Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 60 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
Βασιλείῳ ἡγουμένῳ Ἐν οἷς γέγραφεν ἡ τιμιότης σου, ἀδελφέ, ὑπέδειξεν ἑαυτὴν εὐδοκοῦσαν ἐν τοῖς ἐπιτιμίοις καὶ ἐπειγομένην πρὸς τὰ κρείττονα, καθὰ ἐξεδίδαξεν οὐ μόνον ὁ γραμματηφόρος, ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ ὁ τιμιώτατος ἀδελφὸς ἡμῶν Πέτρος, ὁ καὶ σοὶ φιλούμενος· ἐφ' οἷς ἥσθην ὁ ταπεινὸς καὶ εὐχαρίστησα. οὐ γάρ τοι μικρόν τι καὶ εὐκαταφρόνητον ὃ πεπόνθαμεν, ὦ τᾶν, ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ κεκοινωνηκότες, ἀλλὰ καὶ λίαν ἔκτοπον καὶ ἀρνητικὸν ἀριδήλως τῆς πίστεως, διότι ἡ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει· καὶ ταὐτῇ τῇ ἀρνήσει Χριστοῦ πάντες οἱ ὁπωσοῦν κεκοινωνηκότες κεκοινωνήκασιν. ἐπεὶ δὲ πάλιν ἐξηγόρευκας καὶ ἐπιτρέψαι δέει τοῦ διώκοντος ἀφανίσαι εἰκόνας, χαλεπώτερον τὸ ἀνόμημα· ὅτι δὲ καὶ ὑπογράψαι ἔφης, ὁλόσωμος ἡ ἁμαρτία καὶ ἡ ἄρνησις. Τί οὖν δεῖ ποιεῖν, ὅτι καὶ ἐπιζητοίης τὸ τῆς ὑγείας φάρμακον, καὶ οὐ φέρειν πάλιν φῂς τὴν κατ' ὀλίγον ἐπίθεσιν, ἀσθένειαν προβαλλόμενος καὶ τοῦτο κἀκεῖνο μᾶλλον εἰσδέξασθαι προαιρούμενος; στενά μοι ἑκατέρωθεν, καὶ ἐῶντι διὰ τὸ φιλάδελφον καὶ σμικρύνοντι τὸ φάρμακον διὰ τὸ τῆς ἁμαρτίας μέγεθος. ὅμως συμπιεζόμενος μᾶλλον τῇ ἀγάπῃ ὁρίζω σὺν φόβῳ καὶ τρόμῳ τάδε· ἓν ἔτος ἄλλο ἀπόσχου, ἀδελφέ, τῶν ἁγιασμάτων, ἐφ' ἑκατέροις τοῖς συμπτώμασι, τῆς τῶν ἁγίων εἰκόνων κατενέξεως λέγω καὶ ἀσεβοῦς ὑπογραφῆς (ὑπογραφὴ γὰρ κἂν ὅτι μόνον ἑάλως σταυρὸν χαράξαι) ποιῶν καὶ τὰς προσευχὰς τὰς αὐτὰς καὶ γονυκλισίας ἄνευ ἀσθενείας. ἐπειδὴ δὲ ὀλίγον λίαν τὸ ἐπιτίμιον, ἐπιδόσει ἐλεημοσύνης ἱκανῆς ἀντισηκοῦσαν συνεισένεγκε τὴν ἀντιστάθμησιν. ὁπόσης δὲ ταύτης δηλώσει ὁ ἀδελφὸς Εὐσέβιος, ὃν σὺν ἑτέροις δυσὶν ἀδελφοῖς κατὰ τὴν αἴτησίν σου εἴασα εἶναι ἐν τοῖς αὐτόθι οἰκονομίας τρόπῳ, τοῦ τε ἐκείνους καταπαῦσαι ἀλωμένους ὧδέ τε κἀκεῖσε καὶ τοῦ σὲ σχεῖν παραμύθιον εὐψυχίας, οὐ μὴν τοῦ ἐν ᾧ τόπῳ καθέζῃ μοναστηρίου, ἀλλαχῆ δέ που, ὑποτελοῦντι τῇ μονῇ ἀγριδίῳ. Φύλαξαι οὖν, ἀγαπητέ, πρὸς τὸ ἑξῆς, καθὰ καὶ ὑπέσχου, τοῦ μηδόλως ἔτι ὑποπεσεῖν μήτε μὴν ἀπιέναι εἰς ὄψιν τοῦ Ἀντωνίου, ἀλλ' ἑτοίμως ἔχειν ἐκστῆναι οὐ μόνον μοναστηρίου, ἀλλὰ καὶ τῆς σαρκὸς εἵνεκα τῆς ἀγάπης Χριστοῦ. 61 Γρηγορίῳ ἡγουμένῳ Ἤδη ἐπεστείλαμέν σοι κατὰ τὴν ὑπόσχεσιν ὡς ἡμετέρῳ υἱῷ ποιμαίνειν τὸ αὐτόθι ποίμνιον μετ' ἐπιστήμης κατ' ἐντολὴν τοῦ Κυρίου, μηδὲν παραθεωροῦντι τῶν συντεινόντων εἰς ὠφέλειαν τῶν ἀδελφῶν. εἰ γὰρ ὁ τὰ ἄλογα πρόβατα ἐμπιστευθεὶς οὐ καθεύδει, ἀλλ' ἀγρυπνεῖ, οὐδὲ ἀμελεῖ, ἀλλὰ πυκτεύει νύκτωρ καὶ μεθ' ἡμέραν μήτε θηριάλωτόν τι ἐργάσασθαι μήτε ἀλίπαντον, ἀλλὰ καὶ κλέπτας καὶ λῃστὰς κατασκοπεῖ καὶ θῆρας ἀποσοβεῖ καὶ προσλαλεῖ τοῖς θρέμμασιν, καὶ ἔμπροσθεν αὐτῶν πορευόμενος τὰς τροφὰς αὐτοῖς περιποιεῖται, ἐφ' ὕδωρ ἀναπαύσεως καὶ σκιαδίων περιορίζων, καὶ ὅσα ἄλλα ἔστιν ὁρᾶν ἐν ποιμαντικῇ ῥάβδῳ, τί δεῖ καὶ πόσον εἶναι τὸν ψυχῶν λαχόντα προστατεῖν, ὧν τὸ αἷμα, εἰ κατά τι ἀμελὲς γίνοιτο, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὰ γέγραπται; Ἐπίστηθι οὖν λοιπόν, ὦ τέκνον, γρηγορῶν τῇ ποιμνιαρχίᾳ, ἴασαι τοὺς ἠσθενηκότας, ἐπίστρεφε τοὺς πεπλανημένους, παρακάλει, νουθέτει, ὑπομίμνησκε τὴν ἐπηγγελμένην βασιλείαν τοῖς ἁγιοπρεπῶς πορευομένοις καὶ ἐκ τοῦ ἐναντίου τὴν ἀτελεύτητον κρίσιν τοῖς ἐμπαθῶς διαζῶσιν, ἵνα οὕτως καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ἀκούοντάς σου. ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει, ὁ δὲ μισῶν ἐᾷ ἀδιαφορεῖν τοὺς ἑπομένους. ἀλλὰ καὶ ὑμεῖς, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ, ὡς πρόβατα Χριστοῦ ἔσεσθε, φιλοῦντες τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι καὶ μοναχικῶς ἀναστρέφεσθαι, ἀλλὰ μὴ κοσμικῶς. ἓν ἔστω θέλημα πάντων, μία καρδία, μία ψυχή, μὴ τὸ ἐμὸν καὶ τὸ σόν, πάντα κοινά, πάντα καθαρὰ διὰ τῆς ἐξαγορεύσεως· εἰ δὲ μὴ οὕτως, καὶ τὸν κοσμικὸν ἀπωλέσατε καὶ μοναχοὶ μὴ ὄντες ἀληθινοὶ ὑπόδικοι γενήσεσθε κατακρίσεως δικαίας. Ἀγαπῶντες ὑπεμνήσαμεν. ὑμεῖς δὲ εὗ πράξοιτε καὶ τῷ θεῷ εὐαρεστήσοιτε, εὐχόμενοι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὧν διδάσκομεν, τούτων ἐργάται εἶναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. ἀμήν.

Intertext edge

Open linked passage

Note