Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 479 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
479.1
Θεοδότῳ πατρικίῳ Ἀπὸ τοῦ τιμίου γράμματος εἴδομέν σου τὴν πανεύφημον ὑπεροχὴν καὶ ἀπὸ ἀκροάσεως τῶν σημαινομένων ἐπέγνωμέν σου τὴν καλὴν ψυχήν· τὸ γὰρ πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς τοιούτοις χρήσασθαι τιμητικοῖς λόγοις, ἐπιθυμεῖν τε ἡμῶν ἰδεῖν τὸ εὐτελὲς πρόσωπον, εἶτα καὶ ἀκουτισθῆναι λόγον σωτήριον, ἀνδρός ἐστιν ὄντως ἐνθέου καὶ ψυχῆς ἐπιποθούσης θεόν. καὶ ὡς θαυμαστὰ τὰ ἔργα τοῦ μεγάλου καὶ μόνου θεοῦ ἡμῶν τῶν χριστιανῶν· ὅτι ἐκάλεσέν σε ἐξ ἔθνους οὐχ ὁσίου εἰς τὴν σεπτὴν ἐπίγνωσιν τῆς ἀληθείας αὐτοῦ τρόπῳ τηλικούτῳ, δοκοῦντι μὲν ἀκουσίῳ, αὐθαιρέτῳ δ' ὅτι μάλιστα, σὺν τοῖς συνεξελθοῦσιν ἀγχιστεῦσιν, ἐπείπερ ἄλλως οὐ δεδοκίμασται τῇ θείᾳ οἰκονομίᾳ ἀφαρπάσαι ὑμᾶς τῆς ἀθεότητος. ὢ τῆς θαυμαστῆς κλήσεως· ὢ τῆς ἐπαινετῆς ἀπολυτρώσεως· ἠνέχθης ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς ἀτόποις καὶ ἐθνικοῖς λογισμοῖς τε καὶ πράξεσιν, ἐνεδύσω τὸν Χριστόν, χριστιανὸς ἀντ' ἐθνικοῦ χρηματίζων, υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας, ἀνθ' υἱοῦ σκότους καὶ νυκτὸς ἀσεβείας, ἕνα θεὸν σέβων, τὸν ἐν πατρὶ καὶ υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνούμενον, πεφευγὼς τῆς πολυθεΐας καὶ Βουλγαρικῆς εἰδωλολατρείας τὴν δυσσέβειαν· εἶτα καὶ ὁμολογῶν τὸν ἕνα τῆς Ἁγίας Τριάδος, αὐτὸν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, δι' ὑπερβάλλον ἔλεος τοῦ καθ' ἡμᾶς γένους ἄνθρωπον γεγενῆσθαι ὅμοιον ἡμῖν κατὰ πάντα μετὰ καὶ τοῦ εἶναι τὸν αὐτὸν θεὸν τέλειον. θεὸς γὰρ ὁ πατήρ, θεὸς καὶ ὁ υἱός, θεὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς θεός, οὐ τρεῖς θεοί, ἄπαγε, τὸ μὲν διὰ τὴν μίαν θεότητα, τὸ δὲ διὰ τὰ τρία πρόσωπα. αὕτη ἡ ἀληθινὴ πίστις τῶν χριστιανῶν, καταργοῦσα πᾶσα πλάνην καὶ αἵρεσιν. Ἐπειδὴ δὲ διπλοῦς ὁ Χριστός, καθὸ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, τὸ μὲν ὡς ἐκ τοῦ πατρὸς γεννηθεὶς πρὸ αἰώνων ὡς ἐξ ἡλίου ἀπαύγασμα, τὸ δὲ ἐκ τῆς μητρὸς ἐπ' ἐσχάτου τῶν χρόνων ὡς ἡ καθ' ἡμᾶς γέννησις, μᾶλλον δὲ καὶ ὑπὲρ ἡμᾶς (ἐπειδὴ παρθένος ἡ τεκοῦσα καὶ πρὶν καὶ ἐν τῷ τίκτειν καὶ μετὰ τὸν τόκον, ἐφ' οἷς καὶ Θεοτόκος ἀληθινῶς καὶ νενόηται καὶ προσηγόρευται), διὰ τοῦτο, ὥσπερ κατὰ τὸν πατέρα ἀπερίγραπτος, οὕτω κατὰ τὴν μητέρα ἐν πίνακι περιγραφόμενος καὶ ἡ περιγραφὴ αὐτοῦ, ἤτοι εἰκών, προσκυνητή, ἐν ᾗ βλέπεται ὑφ' ἡμῶν τῶν χριστιανῶν οἵαν μορφὴν ἀνέλαβεν καὶ δεδοξολόγηται ὡς ὅμοιος ἡμῖν κατὰ πάντα γεγονὼς πλὴν ἁμαρτίας, καταργήσας πᾶν εἰδωλικὸν ὁμοίωμα, ἐφ' ᾧ ὤλλυτο λατρεῦον ἐξ ἡμερῶν αἰῶνος τὸ γένος τῶν ἀνθρώπων. ὁ γοῦν μὴ καταδεχόμενος αὐτὸν ἐξεικονίζεσθαι, ὦ καλὲ φίλε, ἀπαναίνεται αὐτοῖς πράγμασι, κἂν λόγῳ συγκατατίθεται, γενέσθαι τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον· καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν ἁγίαν εἰκόνα μὴ προσκυνεῖν αὐτὸν ἀποδέδεικται, κἂν ὁμολογῇ προσκυνεῖν· ἡ γὰρ τῆς εἰκόνος αὐτοῦ τιμὴ ἐπ' αὐτὸν διαβαίνει, ὥσπερ καὶ ἡ ἄρνησις αὐτῆς εἰς αὐτὸν τὴν ἄρνησιν ἀναπέμπει. Ἐπεὶ οὖν, ὡς μανθάνω, οὕτως καὶ αὐτὸς πέποιθας καὶ διὰ τοῦτο στέλλῃ τῆς κοινωνίας τῶν εἰκονομάχων, χαίρω καὶ συγχαίρω σοι, εὐχαριστῶ καὶ συνευχαριστῶ σοι ὅτι ὁρᾷς τὴν ἀλήθειαν, καίτοι ὀψιμαθὴς ὢν καὶ ἀρτιγέννητος υἱὸς θεοῦ. καὶ μή τοι θαυμάσῃς ὅτι καὶ ἐν χριστιανοῖς εἰσέρχεται πλάνη· ὅπου γὰρ ἡ σωτηρία, ἐκεῖ τρέχει ὁ δράκων διάβολος ποιῆσαι ἀπώλειαν, καὶ τοῦτο δι' ἑνὸς ἀνθρώπου τοῦ ἐξουσιάζοντος. ἄρτι γὰρ ἡ πλάνη ταύτη ἐπεισήχθη ἐν τοῖς χριστιανοῖς, ἐπεὶ ἐξ αἰῶνος ἡ Χριστοῦ εἰκών, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων αὐτοῦ. Ταῦτά σοι, δέσποτα τιμιώτατε, ὡς παρὰ θεοῦ κινηθείς, κἂν ἁμαρτωλός εἰμι, ἐφθεγξάμην πρὸς βεβαίωσιν τῆς πίστεώς σου, πρὸς σύμβολον ἀγαπήσεώς σου, ἐπειδὴ σὺ ἀδελφὸς ἡμέτερος καὶ οὐ ξένος, καθὼς εἴρηκας. εἰ δὲ ξένος τοῦ κόσμου, εὖ ἂν ἔχοι· καὶ ἡμεῖς γὰρ οἱ ταπεινοὶ τὸ αὐτὸ ἔχομεν καὶ διὰ τοῦτό ἐσμεν ἀπορρεριμμένοι ἐνταῦθα διὰ τὸν λόγον τοῦ θεοῦ. καὶ μακάριος εἶ, πιστεύων εἰς Χριστὸν ὀρθῶς καὶ πάντα δεύτερα ὑπὲρ αὐτοῦ ἡγούμενος. ἰδέσθαι δὲ ἀλλήλους δύσκολον διὰ τὴν ἐξουσίαν, εἰ μή τι θεὸς κελεύει καθ' ὃν οἰκονομήσει τρόπον. μεμνῆσθαί σου δὲ οὐ διαλειψόμεθα καὶ ἀγαπᾶν σε ὡς ἀδελφὸν ἡμῶν· ὅν ποτε οὐκ ἐγνωρίσαμεν ἀπὸ σαρκὸς καὶ αἵματος, νῦν δὲ ἀπὸ τοῦ Ἁγίου Πνεύματος ἔχομεν ὡς σύγγονον, ἀποτεχθέντες ἀμφότεροι ἐκ μητρὸς τῆς υἱοθετικῆς, κολυμβήθρας τοῦ βαπτίσματος. εἰρήνη σοι, φίλε καὶ ἀδελφὲ καὶ δέσποτα, εἰρήνη καὶ τῷ οἴκῳ σου καὶ πᾶσι τοῖς διαφέρουσί σοι ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἀμήν. 480 Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς. Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου, ἠγαπημένοις ἀδελφοῖς μου καὶ πνευματικοῖς υἱέσιν, τοῖς διὰ Κύριον ὧδε κἀκεῖσε διεσπαρμένοισ Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ χαρισαμένου ὑμῖν τὸν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ διωγμόν· ὅς, εἰ καὶ λυπηρὸς κατὰ σάρκα, ἀλλὰ χαροποιὸς κατὰ πνεῦμα· μακαρισμῶν γὰρ θεολέκτων αἴτιος καὶ στεφάνων αἰωνίων πρόξενος. οὗ χάριν κἀγὼ ὁ εὐτελὴς χαρᾷ χαίρω καὶ ἀγαλλιάσει ἀγαλλιῶμαι, ὅτι ἠξίωμαι τοὺς ἐμοὺς ἀγαπητοὺς ἰδεῖν ἐν τοιαύτῃ προκοπῇ, ἐν τηλικούτῳ βαθμῷ τῆς καλῆς ὁμολογίας, ἣν ὡμολογήσαμεν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, προσκυνεῖν Χριστὸν ἐγγεγραμμένον, ἤγουν ἐξεικονισμένον, καθὼς πάντες οἱ ἅγιοι πατέρες ἡμῶν. μόνον παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ὑμᾶς πολιτεύεσθαι, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν οἷς διατρίβετε καὶ τόποις καὶ προσώποις, τὸν λόγον ἐν χάριτι ἅλατι ἠρτυμένον, τὴν ἕξιν εὐλαβείᾳ μεμεστωμένην, τὴν βρῶσιν καὶ τὴν πόσιν αὐταρκείᾳ τετηρημένην, τὸ ἔνδυμα καὶ βάδισμα συνέσει τεθεωρημένον, ὡς ἂν φωτισμός ἐστε τῶν λαϊκῶν, ἀλλὰ μὴ τοὐναντίον, ὑπόθεσις θείας ἐξομολογήσεως, ἀλλὰ μὴ τοὐναντίον. ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διοικοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ, καθὼς γέγραπται. εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ, ἀλλὰ μὴ ματαιολογίας· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἀλλὰ μὴ καθ' ὑπερηφανίαν· εἴ τις ἐργάζεται, ταῖς ἰδίαις χερσὶν πρὸς τὸ μὴ ἐπιβαρὴς εἶναι, ἀλλὰ μὴ ὡς ἀργὸς κατακρινόμενος καὶ τοῦ ἐσθίειν· εἴ τις ἐν πᾶσιν κατ' ἐντολὴν πράσσει, ὡς ἐργάτης θεοῦ, ἀλλὰ μὴ κατὰ σκάνδαλον γιγνόμενος τοῦ πέλας, ἵνα ἐν πᾶσι δοξάζηται ὁ θεὸς κἀγὼ ὁ τάλας ἀκούων εὐθυμῶ καὶ χαίρω. Βλέπετε τοὺς κακοὺς συνδυασμούς, βλέπετε τὴν ὀλεθρίαν παρρησίαν, βλέπετε τὴν πορνοποιὸν ἀδηφαγίαν· μή τις μετὰ γυναικὸς ὁμιλείτω ἄνευ ἀνάγκης, μή τις μεμονωμένος καθεζέσθω, μή τις φιλαργυρείτω, κέρματι κέρμα προστιθεὶς καὶ αὔξων χρυσίον, ἐν ᾧ ῥιζοῦται ἡ ἁμαρτία καὶ ἡ μερὶς τοῦ Ἰούδα. μή τις ἀπεμπολείτω τὴν μοναχικὴν ἐλευθερίαν, κτώμενος ἀργυρώνητον δοῦλον· μέχρι γὰρ τοῦδε ἔφθασεν ἥ τινων πονηρία, δουλωθέντων τῇ προσπαθείᾳ καὶ ἀπολελωκότων τὸ μοναχικὸν ἀξίωμα. μή τις οἰνοφλυγείτω, ἀκούων τοῦ ἀποστόλου, ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας, ἀφ' ὧν ἀνάπτονται κατὰ τῆς ψυχῆς αἱ σαρκικαὶ ἐπιθυμίαι καὶ ἐμπυρίζεται ὁ οἶκος τοῦ θεοῦ, ὅστις ἐστὶν ὁ ἔσω ἡμῶν ἄνθρωπος. ἀλλ' ὡς ξένοι καὶ παρεπίδημοι ὦμεν, ὦ ἀδελφοί, ἕκαστος ἡμῶν ἐν τῷδε τῷ διωγμῷ ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς πτωχοί, πολλοὺς δὲ πνευματικῶς πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ τὰ πάντα κατέχοντες, ἀποστολικῶς εἰπεῖν. οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς ὑμᾶς τοὺς ποθητούς μου, ἡ καρδία μου καιομένη ἐν ὑμῖν ἐν Κυρίῳ, τὰ αἰσθητήριά μου μαιμάσσει με, ἡνίκα ἀκούσω ἀπευκτὴν ἀκοὴν ἐπί τινι, ἐπὰν μάθω ἐκτροπὴν θεομίσητον· οἱ ὀφθαλμοί μου κατάγουσι δάκρυα, ἡ ψυχή μου συντρίβεται, ὁπόταν παρὰ τὴν παράδοσιν καὶ κατάστασιν καὶ τὴν τῶν προειρημένων ἔκφανσιν περιπατῇ ὁ ἀφιλόθεος. Ἐξεληλύθατε, ὦ πατέρες, ἀπὸ τοῦ μοναστηρίου εἰς ὑψηλότερον φάος τοῦ διωγμοῦ· μὴ γὰρ εἰς ἐπισκότωσιν; διαιρέθημεν ἀπ' ἀλλήλων πνευματοκινήτως· μὴ γὰρ ἵνα περιπαθῶς ζήσωμεν; μὴ γὰρ ὁ θεὸς οὐχ ὁρᾷ; μὴ γὰρ οὐκ ἀκουστὸν γίνεται ἑκάστου τὸ ἔργον, ὅπως ἀναστρέφοισθε; οἱ τοὺς δούλους ἔχοντες ταῦτα ἀκούοιτε, οἱ μονοκάθιστοι, οἱ γυναικιζόμενοι, ἵνα μή τι πλέον λέγω, οἱ φιλάργυροι, οἱ φιλόγυροι. οὐχ ἑκὼν ὀνειδίζω, σύγγνωτε, ἀλλὰ πονῶν κατηγορῶ, ὡς εἰς τοῦτο κείμενος. πληρώσατέ μου τὴν χαράν, ὦ τέκνα, ἵνα τὸ αὐτὸ φρονῆτε, τῷ αὐτῷ στοιχῆτε κανόνι, ἀγαθὰ ὑποδείγματα καὶ ὑπομνήματα ἐναποσφραγίζοντες ταῖς ψυχαῖς τῶν ὁρώντων εἰς δόξαν θεοῦ, εἰς κλέος ὑμῶν ἄσβεστον, εἰς εὐφροσύνην κἀμοῦ τοῦ ἁμαρτωλοῦ, εἰς ἔπαινον τῆς ἀδελφότητος ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 481 Τῇ ἡγουμένῃ Ἰγνῶν Ἀπεδεξάμην τὴν εὐλάβειάν σου, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἐφ' οἷς ἀπέστειλας δώροις καὶ ἐν αἷς διαθέσεσιν ὑπολαμβάνεις τὰ καθ' ἡμᾶς. ἀλλ' οὐ τοιοῦτοι ἡμεῖς· οἵ γε οὐδ' ἑαυτοῖς ἀρκοῦντες ἐν ἀγαθοῖς πῶς ἂν ἄλλοις μεταδοίημεν ἀγαθοειδοῦς διδασκαλίας; γένοιτο δὲ κατὰ τὴν πίστιν σου θεοπρεπῶς πολιτεύεσθαι, τὸν ἐν παρθενίᾳ βίον ἀμέμπτως διατελοῦσαν, οὐ μὴν ἀλλὰ καὶ τὸν τῆς προστασίας βαθμὸν ἀκατακρίτως περιέπειν· ἴσθι γὰρ ὡς πολύμισθον τὸ πρᾶγμα, ἀλλ' οὖν γε τοῖς μὴ προσέχουσι καὶ ἐπικίνδυνον, ψυχῶν ἄρχειν τῶν κατ' εἰκόνα θεοῦ πεποιημένων. Ὡς οὖν ἐν Κυρίῳ ἄρχουσα ἡγοῦ καὶ κατευοδοῦ τῆς ποίμνης σου, παντὸς ἀγαθοῦ προτύπωμα ἑαυτὴν τιθεῖσα, ἵνα ἀξιωθῇς εἰπεῖν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός· θεὸς γὰρ παραδέδωκέν σοι τὰς ψυχὰς δι' ἀποταγῆς καὶ αὐτῷ δεῖν σε αὐτὰς προσάξαι ὡς θυσίαν εὐπρόσδεκτον· κἀν τούτῳ πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς ὑπάρξει. δίδασκε αὐτάς, νουθέτει τὰ σωτήρια ἐντάλματα, ποθεῖν μόνον Χριστόν, ἀλλὰ μὴ σάρκας καὶ αἵματα, ἀκτημονεῖν, ἀλλὰ μηδὲν ἔχειν ἰδιόκτητον, ἀπροσπαθεῖν, ἀλλὰ μὴ φιλοϊδιάζειν πρὸς τοὺς ἀγχιστεύοντας, προθυμοεργεῖν, ἀλλὰ μὴ ὀκνηρῶς ἔχειν πρὸς τὴν ἄσκησιν· ἂν γὰρ οὕτως, ἀπαντήσει αὐταῖς ὁ νυμφίος Χριστὸς μικρὸν ὕστερον λαμπαδηφορούσαις καὶ ἀπαντηθήσεται περιχαρῶς, ἀσπάσεται καὶ ἀσπασθήσεται ἱεροπρεπῶς, ἀνοίξει αὐταῖς τὸν οὐράνιον καὶ ἀχειρότευκτον νυμφῶνα, δώσει αὐταῖς βασιλείαν οὐρανῶν, τρυφὴν παραδείσου, πόματα ἀθανασίας, γλυκάσματα ἀειζωίας, ἐνδύσει αὐτὰς περιβλήματα φωτοειδῆ, κοσμήσει κόσμοις ἀφθαρσίας, νυμφαγωγικοῖς διαδήμασιν, ἐμπλήσει τῶν ἀπείρων ἀγαθῶν εἰς αἰῶνας αἰώνων. Διὰ ταῦτα καὶ σὺ κἀκεῖναι μοχθήσατε, διώξατε ἡμέρᾳ καὶ ἡμέρᾳ κατεργάζεσθαι τὴν ἑαυτῶν σωτηρίαν, ἀναψύχετε ταῖς ἐλπίσιν, σβεννύετε τὸ ἐπεισαγόμενον πῦρ παρὰ τοῦ ἐχθροῦ ἐν ψυχαῖς τῷ θείῳ ἔρωτι, ὅ τι ἂν ἄλλο ἐπαχθὲς τῆς ἀσκήσεως ταῖς ἀναλήψεσι τῶν θείων ἀναγνωσμάτων τε καὶ ᾀσμάτων παραμυθεῖσθε, περιφρουροῦσαι καὶ τὸ ἀκοινώνητον τῆς αἱρέσεως, κἂν δέῃ ὑπὲρ αὐτοῦ παθεῖν τι μέχρι καὶ θανάτου, μηδαμῶς προώμεναι τὴν πίστιν· τῆς γὰρ ἀγάπης Χριστοῦ οὐδὲν προτιμότερον, καθὼς ἀπέδειξαν αἱ ἀπ' αἰῶνος παρθένοι Χριστοῦ μέχρι τοῦ δεῦρο, ἐπειδήπερ εἰσὶ καὶ νῦν διωκόμεναι καὶ τῶν μονῶν ἐξεωθεῖσαι διὰ Χριστὸν ἢ μετασχεῖν τοῦ αἱρετικοῦ ἄρτου. Ταῦτα ὡς κατὰ Χριστὸν ἀδελφῇ οὔσῃ καὶ θυγατρὶ γέγραφά σοι καὶ ταῖς μετὰ σέ, ὡς ἂν ἴδοις ὅτι κοινός ἐστιν ὁ δεσπότης ἀμφοτέρων ἡμῶν καὶ ὡς φιλοῦμεν πάντας σῴζεσθαι ὡς ἑνὸς ὄντες σώματος Χριστοῦ καὶ ἀπ' αὐτοῦ ἀδελφοὶ ἀλλήλων χρηματίζοντες· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, ὃς διασώσειεν καὶ ἡμᾶς καὶ ὑμᾶς.

Intertext edge

Open linked passage

Note