς ἐφθεγξάμην πρὸς σέ, Ἀδάμ, ποῦ εἶ; τὴν θείαν φωνὴν ὑπειπών, διὰ τὸ ἐξ ὑψηλοῦ σε βίου οἱονεὶ παραδεισιακοῦ ἐκπεπτωκέναι· νῦν δὲ ἀναγκαῖον ἀποτολμῆσαί με τὸν τάλανα καὶ εἰπεῖν· εἰρήνη σοι, ἀνάστα, Χριστὸς κελεύει, ζῆθι εἰς αἰῶνα. 395 Ἀλβενέκᾳ πρωτοσπαθαρέᾳ Ἐξένισέν με τὸ γράμμα τῆς εὐγενείας σου οὐκ ὀλίγον, οὕτω μὲν ἐκ φιλοθέου καρδίας ὑπαγορευθέν, οὕτω δὲ ὑπὸ συντετριμμένης καὶ τεταπεινωμένης διαθέσεως προαχθέν, ὥστε δὶς ἐπὶ τὸ αὐτὸ ἀναγνόντα με ἐπιλέγειν· τίς καὶ ὁποία καὶ ἡλίκη ἡ ψυχὴ αὕτη, ἡ ταῦτα φθεγγομένη πρός με τὸν ταλαίπωρον; ὡς δὲ καὶ παρὰ τοῦ γραμματηφόρου ἀνηγγέλη μοι ἅπερ ζώσῃ φωνῇ παρέθου αὐτῷ ἐξειπεῖν, τότε καὶ μᾶλλον ἠγάσθην λίαν καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, ὃς ἐνέπνευσέν σοι τοιοῦτον διαλογισμόν, καὶ εἰς ἔργον αὐτὸν προαγαγεῖν ἐφιεμένην. Μέγα τοιγαροῦν τὸ ἔργον, ὃ ἐπεπόθησας, κυρία, καὶ τῶν δυσανύστων, οὐ μόνον διὰ τὸ ὑψηλὸν καὶ οὐράνιον τοῦ βίου (οὐδὲν γὰρ ἄλλο ἡ ἀποταγὴ ἢ σταυροῦ καὶ θανάτου ἐπαγγελία τῷ γε ἀληθινῶς μονάσαντι), ἀλλὰ καὶ διὰ τὸ δεδέσθαι σε ἀνδρί, οὗπερ οὐχ ὡς ἔτυχεν ἔστι διαζευχθῆναι, διὰ τὸ θεοσύναπτόν σοι εἶναι δῆλον ὅτι. τίς οὖν ἀποσυνάψειεν ἢ δῆλα δὴ ὁ συνάψας, ἐπὶ μείζονα ἐπειγμένην προελθεῖν πολιτείαν; δεῖ οὖν, καθάπερ ἡ διαταγὴ τοῦ Ἁγίου Βασιλείου, πρῶτον τὰ πρὸς τὸν ὁμόζυγον εὖ διαθέσθαι· τί τοῦτο; ἀπογυμνῶσαι τὸν λογισμὸν τῆς ἐφέσεως, ὑποδεῖξαι τὸ τοῦ κόσμου μάταιον καὶ ὀνειρῶδες, ὡς οὐδὲν μόνιμον ἐν αὐτῷ, ἀλλὰ παρατρέχον ἴσα καὶ σκιαῖς, κἂν περιχαρές τι, κἂν ἀπολαυστικόν, κἂν πολύολβον, κἂν ἐνήδονον, κἂν βασιλεία αὐτή· ὡσεὶ ἄνθος γὰρ τοῦ ἀγροῦ πάντα ἀφίπταται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κρίμα ἀπαραίτητον ἐπὶ τῶν προσπαθῶς ζησάντων ἐν τῷ παρόντι αἰῶνι καὶ μὴ κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ· ὅπερ ἐργῶδες ἐκτελέσαι ἐν τῷ κοινῷ βίῳ. Ταῦτα λάλησον, παρακάλεσον, ἐκμείλιξαι, ὡς ἂν πείσειας αὐτὸν συναιρήσασθαί σοι τὸν σκοπὸν τῆς ἀποταγῆς (τί γὰρ οἶδας, φησί, γύναι, εἰ τὸν ἄνδρα σώσεις;), καὶ τοῦτο ἐπὶ χρόνον ἱκανόν. καὶ εἰ μὲν συνέλθοιεν, εὖ ἂν ἔχοι, εἰ δὲ μή, τότε, εἰ τοσοῦτον ἀνάπτει σε ὁ θεοῦ πόθος, πράττεις τὰ δόξαντά σοι καὶ μὴ βουλομένου τοῦ ὁμόζυγος. ἀλλ', ὡς προείρηται, δυσεξάνυστον τὸ πρᾶγμα, καὶ μάλιστα ἐν ταῖς τοῦ διωγμοῦ ἡμέραις καὶ ὅτι οὐχ ἡ τυχοῦσα αὐτή, ἀλλὰ τῶν ὑπερεχουσῶν καί γε τῶν συναίμων τῇ βασιλευούσῃ· ἐφ' ᾧ καὶ θαυμάζειν ἐστί, πῶς ἐν τῇ ἄγαν εὐδοξίᾳ τοῦ τῇδε βίου ταύτην βδελυσσομένη τὴν ταπείνωσιν Χριστοῦ ἐπιποθεῖς ἐνδύσασθαι. εὐλογητὸς Κύριος ὁ οὕτω πείθων· καὶ γὰρ πρὸς τὴν τοῦ θεοῦ δόξαν ὡς ἀληθῶς βδέλυγμά ἐστι τὰ ἔνδοξα τοῦ ματαίου βίου. Ἔχου τοίνυν τοῦ καλλίστου βίου σου· ἀκούω γὰρ οἷα ἀγαθουργεῖς καὶ πῶς ἀφιεμένη τὰς βασιλικὰς διατριβὰς σχολάζοις ἐν ἑαυτῇ καὶ ἐν ἀγαθοῖς (ἔστι γὰρ καὶ ἐν τῷ βίῳ σωθῆναι καὶ μετὰ ἀνδρός), καὶ πάλιν πρὸς τὸ ἑξῆς, ὡς ὁ Κύριος εὐοδώσειεν, οὕτω καὶ διαγίνῃ, μὴ λυποῦσα τὸν ὁμόζυγον, ἀλλὰ μᾶλλον κατακάμπτουσα διὰ τῆς ἐνθέου διαγωγῆς. περὶ τῆς ἀδελφῆς, δεδήλωκα αὐτῇ τὸ παριστάμενόν μοι· περὶ τοῦ οἰκονόμου μου καὶ ἀγαπητοῦ τέκνου, πλεῖστά σοι ἀπευχαριστῶ, συμπαθῶς ἐπειχθείσῃ πρὸς αὐτόν. εὕροις ἔλεος παρὰ Κυρίου. 396 Μαρίᾳ μοναζούσῃ Ἀνέγνων σου τὴν τιμίαν συλλαβὴν καὶ ἐπέγνων σου τὸν εὐσεβῆ λογισμόν, ὅτι τῆς αὐτῆς τῷ μακαρίῳ ἐκείνῳ πατρὶ διαθέσεως ἀκολούθως ἔχεις ὑπὲρ Χριστοῦ πάσχειν· καὶ εἰκότως, ἵνα φανῇ ὅτι ἡ μία σὰρξ ἓν καὶ φρόνημα κρατεῖ, οὐχ ἑτεροζυγοῦσα περὶ τὴν πίστιν. χάρις οὖν θεῷ, τῷ οὕτως ὑμᾶς διὰ τὸν φόβον καὶ πόθον αὐτοῦ διαζεύξαντι ἀπ' ἀλλήλων μαχαίρᾳ εὐαγγελικῇ σωματικῶς καὶ πάλιν τῷ ἑνὶ πνεύματι καὶ φρονήματι συνάψαντι ψυχικῶς. σπούδασον οὖν, κυρία μου, τῆς ἴσης αὐτῷ μερίδος ἀξιωθῆναι καὶ συντεύξασθαι ἐκεῖ καὶ συνεῖναι εἰσαεί, αἱρουμένην αὐτὸν ὡς ᾑρετίσατό σε· καὶ γὰρ πολλῇ ἀγάπῃ πολλὴν καὶ φροντίδα ἔσχεν ἐν τῇ σωτηρίᾳ σου, ὡς οἶδα κἀγώ, καθότι κοινωνῶν ἦν τῇ ταπεινώσει μου τὰ καθ' αὑτὸν ὡς υἱῷ. Περὶ τῆς κατὰ ἀνάγκην τοῦ διωγμοῦ ὑποκριτικῆς σου ἔξωθεν κοσμικοφορήσεως πρὸς μικρὸν χρόνον καὶ τόπον, εὕρηται ἐν τοῖς ἁγίοις κατά τινα ἀναγκαίαν ὑπόθεσιν, εἰς δὲ τὸ ἀεὶ οὐδαμῶς. λοιπὸν οὐκ οἶδα τί εἴπω· ἐὰν ἐπιτρέψω ῥῖψαι τὴν ὑπόκρισιν, εἴποις ἂν μὴ φέρειν τὸ μαρτύριον· ἐνεχθήσῃ γὰρ καὶ εἰς βάσανα· ἐάν τε πάλιν ἐπαφήσαιμι οὕτως, οὐκ ἔχω γραφικὴν μαρτυρίαν. δύο τοίνυν κακῶν προκειμένων κρεῖττόν ἐστι κρυπτομόναχον εἶναι ἤ, μὴ φέροντα τὰς πληγάς, κοινωνῆσαι τῇ ἀρνητικῇ αἱρέσει καὶ ἀποστῆναι Χριστοῦ, ἐφ' ᾧ ἔσται ἀεὶ ἡ μερίς σου.

Intertext edge

Open linked passage

Note