Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 58 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1
Τοῖς ἁγίοις μου πατράσι καὶ ὁμολογηταῖς Χριστοῦ, Ἰωάννῃ, Μιχαὴλ καὶ Βασιλείῳ Καὶ νῦν ἐπιστεῖλαι εὖ ἔχειν ἐδοκίμασα τοῖς ἐμοῖς πατράσι, καὶ ἐπιστεῖλαι ὁμοῦ, ὡς τῆς αὐτῆς ἀρετῆς καὶ ὁμονοίας, μᾶλλον δὲ μαρτυρίας Χριστοῦ ἠξιωμένοις. ἐπειδὴ γὰρ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν ἀφεθῆναι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τῆς φυλακῆς τῇ μεσιτείᾳ τοῦ ἀγαθοῦ βασιλέως, ὥσπερ τι ἕδνον προσφέρω ὑμῖν τὸ γράμμα, χαίρων καὶ συγχαίρων ὑμῶν τῇ πατρωσύνῃ καὶ τῇ, οἷον εἰπεῖν, κατὰ Χριστὸν νίκῃ. καὶ γὰρ νενικήκατε τὸν πονηρόν, ὦ θαυμάσιοι, καὶ ἔνδον διὰ τῆς πάλης τῶν λογισμῶν καὶ ἐκτὸς διὰ τῆς ἐνθέου ὑπομονῆς, μὴ κάμψαντες γόνυ τῷ ὑπηρετοῦντι δράκοντι. ἐκείνου γὰρ ἀριδήλως ὑπουργὸς Λέων ὁ παγκάκιστος, ἐκείνου θεραπευτής, ὁ τῆς εἰκόνος Χριστοῦ ὑβριστὴς καὶ τῶν ἁγίων φονευτής, ἑκάτερος ἑκατέρῳ συμφωνήσας καὶ συνθήκην ἄμφω ποιησάμενοι περιελεῖν τὸ ὄνομα Χριστοῦ δι' ἀφαιρέσεως τοῦ θείου καὶ προσκυνητοῦ αὐτοῦ χαρακτῆρος· ἐπεὶ μὴ πέφθακεν ὁ καιρὸς τῆς δευτέρας θείας ἐπιφανείας, ἵνα ὁλοφανῶς Χριστὸς ἀρνηθείη. Ἀλλ' εὐλογητὸς ὁ θεός, ὅς καὶ τὸν διώκτην ὤλεσεν θανάτῳ περιβοήτῳ καὶ ἀξιολόγῳ τῆς ἀποστασίας (ἔδει γὰρ τὸν τεμόντα τὸ κυριακὸν σῶμα ξίφει κατατμηθέντα ἀπορρῆξαι τὴν ζωὴν) καὶ ὑμᾶς στεφανίτας ἀναδείξας κλέος τῇ ἑαυτοῦ ἐκκλησίᾳ περιεποιήσατο, ἀρετῆς ἀλείπτας, ἔρεισμα πίστεως, ἑδραιώματα ἀληθείας, ὑποδείγματα καρτερίας, τῷ ὄντι καθηγητάς, ὡς ἀληθῶς μοναστάς, ἀπεικονίσματα τῶν μακαρίων ἐκείνων καὶ πάλαι ἁγίων· οἳ ἐν τοῖς ὁμοίοις ἀνδρικοὶ γεγονότες τῷ ἀμαράντῳ τῆς δικαιοσύνης στεφάνῳ κατεκοσμήθησαν, χορεύοντες αἰώνια. Τοιοῦτοι ὑμεῖς, καὶ ὑμῶν ὁ ἔπαινος ὑπέρτερος τῆς ἐμῆς οὐδαμινῆς γλώττης, τοσοῦτον δὲ μόνον ᾀδούσης, ὅσον τὸν καιρὸν ἀφοσιώσα σθαι καὶ τὸν πόθον θεραπεῦσαι καὶ τὸ πνεῦμα ἀναζωπυρῆσαι εἰς ἄληκτον δέησιν τοῦ ἐπικληθῆναι θεὸν τέλειον ἡμῖν τὸ τῆς εἰρήνης ἀγαθὸν ἐξανατεῖλαι. ὁρᾶτε γάρ, ὦ σεβάσμιοι, ὅπως ἔτι κραδαίνει τὰ πράγματα; δυνατὸς δὲ ἐστὶ τῇ ἀρχῇ καὶ τὸ τέλος δεξιὸν συναναφάναι. Εὔχεσθαι παρακλήθητε περὶ τῆς ταπεινώσεώς μου, ἀεισέβαστοι. 59 Τῇ ἡγουμένῃ τῶν Γόρδινα Ἀπῄτησεν ἡμᾶς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Ἀντώνιος τὸ παρὸν γραμματεῖον, λέγων ὅτι τοῦτο ὑπεσχόμην πάλαι ποιῆσαι. καὶ δι' αὐτὸ οὖν τοῦτο καὶ διὰ τὰς ἀποστολὰς ὑμῶν ἰδοὺ προσφθέγγομαι καὶ προσαγορεύω ὑμᾶς ὡς μητέρας, ὡς ἀδελφὰς ἐν Κυρίῳ, μεμνημένος τῆς ὑπαντῆς ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διαφυγοῦσαι τὴν κοινωνίαν τῶν αἱρετικῶν καὶ διατηρήσασαι ἀσπίλους ἑαυτὰς ἀπὸ τοῦ κόσμου. Βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι. ἐπειδὴ ἔτι ἐνίσταται ἡ ἀσέβεια, τηρήσατε τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, ὡς, εἰ δέοι καὶ ἀποθανεῖν, μετὰ χαρᾶς προέσθαι ἑαυτὰς ἢ τῆς ζύμης μετασχεῖν τῶν ἑτεροδόξων. καὶ μὴν καὶ κατὰ τὸν βίον παρακαλῶ ὑμᾶς ὁσίως πολιτεύσασθαι. μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, ἀλλὰ τῇ παρθενίᾳ, ᾗ Χριστὸς ὑμᾶς ἐνυμφεύσατο, ἁγνίζετε καρδίας καὶ σώματα, φεύγουσαι ἀρρένων ὄψεις ὁρᾶν, ὅσον δυνατόν· ἐκ γὰρ τοῦ βλέπειν πῦρ ἀνάπτεται καὶ φλέγει ἁμαρτία. ἡ ἡγουμένη ὡς ἡγουμένη ἔστω, ὑποτύπωσις ἀγαθοεργίας προκειμένη, αἱ μαθήτριαι ὡς μαθήτριαι, ἓν θέλημα ἔχουσαι, μίαν καρδίαν, μὴ ἐρεσχελοῦσαι, μὴ βαττολογοῦσαι, μὴ ἰδιοκτημονοῦσαι, ἀλλὰ τὴν διδάσκαλον ἀναπνέουσαι, τὰ παρ' αὐτῆς ἐγκεκριμένα φυλάττουσαι ἐν νόμῳ Κυρίου. εἰ δὲ ταῖς μαθητρίαις ταῦτα ἀνήκει, πόσῳ μᾶλλον τῇ καθηγουμένῃ, ἧς ὅσος ὁ μισθὸς τῆς προστασίας, τοσοῦτος καὶ ὁ κίνδυνος τῆς διαμαρτησίας. τὸ ἐμὸν καὶ τὸ σὸν λέγειν ἐν κοινοβίῳ οἰχέσθω, ὡς μυρίων πολέμων αἴτιον· τὸ ἰδιορρυθμεῖν καὶ ἰδιοπραγεῖν ἐξοριζέσθω, ὡς διαλυτικὸν εὐταξίας· τὸ γλωσσομαχεῖν καὶ θορυβοποιεῖν ἀπεληλάσθω, ὡς ἀνόσιον μοναζούσαις. ἀλλ' εἴ τι σιωπηλόν, εἴ τι εὐκτικόν, εἴ τι ψαλμικόν, εἴ τι ἐργαστικόν, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ' ὑμῶν. Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα καὶ ἡμεῖς σῳζοίμεθα. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.

Intertext edge

Open linked passage

Note