Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 467 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
467.1
Θωμᾷ χαρτουλαρίῳ Ἐντυχὼν τοῖς γράμμασι τῆς τιμιότητός σου καὶ καταμαθὼν ὅτι παρῆλθεν τοῦ βίου ἡ κυρία καὶ ὁμόζυγος συνήλγησά σοι, δέσποτα, εἰδὼς ὅσον ἐστὶν ἀλγεινὸν τὸ πάθος· ὃν γὰρ ποιεῖ μάχαιρα τέμνουσα σῶμα πόνον, τὸν αὐτὸν καὶ ὁ τῆς ὁμοζυγίας χωρισμός· μία γὰρ κἀνταῦθα σὰρξ κατὰ τὴν τοῦ Κυρίου φωνήν. ἀλλ' ὅμως ἐγένετο καὶ ὑπέστημεν τὸ κοινὸν πᾶσιν ἐπιτίμιον τῆς διαζεύξεως. μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς τὴν αὐτὴν ὁδὸν πορευσόμεθα, ὡς οἶσθα· καὶ οὕτως ὁ βίος, οὐκ ὄντας γενέσθαι καὶ γεναμένους ἀναλυθῆναι. ἐπαινέσαμεν δὲ τὴν εὐσέβειάν σου, τῇ διαζεύξει αἱρησαμένην μονάσαι καὶ κολληθῆναι ἐξ ὁλοκλήρου τῷ Κυρίῳ· τοῦτο γὰρ ἐδήλου τὸ γράμμα καὶ ὅτι ἀδελφός τις μονάζων πάρεστιν εἰς ὁδηγίαν τοῦ τηλικούτου βίου, ὃν αὖθις ἀπέκρινεν ὡς ἀδόκιμον διὰ δηλώματος Γεωργίου τοῦ καλοῦ ἀνδρὸς καὶ οἰκείου νοταρίου, ἄλλον δὲ πρὸς ἡμῶν δοθῆναι μᾶλλον αἰτοῦσα, τὸν ἱκανῶς ἔχοντα κυβερνῆσαι ψυχὰς καὶ ὅλην μονὴν διασώσασθαι. Ὁ μὲν οὖν ἔπαινος εἰκότως ἡμῖν προείρηται· δεῖ δὲ πρῶτον μαθεῖν ὑμᾶς τί τὸ μοναδικὸν ἐπάγγελμα καὶ ὅσον τὸ τοῦ βίου ὕψος, ἵνα μὴ ἀπείρως εἰσαχθέντες κινδυνεύσωμεν περὶ τὸν πλοῦν. ἡ ἀποταγὴ οὐδὲν ἄλλο καθέστηκεν, εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγγελία. τί τοῦτο; κατὰ τὸν λόγον τοῦ Κυρίου πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν ἀποτάξασθαι τὸν βουλόμενον καί, ἄραντα τὸν σταυρόν, ἀκολουθεῖν ὀπίσω αὐτοῦ. ἐπειδὴ δὲ πρόσωπον ἐπέχει Χριστοῦ πᾶς ἀληθινὸς ἡγούμενος, Χριστῷ διὰ μέσου ἐκείνου ἀκολουθεῖν ἐστιν ἀψευδῶς, καὶ οὕτως σωθήσεται τὸ τῆς ἐντολῆς ἀξιάγαστον. ὁ δὲ μὴ οὕτως ἑλόμενος, ἀλλὰ κτίζειν μοναστήριον ἐν τοῖς οἰκείοις καὶ καθηγητὴν προσκαλούμενος, ὡς ἂν ἐν τοῖς αὑτοῦ καὶ μονάσῃ καὶ ὁδηγηθῇ καὶ σωθῇ, ἀγνοεῖ ὅτι εἰκῇ καὶ μάτην κοπιᾷ καὶ ἅπερ ζητεῖ οὐχ εὑρήσει, ἀλλὰ τοὐναντίον ἔκτοπα, ἐπειδὴ οὐ κατ' ἐντολὴν Κυρίου ἡ τοιαύτη ἀποταγή. ὤφελον γυμνωθῆναι πάσης ὕλης καὶ πόρρω τῶν ἰδίων γενέσθαι καὶ καθηγεμόνος ἐπιτυχεῖν ἀρίστου καὶ οὕτως περαιωθῆναι τὸ μέγα πέλαγος τοῦ τῇδε βίου ἀκινδύνως, οὐχ ὅτι μηδὲν τῶν προειρημένων, ἀλλ' ἐκ μόνου τοῦ οἰκοδομεῖν μοναστήριον καὶ τὸ φαιὸν περιβαλέσθαι καὶ ἡγούμενον δοκεῖν ἔχειν ὄντα μᾶλλον ἐπίτροπον καὶ συμποδίζοντα καὶ συμποδιζόμενον καὶ οὔτε σῴζοντα οὔτε σῳζόμενον. ἔξελθε, φησίν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, λάβε τὸν σταυρὸν ἐπ' ὤμων, ἐμπτύσθητι, κολαφίσθητι, πίε ὄξος, φραγελλώθητι, ἄνιθι ἐπὶ τὸν σταυρόν, κένωσον αἷμα εἴτ' οὖν νοητῶς εἴτ' οὖν αἰσθητῶς. εἰ δὲ μὴ φέροις ταῦτα, κάθου ἐν τῷ οἴκῳ σου, τῷ ταπεινοτέρῳ βίῳ ἐκβιαζόμενος σῴζεσθαι· οὐδὲ γὰρ ἐνταῦθα ἀμογητὶ τὸ σῶσμα, ἀλλὰ γὰρ καὶ διὰ πολλῶν θλίψεων. μή μοι τανῦν παραδείγματα προσοίσῃς, πᾶν ὅπερ οὐ κατ' ἐντολὴν Κυρίου ἀδόκιμον, ἕωλον, σκανδαλῶδες, τοῦ οὕτως ἀποταξαμένου ἔργον, ἀλλ' οὐ θείου προστάγματος. εἰ δὲ ἐρᾷς νεουργῆσαι μονήν, οὐκ ἔξω τοῦ εἰκότος, ἀλλ' ἐπὰν παραδώσῃς αὐτὴν ἀνδρὶ καθηγουμένῳ, μηκέτι ἐπιβαλεῖς τὴν χεῖρα ἐπ' αὐτῷ, καθάπερ ἐπὶ τῶν οὐ σῶν, καὶ θεῷ τὸ πρᾶγμα εὐάρεστον καὶ ἀπαντήσει σοι εἰς ξενίαν αἰώνιον. ἡμεῖς ἐπὶ τὸν οὕτως αἱρούμενον ἐπιδιδοῦμεν ἀδελφὸν ἐκεῖνον, ὃν ἐκλέγοιτο ὁ ἐπιζητῶν, μετὰ καὶ ἑτέρων ἐννέα ἀδελφῶν, ἐθελόντων ὑποτάττεσθαι τῷ προηγουμένῳ. Ἰδού, φίλε καλέ, τὸ δικαίωμα τοῦ μοναχοῦ ἀνήγγειλά σοι. ὁ τρόπος τοῦ συνιστάνοντος μοναστήριον ἡ ἡμετέρα ἐπίδοσις. τὸ λοιπὸν εἴη Κύριος παραμύθιόν σου, συνετίζων σε κατὰ πάντα εἰς σωτηρίαν. 468 Νικήτᾳ τοποτηρητῇ Ἐπειδὴ ἐδωροφόρησεν ἡμῖν ἡ φιλέντολός σου δεξιὰ τοῦτο κἀκεῖνο, δέσποτα, δέξοιτο καὶ τὰ πρὸς ἡμῶν τῶν εὐτελῶν. αἱ ἡμέτεραι ἀποστολαὶ προσευχαί, εὐχαριστίαι, εἰ δέ τι καὶ ἕτερον δεῖ προσθεῖναι, νουθεσίαι· καὶ τίνες αὗται; φοβεῖσθαι ὑμᾶς τὸν θεόν, πίστιν ἔχειν ὀρθήν, ἀπέχεσθαι σαρκικῶν ἐπιθυμιῶν, πορνείας, μοιχείας, ἀκαθαρσίας, πάσης ἄλλης ἀσελγείας, αἱρεῖσθαι δὲ τὰ θεῖα πράττειν, ἐλεεῖν πτωχόν, φείδεσθαι δούλων, ὀρέγειν χεῖρα τῷ πλησίον, ταπεινοφρονεῖν, συνεσταλμένον εἶναι καὶ μὴ διακεχυμένον ταῖς αἰσθήσεσι, δι' ὧν θάνατος ἁμαρτίας ἄνεισιν, αὐταρκείας ἔχεσθαι, μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν, ἀποστολικῶς εἰπεῖν, ἀσωτία, μὴ φιλαργυρεῖν, ἐν ᾧ ἡ ῥίζα πάντων τῶν κακῶν ἐστιν, σχολάζειν ἐν δεήσεσιν, ἐν ἀναγνώσεσιν, ἐν ψαλμῳδίαις, ἐν μερίμνῃ θανάτου, ἐφ' ᾗ κατάνυξις ψυχῆς καὶ δάκρυα (δακρύων γὰρ ὁ παρὼν βίος, ὦ χριστιανοί, ἀλλ' οὐ γελώτων), μηδαμῶς ὀμνύειν μηδὲ ὅρκιον τὸ πολυτίμητον ὄνομα τοῦ θεοῦ διὰ στόματος φέρειν (οὐ γὰρ ἔστι τὸν ὀμνύοντα σωθῆναι), καθαρεύειν φθόνου τοῦ Καΐτου, καταλαλιᾶς τῆς ὀλεθρίου, μίσους τοῦ ἐχθροθέου, λοιδορίας τῆς ἔξω τιθείσης βασιλείας οὐρανῶν, τιμᾶν τὸν βασιλέα, τοὺς γεννήτορας, ἀγαπᾶν ὡς ἑαυτὸν τὴν ὁμόζυγον καὶ μὴ γνωρίζειν ἄλλην πλευρὰν πορνικήν, ἐφ' ᾗ ὀργὴ θεοῦ (πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός), παιδεύειν ἐνθέως τὰ τέκνα καὶ ἑαυτὸν ὑπόδειγμα τιθεῖν τῆς αὐτῶν συνέσεως, καὶ ὅσα ἄλλα ὁ τῆς ἐντολῆς λόγος ἀπαιτεῖ εἰς σωτηρίαν ψυχῆς. Ταῦτα, ὦ δέσποτα, ἀμειπτήρια τῶν καλῶν σου παροχῶν, ἃ μὴ ἀτιμάσοις, κἂν ἐξ ἀτίμου στόματος προήχθη· θεοῦ γὰρ ἐντολαὶ παντὸς χρυσίου καὶ λίθων πολυτίμων τιμαλφέστεραι. 469 Θωμᾷ πατριάρχῃ Ἱεροσολύμων Ἡλίκον ἥσθημεν οἱ ταπεινοί, τῆς διὰ τοῦ γράμματος πανσόφου ὑμῶν προσφωνήσεως ἠξιωμένοι, συνορᾶν πάρεστι τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι· οἵ γε, τῷ ἀποστολικῷ βαθμῷ ὑπερανεστῶτες καὶ τὸ τοῦ ἀδελφοθέου δι' ἐννόμου διαδοχῆς ἐπέχοντες πρόσωπον, καὶ ψιλῇ προσρήσει τιμᾶν ἔχοιτε τοὺς καθ' ἡμᾶς ἀγεράστους κατὰ τὸ εἰκός, μὴ ὅτι γε τηλικούτων ἐπαίνων ὑψώμασιν, ὧν ἡμεῖς τοσοῦτον ἀποδέομεν, ὡς μικροῦ δεῖν μηδὲ τολμᾶν οἴεσθαι περὶ ἡμῶν ὑφ' ὑμῶν ταῦτα λελέχθαι, ἄλλου δέ τινος τῶν ἀνδρικῶν εἶναι τὰ ἐγκώμια, ἤγουν τοῦ θεσπεσιωτάτου ἡμῶν ἀρχιποίμενος, ἐφ' ᾧ πᾶς καὶ παντὸς ὁ τῆς εὐφημίας εἰκότως ἀνάπτοιτο λόγος. Ἀλλὰ πῶς ἂν ἄλλως τὸ θεομίμητον ὑμῶν καὶ εὐσυμπάθητον ὑπεδείχθη, μὴ οὐχὶ ταῖς πατρικαῖς διαθέσεσι θριαμβευόμενον ὡς καὶ ἡλίου ἔξαλμα, ἀκτῖσι κατασπειρόμενον; πῶς δ' ἂν ἑτέρως τὸ σύμψυχον ἡμῖν καὶ ὁμόγνωμον ἐγνωρίσθη, μὴ οὐχὶ πρὸς τοὺς τοῖς ἐναντίοις, ὁποῖοί ποτε ἦσαν, αὐτομολήσαντας διακρινόμενον; ἐφ' οἷς, εἰ καὶ τολμηρότερον πρὸς ἡμῶν, ὅμως ἔνδικόν ἐστι φάναι (τί τοῦτο;) ὅτι, τῆς αἱρέσεως διωκτικῶς ἀναπαφλασάσης, ἐχρῆν τοὺς τῶν ὑψηλῶν θρόνων ἐξόχους, ὡς τοῦ πνεύματος συμμάχους καὶ τῶν ἀποστολικῶν ὑποθηκῶν ἐμπλέους, συγκινηθῆναι φιλαδέλφως, χεῖρα ὀρέξαι τοῖς ὑπὲρ ἀληθείας κάμνουσι συμπαθοπρεπῶς· εἴτε γάρ, φησί, πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη, κεφαλῆς δηλαδὴ οὔσης τοῦ ἐκκλησιαστικοῦ ὅλου σώματος Χριστοῦ τοῦ ἀληθινοῦ Κυρίου καὶ θεοῦ ἡμῶν. ὅπερ ὁ τῆς Δύσεως ἀποστολικὸς πεπραχὼς ὅσον ὤνησεν, τί δεῖ καὶ λέγειν; ἐπιρρώσας μὲν τὰ τῶν ἐνισταμένων ὅτι μάλιστα φρονήματα (εἴπερ καὶ σμικρὰ ῥοπὴ σθένος ἐμποιεῖν εἴωθεν τῷ κάμνοντι), ἐπιρραπίσας δὲ τῷ πνευματοκινήτῳ ἐλεγμῷ τῶν ἀσεβούντων τὰ φρυάγματα· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον; οἷς δὲ τοῦτο ποιεῖν ἐξόν, οὔ τί που ποιήσασιν, τοὐναντίον δέ, οὐκ ἔχω λέγειν ὁ τάλας αἰδοῖ τοῦ τῆς μακαριότητος ὑμῶν ἀγγέλου ὅσον εἴη ἂν τὸ κατηγόρημα. Ἀλλ' ἐκεῖνα μὲν πέρας εἴληφεν, οἷον καὶ ἐξήκουσται ἅπασι, τοῦ ἀγαθοῦ θεοῦ ἐκποδὼν ποιήσαντος τὸν ἀλιτήριον δράκοντα καί γε θανάτῳ ἐξαισίῳ καὶ τῆς ἀποστασίας ἐνδίκῳ, οὐ μὴν τὰ παρόντα καθὼς ὑπετόπασεν· πῶς; ὅτι ὁ μὲν χειμὼν παρῆλθεν, οὔ τί που δὲ τὸ ποθούμενον ἔαρ ἢ ὅσον αἰθρίαν τινὰ ὑπαυγάσαι, καὶ τήνδε διὰ τὸ ἀπ' ἠοῦς νέφος. ἀρκεῖ γάρ, ἡγοῦμαι, ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, μήτε τῆς ὑμῶν μεγαλονοίας ἐνδεομένης μαθήσεως μήτ' αὖ τοῦ καιροῦ ἐπιτρέποντος φαίειν ἐκδηλότερα. οὗ χάριν καὶ αἱ ἱεραὶ ὑμῶν κεραῖαι ἀνεπίδοτοι· πῶς γὰρ ἂν καὶ ἐπεδόθησαν, ἡμῶν τῶν εὐτελῶν ὧδέ που πορρωτέρω τοῦ ἄστεος παραρρεριμμένων, ὥσπερ καὶ ἄλλων ἀλλαχῇ τῶν δεδιωγμένων; καὶ γοῦν καὶ λογίαι, ὥσπερ ἐποθοῦμεν, οὔπω ἐγένοντο, πλὴν ἡ γεναμένη ὡς ἐν τῷ ἐμβολιμαίῳ πιττακίῳ δεδήλωται, τῶν ἐπιδωσάντων εἰληφέναι μᾶλλον ἢ προέσθαι χάριν ὁμολογούντων, ὅτι ἠξίωνται κοινωνίαν τινὰ σχεῖν ἐν τοῖς ἁγιωτάτοις τόποις, ἐφ' οἷς τὸ μέγα τῆς εὐσεβείας ἀπετελέσθη μυστήριον, θεὸς ἐν τῷ καθ' ἡμᾶς ὀφθεὶς εἴδει (ὢ τοῦ παναρρήτου θαύματος)· ὅνπερ ἐγγεγραμμένον κἀν τῇ γραφῇ πατροπαραδότως, ἤτοι θεοκηρύκτως, ἡμεῖς, μᾶλλον δὲ ἡ ὑπ' οὐρανόν, ὁμολογοῦμέν τε καὶ προσκυνοῦμεν ἐξ αὐτῆς τοῦ κηρύγματος βαλβῖδος (οὐ γὰρ ἂν ἄλλως ὁμολογηθεῖεν Χριστός, ὡς οἱ μακαριώτατοι διδάσκοιτε, ἤρνηνται δὲ ἰουδαϊκῶς οἱ δυσώνυμοι εἰκονομάχοι, ὡς ὑπὸ πνεύματος πονηροῦ ἐνεργούμενοι) καὶ ὃν ταῖς θεοκλινέσι προσευχαῖς ἵλεω ποιήσειας, ὦ θεία καὶ ἱερὰ κεφαλή, ἐκτρέψαι τὴν λαοπλάνον αἵρεσιν, ἀνάψαι ὀρθοδοξίας ἥλιον, εἶτα καὶ ἡμᾶς τοὺς ἐν τέκνοις σου τελοῦντας ἐλαχίστους περιποιήσασθαι, ἑπομένους τῷ μακαριωτάτῳ πατρὶ καὶ ἀρχιερεῖ ἡμῶν. Εἶεν. τοὺς ἐξυπηρετουμένους ὑμῖν πατέρας τε καὶ κλεινοὺς ἀδελφοὺς ἡμῶν ἐγώ τε καὶ ὁ ἐμὸς ἀδελφός, Θεσσαλονίκης ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος, πλεῖστα προσαγορεύομεν· ἐπὶ γὰρ τῷ ἁγιῴ σου προσώπῳ, πρὸ τῶν ποδῶν σου μᾶλλον εὐλογηθῆναι ἄμφω καὶ ὅσοι τῶν σὺν ἡμῖν εἰπεῖν πρεπωδέστερον. 470 Θεοδώρῳ ξενοδόχῳ Ἰδού σοι, δέσποτα, τὸ γράμμα, ἀπαιτοῦντι, καὶ ἀπόλυσον ἡμᾶς τῆς ἐγκλήσεως. διατί δέ, φαίης, μὴ τάχιον; ὅτι αἰδουμένως εἴχομεν νουθετικῶς καὶ διδακτικῶς τῇ τιμιότητί σου προσφέρειν τὸν λόγον. ἐπεὶ ποθοίης, δέξαιο, προσφιλέστατε. οὐδὲν οὖν ἄλλο ἐστὶν ὁ ἀλη θινὸς χριστιανὸς ἢ Χριστοῦ μίμημα καὶ ἀποσφράγισμα, τοσοῦτον ὀφείλων οἰκειοῦσθαι αὐτῷ, ὡς ἔχει μέλος ἕκαστον πρὸς κεφαλὴν καὶ κλῆμα πρὸς ἄμπελον· αὐτὸς γὰρ ὁ Κύριος εἴρηκεν, ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ πάλιν ὁ ἀπόστολος· ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καρποφορήσωμεν οὖν, ὦ δέσποτα, τοὺς τῶν ἀρετῶν βότρυας καὶ μὴ ἄκαρποι ὦμεν· φησὶ γὰρ ὁ Κύριος, πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, τὸ τῆς γεέννης δηλαδή. φοβηθῶμεν τὴν φοβερὰν ἀπειλήν, δοξάσωμεν τὸν θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν, κελεύει πάλιν ὁ ἀπόστολος· αὐτὸς γὰρ καὶ ταῦτα, ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. οὕτω φυλαττώμεθα. ἀγαπῶμεν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα καὶ οὐκ ἐρασθησόμεθα ἀσελγοῦς σώματος. ἡ γυνή, φησίν, ἵνα φοβῆται τὸν ἄνδρα· τῷ φίλτρῳ τὸν φόβον γὰρ κιρνῶσα ἄριστον βιώσειεν βίον. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν, ὥς φησι πάλιν· δίκαιον γὰρ τοὺς γονέας τιμᾶσθαι καὶ γηροκομεῖσθαι ὑπὸ τῶν παίδων. αὐτοὶ γὰρ αἴτιοι μετὰ θεὸν τοῦ εἶναι αὐτοὺς εἰς φῶς· καί, εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια· καὶ οἱ πατέρες, πάλιν φησίν, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. ὥστε καὶ γονεῦσιν ἔργον εἰρηνεύειν τὰ τέκνα, στοιχειοῦν καὶ πλάττειν εὐσεβείας χαρακτῆρι. τί λοιπόν; δούλους δεσπόταις ὑποτάττεσθαι μετὰ φόβου καὶ τρόμου, ἀδόλως καὶ εὐψύχως, ἀλλὰ καὶ τοὺς δεσπότας, ἀνιέντας τὰς ἀπειλάς, ἰσομοιρίᾳ φροντίδος τοὺς πάντας ὁρᾶν, εἰδότας ὅτι εἷς κύριος πάντων, ὁ θεός, καὶ ὧδε μὲν ἡ δουλεία ὡς καὶ ὁ γάμος, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῶν ἀμφοτέρων ἀναίρεσις, οἱ πάντες δὲ ἓν ὥσπερ οἱ ἄγγελοι. Διὰ τοῦτο γρηγορητέον παντὶ τῷ θέλοντι σωθῆναι κατ' ἐντολὴν ζῆν, μὴ ὀμνύειν, μὴ μετεωρίζεσθαι, μὴ γελᾶν, μὴ τρυφᾶν, μὴ παίζειν, μὴ θυμοῦσθαι, μὴ πορνεύειν, μὴ μεθύειν, μὴ θησαυρίζειν χρυσόν· ἀλλὰ τί; προσεύχεσθαι, προσκλαίειν, ὑμνολογεῖν, ἐντολοποιεῖν κατὰ τὸ δυνατόν, ὀλιγαρκεῖσθαι, ταπεινοφρονεῖν, ἀγαπᾶν τὸν πλησίον, μὴ καταλαλεῖν ἀδελφοῦ, μὴ φθονεῖν, μὴ ὀργίζεσθαι, ἕτοιμον εἶναι ἀεὶ πρὸς τοὺς ὑπὲρ τοῦ ἀγαθοῦ κινδύνους, μὴ φοβεῖσθαι πλὴν θεοῦ τοῦ ἀγαθοῦ ἄλλον ἐπὶ γῆς, ὑποτάττεσθαι βασιλεῖ ἐν οἷς ἐντολὴ θεοῦ οὐ παραβλάπτεται, τιμᾶν ἄρχοντας ὡς διακόνους εὐταξίας, χαίρειν ἐν Κυρίῳ πάντοτε, κἂν σύμβασις εἶεν λυπηρῶν εὐχαριστεῖν Κυρίῳ ἐφ' οἷς ἂν οἰκονομῇ τὰ κατ' αὐτόν. Ταῦτα ὡς ἐν ὀλίγοις ὑπέμνησα τὴν εὐλογημένην σου ψυχήν, ἵνα γνωρίσω ὡς φιλῶν εἰμι τὸν ἐμοὶ ὁμώνυμον καὶ εὐσεβῆ ἄνδρα καὶ φίλον διάπυρον. ἐὰν δὲ ἔτι ζῶμεν, ἔτι λαλήσομεν, ἔτι παρακαλέσομεν, ἔτι συμβουλευσόμεθα πάντα δεύτερα ἡγήσασθαι τῆς θεοῦ ἀγάπης· τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; οὗ φύγοιμεν, εὕροιμεν δὲ ἔλεος ἐν ἡμέρᾳ κρίσεως καὶ τὸ μετὰ θεοῦ γενέσθαι ἐν χαρᾷ ἀνεκλαλήτῳ εἰς αἰῶνας. 471 Γρηγορίῳ τέκνῳ Ἃ μὲν οὖν ἐν τῇ προτέρᾳ ἐπιστολῇ περὶ τοῦ τῆς Χαλκηδόνος ἁγιωτάτου μητροπολίτου καὶ πατρὸς ἡμῶν εἴρηται ὡς ἐν παραδρομῇ, νῦν δὲ διεξοδικώτερον εἰρήσεται. εἰπὲ αὐτῷ πατροπρεπεῖ διαλέξει τί; ὅτι πάντως κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μένει, ὃ ἐποικοδόμησεν, μισθὸν λήψεται, εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. πυνθάνομαι οὖν τὸ" 4κατακαήσεται" 5 ἐξαφάνισίς ἐστι τελεία, ἢ οὔ; εἰ δὲ ὁμολογουμένως τὸ πρῶτον, καθά πού φησιν ἑπομένως τῷ Παύλῳ καὶ ὁ Θεολόγος Γρηγόριος, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα, τί ἐπισείει τὸν νοῦν τοῦ ἀκούοντος οὐκ εὖ εἰρηκέναι τὸν ἱερὸν Μάξιμον τρεῖς εἶναι τὰς ἀποκαταστάσεις, ἃς οἶδεν ἡ ἐκκλησία; μίαν μὲν τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται τὸν ἐπ' αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας· δευτέραν δὲ τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν· τρίτην δέ, ᾗ καὶ μᾶλλον κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ ἐν ἁγίοις Γρηγόριος Νύσσης, ἐστὶν αὕτη, ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασις· δεῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένην ἀπολαβεῖν, οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀπολαβεῖν· καὶ περάσασαν τοὺς πάντας αἰῶνας καὶ μὴ εὑρίσκουσαν στάσιν εἰς τὸν θεὸν ἐλθεῖν τὸν μὴ ἔχοντα πέρας καὶ οὕτως τῇ ἐπιγνώσει, οὐ τῇ μεθέξει τῶν ἀγαθῶν ἀπολαβεῖν τὰς δυνάμεις καὶ εἰς τὸ ἀρχαῖον ἀποκατασταθῆναι καὶ μὴ δειχθῆναι τὸν δημιουργὸν αἴτιον τῆς ἁμαρτίας. Οὐδὲν οὖν ἕτερόν ἐστιν ἡ τρίτη ἀποκατάστασις· περὶ γὰρ τοῖν δυοῖν ἀναμφίλεκτον ἢ ὅπερ δεδογμάτισται τῷ ἀποστόλῳ, τοῦ τὸ ἁμαρτητικὸν ἔργον κατακαῆναι καὶ τὸν πεπραχότα σωθῆναι ἀκατάκαυστον, οὕτως δέ, ὡς οὐ μετέχοντα τῶν ἀγαθῶν, ἀλλ' ἐπιγινώσκοντα τὴν στέρησιν τῆς μεθέξεως. καὶ μάλα εἰκότως εἴρηται τῷ πατρὶ" 4καὶ μὴ δειχθῆναι τὸν δημιουργὸν αἴτιον τῆς ἁμαρτάς" 5· ὃ μὲν γὰρ παρὰ θεοῦ, ἤγουν ἡ καθ' ἡμᾶς φύσις, ὡς ἐκ τοῦ ὄντος παραχθεῖσα, ἀνάλωτος τῷ πυρὶ ἐκείνῳ, ὃ δὲ οὐκ ἐκ θεοῦ, ἤτοι ἡ ἁμαρτία, ἀλλὰ τῇ τοῦ πράξαντος δημιουργηθεῖσα προαιρέσει, ὡς οὔ τι τῶν ὄντων οὖσα, ἀλλὰ παρυφιστᾶσα οἰχήσεται, ἀκατάτακτος οὖσα τοῖς οὖσιν. οὕτως οὖν, κἂν μήτε Γρηγόριος ὁ Νυσσαεύς, κἂν μήτε Μάξιμος ὁ πατὴρ λέγοι, ἀλλά γε ὁ μέγας ἀπόστολος ἀπέφησεν ὅτι ἄμειψις διάπυρος εἴη τῆς ἁμαρτίας, ἡ δὲ ἔμφασίς ἐστιν ἀποκαταστάσεως, ὡς εἴρηται τῷ πατρί, οὐκ Ὠριγενιαστική, ἄπαγε· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος οὐδὲ συμφώνησις ἁγίοις πρὸς αἱρεσιάρχας, πρὸς οὕς, σφετεριζομένους τὰ τοῦ θειοτάτου Γρηγορίου ἱερὰ δόγματα πρὸς τὴν σφῶν κακόνοιαν, καὶ ἡ ἀνόθευτος καὶ ὁ κλεπτέλεγχος, ἀλλ' οὐκ ἐπ' ἀνατροπῇ τῶν προειρημένων, ὡς ἐμοὶ φαίνοιτο. εἰ δέ τι βαθύτερον ἐξευρεθείη τῷ ἁγιωτάτῳ μητροπολίτῃ, ἀκουσόμεθα πάλιν· ἐπεὶ καὶ ὁ ἱερώτατος ἡμῶν πατριάρχης, ἀκηκοὼς τὰ λεχθέντα τῷ ἁγίῳ Μαξίμῳ, οὐδὲν ἀπεμφαῖνον τηνικαῦτα ἔφησεν. 472 Εὐφροσύνῃ ἡγουμένῃ Ἀκηκοὼς καὶ νῦν ὅτι παρεμυθήθη σου ἡ τιμιότης ἀπὸ τοῦ περὶ τὴν μακαρίαν μητέρα πάθους εὐχαρίστησα τῷ Κυρίῳ, ὃς ἐγνώρισέ σε καὶ φιλομήτορα γνησιεύουσαν καὶ φιλόθεον ἀριστεύουσαν, τὸ μὲν διὰ τοῦ ἀγαπητικοῦ λυπηροῦ, τὸ δὲ διὰ τοῦ συμμεμετρημένου παρακλητικοῦ· ἐξ ὧν ἀποδέδεικται ὅτι καὶ μητέρα καὶ θεὸν ἠγάπησας. ἀλλὰ δεῦρο, κυρία, χαίρουσα καὶ τρέμουσα βάδιζε τὴν ὁδόν σου, χαίρουσα μὲν ὅτι ἠξίωσαι τοιαύτης μητρὸς θυγάτηρ χρηματίσαι, τρέμουσα δὲ ὅτι τὸ τῆς προστασίας φροντιστήριόν σοι πάρεστιν, οὗ οὐχ ὁ τυχὼν ἀγὼν οὐδὲ εὐκαταφρόνητος ὁ μισθός, ἀλλὰ καὶ λίαν ἀμφοτέρωθεν τὸ ὕψωμα τοῖς νοῦν ἔχουσιν. Σὺ οὖν ὡς ἐχέφρων, ὡς συνετή, ὡς μητρόθεν ἠγμένη ἐν πνεύματι ἄριστον βίον καὶ κεκανονισμένον διέλασον, τύπον ἑαυτὴν προθεῖσα ἀγαθοεργίας ταῖς ἀδελφαῖς. μὴ νυστάξῃ τὸ ὄμμα τῆς καρδίας σου ἀπὸ φυλακῆς τῶν ἐντολῶν τοῦ θεοῦ, μὴ βύσῃς τὸ οὖς τῆς ψυχῆς εἰσακούειν φωνῆς διδασκαλικῆς, διδασκομένη καὶ διδάσκουσα, φωτιζομένη καὶ φωτίζουσα, χειραγωγουμένη καὶ χειραγωγοῦσα, προσαγομένη θεῷ καὶ προσάγουσα. ἀκουστὸν εἴη τὸ ὄνομά σου ἐν ἀγαθῇ πολιτείᾳ, ὡς ἂν δοξάζηται θεὸς ἐν σοὶ καὶ ἐν τῇ μονῇ σου, μὴ χυδαιουμένη κατὰ τὴν τῶν πολλῶν χλιαρότητα, ἀλλὰ ἀκριβαζομένη κατὰ τὴν διαταγὴν τοῦ πνεύματος ἐν ἑνὶ φρονήματι, ἐν ἑνὶ θελήματι, ἐν μιᾷ καρδίᾳ τε καὶ ψυχῇ, μιμήσει τῶν ἐν ἀποστολικαῖς πράξεσιν ἱστορουμένων ἁγίων· ἦν γάρ, φησί, πάντων μία ψυχὴ καὶ καρδία, καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Αὕτη ζωὴ ἀγαθή, αὕτη μερὶς Κυρίου, τοῦτο κοινόβιον ἀληθινόν· οὗ δὲ οὐ ταῦτα, τοὐναντίον δῆλον ὅτι. ἡλίκη σοι χαρὰ καὶ δόξα, τιμιωτάτη, ἀλλὰ γὰρ καὶ τοῖς τέκνοις σου, ἀποστολικῶς πολιτεύεσθαι, πατροπαραδότως ἄγεσθαι, εὐγενοπρεπῶς· τοῦτο γὰρ εὐγένεια, θεαρέστως ζῆν, ἁγιοπρεπῶς πολιτεύεσθαι, γένος ὑμᾶς χρηματίζειν ἐκλεκτόν, σπέρμα ἔντιμον, τίνος; Θέκλης ἐκείνης τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐπραξίας, τοῦ κατ' αὐτὰς ἱεροῦ καὶ μακαρίου καταλόγου. εἰ γὰρ κόσμον κατελίπατε, εἰ γονεῖς ἠρνήσασθε, εἰ παρθενίαν εἵλασθε, εἰ Χριστῷ ἐνυμφεύθητε, εἰ βασιλείαν οὐρανῶν ἠγαπήσατε, τί μὴ πᾶσαν ὑμῶν τὴν σπουδὴν καὶ μέριμναν πρὸς τοῦτο ἔχοιτε, χαίρουσαι ὅτι τοιούτου θεοσδότου δώρου ἠξιώθητε, ἀξιώματος ἀνυπερβλήτου, οὐ λέγω κατὰ τὰ ἀνθρώπινα (σκιὰ γὰρ ταῦτα καὶ ὀνείρατα καὶ τῷ παρόντι αἰῶνι συγκαταλυόμενα), ἀλλὰ καὶ κατὰ τὰ πνευματικά, εἴπερ παρθενία καὶ ἀκτημοσύνη τῶν μεγίστων δωρεῶν τὸ ἐξαίρετον. καὶ εἰ ἀπληστεύονται οἱ κατὰ κόσμον μετασχεῖν τῶν ματαίων καὶ ἀπολλυμένων, τί καὶ πόσον ἡμεῖς ὀφείλομεν ἀκορέστως ἔχειν ἐν τοῖς ἀμηρύτοις καὶ ἀνεκλαλήτοις ἀγαθοῖς; Ναί, παρακαλῶ, ναί, ἀντιβολῶ, κατακτήσασθε τὰ οὐράνια, γένοισθε θεοῦ θυγατέρες, βασιλίδες οὐρανοτίμητοι, Χριστοῦ νύμφαι, Χριστοῦ συγκληρονόμοι, φῶς ἐν κόσμῳ, λάλημα ἅγιον, πολίτευμα ἀξιέπαινον, σύ τε ἡ κυρία καθηγουμένη καὶ ἐν Χριστῷ ἄρχουσα ὑμεῖς τε αἱ καλλίτεκνοι θυγατέρες τῆς ἄνω Ἱερουσαλὴμ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 473 Κατήχησις πρὸς τοὺς ἑαυτοῦ μαθητάσ Ἔργον ἐγὼ ὁ ταπεινὸς ἐργάζομαι ἐν ταῖς κατηχήσεσιν οὐκ ἐξ ἐπιτηδεύματος φανητιασμοῦ οὐδὲ ἀπὸ συνεπάρσεως διανοίας ἀλλοκότου, ἀλλ' ἐκ φόβου καὶ τρόμου, ἐξ ἐπιπόνου καρδίας καὶ ἀγάπης, ἀδελφοὶ καὶ πατέρες, εἴπερ ἀγαπῶντος δεῖγμα τὸ ἐπιμελῶς παιδεύειν. ἔλεγξον, φησίν, ἐπιτίμησον εὐκαίρως, ἀκαίρως· ἐπεὶ καί, παρακάλεσον, νουθέτησον, ὅσα ἄλλα ὁ τοῦ θεοῦ νόμος ἔχει καὶ διακελεύεται. Τί δὴ οὖν βούλεταί μοι ὁ λόγος ὑποδηλῶσαι; περὶ ἀταξίας· ὅτι, προσκαλούμενοι ὑπὸ εὐσεβῶν εἰς ψαλμῳδίας, οὐ κατὰ τὸ πρεπῶδες συναθροίζεσθε καὶ παννυχίζετε, ἀλλ' ἐν λογομαχίαις καὶ πρωτοκλισίαις." 4προύλαβες σύ" 5, φησίν," 4κἀμὲ οὐκ ἀνέμεινας· τὸ ἴδιον δεῖπνον ἔφαγες κἀμὲ οὐ συνεκάλεσας· ἐγὼ κανοναρχήσαιμι, ἀλλ' οὐ σύ" 5, φησίν. καὶ ταῦτα ἐν ἐκκλησίᾳ, καὶ ταῦτα ἀκουόντων τῶν κεκληκότων, ἐφ' οἷς ὀργὴ μὲν θεοῦ ἀοράτως, λύπη δὲ καὶ βλάβη ὁμολογουμένη τῶν κεκληκότων· μὴ γὰρ χώραν οὐκ ἔχετε, εἰ καί τι γίνοιτο θλιπτικόν, εἰς τὸ ἰδίᾳ ἐγκαλεῖν ἀλλήλοις καὶ τὰ συμπίπτοντα καταλλάσειν δι' ἀπολογίας καὶ τῆς δεούσης ταπεινώσεως; ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ μάχεται, ὀργίζεται, ὑβρίζει, ἀσχημονεῖ ἐπὶ προσώπου πάντων. Ὢ τῆς ἀταξίας· ὢ τῆς ἀμονάχου θεωρίας· ὢ τῆς καταφρονήσεως τῶν θείων νόμων. εἶτα ἡ αἰτία ἐπὶ τὸν καθηγούμενον·" 4τοιούτου" 5, φησί," 4διδασκάλου τηλικοῦτοι καὶ μαθηταί" 5. ἆρ' οὐχὶ μισητόν με πεποιήκατε καὶ τοῖς ἐν ἄστει; ἆρ' οὐχὶ τὸ καλὸν ὄνομα, τὸ ἐπικληθὲν ἐπὶ τῇ ὁσίᾳ ἀδελφότητι ὑμῶν, εἰς τοὐναντίον περιτρέπεται; μάχεσθε καὶ πολεμεῖτε, τρώγετε καὶ πίνετε οὐκ εὐλαβῶς, οὐχ ἡσύχως, ἀλλὰ ἀσέμνως, ἀλλὰ ἀμονάχως. εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησὶν ὁ ἀπόστολος, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ὑμεῖς δὲ οὐχ οὕτως, καὶ καταισχύνετε τὸ ἅγιον σχῆμα, σκανδαλίζετε τοὺς εὐλαβεῖς, μᾶλλον δὲ καὶ ἀνευλαβεῖς. εἴθε ἠκούετο περὶ ἑνὸς ἑκάστου ὑμῶν," 4οἴ, ποῖον εὐλαβὲς πρόσωπον φέρει ὁ δεῖνα, οὐά, ἡλίκον τὸ σιωπηλὸν τοῦ ὁ δεῖνα, εὖγε τὸ ἀπαρρησίαστον ἐκείνου, τοῦδε τὸ τακτικόν, ἄλλου τὸ σεμνόψαλτον, ἑτέρου τὸ εὐαπάντητον" 5. ταῦτα καὶ τοὺς ἔχοντας καλλύνει καὶ τοὺς θεωροῦντας ὀνίνησιν, τόν τε θεὸν εὐφραίνει κἀμὲ τὸν ἁμαρτωλὸν σεμνύνει. νῦν δὲ κατὰ τὰς ἁμαρτίας μου ἀντίστροφα· καὶ οὐ πάντων καθάπτομαι, ἐπεὶ πολλοὶ χάριτι θεοῦ οἵους ζητεῖ ὁ λόγος, ἀλλ' ἐκείνων τῶν ἐνισχημένων τῇ ἀπροσεξίᾳ. Παρακαλῶ οὖν ὑμᾶς, μᾶλλον δὲ ἐντέλλομαι, ἀλλάξατε τὰ πονηρὰ ἔθη καὶ ἤθη, τοὺς τρόπους καὶ τοὺς λόγους, τὰ σχήματα καὶ τὰ στάματα· ἐπεὶ τίς χρεία ἀντὶ ἀγαθοῦ πονηρίαν ὑποδεικνύειν τοῖς κλήτορσι, θεόν τε λυπεῖν κἀμὲ τὸν ἐλεεινὸν καταισχύνειν; ἀκουσθήσομαι, ἀδελφοί μου, ἐπεὶ βοήσω πρὸς Κύριον ὁ ἀνάξιος, ἔπειτα καὶ διαστελοῦμαι ἀπὸ τοῦ ἀπειθοῦντος; ἁπλῶς δὲ λέγω τυχὸν καὶ ἀδιαφόρως φέρομαι, μὴ διαστέλλων τὸν ὅσιον ἀπὸ τοῦ ἀνοσίου. ὑμεῖς θεὸν οὐ φοβεῖσθε; οὐχὶ καὶ περὶ ἀργοῦ ῥήματος δώσομεν λόγον; ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἀδελφοί· ὃν φοβηθῶμεν, ᾧ ἀπὸ τοῦ δεῦρο δουλεύσωμεν ὁσίως, ἵνα, κακίας ἁπάσης μέχρι καὶ ἀργολογίας ἀπεχόμενοι, ἀρετῆς δὲ ἐχόμενοι, κληρονόμοι γενοίμεθα ζωῆς αἰωνίου, φυγόντες τὰ ἠπειλημένα κολαστήρια τοῖς καταφρονηταῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 474 Τοῖς μοναχοῖς τοῦ Φωτεινουδίου Χαρᾶς μὲν ἡ προγραφὴ ὑμῖν, ἀδελφοί, λύπης δὲ ὅτι μάλιστα ἡ ἐπὶ τὸ γράφειν ὑπόθεσις, ὅτι ἀπολέλοιπεν ὑμᾶς ὁ ποιμὴν ὁ καλός, ὁ ἐν Κυρίῳ πατήρ, ὁ ὁδηγὸς καὶ φωστήρ, ὁ πολλοῖς ἔτεσι καὶ πολλὰ πρόβατα ποιμάνας καὶ τὴν λείαν ἐάσας πλήρη θρεμμάτων, εἴπερ ἐν διακοσίοις παρὰ εἴκοσιν ἠριθμημένην, ὁ αἰδέσιμος ἀνὴρ καὶ χάριτος θείας μέτοχος, ὁ λευκὸς ἄγαν τὴν τρίχα καὶ ἔτι λελευκασμένος τὴν καρδίαν, ὁ πλούσιος τὴν ἀγάπην καὶ πλουσιώτερος τὴν ἐλεημοσύνην, ὁ πλείοσιν ἀρεταῖς ὡς ἀληθῶς κατακεκοσμημένος, ἵνα μὴ ἓν καθ' ἓν ἀπαριθμούμενος μακρὸν εὑρεθῶ ἀποτείνων λόγον. ὤ, ὤ, πῶς οὐ ταῦτα θλιπτικά, πῶς δὲ οὐκ ὀδυρτικά, πῶς δὲ οὐκ ἐπ' ἐρημίας ἡ θεωρία τῆς ποίμνης ὅσον κατὰ τὰ φθάσαντα; Ἀλλὰ τί ἆρα; ἐπιμείνωμεν τῷ πένθει; κατηφιάσωμεν δυσθυμότερον; ἐναφεθῶμεν τῷ πάθει; οὐ μὲν οὖν, ὦ ἀδελφοί· ἀλλ', εἰδότες ὅτι δόγμα θεοῦ πᾶσιν ἀνθρώποις εἰς γένεσιν ἐλθοῦσιν αὖθις ἀναλύειν καὶ τὴν κρείττονα καὶ ἀπήμονα μεταλαμβάνειν ζωήν, ἧς ἀπαρχὴ Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ τῆς ζωῆς ἀρχηγός, παρακληθῶμεν παρακλήσει θεοῦ, εἰς ἑαυτοὺς γενώμεθα, εἴπωμεν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο τὸν καλὸν διδάσκαλον, τὸν ἱερὸν καθηγεμόνα· τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ἵνα τοῦ ἡμετέρου πατρὸς ξενοπαθεῖν ἔχωμεν; εὐχαριστέον ὅτι τοιούτου ἠξιώμεθα καὶ ὅτι ἕως γήρους καὶ πρεσβείου ἡ χρονικὴ παράτασις καὶ ὅτι γε ἐγκατέλιπεν οὐκ ἀπροστατεύτους οὐδὲ ἐρήμους, ἀλλὰ καὶ εὐλόγησεν ἐξόδια καὶ ἐπηύξατο ἁρμόδια καὶ ἕνα τῶν σὺν ὑμῖν κατέστησεν ἐφ' ὑμᾶς προστατεύοντα· ὃν παραινοῦμεν ζώσασθαι ὡς τέλειον ἄνδρα τὴν ὀσφῦν καὶ χριστομιμήτῳ ταπεινώσει τῆς ἐμπιστευθείσης αὐτῷ διακονίας ἔχεσθαι, κανόνι καὶ ἴχνει τοῦ μακαρίου ἐκείνου πορευόμενον τῷ κατ' ἐντολὴν θεοῦ λόγῳ. Παρακαλοῦμεν δὲ ὡσαύτως καὶ ὑμᾶς, τὴν καλὴν ἀδελφότητα, ὁμογνώμῳ πίστει τε καὶ ἀγάπῃ τῷ νεοκτίστῳ καθηγεμόνι ὑπείκειν ἐν Κυρίῳ καὶ δεῖξαι ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστι καὶ ὁ ὅσιος πατήρ, προθυμούμενος καὶ συνδέων πάντας εἰς ὁμόνοιάν τε καὶ σύμπνοιαν. ναί, ἀδελφοὶ ἐπιπόθητοι, οὕτως ἔσεσθε, οὕτω παγιώθητε, κἂν πᾶσα ἀρχὴ οὐκ εὐθὺς εὐμάρειαν ἔχοι, χρόνῳ δὲ προϊοῦσα εἰς ἕξιν ἐπιστημονικὴν καθίσταται· μηδὲ ὁμοιωθῆτε τοῖς ἐκ φιλαρχίας ἀστάτοις καὶ ἀνεπιστήμοσιν. ἐπειδὴ δὲ ἐπὶ ξυροῦ τὸ τοῦ διωγμοῦ πρᾶγμα, μὴ προδῶτε, ὑμῶν δέομαι, τὴν πίστιν μηδὲ τὴν εὐσέβειαν, ἀλλ', εἰ ἥξει μηδαμῶς τοῖς αἱρετικοῖς καθ' οἱονδήποτε τρόπον συνυπαχθῆναι, φέροιτε γενναίως, πάντα δεύτερα ἡγούμενοι, μὴ μόνον μοναστήρια καὶ τὰ ἐν μοναστηρίοις ἅπαντα, κἂν εἶεν ὑπερλίαν ἄπορα, ἀλλὰ γὰρ καὶ τὰ ἑαυτῶν σώματα, τὴν καλὴν φυγαδείαν ἑλόμενοι καὶ τὸν τοῦ διωγμοῦ μακαρισμὸν στεφανούμενοι, τὸν ὑπερένδοξον καὶ ὑπερθαύμαστον, καθὰ καὶ ἐντέταλται ὑμῖν ὁ μακάριος. εἰ δὲ ὅτι ἑάλω ἐκεῖνος (ναί, καὶ φεῦ τῆς ἥττης), πλὴν ὅτι ἀνακέκληται, πλὴν ὅτι ἐπιτετίμηται καὶ μετὰ τῶν εὐσεβῶν συνῆπται καὶ εἷς ἐστι τῶν ἀδελφῶν καὶ πατέρων ἡμῶν, καθότι καὶ εἰσδέδεκται πρὸς τοῦ ἱεροτελεστοῦ ἡμῶν μακαριωτάτου πατριάρχου. Ταῦτα οὖν εἰδότες, ἀδελφοί, εὐψυχήσατε, εὐτακτήσατε, εὖ πράξοιτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὃς κἀκεῖνον ἀναπαύσειε μετὰ δικαίων καὶ ὑμᾶς καταρτίσειεν ἐν πᾶσιν ἀγαθοῖς, ἠγαπημένοι ἡμῶν ἀδελφοί. 475 Πέτρῳ Νικαίασ Νῦν εὐοδούμεθα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ, ὁπηνίκα ἀνθυπεστρέψαμεν τῆς φυγαδείας· ἐπείπερ ἡ τῶν Ἀράβων ἔφοδος σὺν πολλοῖς ἄλλοις καὶ ἡμᾶς τοὺς ταπεινούς, μεθεῖσα τῆς ξενίας, ἀπήγαγε πρὸ τοῦ ἄστεος ἐν τῇ Πριγκίπῳ νήσῳ. ἐν ᾗ ὅσον ἐταλαιπωρήσαμεν ἀπό τε τοῦ συνέχοντος ἡμᾶς φυγαδευτικοῦ λαοῦ, τοῦ τε καύσωνος καὶ τῶν δυσπότων ὑδάτων, τί δεῖ καὶ λέγειν; εἶτα, ἐπειδὴ προύβημεν ἐγγυτέρω κατὰ τὴν Χαλκηδόνα, ἐκεῖ τοῖν δυοῖν θάτερος κατεπέσαμεν ἐν ἀσθενείᾳ δυσοίστῳ, νεφριτικοῖς πόνοις παιδευούσῃ ἡμῶν τὴν ἐλεεινὴν σάρκα μέχρις ἑβδοματιαίου χρόνου καί, ἁπλῶς εἰπεῖν, ἀργαλεωτέρα ἡμῶν ἡ ὁδὸς ἐγεγόνει. ὅμως τρία ταῦτα γέγονεν ἡμῖν ἐπιτεύγματα θεοῦ χάριτι, τόν τε μακαριώτατον ἡμῶν ἀρχιερέα προσκυνῆσαι, κομισαμένους τὰς ἱερὰς προσευχὰς αὐτοῦ, ἔπειτα τούσδε καὶ τούσδε τῶν ἱερῶν πατέρων καὶ ἀδελφῶν καὶ τρίτον τὸ διαλῦσαι ἐλέει θεοῦ τὰς ἐνστάσεις καὶ ἀντιπαραστάσεις, ἃς καθ' ἡμῶν οὐκ οἶδ' ὅθεν ἀνῆψαν οἱ τῆς εἰρήνης δημιουργοί· σχισματικοὺς ἡμᾶς προανεζωγράφησαν τῆς τοῦ θεσπεσίου ἡμῶν ἀρχιερέως συναφείας, ἰδιονόμους ἀπεφήναντο ἐν ταῖς ἐπιτιμίαις τῶν ἑαλωκότων τῇ αἱρετικῇ κοινωνίᾳ, ἄλλα, ἅττα ἐργωδέστερον τῷ γράμματι ἐπικυκλεῖν. Πλήν, ὡς προείρηται, εὐχαῖς σου πρὸς ἓν ἕκαστον ἀπαντήσαντες εὐθυβόλως, καὶ τοῦ ἱεροῦ ἡμῶν πατριάρχου κοινωνικοὶ εἶναι ἀποδεδείχαμεν, ὃς καὶ μετὰ ὑπερβαλλούσης συγκαταβάσεως καὶ ἐδέξατο καὶ ἐφιλοφρονήσατο καὶ ἀπέστειλεν ἡμᾶς, μή τινος λόγου τῶν σκαιωρηθέντων ἐπιμνηματισθέντος, οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου Ταρασίου καὶ ἐν ἁγίοις μνημονευομένου· ἔφασαν γὰρ οἱ δῆθεν φιλοπάτορες καὶ τούτου ἡμᾶς διεσχίσθαι καὶ τήν γε ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίαν σύνοδον τοπικὴν ἀποκαλεῖν. ἡμεῖς δὲ συνεστησάμεθα ἑαυτοὺς καὶ αὐτὸν ἐν πατράσιν ἁγίοις ἔχειν καὶ τήν γε σύνοδον οἰκουμενικὴν ὁμολογεῖν ἐγγράφως τε καὶ ἀγράφως, εἰς καί που καί ποτε καί πως καί τισιν ἀπεκρίθημεν ἑτέρως. ἃ οὐ δεῖ, ὥσπερ καὶ τὰ τηνικαῦτα ἑτέρως πεπραγμένα, νῦν ἀναζητεῖν καὶ ἀναξαίνειν· ἔστι γὰρ ταραχῆς αἴτιον καὶ οὐδὲν ὄνησιν φέρον ἢ μᾶλλον λογομαχίαν καὶ προσκοπὴν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὕτως καὶ οὕτως, οἵδε καὶ οἵδε ἔδρασαν, ἔγραψαν, ἕκαστοι τὸ ἀληθὲς ἔχειν οἰόμενοι. μακροῖς ἔτεσιν, ὡς οἶσθα, τριπόθητε, τὸ θρυλλούμενον κατεπράχθη, ἀνατολῇ καὶ δύσει γνώριμον γενάμενον· τὰ πεπραγμένα καὶ γεγραμμένα οὐθέτερον μέρος ἀνατρέπειν οἷόν τέ ἐστιν. νῦν καιρὸς ὁμονοίας, νῦν καιρὸς συναθλήσεως· τὰ ἐγκαταλείμματα τοῦ γεγραφότος, εἰ μὲν εὖ ἕξειν δοκεῖ τοῖς μετέπειτα, ἐπαίνου ἔνδικα, εἰ δὲ μή, τοὐναντίον. πιστὸς ὁ λόγος, καὶ περὶ τούτου λέγειν ἄλλο οὐ βουλόμεθα οὔτε νῦν οὔτε πρὸς τὸ ἑξῆς· καὶ δηλώσει, φησίν, ἡ τῆς ἀποκαλύψεως ἡμέρα καὶ τὸ τελευταῖον πῦρ, ᾧ κρίνεται καὶ καθαίρεται τὰ ἡμέτερα. Ταῦτα, ὁμοῦ μὲν ὡς πατρὶ συμψύχῳ καὶ εἰρηνάρχῳ, ὁμοῦ δὲ καὶ ὡς τὸ ἐξειπεῖν τὰ λυπηρὰ ῥᾳστώνην οἶδεν φέρειν τοῖς ὀδυνωμένοις, ἀναγκαίως γέγραπται. εἰ δὲ παρακληθεὶς ὀφθῇς ἡμῖν τοῖς ταπεινοῖς, κόπον ἀγάπης ἀναλαμβανόμενος, πάντως ἡδείους ἡμᾶς ποιήσειας περὶ πάντα. οἱ σὺν ἡμῖν προσαγορεύουσι πλεῖστα τὴν ἁγιωσύνην σου. τοὺς σὺν σοὶ καὶ ἡμεῖς πλεῖστα προσφθεγγόμεθα, παναγιώτατε. 476 Νικήτᾳ σπαθαρίῳ Ἐδηλώθη μοι ὑπὸ τοῦ καλοῦ σου ἀδελφοῦ ὅτι τις τῶν ἡμετέρων ἱεραρχῶν ἐνδιέβαλέν με ἐπὶ τοῦ τιμίου προσώπου τῆς ἀγάπης σου ὡς θεοποιούμενον τὴν Χριστοῦ εἰκόνα καὶ τοῦτο κεῖσθαι ἐν τῇ πρὸς τὸν ἀδελφὸν Ἀθανάσιον ἐπιστολῇ μου. ἐφ' ᾗ διαβολῇ ἐστέναξα ὁ ταπεινός, ἐννοούμενος πῶς οἱ κατηγγελμένοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον ἐν ἡμέρᾳ κρίσεως ἐπὶ τῶν οὕτω μεγίστων (τί γὰρ μεῖζον πίστεως;) ἁπλῶς καὶ ἀφυλάκτως φθέγγονται, κατηγορίας βέλει τιτρώσκοντες τοὺς ἀνευθύνους καὶ οὐχὶ μᾶλλον, εἴπερ καί τι ἦν ἐσφαλμένον, ἀγαπητικῶς ὑπομνῆσαι κατὰ τὸ γεγραμμένον· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν. τὸ δὲ οὕτως ἐνδιαβάλλειν οὐ μόνον ἐστὶ τῆς ἐντολῆς ἀναιρετικόν, ἀλλὰ γὰρ καὶ τῷ ὀνόματι τῆς διαβολῆς αὐτὸς ἑαυτὸν ἄξιον ὀνομάζεσθαι ἀποφαίνει· οὗ τί χεῖρον εἶεν ἐν ἀνθρώποις; Ἀλλ' ἐπὶ τὴν ἔγκλησιν ὁ λόγος." 4θεοποιεῖται" 5, φησί," 4τὴν Χριστοῦ εἰκόνα" 5. οὔ τί που τοῦτο, ὦ τριπόθητε, ἐν τῇ ἐπιστολῇ μου, ἀλλ' ὅτι τῇ εἰκόνι Χριστοῦ οὐ λατρευτέον (εἰδωλολατρείας γὰρ φρόνημα τοῦτο· μόνῃ γὰρ τῇ Ἁγίᾳ Τριάδι τοῦτο ἀναθετέον) καὶ ὅτι ὁ ἐν τῇ οἰκείᾳ εἰκόνι προσκυνούμενος Χριστὸς λατρεύεται σὺν πατρὶ καὶ πνεύματι, τὴν δὲ Χριστοῦ εἰκόνα προσκυνητέον σχετικῇ προσκυνήσει καὶ ὅτι ταύτην προσκυνοῦντες τὸν Χριστὸν προσκυνοῦμεν, οὐ διαιρούμενον κατὰ τὴν ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον, ὅπερ καὶ ἄληθες· τὸ γὰρ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται καὶ ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, ὥς φησιν ὁ πάνσοφος Διονύσιος. Πῶς οὖν, οὕτως ἐχούσης τῆς ἐπιστολῆς, ἐνδιαβάλλοι ὁ δι' ἐναντίας καὶ ἀποδείκνυσιν ἑαυτὸν ἀντίθετον τοῖς ἁγίοις; ἀλλὰ τί βούλοιτο; προσκυνοῦντας ἡμᾶς τὴν Χριστοῦ εἰκόνα ὁμολογεῖν προσκυνεῖν ἄλλην ὑπόστασιν; φεῦ τῆς ἀτοπίας· τούτῳ γὰρ μερίζειν ἐστὶ τὰ ἀμέριστα. ἀλλ' οὐκ ἐνδέχεται· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται, ὡς αὖθίς φησιν ὁ Μέγας Βασίλειος. διὸ καὶ προσκυνουμένης τῆς εἰκόνος ὁ Χριστὸς προσκυνεῖται, οὗ ἐστι καὶ ὁμοιότης, καὶ οὐχὶ ἡ ὑποδεξαμένη ὕλη τὴν ὁμοιότητα, ὡς καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ διαδείκνυται· ὁ γὰρ τὴν ὕλην δοκῶν προσκυνεῖν νήπιος, ἄλογος. οὔτε οὖν ἡ ὕλη, ἐφ' ᾗ ἡ εἰκών, προσκυνεῖται ἐπ' ἀμφοτέροις οὔτε παρὰ τὴν τοῦ εἰκονιζομένου ἄλλη ὑπόστασις· ἐφίσης γὰρ ἡ παρατροπὴ τὸ ἀσεβὲς ἔχει. τοιγαροῦν διὰ τοῦτο καὶ ὁ τύπος τοῦ σταυροῦ σταυρὸς εἴρηται καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς εἴρηται, οὐ κυρίως, ἀλλὰ κατὰ κατάχρησιν. ἐὰν οὖν τοῦτο ἡμᾶς πείσῃ μὴ τὸν τύπον τοῦ σταυροῦ σταυρὸν ὀνομάζειν, πείσειεν ἡμᾶς μήτε τὴν εἰκόνα Χριστοῦ Χριστὸν ὀνομάζειν· καί, ἐὰν ἐν τῷ πρώτῳ τὸ μὴ προσκυνεῖν τὸν σταυρὸν προσκυνοῦντας τὸν τύπον, μηδὲ ἐν τῷ δευτέρῳ προσκυνεῖν Χριστὸν προσκυνοῦντας τὴν Χριστοῦ εἰκόνα. ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, ὅτι σταυρὸς καὶ λέλεκται καὶ προσκυνεῖται ὁ οἰκεῖος αὐτοῦ τύπος, οὐκοῦν καὶ τὸ δεύτερον ἄληθες, ὅτι Χριστὸς καὶ λέλεκται καὶ προσκυνεῖται ἡ οἰκεία αὐτοῦ εἰκών, καὶ μάτην εἰκαιολογεῖ ὁ παρὰ ταῦτα καινότερόν τι φρονῶν ἢ λέγων. Ταῦτα γέγραφα, ὁμοῦ μὲν ἑαυτὸν ἔξω αἰτίας τιθείς, ὁμοῦ δὲ καὶ τῆς σῆς φειδόμενος ἀγαπητικῆς ὑπεροχῆς εἰς τὸ ἀντιποιεῖσθαι ὀρθοδόξου πίστεως καὶ μὴ παρασύρεσθαι λόγοις ἑτεροδιδασκαλίας. 477 Θεοδώρῳ μονάζοντι Ἐδεξάμην σου τὴν ἐπιστολὴν τῆς τιμιότητος ἐπιγράφουσαν ἐγκύκλιος ἐπιστολή, ἤτοι θεραπευτική, καὶ εὐθὺς ἀπὸ βαλβῖδος ἐξέστην, ἀδελφέ· ἐπελθὼν δὲ τοῖς ἐφεξῆς μικροῦ καὶ τοὺς λογισμοὺς ἀπώλεσα, μὴ ἔχων ὅ τι διαλογίσομαι ἢ τί ἀπολογήσομαι τῷ ἠγαπημένῳ. καί μοι μακροθύμως οἴσειας, εἰ καὶ τραχύτερα τὰ λεχθησόμενα, οὐκ ἔχοντί πως ἄλλως τὰ ἐνσκήψαντα τῇ ταπεινῇ μου καρδίᾳ κατὰ τὸ εἰκὸς ἐκφερομυθῆσαι καὶ ἀναγκαῖον εἰπεῖν. Ἆρα μή τις, ἀγαπητέ, τὸ σὸν πρόσωπον ὑποδὺς εἰς τοσοῦτον ἐξετραχηλιάσθη ὄγκον φρονήματος, ὥστε ἐννοῆσαι τὰ ὑπερνεφῆ καὶ δρᾶσαι τὰ καταράσσοντα; ἆρα μὴ αὐτοὶ ἡμεῖς, ἔξω ποτὲ φρενῶν γενόμενοι, παιδιάν τινα προειλάμεθα συγγράφεσθαι ἐν οὐ παικτοῖς, ἀλλὰ καὶ λίαν χαλεποῖς τολμήμασιν; τί λέγεις, ὦ τᾶν; ἔξεστιν ἡμῖν, τοῖς μή τινα κλῆρον ἱερωσύνης ἔχουσιν ἢ μόνον ἐν μοναχοῖς τελοῦσιν, δίχα κινδυνευούσης ἀληθείας ἁρπαγμῷ ἱερατικοῦ ἀξιώματος ἐγκύκλιον ἐπιστολὴν ἐντάττειν καὶ ταύτῃ κατεξανίστασθαι ἱεραρχῶν τε καὶ ἱερωμένων, μοναστῶν τε καὶ καθηγουμένων, οὐ μὴν ἀλλὰ καὶ νόμους ἰδικοὺς ἀποίσειν ἐξ ἰδιοκρίτου καρδίας, πρὸς δὲ καὶ ὕβρεσι καὶ ὀνείδεσι, κατακρίσεσί τε καὶ ἀλλοτριώσεσιν ὑποβάλλειν τὸ ὅλον πλήρωμα τῆς ὁμολογητικῆς ἀδελφότητος; Οὗτοι γάρ, ὡς φῆς, κἂν οὐχὶ πάντες οἱ τῆς ἀληθείας ὑπασπισταί, τὸ τῆς μετανοίας ὑποκρινόμενοι, ὃν τρόπον οἱ τῆς ἐναντίας μοίρας τὸ τῆς εὐσεβείας ὄνομα ψευδῶς ὑποδυσάμενοι, ἐξ ἴσου παγχάλεπα τὴν ἀλήθειαν καὶ τὴν μετάνοιαν διέθηκαν, δεινοῖς κατακοντίζοντες λόγοις καὶ συρφετὸν ἀθλίων εἰσκομίζοντες λογισμῶν, διχοστασίας ἐγείροντες, τὴν ἀμώμητον πίστιν ἀδικοῦντες, τὸν ἁπάντων ἡνίοχον καὶ ἐπιστάτην καὶ δημιουργὸν ἀτιμάζοντες, ἀλλήλοις ἐρίζοντες, λημμάτων ἡττώμενοι, πόρους ἐπινοοῦντες, τοῖς ὁμόφροσι τῶν ἀσεβησάντων χάριν προσκρούοντες, τῶν ὁμολογησάντων καὶ τῆς ἀληθείας προκεκινδυνευκότων τοὺς τὰ μέγιστα ταύτην ἀδικήσαντας καὶ διώξαντας προτιμῶντες καὶ προτιθέμενοι, οἷς τε δρῶσι τῇ ἀληθείᾳ χαλεπαίνοντες καὶ τὸ ὑπὲρ Χριστοῦ παθεῖν οὐδὲν ἡγούμενοι, κακῶς εἰδότες καὶ ὑπὲρ ὧν κεκινδυνεύκασιν ὠμῶς καὶ ἀκαθηκόντως ἀμνημονήσαντες. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξα ἐπὶ πλεῖον ἐγὼ ὁ τάλας· καί, εἰ μὴ τῶν σῶν φωνῶν ἐπαΐειν, οὐκ ἂν ἐπίστευσα τῷ προδεδηλωκότι ἐπιστολὴν συντετάχθαι ὑπὸ τῆς τιμιότητός σου κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας· κατ' αὐτῆς γάρ ἐστι τὸ τοὺς κλεινοὺς καὶ ὁμολογητὰς ἄνδρας, οἳ περιῆλθον ἐν ποικίλοις πειρασμοῖς ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, διωκόμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἄξιος ὁ κόσμος, ἀποστολικῶς εἰπεῖν, καταγορεύειν τὰ τοιαῦτα βατταρίσματα· καὶ οὔπω ἐκπέφασται τὰ αἰτιολογικώτερα καὶ ἀπανθρωπότερα. τολμᾷ τις, ἐρωτῶ, ἐν στρατιώταις κατειλεγμένος, βασιλικῷ συγγράμματι ἐξαυθεντήσας τοῦτο κἀκεῖνο διαγορεύειν καὶ τοὺς ἐν ὑπεροχαῖς καθυβρίζειν ὡς ἀτάκτως καὶ εἰκῇ φερομένους; εἰ δὲ τοῦτο φωραθείη πεποιηκώς, ἀνάρπαστος εὐθὺς καὶ ἀγώγιμος ὡς ἐπιθανάτιος· τί καὶ οὐ πείσεται ὁ ἁπλῶς μοναστὴς ὑπὸ τοῦ τῆς ἐκκλησίας κριτηρίου παραπλήσιον ἐκείνῳ τετολμηκώς; μὴ γὰρ οὐκ ἔχομεν ἀρχιερέα, τὸν δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν κατὰ τὸ γεγραμμένον, μετριοπαθεῖν τε δυνάμενον τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; οὗ ἡ ἐγκύκλιος ἐπιστολὴ κατὰ τὴν δεδομένην αὐτῷ ἐξουσίαν τοῦ πνεύματος. ὅς, εἰ ᾔδει ἐν τοῖς γιγνομένοις ἔκθεσμόν τι καὶ οὐ λυσιτελοῦν, πάντως δὴ ἐφθέγξατο τὰ εἰκότα. ἀλλ' ἐπειδὴ ὁρᾷ τὴν ἐπικρατοῦσαν αἵρεσιν καὶ στενὰ ἑκατέρωθεν παριστάμενα, εἴασεν ἅπαντας τοὺς προθυμουμένους ἰᾶσθαι τὰ συμπεσόντα νοσήματα ὡς ἕκαστος ἔχει δυνάμεως, εὖ ποιῶν ὁ θεσπεσιώτατος, ὡς μήτε νομοθεσίαν εἶναι τὸ τελούμενον μήτε μὴν ἀθεράπευτον ψυχήν, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν, καταλιμπάνεσθαι, καὶ τοῦτο δηλαδὴ μέχρις ὀρθοδόξου συνόδου, ὁπηνίκα καὶ τὰ καλῶς ὑπηργμένα ἐγκριθήσεται καὶ τὰ ἄλλως ἔχοντα ἀποδοκιμασθήσεται. καὶ τὸ πρᾶγμα θεῷ προσφιλὲς ὅτι μάλιστα, ὃς ἐρᾷ πάντας σῴζεσθαι, μὴ ὅτι γε τοὺς τῷ τῆς μετανοίας φαρμάκῳ προστρέχοντας, ὃς καὶ συνεπικουρεῖ τῷ φιλαδέλφῳ, χεῖρα ὀρέγοντι, καὶ συνανίστησι τῷ ἐξεγείροντι τὸν κάμνοντα· αὐτοῦ γὰρ φωνή ἐστιν· παρακαλεῖτε, παρακαλεῖτε, ἱερεῖς, τὸν λαόν μου, λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. τί δ' ἂν εἴη ἄλλο ἡ παράκλησις ἢ ἡ τῶν καθεστώτων συντήρησις καὶ τῶν ἐκτραπέντων διὰ μετανοίας ἐπανόρθωσις; εἶτα πρὸς τοὺς ἡμαρτηκότας· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα. καὶ αὖθις· ἔτι σου τὰ ῥήματα τῆς προσευχῆς λαλοῦντος, ἐρεῖ" 4ἰδοὺ πάρειμι" 5. καὶ βοηθός ἐστι τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ πονηρᾶς καὶ τὸ πεπλανημένον πρόβατον ἐπὶ τῶν ὤμων αἴρει καὶ ἄχρις οὗ τὸ σήμερον καλεῖται τὰ τῆς μετανοίας φάρμακα προτίθησι· καὶ τὸν λῃστὴν μιᾷ καιροῦ ῥοπῇ τοῦ παραδείσου ἠξίωσεν καὶ τὸν μέγαν Πέτρον ἀρνησάμενον τῷ πικρῷ κλαυθμῷ προσήκατο καὶ τῷ Δαυὶδ ὡς μηδ' ὁτιοῦν ἁμαρτήσαντι πάλιν τὸ τῆς προφητείας χάρισμα ἐνίησι. καὶ τί δεῖ τὰ πολλὰ παραδείγματα ὑποφαίνειν καὶ μηκύνειν τὸν λόγον; καὶ χρηστός ἐστιν ἐν τοῖς πρὸς τοὺς ὁμοδούλους χρηστευομένοις καὶ ἀπότομος ἐν τοῖς ἀσυμπαθέσιν. οὗ εἵνεκα αἱ ἰατρεῖαι, αἱ ἐπιτιμίαι κατὰ τὸν παρόντα χρόνον τελούμεναι, οὐχ ὡς ἡ τιμιότης σου κεκωμῴδηκεν (ἄπαγε τῆς βλασφημίας) οὐδὲ σκανδάλων παραίτια τὰ γιγνόμενα, ἀλλ' ἀληθινῆς ἀγάπης τεκμήρια· φησὶ γὰρ ὁ Κύριος, τοιαύτην ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Τιθέασιν οὖν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἰατρευομένων οἱ ἀκέστορες κατὰ τὸν ἀληθῆ λόγον, οὐκ ἐμπορευόμενοι τὴν θεόκριτον οἰκονομίαν ὡς χριστέμποροι· καὶ ὁ λαὸς τοῦ θεοῦ ὁσημέραι ἀνακαθαίρεται καὶ ὁ οἶκος Σαοὺλ ἀσθενῶν ἠλάττωται, ὁ δὲ οἶκος Δαυὶδ μεγαλυνόμενος ἐπηύξηται, ἐκ τούτου εἰς τοῦτο μεταταττομένου τοῦ ἀνασφήλαντος. ἀλλὰ τί βούλοιο, ὦ θαυμάσιε, ἐν τοσούτοις χρόνοις ἐπικρατούσης τῆς αἱρέσεως καὶ ὀλλυμένου τοῦ θείου πλάσματος μὴ ὀπτανθῆναι ἰατρόν τί που; μὴ εἶναι θεραπευτικὰς μεθόδους; μὴ χειραγωγηθῆναι τυφλώττοντα; μὴ ὑγιασθῆναι νοσηλευόμενον; μὴ μοτωθῆναι τραυματιζόμενον; μὴ ὀρθοποδῆσαι χωλεύοντα; μὴ καταδεσμευθῆναι συντριβόμενον; μὴ ἐπιστραφῆναι πλανώμενον; μὴ κατὰ πᾶν ὁτιοῦν νόσημα καθόσον οἷόν τε ἐπαγωνίσασθαι τὸν προαιρούμενον; καίτοι γε ὁρῶμεν ἐν τοῖς τῶν σωμάτων ἰατροῖς πολλὴν τὴν ἐπιμέλειαν καὶ πολλὰ τὰ ἰατήρια· καὶ ὃς μὲν τόνδε, ὃς δὲ τόνδε ἐγκεχείρισται θεραπεύειν καὶ οὐδὲ ὁ ἐν στάσει ὑπηρέτου κατατεταγμένος κεκώλυται χειραπτεῖν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰατρικὴν ἐπιστήμην ἢ προύχουσαν ἢ ὑφειμένην. καὶ καθ' ἑκάστην οἱ συμπίπτοντες καὶ πλήρεις αἱ τούτους ὑποδεχόμεναι ἑστίαι, καὶ οὐδεὶς κατεγκαλεῖ τὴν ἐπιμέλειαν οὐδὲ καταιτιᾶται τὸν περὶ τὴν ἰατρείαν σπουδαιολογούμενον, ἀλλὰ καὶ πρώταρχοι καὶ ἀρχιητροὶ καὶ μέσοι καὶ τελευταῖοι τὴν φιλάνθρωπον δρῶντες οἰκονομίαν. εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ δήπουθεν ἐν τοῖς κατὰ ψυχὴν κατὰ τὸ ἀνάλογον πάντα καὶ ὁρᾶται καὶ ὀφείλει γίγνεσθαι καὶ ὁ κωλύσων λυμεών τις καὶ κοινὸς ἐχθρὸς τοῦ γένους ὡς τῷ ἀπ' ἀρχῆς ἀνθρωποκτόνῳ συνεργῶν λογισθήσεται." 4οὔ" 5, φησί," 4τοιοῦτον τὸ ἡμέτερον, ἀλλ' ἐκεῖνο πυνθάνομαι ὅτι, εἰ ὁ Κύριος τὴν μετάνοιαν, παρατροπὴν οὖσαν τῆς τοῦ δικαίου ἀκριβείας, διὰ τὸ ἀγαθὸν οὐ τεθάρρηκε δωρεῖσθαι πρὶν πᾶσαν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι' ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν, τίς τολμηρὸς καὶ ὑπερήφανος, ὃς ἐπιτρέψει ἑαυτῷ μετάνοιαν καθαρίζειν τῶ ἀρνησαμένων τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τὰ ὑπὲρ ἡμῶν παθήματα, μὴ πρότερον ἅπασαν ἔκτισιν ἀποδοῦναι τῇ τοῦ δικαίου ἀπαραβάτῳ αὐστηρία;" 5 Φεῦ τοῦ τολμηροῦ καὶ ἀσυνέτου προβλήματος. πότε ὦπται ὁ Χριστὸς τὴν μετάνοιαν εὐαγγελιζόμενος; πότε τῷ παραλυτικῷ εἴρηκεν, θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; πότε τῇ δακρυοβρεχούσῃ πόρνῃ τοὺς θείους πόδας ἡ αὐτὴ συγχώρησις δεδώρηται, ἐπιπλήττουσα Σίμωνα τὸν ἑστιάτορα; πότε τῷ ἐν ἀσθενείᾳ κατακειμένῳ ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσιν εἴρηται, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται, ὡς ἐξ ἁμαρτίας δηλαδὴ τῆς ἀσθενείας ἐπισκηψάσης; ἄλλα, ἅττα οὐκ εὔκαιρον ἀνελιττομένῳ ὑποφαίνειν θεοσημείας ἔργα, πότερον, πρὸ τοῦ πάθους ἢ μετὰ τὸ πάθος; εἰ δὲ πᾶσιν εὔδηλον καὶ ὁμολογούμενον ὅτι πρὸ τοῦ πάθους, ὥσπερ καὶ τοὺς μαθητὰς ἀπεσταλκὼς δίδωσιν ἐξουσίαν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν, ἥτις διὰ τῆς τῶν προσερχομένων μετανοίας καὶ ὑποπτώσεως ἐδεδώρητο, τίς ἡ τολμηρὰ γλῶσσα ἐπιφθεγγομένη μὴ τεθαρρηκέναι Χριστὸν πρὸ τοῦ πρὶν πᾶσαν τὴν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι' ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν κἀντεῦθεν ἐπιτιμᾶν τοῖς τῆς μετανοίας ἀναδεξαμένοις τὴν οἰκονομίαν ὡς τολμηροῖς καὶ ὑπερηφάνοις, μὴ πρότερον ἅπασαν ἀποτίσασι τὴν τοῦ δικαίου αὐστηρίαν; ἢ δῆλον ὅτι Φαρισαϊκῆς διανοίας ἡ ἐπίπληξις καὶ Ναυατιανικῆς μισανθρωπίας ἡ ἀπαγόρευσις; Ὅρα δὴ οὖν λοιπόν, ὦ ἄνερ, οἷον ἀπομετεωρισθεὶς κατεκρημνίσθης, τῶν οἰκείων μέτρων ἐκστὰς καὶ μὴ συντετηρηκὼς ἑαυτῷ τὸ ἐνόν σοι ἀξίωμα. ἢ οὐκ ἀνέγνως ὡς πᾶς ἀλλοτριοεπίσκοπος ἐκκήρυκτος; καὶ οὐκ ἀπέστελλον αὐτούς, φησί, καὶ προεφήτευον· καί, οὐχ ἑαυτῷ τις τὴν τιμὴν λαμβάνει, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ. οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα κατὰ τὸ γεγραμμένον, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· σὺ ἱερεὺς εἶ εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. σὲ δὲ τίς κέκληκεν, ἀδελφέ, τίς δὲ κατέστησεν νομοθέτην ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ, ὅς, μηδὲ ἄρχεσθαι τυχὸν μεμαθηκὼς κἀκ τούτου μηδὲ ἄρχειν τινὸς τεθεωρημένος, ὀφείλεις νομοθετεῖσθαι μᾶλλον ἢ νομοθετεῖν, χειραγωγεῖσθαι μᾶλλον ἢ χειραγωγεῖν, φωτίζεσθαι ἢ φωτίζειν, διδάσκεσθαι ἢ διδάσκειν, κἀκ τῆς τοῦ προτέρου πείρας ἐπὶ τὸ δεύτερον ἀνιέναι, ὥσπερ δὴ θεῖος νόμος καὶ κάλλιστα ἔχων κἀν τοῖς θείοις κἀν τοῖς ἀνθρωπίνοις ἀξιώμασιν. Μὴ γὰρ οἰώμεθα, ὦ φίλε, τὸ ἐκ τῆς μωρανθείσης σοφίας εἰδέναι τι φθέγγεσθαι καὶ ἐπίτριπτον λόγον συνεισβάλλειν, τοῦτο καθίστησι νομοθέτας (ἐπεὶ καὶ Μωαβίταις καὶ Ἀμμανίταις εἰσιτητὸν τὸ θεῖον θυσιαστήριον), ἀλλ' οὓς ὑπακοὴ χριστομίμητος ἐδοκίμασεν καὶ πολυχρόνιος ὑπομονὴ ἐμαρτύρησεν καὶ εὐαγγελικὸς λόγος ἐτελείωσεν· εἰ δὲ καὶ ἐξωτερικὸς πάρεστιν, οὐκ ἄχαρις, εἴ γε ὑπὸ ταπεινοφροσύνης κεκόσμηται καὶ ὑπὸ τοῦ εὐαγγελικοῦ ἡγεμονεύοιτο, ἀλλὰ μὴ τοῖς οἰκείοις ἀξιώμασιν ἐναβρύνεται, οἷς οἱ ἐναβρυνόμενοι, ὡς ἐπὶ καλαμίνῃ ῥάβδῳ ἐπερειδόμενοι, εἰκότως τιτρωσκόμενοι καταράσσονται. ἀλλά, φησί, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ καὶ οὐκ ἀνεκτὰ τὰ ὁρώμενα. καὶ ποῦ ἡμῖν τὸ τῆς προφητείας χάρισμα, ὦ βέλτιστε; καὶ ποῦ τὸ Καρμήλιον ὄρος; καὶ ποῦ αἱ οὐράνιαι κλεῖς; καὶ ποῦ ἡ διατέμνουσα τὸν Ἰορδάνην μηλωτή, ἐν διπλῷ χαρίσματι τῷ Ἐλισ σαίῳ ἐπιφοιτήσασα; ἡμῖν δέ, εἰ καί τι πάρεστι χάρισμα, τίνι καταλειπτέον, μηδὲ φοιτητὴν ἔχουσιν; Ὅθεν σκοπῶμεν ἤδη μήπως τῶν ὑπὲρ δύναμιν ἐφιέμενοι καὶ τῶν μετρίων ἀποτύχοιμεν μηδὲ τὸν κώνωπα διυλίζοντες τὴν κάμηλον καταπίνωμεν ἢ καὶ τὰ κάρφη ἐκ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν ἐξαίρειν δοκιμάζοντες αὐτοὶ τὴν δοκὸν ἐπὶ τῶν ὀφθαλμῶν μὴ δοκοῦντες φέρωμεν, τὸ δὴ λεγόμενον, ἐξ ὧν συναναστρεφόμεθα καὶ συνεσθίομεν ὧδε κἀκεῖσε καταγινωσκόμενοι." 4ὁ δεῖνα" 5, φησί," 4ψευδῶς ἐξηγόρευκε, κρύπτων τὸ αἴσχιστον αὐτοῦ ἁμάρτημα· καὶ ἄλλος, κρύψας τὸ ἀσέβημα, ἕτερα ἀνθ' ἑτέρων ἐξηγεῖται. καὶ πῶς ὁ δῆθεν ἰατρεύων δύναται φάναι θεραπείας τούσδε τετυχηκέναι;" 5 οὐ πιστευτέον, ὦ τᾶν, ἀλλὰ καὶ λίαν κατηγορητέον· οὐδεὶς γὰρ αὐθαιρέτως ἴων πρὸς ἴασιν μὴ οὐχὶ ἀπογυμνοῦν τὸ οἰκεῖον πάθος αἱρήσεται. εἰ δὲ καί ποι ἄληθες, οὐχ ἡμῶν τὸ κρίνειν, ἀλλὰ θεοῦ τοῦ ἐφορῶντος· φησὶ γάρ· τὰ μὲν φανερὰ θεῷ καὶ ἡμῖν, τὰ δὲ κρυπτὰ Κυρίῳ τῷ θεῷ σου· σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἰητῆρα; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ ἢ τοὐναντίον." 4Πάντες" 5, φησίν," 4ὑπερβάθμιον ἐκτείνουσι πόδα καὶ τῶν οὐ παρακεχωρημένων κατατολμῶσιν καὶ τοῖς ὑψηλοτέροις ἐπεκτείνονται" 5. τοῖς οἰκείοις ἑάλως πτεροῖς, ὥς πού τις ἔφη τῶν ἔξω, ἀφ' οὗ καὶ ἡ πρότασίς σου· ποὺς γὰρ τεταγμένος εἰς κεφαλὴν ἐξ αὐθαδείας ἤρθης, ταῖς ἄλλαις δυσὶ προτάσεσι περιπαρείς, ὦ γενναῖε. ἑτέρα πάλιν ἔγκλησις·" 4πάντες ἑαυτοῖς ἐπιτρέπουσι τὰ ὑπὲρ δύναμιν καὶ ἥττονας ἡγοῦνται τοὺς ἄλλους καὶ τῷ λύειν καὶ δεσμεῖν ἀσχέτως καὶ ἀκλήτως ἐπιτρέχουσι καὶ πάντας φιλονεικοῦσι πρὸς τοὺς οἰκείους ἕλκειν πόδας καὶ μηδένα ἕτερον τὸν λύοντα ἢ εἶναι ἢ νομίζεσθαι θέλουσιν καὶ φθονοῦσι τοῖς τὰ τοιάδε πράττουσι καὶ τούτους μόνους δέχεσθαι, οὓς αὐτοὶ λελύκασι, τοὺς δὲ ὑφ' ἑτέρων τετυχηκότας ἐπιτιμήσεως ἀποστρέφεσθαι καὶ ἐγκαλεῖν, ἐπεὶ μὴ πρὸς αὐτοὺς δεδραμήκασι καὶ παρ' αὐτῶν ᾐτήσαντο τὴν ἄφεσιν" 5. ἀναπλάσματα διανοίας δαιμονιώδους τὰ κατηγορήματα καὶ ἐκ φθονερᾶς καρδίας τὰ προβλήματα· οἷς ἐπιγελάσειέν τις εἰκότως ὡς παιδιάς τινας καὶ ὕθλους καὶ ἀθύρματα· ἢ μᾶλλον τἀληθὲς εἰπεῖν, ἐπεὶ μηδεὶς ἡμῖν ἐξ ἀπιστίας ὁ προστρέχων κατὰ λῆψιν ἐπιτιμήσεως, μαινόμεθα πρὸς τοὺς ἐκ πεποιθήσεως τῶν προσιόντων θεραπεύοντας, δαιμόνιόν τι πάθος πάσχοντες καὶ τοῖς εἰκονομάχοις τὰ ἴσα τοὺς αἰδήμονας καθυβρίζοντες." 4Τί" 5, φησί," 4τὸ διάφορον τῆς αἱρέσεως ταύτης πρὸς τὸν Μανιχαϊσμόν; οὐχὶ κατὰ Μανιχαϊκῆς αἱρέσεως ἠγωνίσμεθα καὶ λόγοις καὶ ἔργοις; καὶ δηλοῦσι τὰ ἔγγραφα συντάγματα τῶν κατ' αὐτῆς ἀγωνισαμένων, ἐν οἷς ἀπαραλογίστοις συλλογισμοῖς καὶ ἀκαθαιρέτοις ἀποδείξεσιν ἀπέδειξαν, εἰ καὶ νῦν ἑαυτῶν καὶ τῶν οἰκείων πονημάτων ἀμνημονοῦσιν" 5. ἔοικας, ἑταῖρε, ἀσυλλογίστως συλλογίζεσθαι καὶ ἰδίοις λογισμοῖς ἐπ' ἀθετήσεις ἀληθείας στηρίζεσθαι, μὴ εἰδὼς ὅτι τὰ παραδείγματα, τοῖς πρωτοτύποις παραβαλλόμενα, οὐκ αὐτὰ ἐκεῖνα εἶεν τὰ ἀρχέτυπα, ἀλλὰ τοσοῦτον ἔχοντα τὸ πρὸς ἄλληλα ταὐτόν, ὅσον τὸ κατὰ τοὔνομα κοινὸν τοῖς ἄλλοις ἐξαλλάσσοντα. καὶ τὰ μὲν κυρίως ὠνόμασται, τὰ δὲ οὐ κυρίως, καὶ τὰ μὲν κατὰ κατάχρησιν λέλεκται, τὰ δὲ κατὰ ἀλήθειαν· οἷον, φέρε εἰπεῖν, ἐπὶ τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ Χριστοῦ, ὅτι ὁ μὲν κατὰ ἀλήθειαν Χριστὸς καὶ ἔστι καὶ ὀνομάζεται, ἡ δὲ κατὰ κατάχρησιν, ἤτοι ὁμωνυμίαν. ἐπεὶ καὶ Παῦλος ὁ ἱερὸς ἀπόστολος τὴν φιλαργυρίαν δευτέραν εἰδωλολατρείαν ἀπεκάλεσεν αἰτιολογικῶς καὶ κατὰ ἀναφορὰν ὁμοιωματικὴν τῆς οὔσης εἰδωλολατρείας· ἐξ οὗ οὐδὲ ἐπιτιμητέον τοῖς φιλαργύροις ὡς εἰδωλολάτραις, ἐπεὶ ἄρα ὀφείλομεν ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ πολλοὶ φιλάργυροι καὶ πάντῃ ἀνεπιτίμητοι παρεωραμένοι. τί οὖν ἀπᾷδον κἀνταῦθα, εἰ ἡ εἰκονομαχικὴ αἵρεσις τῇ Μανιχαϊκῇ παραβάλλοιτο ὅσον κατ' εἰκόνος καὶ πρωτοτύπου λόγον; καθὸ καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οἰκουμενική τε καὶ ἁγία σύνοδος τοὺς ἐν ταύτῃ ἑαλωκότας οὐχ ὡς μανιχαΐσαντας ὑπεξελθοῦσα τεθεράπευκεν καὶ οὔ τί που ἀμνημονήκασιν οἱ τὰ περὶ αὐτῆς πονήματα καταβαλλόμενοι, καὶ λόγοις καὶ ἔργοις κατ' αὐτῆς ἀνταγωνισάμενοι. ἠγνόηκας δ' αὐτὸς ὄντως ἑαυτόν, ὃ πολλῆς ἐστι κατηγορίας καὶ ἀβελτερίας ἔγκλημα. Ἐβουλόμην οὖν καὶ ἑτέρας προτάσεις τοῦ πολυσχεδοῦς καὶ ταὐτολογοῦντος γραμματείου συνεισοῖσαι τοῖς προλεχθεῖσι καὶ ἀποδεῖξαι πάντῃ ἐξ ὀρθοῦ λόγου ἐληλεγμένας· ἀλλὰ ἃς μὲν ὡς ἀλυσιτελεῖς καὶ ἀσυναρτήτους, ἃς δὲ ὡς αὐτόθεν ἐχούσας τὸν ἔλεγχον, ἐνίας δὲ ὡς σκοτεινὰς καὶ ἀντιδόξους τῇ ἀληθείᾳ πόρρω που ἀπορριψάμενος ὡς εἰς πῦρ Ἡφαίστου, ἐπὶ τέλει τοῦ λόγου ἐκεῖνο ἐπιφθέγγομαι, ὅτι, εἰ μὲν αἰτοῦμεν συγγνώμην ἐφ' οἷς προπετῶς καὶ θεὸν παρωργίσαμεν καὶ ἁγίους ἠτιμάσαμεν καὶ τὴν ὁμολογίαν κατῃτιασάμεθα καὶ τὴν ἐκκλησίαν δεδυσφημήκαμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μή, ἀλλ' ἡμεῖς γε οἱ ταπεινοὶ ἐπὶ στόματι χεῖρα ἐπιθήσομεν, μὴ ἐκκαλούμενοί σου τὴν ὁσιότητα εἰς δευτέραν γραμματικὴν προσφώνησιν. 478 Λέοντι σακελλαρίῳ Πολλοῦ χρέους εὐχαριστιῶν καὶ ἀπολογιῶν ὑπεύθυνοι ὄντες μικράν τινα νομίζομεν ἀποδιδόναι ὀφειλὴν ἐν ταῖς πρὸς τὴν πανεύφημον καὶ παμπόθητόν σου ὑπεροχὴν ὑπὸ τῆς ταπεινώσεως ἡμῶν ἐγχαραττομέναις ἐπιστολαῖς. ἐπεὶ καὶ νῦν ἐπὶ τῷ ἀδελφῷ Σιλουανῷ τί καὶ ἀπολογησόμεθα; πρῶτον μὲν ὅτι οὕτως αὐτὸν προσήκατο ἰδεῖν ἡ θεοφιλής σου ψυχὴ ὡς ἕνα τινὰ τῶν συνήθων, μειλιχίῳ ἤθει καὶ εὐπροσίτῳ προσώπῳ συλλαλήσασα καὶ συνανακραθεῖσα μετὰ τοῦ εὐτελοῦς· ἔπειτα τὰ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν οὕτως συνανακρῖναι, τήν τε τοῦ ἀμφοτέρων ἡμῶν ταπεινοῦ σώματος ἀσθένειαν καὶ τὴν ἄλλην ὑποφῆναι ἀγαπητικὴν συνδιάθεσιν, ὡς τοσοῦτον εἰπεῖν, ὅτι" 4καὶ Στουδιώτης ὑποπτεύομαι πρός τινων τῶν ἀντιθέτως πρὸς ὑμᾶς ἐχόντων" 5 καὶ τὸ ἀπεύξασθαι μή ποτε γενέσθαι τινὰ τρῶσιν τῆς τηλικαύτης φιλικῆς ἀνακράσεως. τοῦτο ὅλον ἐξένισεν ἡμᾶς καὶ συνερρίζωσε μᾶλλον καὶ μᾶλλον ἐν τῇ εἰλικρινεῖ αὐτῆς ἀγαπήσει, τὰ αὐτὰ λέγοντες· μή ποτε, ὦ δέσποτα τῶν ἁπάντων, δῴης ἡμῖν ἐπιλαθέσθαι τοῦ καλοῦ εὐεργέτου, τοῦ πιστοῦ συμψύχου, τοῦ δοκίμου ἐραστοῦ, τοῦ ἱεροῦ ἀνθρώπου, τοῦ κατὰ πάντα ἐν πᾶσιν καὶ προστάτου καὶ κηδεμόνος καὶ κυρίου ἡμῶν καὶ δεσπότου, ἀλλ' εἴη τὸ φίλτρον καὶ μετὰ πότμον ἐνιζάνον ἐν ἡμῖν, μᾶλλον δὲ καὶ συμμετερχόμενον ἐν τῷ μέλλοντι αἰῶνι, ἐν ᾧ πιστεύομεν γνωρίζειν ἀλλήλους καὶ συγχαίρειν ἐν θεῷ τοὺς φιλήσαντας ἑαυτοὺς πνευματοκινήτως. Ἀλλ' ἐντεῦθεν ὁ λόγος μετελθὼν ἐν ταῖς δυσὶν ὑποθέσεσιν ἐνδιατρίψειεν κατὰ τὴν κέλευσιν. ἐπὶ μὲν οὖν τῆς πρώτης ὡς ἔχεις, ὁ κύριος ἡμῶν, οὕτω καὶ ἡμεῖς διατιθέμεθα· προδιαιτείσθω δὲ ὁ λόγος οὕτως. φονίσκος ἐπὰν κρατηθῇ, δικαίως ἀποτίσει πρὸς τοῦ νόμου τὴν ἀντισήκουσαν ποινήν. νυνὶ δὲ ἐμφύλιος πόλεμος πρόκειται, ὅς, ὥσπερ αἱ ἄλλαι θεομηνίαι, σεισμοί τε καὶ λιμοί, καταποντισμοὶ καὶ ἐμπρήσεις, παρὰ θεοῦ πρὸς σωφρονισμὸν ἡμῶν δικαίᾳ κρίσει ἀνερριπίσθη, ὀλέσασα τοσοῦτον ἀριθμόν, ὅσος καὶ ὤλλυτο. ἐπεὶ οὖν σπλαγχνισθεὶς κεκόπακεν τὴν θραῦσιν Κύριος, οὐ βούλεται τοὺς ὑπολειφθέντας ὄλλυσθαι, ἐπεὶ πάντως πανωλεθρίαν εἰργάσατο ὡς ἐπὶ τοῦ κατακλυσμοῦ· ἀλλὰ τί; τὸ διασεσῶσθαι τοὺς ἐαθέντας καὶ φειδοῦς γενέσθαι ἀξίους· φησὶ γὰρ ἐν τοῖς εὐαγγελίοις, ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ διὰ τοῦ μακαρίου Παύλου· μή τίς τινι κακὸν ἀντὶ κακοῦ ἀποδιδότω, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. οὐ μὴν ἀνεπιτιμήτως· ἐπεὶ καὶ Κάιν φονεύσας τὸν ἀδελφὸν τὸ πολυειδὲς καὶ ᾀδόμενον ἐπιτίμιον εἰκότως εἴληφεν. ἐπιτετίμηται πρὸς ἑαυτοῦ καὶ Λάμεχ, καὶ Ἀβεσσαλώμ, τὸν ἀδελφὸν Ἀμνὼν κτείνας, ἐάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ ὑπὸ τῆς Θεκωίτιδος πρόβλημα ἄκταντος. καὶ αὐτὸς Δαυὶδ οὐκ ἐβούλετο τὸν Ἀβεσσαλὼμ τὸν πατρολῴαν κτένεσθαι, ἀλλ' οὐδὲ τοὺς συναποστατήσαντας αὐτῷ μετὰ τὴν παῦλαν τοῦ πολέμου γέγραπται προστάξαι φονεύεσθαι. τοσαῦτα ὡς κατ' ἐπιτομὴν περὶ τοῦδε· ἐλεήμων γὰρ ὢν ὁ θεὸς θέλει δι' ἐπιτιμήσεων, ἤγουν ἐξοριῶν, φυλακῶν, ἄλλων τινῶν ὑποθέσεων τὸ τῆς μετανοίας αὐτοῖς διὰ ζωῆς συντηρεῖσθαι. Ἐπεὶ δὲ τῇ ἑτέρᾳ ὑποθέσει τί καὶ φῶμεν, εἰδότος σου τοῦ ἐχέφρονος καὶ δραστηρίου νοῦ τὰ πάντα; εἰς αὐτὸ τοῦτο ἡ τοῦ προάρξαντος Λέοντος ἔνστασις συνᾶραι ἡμᾶς λόγον μετὰ τῶν ἑτεροδόξων, ἀντιθετικῶς κρίσιν ἀποίσοντος, ὡς ἐνόμιζεν. ἀλλὰ καὶ αὐτοῦ ἤδη τοῦ βασιλεύοντος ἡ αὐτὴ ἔνστασις, ὁπηνίκα κατὰ πρόσωπον πρὸ τριῶν ἐτῶν διελέχθη ἡμῖν, οὐκ αὐτοῦ λέγοντος κρίνειν τὴν διαδικασίαν, ἀλλὰ τοῦτον κἀκεῖνον τῶν δῆθεν ὁμοφρόνων ἡμῖν· ἀλλ' οὔτε ἡμεῖς οἱ παρόντες κατὰ πρόσωπον οὔτε ὁ κλεινὸς ἡμῶν ἀρχιερεὺς ἠνέσχετο ὡς ἔκθεσμον καὶ ὀθνεῖον. ὅπερ καὶ ἄληθες, παμπόθητε ἡμῶν δέσποτα· οὐδὲ γὰρ περὶ βιωτικῶν καὶ σαρκικῶν ὁ λόγος, ὧν βασιλεὺς τὸ κράτος ἔχει τοῦ κρίνειν καὶ τὸ βιωτικὸν κριτήριον, ἀλλὰ περὶ θείων καὶ οὐρανίων δογμάτων, ὃ ἄλλοις οὐκ ἐπιτέτραπται ἢ ἐκείνοις, οἷς φησιν αὐτὸς ὁ θεὸς λόγος· ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. τίνες δὴ οὗτοι οἱ ἐντεταλμένοι; ἀπόστολοι καὶ οἱ τούτων διάδοχοι. τίνες δ' οὖν οἱ διάδοχοι; ὁ τῆς Ῥωμαίων νυνὶ πρωτόθρονος, ὁ τῆς Κωνσταντινουπόλεως δευτερεύων, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας καὶ ὁ Ἱεροσολύμων. τοῦτο τὸ πεντακό- ρυφον κράτος τῆς ἐκκλησίας, παρὰ τούτοις τὸ τῶν θείων δογμάτων κριτήριον· βασιλέων δὲ καὶ ἡγεμόνων τὸ συνεπικουρεῖν καὶ συνεπισφραγίζειν τὰ δεδογμένα καὶ διαλλάττειν τὰ σαρκικῶς διαφορούμενα. οὐκ ἄλλο τι ἐν τοῖς θείοις δόγμασιν οὔτε δέδοται πρὸς θεοῦ οὔτε γενησόμενον στήσεται. διὰ τοῦτο ἀπεδοκιμάσθη ἐπὶ τοῦ δόγματος τῶν θείων εἰκόνων τὰ ἐπὶ τοῦ πάλαι Κωνσταντίνου καὶ Λέοντος βασιλικῷ κράτει καὶ θράσει συνεδριασθέντα τε καὶ βατταρισθέντα· ἐφ' οἷς ἐτμήθη ἡ τῇδε ἐκκλησία τῶν ἑτέρων τεττάρων, ἀναθεματισμοῖς ὑποβαλλομένη αἰωνίοις σφραγῖδι τοῦ Ἁγίου Πνεύματος. εἶτα ἐλέῳ θεοῦ ἠγέρθη κέρας ὀρθοδοξίας ἐπὶ Εἰρήνης τῆς πάνυ σὺν τῷ αὐτῆς ῥαδάμνῳ, ἐφ' ἧς συνήφθη τὰ διεστῶτα μέχρις Λέοντος τοῦ προσεχοῦς· ἐφ' ᾧ αὖθις διετμήθη ἡ τῇδε ἐκκλησία, ἀναθεματιζομένη ὑπὸ τῶν προτέρων ἰσορρόπως. Ἀμήχανον οὖν ἐστιν, ὦ δέσποτα, βιωτικῷ κριτηρίῳ παραβάλλεσθαι τὸ θεῖον κριτήριον ἢ συναφθῆναι τήνδε τὴν ἐκκλησίαν μὴ οὐχὶ ὁμονοούντων τῶν πέντε πατριαρχῶν. εἰ δέ τις ἐρωτοίη" 4καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι;" 5 τῷ ἐκστῆναι τοὺς ἑτεροδόξους τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἀπολαβεῖν τὸν οἰκεῖον θρόνον Νικηφόρον τὸν ἱερὸν πατριάρχην· ὅς, συνεδρεύσας μεθ' ὧν συνήθλησεν (εἰ οὐκ ἐνδέχεται ἐκ τῶν ἄλλων πατριαρχῶν παρεῖναι ἀντιπροσώπου· ὅπερ δυνατόν ἐστιν, εἰ θέλοι βασιλεὺς τὸν ἐκ Δύσεως παρεῖναι, ᾧ καὶ τὸ κράτος ἀναφέρεται τῆς οἰκουμενικῆς συνόδου), ἀποπεράνοι ἂν τὸ τῆς εἰρήνης καὶ τὸ τῆς συναφείας βραβευτήριον δῆλον ὅτι δι' οἰκείων συνοδικῶν, ἀποστελλομένων τῷ πρωτοθρόνῳ. εἰ δὲ οὐ τοῦτο καταδεκτέον τῷ βασιλεῖ καί, ὥς φησι, παρετράπη σὺν ἡμῖν τῆς ἀληθείας Νικηφόρος ὁ πρόεδρος, ἐξ ἑκατέρου μέρους ἀποσταλτέον πρὸς τὸν Ῥώμης κἀκεῖθεν δεχέσθω τὸ ἀσφαλὲς τῆς πίστεως. καὶ γὰρ οὕτως ἔχει· εἰ παρατραπῇ εἷς ἐκ τῶν πατριαρχῶν, ὑπὸ τῶν ὁμοταγῶν, καθά φησιν ὁ θεῖος Διονύσιος, τὴν ἐπανόρθωσιν λήψεσθαι, οὐχ ὑπὸ βασιλέων κρίνεσθαι, κἂν ἐξαναστῶσιν πάντες οἱ ὀρθοδοξήσαντες βασιλεῖς. καὶ τούτου τοῦ κεφαλαίου οὐκ ὀφείλει ἀφειδῆσαι ὁ βασιλεὺς ἡμῶν, ἀλλὰ καὶ πρὸ πάντων γε φροντίσαι, ἐν ᾧ καὶ τὸ βασίλειον μακάριον καὶ τὸ βασιλεύειν ἐννόμως δεδώρηται. Ἄλλο τι οὐ φρονοῦμεν οἱ ταπεινοὶ καὶ ἀνάξιοι, ὑπερευχόμενοι τῆς πολυεύκτου σου εὐζωΐας· εἰ δέ τι ἐλλιπὲς ἐν τοῖς γράμμασιν, ὁ προσκυνητὴς τῶν τιμίων σου ἰχνῶν καὶ ἐπιστοληφόρος ἀπολογήσεται.

Intertext edge

Open linked passage

Note