Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 437 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
437.1
Νικήτᾳ κουράτωρι Οὐδὲν φίλου πιστοῦ ἀξιολογώτερον· ἀλλ' ὅταν μεσολαβῇ ἐν τοῖς φιλουμένοις ἡ περὶ τὴν πίστιν διαφωνία, τότε τῇ πίστει συνδιασχί ζεσθαι καὶ ἡ ἀγάπη πέφυκεν. τί οὖν οὕτω προοιμιασάμεθα, δέσποτα; πάντως οὐκ ἀγνοεῖ ἡ θαυμασιότης σου οὔτε τὴν πρώτην φιλίαν οὔτε τὴν μετέπειτα διάστασιν· διὰ τοῦτο ἐπὶ ταῖς τῆς ὑπερευφημότητός σου ἀποστολαῖς ἰλιγγιάσαμεν εὐθὺς πρὸς τὸ δέξασθαι. ἐπειδὴ δὲ ὁ ἀδελφὸς ἡμῶν Γλυκέριος ἀπήγγειλεν οὕτως καὶ οὕτως, ὅτι καὶ ἡ φιλία μένει καὶ ἡ ὀρθοδοξία ἔρρωται, δέει δὲ μόνον ἀνθρωπίνῳ ἡ ὑπόπτωσις καὶ ἡ ὡς πᾶς φιλόζωος αἱρετικὴ κοινωνία, ἐπὶ τὸ φιλανθρωπότερον ῥέψαντες καὶ τὴν προσηγορίαν καὶ τὴν προσφορὰν ἀπεδεξάμεθα καὶ πάλιν ἠγαπήσαμεν καὶ εἰς τὸ πρότερον ἀνεδράμομεν, μάλιστα ἀκηκοότες ὅτι σου παρασκευάζεται ἡ τιμιότης ἱερὰς εἰκόνας ἀναστῆσαι ἐν τῷ εὐκτηρίῳ οἴκῳ, ὅπερ ἀπόδειξις θερμοτέρου ζήλου. Καί γε, τιμαλφέστατε, ἐναργὴς ἡ τῶν εἰκονομάχων πλάνη· πάλαι γάρ, ὅτε θεὸς ἄσαρκος ἦν, οὐκ ἦν ὁμοιοῦν θεόν· θεὸν γάρ, φησίν, οὐδεὶς ἑώρακεν πώποτε, καὶ ὁ τοῦτο ποιῶν εἰδωλολάτρης. ὁπότε δὲ ὁ λόγος καὶ θεὸς σὰρξ ἐγένετο, ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα, τηνικαῦτα περιγράφεται, ἤγουν ἐφίσης ἡμῖν ἐξεικονίζεται, εἴπερ ἀληθεύει ὁ λέγων ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί· εἰ δὲ τοῦτο, καὶ ἐξεικονίσθη ἐν σαρκὶ καὶ ὅ τι ἂν εἴποις ἕτερον ἀνθρώπινον, ἔφαγεν ἐν σαρκί, ἵδρωσεν ἐν σαρκί, ἔκλαυσεν ἐν σαρκί, ἔπαθεν ἐν σαρκί. εἴ τι οὖν βούλει λέγειν, ὑπαντήσει τὸ" 4ἐν σαρκί" 5· καὶ ἔρρωται τηλαυγῶς ὁ λόγος καὶ τὸ ἀνατρέψαι τὸ εἰκονίζεσθαι αὐτὸν ἐν σαρκὶ συνανατρέπει πάντα τὰ προειρημένα ἀραρότως. καὶ οὕτως ἀνάγκη λέγειν" 4οὐκ ἐφανερώθη θεὸς ἐν σαρκί" 5· οὗ τί ἂν γένοιτο ἰουδαϊκώτερον; Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ λέλεκται· ἐὰν δὲ δῷ θεὸς ὀψέ ποτε ἰδεῖν ἡμᾶς ἀλλήλους, τότε τοσαῦτά σοι λαληθήσεται ἀληθείας δόγματα περί τε γραφῆς καὶ προσκυνήσεως τῶν ἁγίων εἰκόνων, ὅσα οὐδὲ τὸ τίμιόν σου οὖς δυνηθείη ἀκοῦσαι. 438 Βασιλείῳ υἱῷ πνευματικῷ Ἐπεθυμοῦμεν σὺν τῷ κυρίῳ Γρηγορίῳ καὶ σὲ ἐνταῦθα θεωρῆσαι, τέκνον ἠγαπημένον, ἀλλ' ἐπεὶ τοῦτο οὐ γέγονεν, γράμμασι παραμυθούμεθα τὴν ἀπόλειψιν, γνωρίζοντές σοι ὅτι ἔχομέν σε ἀεὶ ἐπὶ καρδίας ἡμῶν ταπεινῆς, φιλοῦντες τὴν σωτηρίαν σοῦ τε καὶ τῶν μετὰ σοῦ ἀδελφῶν καὶ τέκνων· καὶ γὰρ πατρὶ κλέος υἱοῦ εὐδοξία καὶ αὔχημα ἱερὸν τὸ υἱικὸν σεμνολόγημα. παρακαλῶ οὖν σε ἐν Κυρίῳ ἔχεσθαι οὐ μόνον τῆς οἰκείας εὐσταθείας, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν ἐπιμελείας, ποθούμενον καὶ ποθοῦντα, στεργόμενον καὶ στέργοντα· ὅπου γὰρ ἀγάπη πνευματική, ἐκεῖ ἐν μέσῳ Χριστός, καθὰ ἐπηγγείλατο. ὡς καλὸς καθηγητὴς ἄγε τοὺς ἄρνας Χριστοῦ συμπαθῶς, πεφεισμένως, ὁμειρόμενος αὐτῶν ὡς οἰκείων μελῶν· οἶδά σε τίς εἶ, ὅτι ἀπροσπαθής, ὅτι συμπεριφερόμενος, ἀλλ' οὖν ὅτι καὶ ἀκριβολογούμενος περὶ τὰς ἐντολὰς τοῦ θεοῦ. εἶεν ἁπάντων ἡ ψυχὴ μία διὰ τοῦ πάντα εἶναι κοινά, εἶεν ἐξαγόρευσις, ἐπείπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν ὡς καὶ τὸ ἔμπαλιν, εἶεν ὑπακοή, ὑφ' ᾗ ὁ λῃστὴς εἴσοδον ἐξαπάτης οὐχ εὑρίσκει, εἶεν ταπείνωσις, ἣν ἀμπεχόμενος ὁ θεὸς ἄνθρωπος γέγονεν, θεοὺς ἐντεῦθεν τοὺς ἀνθρώπους δημιουργῶν. Ὦ καλὲ Βασίλειε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰ πονηρά, ἐγκομβούμενος τὰ θεϊκά, τύπος ἀγαθοεργίας πάσῃ προκείμενος τῇ ἀδελφότητι· καὶ οὕτως ὁ σὲ ἀθετῶν ἀθετεῖ θεὸν καὶ ὁ ὑπείκων σοι ὑπείκει θεῷ. μνημόνευέ μου τῆς ταπεινώσεως σὺν τοῖς ἀδελφοῖς. 439 Τοῖς ἠγαπημένοις ἀδελφοῖς Γρηγορίῳ, Ἰεζεκιήλ, Ἐράστῳ, Θεοφάνει, Ἀνίνᾳ καὶ τοῖς λοιποῖς ἐν Ἑλλάδι Καιρὸς τοῦ λαλεῖν, φησίν, καὶ καιρὸς τοῦ σιγᾶν. ἐπεὶ οὖν τοῦ δευτέρου ὁ λόγος ἐν ταῖς προλαβούσαις ἡμέραις, εἴπω δὲ καὶ ἐν αἷς τὸ παρόν, διὰ τοῦτο μόλις καὶ ἄρτι ἐξεληλυθότες τῆς πόλεως εὐδοκίᾳ θεοῦ φθεγγόμεθα ὑμῖν, πατέρες καὶ ἀδελφοί, φθεγγόμεθα δὲ ἀποστολικαῖς φωναῖς· χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ, χαίρετε, οὐ κατὰ τὴν χαρὰν τοῦ τῇδε κόσμου (πλὴν ὅτι οὐδὲ χαρά, ἀλλὰ πάνυ θλῖψις, ἀτακτοῦντος τοῦ ὑπηκόου), ἀλλὰ χαίρετε κατὰ πνεῦμα ἁγιωσύνης, ὅτι ἐλυτρώθητε ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ἐκ τῆς ματαίας ἀναστροφῆς, ἀπὸ σαρκὸς καὶ αἵματος, δουλεύοντες θεῷ ζῶντι καὶ ἀληθινῷ· ἐξ οὗ καὶ ὁ πρότερος κατὰ τὸν διωγμὸν μακαρισμὸς καὶ ὁ νῦν ξενισμός, ὧδέ τε κἀκεῖσε διεσπαρμένων ὑμῶν, ἕως οὗ ἐπίδοι Κύριος, εἰρήνην βραβεύων τῇ ἐκκλησίᾳ αὐτοῦ καὶ ἀποκαθιστῶν ἡμᾶς ἐπὶ τὸ αὐτό. Τὸ δὲ νῦν ἔχον δέομαι ὑμῶν, ἀδελφοί, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ἀσφαλείας καὶ προσοχῆς, μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπακοῆς τῆς εἰς ἀλλήλους, ἔχοντος τοῦ προηγουμένου τὸν τόπον τῆς ἀρχῆς οὐκ εἰς ἔπαρσιν δαιμονικήν, ἀλλ' εἰς τύπον ἀρετῆς τῶν ἑπομένων, καὶ τῶνδε ὑπεικόντων καὶ πειθομένων ὡς ἐμοὶ τῷ ἀναξίῳ, μᾶλλον δὲ Χριστῷ, δι' ὃν καὶ τὸ πᾶν τοῦ βίου καὶ ὁ καθ' ἡμέραν προαιρετικὸς θάνατος. ὦ τέκνα, μέγα τὸ τῆς σωτηρίας μυστήριον· βλέπετε πῶς ἀναστρέφεσθε, μὴ ὡς ἐμπαθεῖς, ἀλλ' ὡς ἀπαθεῖς, μὴ ὡς φιλόσαρκοι, ἀλλ' ὡς φιλόθεοι. μὴ ἐπιβάλλοιτε τὰ ὄμματα ὄψεσι γυναικῶν, ἀλλὰ μηδὲ εἰς ἑαυτοὺς εἴητε παρρησιαστικοί· παρρησία γὰρ πῦρ καταφλέγον ψυχήν. μελετᾶτε τὸν θάνατον ἀεί, ὡς ἂν εἴητε παρασκευασμένοι πρὸς τὴν ἔξοδον ἐν χαρᾷ· τὰς παραδόσεις κρατεῖτε, τὰ ὡρισμένα τελεῖτε κατά τε ψαλμ ωδίαν καὶ προσευχὴν καὶ εἴ τι ἕτερον. μὴ θησαυρίζετε ἑαυτοῖς χρυσίον εἰς τὸ ἐν καιρῷ ἐπισυναγωγῆς παρασχέσθαι αὐτὸ ἰδίοις ἢ φίλοις, ὡς ὅτι τὸ μοναστήριον φροντίσει τὰ καθ' ὑμᾶς (οὐ τέκνων θεοῦ τοῦτο, ἀλλὰ σαρκοφρόνων), πῶς δὲ ἵνα τὰ κατὰ χρείαν γίνοιτο καὶ τὸ φθάσαν εἶναι προσενεχθῇ τῇ ἀδελφότητι, ἵνα ἐκ πολλῶν προσώπων τὸ συστατικὸν εἴη τοῦ κοινοβίου. Ταῦτα δέ μοι εἴρηται, ἐπειδὴ ἤκουσται ὅτιπερ τινὲς ἤδη ἀπ' ἐντεῦθεν ὁρίζονται·" 4τόδε" 5, φησίν," 4τὸ ζῷον καὶ τόδε τὸ ἱμάτιον εἴτουν ἕτερον βούλομαι τῷ δεῖνι ἐᾶσαι" 5. ὢ τῆς ἀθλιότητος· ὢ τῆς ἀφροσύνης· οὐκοῦν οὔτε τέκνον ὁ τοιοῦτος οὔτε ἀδελφός, ἀλλ' ἀλλότριος, ἀλλὰ ἱερόσυλος, οὗ ἡ μερὶς μετὰ Γιεζῆ τοῦ κλέπτου. μὴ δὴ οὕτως, ἀδελφοί, φρεναπατᾶσθε μηδὲ τοιαύτῃ διαθέσει φθαζόμενοι ἔνοχοι εὑρεθῆτε κρίματος αἰωνίου· ἐπεί, εἰ τοῦτο, κἀγὼ ποιήσω οὕτως καὶ διανείμω τοῖς κατὰ σάρκα ὅσα ἐν χερσί μου. εἰ δὲ ἐν ἐμοὶ τοῦτο οὐδὲ ἀκοῦσαι ἀνέχεσθε (οὐ γὰρ ἡγουμένου τὸ ἔργον, ἀλλὰ ἐχθροῦ θεοῦ), εἰκότως οὐδὲ ἐγὼ περὶ ὑμῶν· καὶ διὰ τοῦτο ἀσφαλίζομαι καὶ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλω, ἀθωῶν ἑαυτὸν τοῦ αἵματος τοῦ ἐνόχου τῆς ἁμαρτίας, καὶ οὐχ ὡς ἐπιζητῶν χρυσίον (μὴ πλανᾶσθε), ἀλλὰ τὸ σῶσμα τῶν ψυχῶν ὑμῶν. ἐπεὶ καυχήσομαι ἐν Κυρίῳ· μέγα μοι πλούτου ὑπόθεσις μετὰ τοῦ κορυφαίου τῶν ἀποστόλων λέγειν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καίπερ οὕτω φιλοῦντι ἐν ἀφροσύνῃ λέγω· ἐπιδίδοταί μοι τοσοῦτον, ὥστε καὶ ἐκκακεῖν με λαμβάνειν. Ταῦτα ὡς φιλῶν γράφω καὶ ἀσφαλίζομαι. ὁ δὲ θεὸς τοῦ πατρός μου, ὁ τῆς εἰρήνης δοτήρ, ὁ τοῦ ἐλέους χορηγός, ὁ ποιμὴν ὁ καλὸς ἔτι ποιμανεῖ ἡμᾶς καὶ ὑμᾶς, μηδὲν ὑστερῶν τῶν δεόντων κατά τε πνεῦμα καὶ σωματικὴν ζωήν· καὶ ἀξιώσειεν καὶ τῆς αἰωνίου βασιλείας. 440 Ἀβρααμίῳ ξενοδόχῳ Φίλου γνήσιον γνώρισμα τὸν φιλούμενον ἐπισκέπτεσθαι εἴτε δι' αὐτοψίας εἴτε διὰ γράμματος, ὥστε ἐντεῦθεν γνώριζε ἡμᾶς ἀγαπᾶν σε, τιμιώτατε καὶ περιφανέστατε. ἀγαπῶμεν δέ σε εἰκότως, καὶ τοῦτο κατ' αἰτίας διαφόρους· ἡ πρώτη διὰ τοὺς ποτὲ ὑπάρξαντας βασιλεῖς αὐθεντικοὺς ἡμῶν, ἐπείπερ ἐκεῖνοι, ὡς οἶδας, τῶν φιλούντων καὶ φιλουμένων· ἡ δευτέρα διὰ τὸ πρὸς τὴν ταπείνωσιν ἡμῶν συμπαθητικόν σου, ὁπότε ἦμεν ἐν τοῖς Ἀνατολικοῖς, ἡνίκα τὴν προσηγορίαν ἡμῖν διεπέμψω καὶ ὅσα κατὰ τὸν Σμυρναίων ἀσεβέστατον πρόεδρον· ἡ τρίτη διὰ τὴν τοῦ ὀρθοῦ φρονήματος δόξαν, ἣν περισσοτέρως ἐξηγόρευκεν ὁ πνευματικὸς ἡμῶν καὶ ἠγαπημένος ἀδελφὸς καὶ γραμματηφόρος, προσθείην δ' ἂν καὶ διὰ τὸν κοινὸν φίλον κύριον Ἀρκάδιον, τὸν σύντροφον λέγω καὶ σύμψυχον, ὃν καὶ περιέπεις ἐν τοῖς σοῖς, ὡς μανθάνω. Ἀλλ' ἐπειδὴ φίλου ἔργον καὶ ὑπομιμνήσκειν ἐν οἷς χρὴ τὸν ἀγαπώμενον, ὑπομνήσκομεν καὶ παρακαλοῦμεν τὴν μεγαλειότητά σου πεφεισμένως καὶ προσεκτικῶς διεξέρχεσθαι αὐτὴν ἐν τῇ καταπιστευθείσῃ αὐτῇ ὑπὸ τῶν μεγάλων βασιλέων διακονίᾳ. καὶ μή μοι λεγέτω ὅτι ἀναγκάζεται φόβῳ οὕτω διαπράττεσθαι· φόβου γὰρ θεοῦ οὐδὲν μεῖζον καὶ σωτηρίας ψυχῆς οὐδὲν ἀναγκαιότερον. τί γὰρ ὠφελήσει ἄνθρωπος, φησίν, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; καὶ ὁ ἰατρὸς ἐν ταῖς περιστάσεσι ζητητέος καὶ ὁ κυβερνήτης ἐν τῷ κλύδωνι· ἢ οὐχ ὁρᾷς ὅτι κλύδων μέγας καὶ θεομηνὴς πληγή; ἰάτρευσον, δέσποτα, κυβέρνησον, ἵνα καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ὑπαιτίους ἐξιάσῃ καὶ ἀναστοιχειώσῃς εἰς εὐστάθειαν, ἀνεχόμενος τὴν ἀπειλὴν ὡς καὶ αὐτὸς ὢν ἐν σώματι καὶ ὑπὸ τὸ πταιστόν· οὕτως γὰρ καὶ θεὸν κτήσῃ ἵλεω, θεοῦ δὲ περιέποντος τίς ὁ κακώσων; μνήσθητι, κύριέ μου, ὅτι σὰρξ εἶ καὶ αὐτὸς καί, ὡς φοβῇ τὰς πληγάς, φείδου τῶν πληγῶν· ἐπείπερ, οἵῳ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. μνήσθητι, ἀδελφὲ καλέ, ὅτι σήμερόν ἐσμεν καὶ τί τέξεται ἡ ἐπιοῦσα οὐκ οἴδαμεν, ὡς μὴ εὑρεθῆναι ἡμᾶς κωμῳδουμένους καὶ κατηραμένους καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. μνήσθητι τῆς ἀποφάσεως ἐκείνης τῆς φοβερᾶς καὶ ἀπαραλογίστου, ὑφ' ἧς οἱ ἀνελεήμονες εἰς πῦρ ἄσβεστον ἐκπεμφθήσονται. μνήσθητι ὅτι παραστήσονται ἡμῖν τὰ εὖ πεπονθότα πρόσωπα καὶ τὰ δεινοπαθήσαντα ὑφ' ἡμῶν· καὶ τί ὠφελήσει τότε τὸ ἐνταῦθα ἀκοῦσαι ἡμᾶς ἱκανούς; Μή, παρακαλῶ, μὴ οὕτως εἰς ἑαυτοὺς τὸ ξίφος ὠθῶμεν· φιλῶν λέγω καὶ μάλα κηδόμενος, δέσποτα. τέλος τοῦ λόγου, ἀκούσαιμι ἀπὸ τοῦ νῦν ἀγαθὰς ἀκοὰς καὶ φιλανθρώπως παιδευτικὰς περὶ τοῦ ἐμοῦ κυρίου, ἵνα ᾄσω, ἵνα γνῶ ὡς ὑπακουόμενος ἔσομαι καὶ πρὸς τὸ ἑξῆς ὑπὸ τοῦ ἐμοῦ φίλου. ἤδη γὰρ καὶ οἱ γειτνιάζοντες ἡμῖν ἐνταῦθα ἔμφοβοι καὶ ἔντρομοί εἰσιν ἐξ ὧν ἀκούουσι, καίπερ μὴ ἐπταικότες τι·" 4τύραννός ἐστιν ὁ ἐρχόμενος, μάχαιραν ἐπιφέρεται, πτωχὸς οὐχ ὑποίσει ἀπειλήν· οὐχ ἵνα ἀνταγωνίσηται δέχεται, κἂν μὴ βούλοιτο, ἐπὶ τούτῳ οὐχ ὑπεύθυνος· οὐδὲ γὰρ αὐτὸς ἐγὼ καταληφθεὶς οὕτως δυνηθείην ἂν ἑτέρως δρᾶσαι" 5. ἐὰν δὲ πέρα τούτων τὸ αἴτιον, καλῶς, ἀλλὰ καὶ οὕτως συμπαθῶς, ὡς ἐν ὀφθαλμοῖς Κυρίου· ἐξ οὗ καὶ εὐσταθήσει μᾶλλον τὸ ὑπήκοον, δουλούμενον εὐνοίᾳ τοῖς νικοποιοῖς βασιλεῦσιν. 441 Ὑπατίῳ τέκνῳ Οὐκ ἀπαθῶς καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐδεξάμεθα, ὦ τέκνον, τὴν ἱερὰν κοίμησιν Ἰακώβου τοῦ ὁμολογητοῦ Χριστοῦ καὶ ἡμῶν ἀδελφοῦ ἀξιεράστου, ἀλλ' οὖν οὐδὲ ἀπεριχαρῶς. τὸ πρῶτον διὰ τὸ πνευματι κὸν φίλτρον (τί γὰρ ἢ υἱός, καὶ υἱὸς τηλικοῦτος, οὗ ἐγὼ διὰ τὰς ἁμαρτίας οὐδὲ παῖς καλεῖσθαι ἄξιος;), τὸ δὲ διὰ τὴν ἐλπίδα, μᾶλλον δὲ διὰ τὸ λυσιτελές, καὶ οὐχ ἡμῶν μόνον, ὧν ὡς μέλος κόσμος ἱερὸς καθίστασθαι πέφυκεν, ἀλλὰ γὰρ καὶ πάσης τῆς τοῦ θεοῦ ἐκκλησίας· τί γὰρ οἴει τὸν ἄνδρα; ἀλλ' οὐχ ὁμολογητήν; ἀλλ' οὐχὶ μάρτυρα; ἀλλ' οὐχ ὅσιον; ἐκ νεότητος ἤθλησεν ἀσκητικῶς ὑποταγεὶς ἐννόμως, κατὰ παθῶν ἀνδρισάμενος, παρθένον τὸ σῶμα φυλάξας δι' ὑπωπιασμῶν ἐγκρατικῶν καὶ δουλαγωγιῶν, οὕτως ὡς ἔτυχεν ἐσθίων, οὕτως καθεύδων, ἔτι ὑγιαίνων ὡς ξενίζειν τοὺς ὁρῶντας, ὑποχωρητικὸς ὡς τὰ πολλά, ἐφ' ὅσον οἷόν τε καὶ εἰς ἑαυτὸν ἐπαναγόμενος κἀντεῦθεν πτερῶν ἑαυτὸν πρὸς τὸν οὐράνιον ἔρωτα. καὶ μή τις νομίσειεν ὑποπλάττεσθαί με ψυχαγωγίας ἕνεκεν τῶν ἀκουόντων λόγους· μάρτυς θεὸς καὶ ὁ ἐκείνου παιδαγωγὸς Λουκιανὸς ὁ ἱερός, κἂν δυσανέγερτος, ἐξ οὗ μοι καὶ ἡ τῶν ἀγνοουμένων δήλωσις. Ταῦτα ὡς ἴνδαλμά τι σχέδιον τῆς ἀσκήσεως· ἐπὶ δὲ τῆς ὁμολογίας πόσοι καὶ ἡλίκοι; θέατρον ἐγενήθη καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὢ τῆς εὐθύμου καὶ θεοφιλοῦς καρδίας· εἰσῆλθεν εἰς τὸ στάδιον ὡς Χριστοῦ στρατιώτης, ἀδείλαντος, ἀτρέμας· ἐντεῦθεν καὶ ἐντεῦθεν οἱ ὑπηρέται τοῦ σκότους κατέξαναν ταῖς πληγαῖς νῶτα, στέρνα, βραχίονας, ἐξέχεαν αἵματα, ὑπέτεμον σάρκας, εἴασαν εἰς γῆν ἐρριμμένον τὸν ἅγιον, μὴ προέμενον ῥῆμα ἀριστερὸν τὸ καθόλου, ἀλλὰ θεοτελῆ τὴν μαρτυρίαν ποιούμενον, καὶ ταῦτα ὑπὲρ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ἡμῶν· τὸ γὰρ περὶ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἐναθλεῖν ὑπὲρ αὐτοῦ ἐκείνου ἐστὶ μαρτυρεῖν. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, χορευσάτωσαν φιλομάρτυρες καὶ γεγηθέτωσαν· αἰσχυνέσθω διάβολος, πιπτέτω εἰκονομάχων στῖφος. ἐκ τῶν ἔργων ἀμφοτέρων θεοκελεύστως ἐπιγνώσατε ἀμφοτέρους· οἱ μὲν γὰρ οὐ τόνδε μόνον, ἀλλὰ γὰρ καὶ πολλοὺς τῶν ἡμετέρων καὶ οὐχ ἡμετέρων, ἡμετέρων δ' οὖν ὅμως (ἐπειδὴ οἱ πάντες ἓν σῶμα ἐν Χριστῷ Ἰησοῦ, ὃς κεφαλὴ πάντων) ὡσαύτως ᾐκίσαντο, ἔκτειναν, ἐλιμαγχονήσαντο καὶ ὅσα ἄλλα τούτοις ἑπόμενα· ὁ δέ, ἀπὸ τῶν δυσφορωτάτων ἐκείνων πληγῶν παραλυθεὶς καὶ ἐξαρθρωθείς, καὶ χειρουργεῖται ἀνίαις δριμείαις τὸ σῶμα καὶ ἔκτοτε μέχρι τέλους ἐντεῦθεν διαλελυμένος ὡς καθ' ἡμέραν ἀποθνήσκων διετέλει, καί γε ἐν εὐχαριστίᾳ, καί γε ἐν ταπεινοφροσύνῃ. εἰ δέ, ὡς σὺ φῆς, καὶ τὸν θάνατον αὐτοῦ προηγόρευσε, καὶ τοῦτο ἀκόλουθον τῶν ἄθλων. ἐπειδὴ δὲ προεῖπας καὶ πολυάνθρωπον συνδρομὴν γενέσθαι τῆς κηδείας καί γε καὶ ἀπὸ τῶν περιφανῶν κατ' ἀμφότερα, ἔτι μαρτύριον τοῦ λόγου· οὐ γὰρ ἂν εἰς ἄνθρωπον ἀφανῆ τὸ κατὰ σάρκα, εἰ μὴ θεοῦ νεῦσις, ἡ τοιαύτη συνάθροισις ἐγεγόνει. Ἐκεῖνος μὲν οὖν μετέβη πρὸς οὐρανὸν καὶ προσετέθη τοῖς συνάθλοις, καὶ ηὔξησεν ὁ χορὸς τῶν ἀπ' αἰῶνος ὁμολογητῶν καὶ μαρτύρων, ἐφ' ᾧ χαρὰ ἐν οὐρανῷ καὶ θυμηδία· οὗ ταῖς εὐχαῖς σωθείημεν, ἀδελφοί, εὕροιτε δὲ μισθαποδοσίαν ἀξίαν τῆς ὁσίας ἐξυπηρετήσεως αὐτοῦ. εὐλογημένοι δὲ καὶ οἱ συναγερθέντες ὡς ἀληθῶς εὐσεβεῖς, ὡς ἀληθῶς φιλομάρτυρες· ὧν ἡ μερὶς μεθ' οὗ ἐξεκομίσαντο εἶεν. περὶ τοῦ τιμίου αὐτοῦ λειψάνου, ὡς γέγραφα περὶ κανόνος, εἰ εὐδοκεῖ Κύριος, ποιήσω. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· καὶ γὰρ πᾶσι τοῖς ἀδελφοῖς ἀναγνωστέον. ἀσπάζεται ὑμᾶς ὁ κύριος ὁ ἀρχιεπίσκοπος, ὁ πρωτοπρεσβύτερος, ὁ οἰκονόμος καὶ οἱ λοιποὶ ἀδελφοί. ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 442 Πέτρῳ Νικαίασ Αὕτη ἡ παρ' ἡμῶν συμβουλὴ πρὸς τὴν ἐρώτησιν τοῦ κυρίου ἡγουμένου, ἵνα μέχρι τῶν Ἁγίων Ἀποστόλων καὶ λυθῶσι πάντες τοῦ ἐπιτιμίου, μετέχοντες τῶν ἁγιασμάτων, οὐ μέντοι ἐνεργεῖν τοὺς ἱερεῖς τὰ τῆς ἱερωσύνης ἕως ἐλεύσεως ὀρθοδόξου συνόδου, ἐν ᾗ πᾶσα λύσις καὶ πᾶσα θυμηδία. κοινῶς δὲ πάντες ὡς κοινοὶ μοναχοί, εἴτε ἱερωμένοι εἴτε μή, εὐλογείτωσαν καὶ εὐλογείσθωσαν, εὐχέσθωσαν καὶ εὐχὰς λαμβανέτωσαν. ἐπειδὴ δὲ ἀναγκαῖον καὶ λειτουργίαν θείαν ἐπιτελεῖσθαι, ἵνα χειροτονηθῇ καὶ πρεσβύτερος καὶ διάκονος, ἀναπληροῦντες τὸν τόπον τῶν εἰργομένων, ὧν οὐχὶ φθόνος, ἀλλ' εὐχαριστία γνωριζέσθω, ἐπείπερ ἀλλήλων τὰ βάρη βαστάζειν ἀποστολικῶς διατετάγμεθα, ἤδη τούτου προδιομολογουμένου ὑπὸ πάντων, τὸ εἰ παραχωρήσοι θεὸς κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς δικαιοσύνης πάλιν διωγμὸν ἀναφθῆναι, πάντα ἑλέσθαι μέχρι θανάτου ἢ τὴν ἀλήθειαν προδοῦναι. Οὕτως ἡμεῖς οἱ ταπεινοὶ φρονοῦμεν, ἐπεὶ καὶ πᾶσιν ἀποκρινόμεθα· ὡς δὲ δοκεῖ τῇ πατρικῇ σου ἁγιωσύνῃ, εἴη ἂν πάντως τὸ εὐκριτώτερον. 443 Δημητρίῳ ὑπάτῳ Μικροῦ καὶ πρότερον διὰ τοῦ γράμματος ἀπελογησάμεθα ὡς πολλὴ καὶ ὑπὲρ τὴν ἀξίαν ἡμῶν ἡ πίστις σου, δέσποτα, ἥ τε τιμὴ καὶ ἡ ἀγάπησις. ἡμεῖς δὲ οὐχ οὕτως ἐσμέν, καθὰ ὑπολαμβάνετε, ἀλλ' ἁμαρτωλοί, εἰς οὐδὲν ὄφελος οὔτε ὑμῖν, οὔτε μὴν ἄλλοις ὑπάρχοντες. εἴη δὲ ὑμῖν κατὰ τὴν πεποίθησιν ὁ μισθὸς καὶ ὁ ἔλεος παρὰ Κυρίου σὺν τῇ κυρίᾳ ὑπατίσσῃ καὶ τοῖς εὐγενέσιν ὑμῶν κλάδοις· ὧν καὶ τὰς προσφορὰς δεξάμενοι προσηνέγκαμεν Κυρίῳ τὰ χαριστήρια. Ἀλλ' ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐλυπήθησαν, φησί, τινὲς διὰ τὸν δεύτερον Ἡρώδην, ὅτι ὀρθόδοξος ἦν καὶ ἡ ἐκκλησία μνημονεύει αὐτοῦ. πρῶτον μέν, Ἡρώδην σύνηθες λέγειν τοὺς κρατοῦντας, καθά φησιν ὁ Θεολόγος, ἐὰν Ἡρώδῃ παραστῇς, σιώπησον· ἔπειτα σκοπείτωσαν οἱ ἐπισκήπτοντες, εἰ μὴ εἰκότως ἡ ἀφομοίωσις. ὁ πρῶτος Ἡρώδης, γυναῖκα ἔχων τὴν θυγατέρα Ἀρέτα τοῦ βασιλέως καὶ ταύτην ἐκβαλών, εἴληφε τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὸν νόμον τοῦτο, ἐλέγχεται ὑπὸ τοῦ Προδρόμου· καί, μὴ φέρων τὸν ἔλεγχον, κτείνει τὸν προφήτην. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ἰδίου λαοῦ ἀνασοβευθεὶς φονεύεται, τοῦ δικαιοκρίτου θεοῦ ἀξίαν ἐπαγαγόντος δίκην τῷ φονευτῇ, ἀντὶ θανάτου ὁσίου θάνατον οἴκτιστον. Ἔλθωμεν ἐπὶ τὸν περὶ οὗ ὁ λόγος. γυναῖκα καὐτὸς ἔχων Μαρίαν, τὴν νομίμως συναφθεῖσαν αὐτῷ ἐκ νεότητος, ἐκβαλὼν ταύτην μοιχικῶς κατὰ τὸν λόγον τοῦ Κυρίου εἴληφε γυναῖκα Θεοδότην κουβικουλαρέαν εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὰ εὐαγγέλια τοῦτο, ἐλέγχεται ὑπὸ Πλάτωνος κατὰ πρόσωπον· καί, μὴ φέρων τὸν ἔλεγχον, κλείει τὸν ὅσιον ὡς τεθαμμένον. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ὑπηκόου ἀνασοβευθεὶς τυφλοῦται. τοῦ δικαιοδότου θεοῦ προσήκουσαν ἐπαγαγόντος δίκην τῷ φρουριστῇ, ἀντὶ φυλακῆς ὁσίας πήρωσιν ὀφθαλμῶν. ἐνωτισάσθω οὖν πᾶς ἔχων νοῦν ὡς ἄρα δικαίως δεύτερος Ἡρώδης Κωνσταντῖνος, ἐπὰν οὐκ ἄλλος ἔκτοτε μέχρι τοῦ δεῦρο πέπραχε τοιοῦτον, ὀνομάζοιτο, αὐτὸς ἑαυτῷ προξενήσας πρακτικῶς τὸ ὄνομα. καὶ περὶ τούτου πράγματα μὴ παρεχέτωσαν ἡμῖν. οὐ δύναται Χριστός, ἡ ἀλήθεια, ψεύσασθαι, ὅτι μοιχός ἐστιν, οὐδὲ ὁ ἀντιπίπτων, ὅτι μὴ οὐχὶ θεομαχεῖ· καὶ οὐ λήξοι λαλούμενον ὃ ἐποίησεν ὁ μοιχεύσας ἕως συντελείας τοῦ αἰῶνος. Ἀλλ', ἐπειδὴ οἱ λυπούμενοι συναπήχθησαν τῇ μοιχείᾳ, ἀνιῶνται κακῶς τῇ ὑπομνήσει, δέον αὐτοὺς ὁμολογεῖν τὸ ἀληθὲς καὶ προσπίπτειν καὶ προσκλαίειν τῷ θεῷ ὑπὲρ τῆς ἀπαγωγῆς, ἐφ' ᾗ καὶ δώσουσι λόγον ἐν ἡμέρᾳ κρίσεως μὴ μετανοοῦντες. οἱ δὲ πρὸς τὸ παροξύνειν τὸν θεὸν ἔτι ἁμαρτίας ἐφ' ἁμαρτίᾳ ἐπισπῶνται· ἢ λέληθεν αὐτοὺς οἷος διωγμὸς ἐντεῦθεν ἀνήφθη πανταχοῦ καὶ ὅσοι ἐμοίχευσαν ἐκ τοῦ προύχοντος παραδείγματος; καὶ τἆλλα σιωπῶ λέγειν αἰδοῖ τινων προσώπων. παυσάσθωσαν λυπεῖσθαι λύπην θεοστυγῆ, οἵτινες ἂν εἶεν· πρόσωπον γὰρ θεὸς ἀνθρώπου οὐ λαμβάνει· καί, παρ' ὃ ἐκ τοῦ εὐαγγελίου παρελάβομεν, ἐάν τις εὐαγγελίζηται ἕτερον, μέχρι καὶ ἀγγέλου, ἀναθέματι ὑποβάλλεται, καθὰ βοᾷ ὁ μακάριος ἀπόστολος. ταῦτα εἰδὼς καὶ ὁ εὐλαβέστατος ἡγούμενος μὴ ἐγκαλείτω περὶ τοῦ Ἁγίου Θεοφάνους ὅτι ᾐτιάθη ἐν τῷ πράγματι· ἀληθείας γὰρ οὐδὲν προτιμότερον. καὶ οὐκ ἀπαναίνεται ἀκούων ὡς οὐδὲ Πέτρος ὁ μέγας ἀπόστολος τὴν ἄρνησιν, οὐδὲ Δαυὶδ ὁ ἅγιος τὴν μοιχείαν, οὐδὲ Κυπριανὸς ὁ ἱερομάρτυς τὴν γοητείαν; περὶ δὲ τοῦ ὅτι ὡς ὀρθόδοξος μνημονεύεται ἐν τῇ ἐκκλησίᾳ οὐδὲν προσίσταται τῷ εὐαγγελίῳ, ἐπεὶ μνημονεύεται καὶ Οὐαλεντινιανός, ἀλλ' οὐ κατὰ τὸ δύο ὁμοῦ γυναῖκας ἔχειν παρανόμως, ἀλλὰ κατὰ τὴν ὀρθὴν πίστιν· καὶ Ἰοβιανός, ἀλλ' οὐ, καθὼς ἱστορεῖται, ὅτι ἀρρενοφθόρος ἦν· καὶ Νικηφόρος, ἀλλ' οὐ καθὸ πλεονέκτης. καὶ πολλοῦ ἐστι λέγειν περὶ τῶν ἄλλων, οἵ, κἂν τὰ ἄλλα διαβεβλημένοι, διὰ δὲ τὴν ὀρθοδοξίαν μόνον μνήμης ἔτυχον ἐκκλησιαστικῆς. Ταῦτα ἐχέτω ὧδε. αὐτὸς δέ, δέσποτα, κάτεχε ἀσφαλῶς τὸ σύγγραμμα, μὴ ἔκφορον αὐτὸ ποιῶν, ἐπειδὴ κίνδυνος, καθὰ ἀναγγελεῖ ὁ γραμματηφόρος. ὁ Κύριος μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 444 Εὐαρέστῳ τέκνῳ Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας μου, προσθείην καὶ δακρύων, ἡ ἐπιστολὴ αὕτη, ἀδελφέ, διότι ἀκήκοα ἀποθανεῖν σε τὸν τῆς ἁμαρτίας θάνατον· φασὶ γὰρ ἀπορριψάμενον τὸ ἐπάγγελμα τῆς παρθενίας, τὸ ἔνδυμα τὸ ἀγγελικόν, τὸ σεβάσμιον καὶ ἀγγέλοις καὶ ἀνθρώποις πολίτευμα, λαβεῖν σε γυναῖκα μοιχικῶς, μᾶλλον δὲ τὴν Εὔαν εἰπεῖν κυριώτερον· αὕτη γάρ σε τοῦ παραδείσου τῆς ἁγίας ζωῆς ἐκβαλοῦσα ἔθετο εἰς πένθος μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ σου πατρὶ εἴς τε αἰσχύνην τῆς ἀγγελικῆς σου ἀδελφότητος καὶ εἰς ἔπαρσιν καὶ αὔχημα τῷ διαβόλῳ. ὤ, τί γέγονεν; φεῦ, πῶς σε ἐχειρώσατο ὁ δράκων, εἰς οἷον δέ σε ἀπέρριψε βάθος δυσωδίας; τὸ φῶς γέγονας σκότος, ἡ Χριστοῦ εὐωδία δυσωδία, ὁ ἱερὸς μιαρός, ὁ τίμιος ἄτιμος, ὁ ἔνδοξος ἄδοξος, ὁ ἄσχετος τῷ δαίμονι χειροδέσμιος, ὁ φιλητὸς μισητός, τὸ πρόβατον Ἰησοῦ θηριάλωτον (προσθήσω τὰ μείζω), ὁ δεδιωγμένος ἕνεκεν τῆς δικαιοσύνης κατειλημμένος ὑπὸ τῆς ἁμαρτίας, ὁ ὁμολογητὴς ἀρνητής, ὁ τὸν μακαρισμὸν ἐπὶ κορυφῆς ὡς διάδημα φέρων ἀφῃρημένος τὸ θαυμαστὸν ὄνομα τοῦ μοναχοῦ. Οἴμοι, τίς ἀκούσας οὐ στενάξειεν, τίς δὲ κατανοῶν οὐ φρίξειεν; ᾔσχυνας τὸ μοναχικόν, ἐφόβησας τοὺς ἑστηκότας, ἐσάλευσας τοὺς ὀκλάζοντας, ἔπιες ποτήριον ἀνομίας, εἵλκυσας τὸ καθ' ἑαυτὸν τοὺς ὁμοταγεῖς ἀπογεύσασθαι τοῦ θανάτου. ὤ, καὶ αὖθις λέγω, τί πέπονθας ἐλεεινέ; πῶς ὁ ἑωσφόρος ἐσκοτίσθης; πῶς τὸ χρησιμεῦον σκεῦος συνετρίβης; οὐκ αἰδῇ κἂν τὸ ὄνομά σου, ὅτι, Εὐάρεστος καλούμενος, Δυσάρεστος ἐχρημάτισας; οὐ πέρυσι ἧκες πρός με, ἐπεὶ καὶ πρὸς τὸν κῦριν τὸν ἀρχιεπίσκοπον, ὅλος ὑγιής, εὔθυμος, πρόθυμος, ὑπὲρ ἑτέρου μᾶλλον ἀδελφοῦ σου παρακλήτωρ καὶ ἀνορθωτής; πῶς ἐξάπινα ἐξέλιπες; πῶς ἀπετυφλώθης; πῶς ἠμνημόνησας καὶ θεοῦ καὶ ἡμῶν τῶν τε προηνυσμένων ἀσκητικῶν σου πόνων καὶ ἱδρώτων; ἐπεὶ ἦς καὶ τῶν χρησίμων, καὶ τῶν ἐν ταῖς ὑπερεχούσαις διακονίαις τεταγμένων. εἶτα τί; μικρὰ προσβολὴ τοῦ ἐχθροῦ, ἐπιθυμία ἔχουσα μὲν τὸ δοκεῖν γλυκύ, συνειλιγμένη δὲ διστόμῳ μαχαίρᾳ, ἧς τῆς πικρίας οὐδὲν χολωδέστερον, δραξαμένη σε κατήγαγεν ὡς ἀπ' οὐρανοῦ τῆς ὑψηλῆς πολιτείας, δείκνυσι δὲ ὡσεὶ τραυματίαν, καθεύδοντα ἐν τάφῳ. τί γὰρ ἄλλο ἐστὶν εἶναι τὸν ἐν τῇ ἁμαρτίᾳ ἢ ἐν φθορᾷ; οὐ τί που φῶς νοερόν, οὐδεμία ἐλπίς, οὐδεμία γλυκύτης ψυχῆς, οὐδεμία διανόησις ἱερά, ἀλλὰ νὺξ βαθεῖα, μύσις τοῦ διανοητικοῦ, δαγμὸς καρδιακός, φόβος καὶ τοῦ τυχόντος, ἐν τῷ βορβόρῳ κυλιν δεῖσθαι καθ' ἑκάστην ὡσεί τι ἰλυσπώμενον κνώδαλον. ἔ, ἔ, τί εἰργάσατο ὁ δαίμων; τί σε ἀπετέλεσεν ἡ παγκατάρατος ἐπιθυμία; δι' ἧς ἀπὸ τοῦ αἰῶνος οἱ ἠπατημένοι οὐδὲ τὰ ἐνταῦθα κεκερδήκασιν, ἀλλὰ καὶ τὰ οὐράνια ἀπώλεσαν, ἓν κληρονομήσαντες μόνον, τὸ πῦρ τὸ αἰώνιον. Ἀλλὰ δεῦρο, υἱέ μου, ἀνακλήθητι, καλῶ σε ἀπὸ βαθέων καρδίας μου, ἀπὸ σπλάγχνων ἐμπυριζόντων με, ἐπειδὴ ἡ σὴ δόξα ἐμή, ὡς καὶ ἔμπαλιν ἡ αἰσχύνη. δεῦρο, ἐξεγέρθητι, ὁ Κύριος κεκέλευκεν· οὐ μὴ μνησθῶ, φησί, τῶν ἀνομιῶν σου καί, μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καί, εἶδον ὅτι πορεύῃ στυγνὸς καί, ἴαμαι τὸ σύντριμμά σου. ἴδε θεὸς ἀγαθός, ἴδε ἰατρὸς ἐλεήμων. ναί, δέομαί σου, τέκνον (τέκνον γάρ μου εἶ, κἂν ἀποτέθνηκας), μὴ ἀναμείνῃς ἔτι τῇ ἁμαρτίᾳ· διαρρήσσων διάρρηξον τάχει τὰ συμπλακέντα σοι ὑπὸ τοῦ διαβόλου σχοινία καί, ὡς ἀπὸ βόθρου ἀναστάς, μεταπήδησον εἰς τὸ θαυμαστόν σου τῆς προτέρας ἀγωγῆς φῶς. κἀγώ σε ὑπτίαις χερσὶν ὑποδέξομαι, οὐκ ὀνειδίζων, ἀλλὰ οἰκτείρων, οὐ βαρύνων τὰ φάρμακα τῆς μετανοίας, ἀλλ' ἠπιῶν αὐτὰ καὶ κουφίζων ὅσον οἷόν τε. καί γε σπεῦσον, σπεῦσον, πρὶν ἢ αἰφνίδιον ἐπελεύσεται ὁ ἀπότομος ἄγγελος, ἐλεεινῶς σε χωρίζων τοῦ σώματος καὶ εἰς κρίσιν αἰώνιον ἀποφέρων. 445 Σευηριανῷ υἱῷ πνευματικῷ Ὅσον εὔφρανεν ἡμᾶς ἡ μικρὰ ἐπιστολή, τέκνον, τοσοῦτον ἐλύπησεν ἡ μείζω· ὡς γὰρ μήπω κινήσαντός σου λόγον περὶ τῶν ἐν αὐτῇ ἐμφερομένων προτάσεων μήτε ἀκηκοότος πρὸς ἡμῶν τὸ δέον, ἤχθης νῦν προτεῖναι τὰς φωνάς, δῆθεν μὲν ἄλλῳ προσώπῳ μαχόμενος, μᾶλλον μὲν οὖν τῇ ἀληθείᾳ ἀντικαθιστάμενος, καίτοι μὴ ὀφείλων διδάσκειν, οὐ λέγω τοσοῦτον διὰ τὸ ὑφειμένον σε εἶναι (καί γε φέρε μακροθύμως), ἀλλὰ γὰρ καὶ διὰ τὸ τοὺς ἁλόντας τῇ αἱρετικῇ κοινωνίᾳ, ἐξ ὧν εἷς σύ, μὴ ἔχειν παρρησίαν ἀνοίγειν τὸ στόμα, μένειν δὲ ἐν ἡσυχίᾳ καθηκούσῃ καὶ αἰτεῖσθαι συγγνώμην μέχρι βίου παντός. ἔπειτα οὐδὲ τοσαύτη σοι εὐτεχνίας δογματικῆς ἐπιστήμη, ὡς εἰδέναι ἀκριβῶς φθέγγεσθαι, μήτε γραμματικῆς μήτε φιλοσοφίας ἁψαμένῳ, ὁπότε καὶ οἱ τούτων ἐπιστήμονες κατὰ θεὸν οὐκ ἴδιόν τι δογματίζουσιν, ἀλλ' ἑπομένως τοῖς θεοφόροις. πόθεν οὖν σοι ἐπῆλθεν, ἐρωτῶ, λέγειν" 4οὐ σχετικῶς προσκυνεῖται ἡ εἰκὼν τοῦ Χριστοῦ" 5; οἶδας γὰρ τί ἐστι σχέσις; ἡ σχέσις τῶν πρός τί ἐστιν, πρός τι δὲ τὸ πρωτότυπον καὶ παράγωγον, ἤτοι ὁ Χριστὸς καὶ ἡ αὐτοῦ εἰκών, ὅτι ἔχεται ἐν ἑκατέρῳ ἑκάτερον καὶ οὐκ ἀπέσχισται οὔτε τῷ κράτει οὔτε τῇ δόξῃ. ἰδοὺ ἀμαθαίνων οὐκ οἶσθα καὶ καλῶς ἐστιν ἐκεῖνο εἰπεῖν· εἶδον πονηρίαν ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοφὸν εἶναι καί, ὃ τούτου χαλεπώτερον, παιδεύειν ἄλλους φιλονεικοῦντα. Οἷον δέ σου καὶ τὸ δεύτερον πρόβλημα;" 4λατρεύεται ὁ Χριστὸς ἐν τῇ αὐτοῦ εἰκόνι, ὥστε καὶ ἡ εἰκὼν λατρευτή" 5. πόθεν τοῦτο ἢ παρὰ τίνος μαθὼν δογματίζεις; οὐδεὶς γάρ πω τῶν ἁγίων τοῦτο φαίη, ἀλλ' ὅτι προσκυνεῖται ἐν τῇ αὐτοῦ εἰκόνι Χριστὸς καὶ προσκυνητὴ ἡ εἰκών, εἴτ' οὖν τιμητικὴ εἴτ' οὖν σεβαστή. ἀμφότερα γὰρ εἰς ταὐτὸν φέρει τὸν νοῦν, καὶ εἰκότως· ἐπειδὴ ἡ λατρεία, ὥσπερ καὶ ἡ πίστις, τῇ Ἁγίᾳ Τριάδι μόνῃ ἀναφέρεται, τὰ δ' ἄλλα τοῖς ἄλλοις, τῇ μητρὶ τοῦ θεοῦ, τῷ ζωοποιῷ σταυρῷ, τοῖς ἁγίοις, τῇ σεπτῇ εἰκόνι Χριστοῦ καὶ πάσαις ἄλλαις ἁγιωτικαῖς εἰκόσιν, καὶ τοσοῦτον, ὅσον ὑπερέχει τὰ πρωτότυπα τῶν κατὰ ταῦτα παραγώγων. εἰ οὖν λατρεύεται, ὡς φῆς, ὁ Χριστὸς ἐν τῇ εἰκόνι, ἐπειδὴ τῆς Τριάδος τὸ λατρεύεσθαι, συλλατρεύεται ἐν τῇ εἰκόνι καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα. καὶ τί τὸ ἐντεῦθεν συναγόμενον; τὸ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα σεσαρκῶσθαι· οὗ τί ἂν γένοιτο ἀσεβέστερον; ἐπειδὴ δὲ αὖθις φῆς" 4λατρευτὴ καὶ ἡ Χριστοῦ εἰκών" 5, κατὰ τὸ ἀκόλουθον οὐδὲν ἄλλο ἢ τετραδίτης εὑρεθήσῃ, λατρεύων μετὰ τῆς Τριάδος καὶ τῇ εἰκόνι Χριστοῦ. οὐ μήν, ὅτι καὶ προσκυνοῦντι τῇ Τριάδι, ἐπειδὴ καὶ τῇ εἰκόνι, τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον· εἴρηται γὰρ ὅτι ἡ τιμὴ καὶ ἡ προσκύνησις κοινοποιοῦνται μέχρι καὶ τοῦ τυχόντος ἀνθρώπου, οὐ μὴν ἡ πίστις τε καὶ λατρεία· ὥσπερ γὰρ πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα μόνον, οὕτω καὶ λατρεύομεν. Ταῦτα ἐνωτισθεὶς ἀπόσχου, ἀδελφέ, παρακαλῶ, τῆς κενοφωνίας καὶ Τζυκαλικῆς, ἤγουν Κενδουκλαδικῆς, αἱρέσεως, ἥτις ἐκ διαμέτρου πρὸς τὴν εἰκονομαχικὴν ἀντιφέρεται· εἰ δέ, ὅπερ μὴ γένοιτο, ἐπιμενεῖς, γίνωσκε μέρος μεθ' ἡμῶν μὴ ἔχειν, μᾶλλον δὲ μηδὲ μετὰ παντὸς ὀρθοδόξου. μετὰ πόνου μοι περὶ σοῦ ὑπηγορεύθη ἡ ἐπιστολὴ αὕτη. 446 Θεοδώρῳ μονάζοντι Ἡδύνθην, οὐκ ἐδάχθην, ἐφ' οἷς καθήψω μου, τιμιώτατε· οὐδὲ γὰρ οὕτως ἀνουθέτητός εἰμι, ὡς ἐν ταῖς ἀγαπητικαῖς ὑποκρούσεσι δυσχεραίνειν. εἰ δὲ καὶ ἐδάχθην, οὐ διὰ τὴν ὑπόμνησιν, ἀλλὰ διὰ τὴν ἑκάστου αἵρεσιν, ἐξ ἧς τέτμηται τὸ σῶμα τοῦ Χριστοῦ, εἰς μυρίας δόξας διαιρούμενον. ἐγὼ τοίνυν, ἵνα ἐκ βαλβῖδος ἀφηγήσωμαι (δεῖ γάρ με ἀπολογήσασθαι ἐγκληθέντα), δοὺς ἐπιτίμιον, καταναγκαζόμενος ἀπὸ πρώτης ἡμέρας, καὶ τοῦτο ἀπὸ φυλακῆς διὰ γραμμάτων (ὅτι καὶ διὰ γράμματος ἡ ἐξαίτησις μοναζόντων τε καὶ ἱερωμένων), τοῦτο ἀπεκρίθην, ὡς οὐχ ὁριστικῶς, ἀλλὰ συμβουλευτικῶς πρὸς ἐμοῦ τὸ ἐπιτίμιον· διατί; ὅτι οὐχ ἱεράρχης ἐγώ, ἀλλ' ἱερεύς, πρὸς μὲν τοὺς οἰκείους μαθητὰς νομοθετικῶς ἀγόμενος, πρὸς δὲ ἄλλους οὐχ οὕτως, ἀλλ', ὡς εἴρηται, ἀναθέμενος τὸν λόγον αὐτοῖς ἕως καιροῦ εἰρήνης καὶ τηνικαῦτα, ὅπερ διορισθῇ πρὸς τοῦ ἁγιωτάτου πατριάρχου σὺν ἐπικρίσει τῆς ἁγίας συνόδου, εἰσδέξασθαι, εἴτε πρόσθεσιν ἔχοντος τοῦ ἐπιτιμίου εἴτε ὕφεσιν. καὶ οὐκ ἔξω, οἶμαι, τοῦ εἰκότος πεποίηκα, ὀρέξας χεῖρα τοῖς πεπτωκόσι φιλανθρώπως, οὐ μὴν εἰς ἐμαυτὸν περιστήσας τὸ κράτος, ὅπερ ἔκτοπον. τί δὲ τὸ ἐπιτίμιον; ποικίλον ἐπὶ ποικίλοις τοῖς παραπτώμασιν, ὅπερ οὐκ ἐπιστολῆς μέτρον ἐξηγορεύει· ἐν κεφαλαίῳ δὲ εἰπεῖν, τὸν ἢ ὑπογραφῇ ἢ κοινωνίᾳ αἱρετικῇ ἁλόντα ἱερέα ἢ ἁπλῶς διάκονον εἴργεσθαι παντάπασιν τῆς ἱερουργίας, ἀλλὰ γὰρ καὶ τῆς κοινωνίας, μετὰ δὲ τὴν τῆς ἐπιτιμίας περαίωσιν τῶν μὲν ἁγιασμάτων μετέχειν, τῆς δὲ λειτουργίας οὐδαμῶς, ἕως ἁγίας συνόδου, εὐλογεῖν δὲ ἢ καὶ εὔχεσθαι ὡς κοινὸν μοναχόν, οὐχ ὡς ἱερωμένον, ἀλλὰ καὶ τοῦτο μετὰ συμπλήρωσιν ἐπιτιμητικήν· εἴς τε τὰς ὑπὸ αἱρετικῶν κατεχομένας ἐκκλησίας μὴ εἰσιέναι μήτε, ἐὰν ἐαθῇ ναὸς κρατεῖσθαι ὑπὸ ὀρθοδόξου μετὰ τὸ ἐκεῖσε αἱρετικὰς ἀναφορὰς γενέσθαι, λειτουργεῖν τὸν ὀρθόδοξον ἄνευ λύσεως ὀρθοδοξοῦντος ἐπισκόπου. Ἐπεὶ οὖν εὐδοκίᾳ θεοῦ ἀφείθημεν τῶν φυλακῶν καὶ συνήφθημεν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς ἁγίοις ἐπισκόποις, πρὸς δὲ καὶ ὁσίοις ἡγουμένοις, ἀνεθέμεθα τοὺς λόγους καὶ οὐκ ἐμέμφθημεν παρά τινος ἐν οὐδενὶ ἢ μόνον πρὸς ἑνὸς ἐπὶ τῷ εὐλογεῖν· ὧτινι ἀπεκρινάμεθα ὅτι," 4εἰ μεμπτέον, ἐξενεχθῇ ὅρος παρὰ τῆς κεφαλῆς καὶ ἡμεῖς σιωπῶμεν" 5. ὥστε οἱ ἐγκαλοῦντες μὴ ἡμῖν, ἀλλὰ τοῖς κυρίοις ἐπισκόποις ἐγκαλείτωσαν· οἷς ἡμεῖς οἱ εὐτελεῖς καὶ ὑφειμένοι ἑπόμενοι καὶ παρ' αὐτῶν ἀναγκαστικῶς προτρεπόμενοι μέχρι σήμερον καὶ ἐδώκαμεν ἐπιτίμια κατὰ τὸν εἰρημένον εἱρμὸν καὶ ἐπιδιδοῦμεν ὁπότε τύχοι. σκοπείτωσαν δὲ οἱ φιλεγκλήμονες μήπως τὸν κώνωπα διυλίζοντες λελήθασι τὴν κάμηλον καταπίνοντες καὶ τὰ κάρφη ψηλαφῶντες οὐκ αἰσθάνονται τὴν δοκὸν περιφέροντες. Ἡμεῖς οὖν οὕτω, θεοτίμητε ἀδελφέ, ὡς ὑπὸ θεῷ μάρτυρι διεγενόμεθα συμπαθείᾳ καὶ φιλαδελφίᾳ, οὐ κατὰ πρόσκλησιν ἤ τινα ἄλλην περιπέτειαν ἀνθρωπίνην· ὁ δὲ ταράσσων ὑμᾶς, φησὶν ὁ ἀπόστολος, βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.

Intertext edge

Open linked passage

Note