Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Θεοκτίστῃ τῇ ἑαυτοῦ μητρί Εἰ οἷόν τε ἦν δάκρυα ἐν γράμμασιν ἀποκομίζειν, ἐμπλήσας ταύτην μου ἂν τὴν ἐπιστολήν, τιμία καὶ γλυκεῖα καὶ θεοπόθητέ μου μῆτερ, παρεπεμψάμην σοι ἐν ταύταις ταῖς ἡμέραις. τῷ ὄντι γὰρ οὐκ ἀνεκτῶς φέρω τὰ περὶ σοῦ ἀκούειν, οὐ λέγω ἐντάφια, ἀλλὰ καὶ νοσήματα ἐπιθανάσιμα. καὶ ἱνατί οὕτως, μῆτέρ μου, εἵλω ἡμᾶς ἐᾶσαι, ἀγαπήσασα τὸν μέλλοντα αἰῶνα, ἐκδημῆσαι ἀφ' ἡμῶν καὶ ἐνδημῆσαι πρὸς Κύριον; ἀλλὰ τὰ ἐκεῖ πάντως ἠγαπήκεις, ἐκ πλείονος πόθου τῇ διαθέσει μετατεθεῖσα, τὴν καλὴν καὶ ἁγίαν μου ἀδελφὴν ὡς μᾶλλον ἐπεθύμησας καταλαβεῖν καὶ τὸν γλυκύν μου κύριον Εὐθύμιον, μᾶλλον δὲ τὸν τῶν ἁγίων χορόν. καί, ὦ μῆτερ, πῶς ἐνέγκω, πῶς ἀδακρυτὶ παρελεύσομαι τὴν ἐπιστολὴν διερχόμενος; ἆρα ἀπόκειται τοῦτο τῇ δυστήνῳ μου ζωῇ, ἵνα καὶ τὸν σὸν θάνατον ἀκούσω; ἵνα ἐπιψάλω σοι θρηνῳδῶς; ἵνα ὁρῶν σου τὸν τάφον ἐπιγράψω ἐλεγεῖα; ἵνα ὑπὸ γῆν αὐτὴ σώματι μὲν τεθῇς (πνεύματι γὰρ οἶδ' ὅτι ἐν οὐρανοῖς αὐλισθήσῃ), ἐγὼ δὲ ὑπὲρ γῆν ὦ, ἕλκων ἔτι τὸν ὀδυνηρὸν καὶ πολυαμάρτητόν μου βίον; Καὶ πῶς ταῦτα ἀνεκτά; μή μοι γένοιτο, πλὴν παραχωρητέον πάντα ἐν τῇ βουλῇ καὶ θελήσει τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν· καὶ γὰρ οἶδεν ὅ τι συμφέρει ἑκάστῳ ἡμῶν, ἐπίσταται τὸ δέον, συναρμόζει τὸ πρέπον, φιλόστοργός ἐστι πατήρ, ἅπαντα καλῶς διατίθησιν, εὐστόχως, εὐβούλως, πανσόφως, παγκάλως, ἀκαταλείπτως. καὶ ὢ τῆς σοφίας καὶ τοῦ βάθους τῶν κριμάτων αὐτοῦ, ὅτι ἀνεξερεύνητοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. προσέλαβεν γοῦν τὸ πρότερον τὴν ἀδελφήν, προσελήψατο δεύτερον τὸν ἀδελφόν, ζητεῖ τὸν τρίτον. τίς εἴη οὗτος; εἰ μὲν αὐτή, μέγα τὸ ἐγκώμιον. τριαδικῆς γὰρ μερίδος ἔπαθλον διανύεις, καλῶς διαμείψασα τὸν βίον, πάντα ἀπολιποῦσα, πάντα δοῦσα θεῷ, τὴν κεφαλήν, τὰ μέλη, σαυτήν, ἐν ἀσκήσει κατατρίψασα τὸ τίμιόν σου σῶμα, πολύθλιπτον βίον διεξανύσασα, μᾶλλον δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ Κυρίου διαβαδίσασα καὶ νῦν ἐν γήρει καλῷ ζητοῦσα τὴν ἀνάλυσιν. ταύτην τοίνυν ἀπεύχομαι τέως ἄρτι, πλὴν κράτιστον, ὃ τῷ θεῷ φίλον· καὶ τίς οἰκειοτέρως τὰ περὶ ἡμᾶς βουλεύσεται ἄτερ αὐτοῦ; Ἀλλά μοι χαῖρε, μῆτερ, καὶ ζῶσα καὶ κοιμωμένη· οὐ γὰρ τεθνήξεις, διότι ζῶσα εἶ. προαιρέσει ἀπενεκρώθης τῷ βίῳ, διότι καλὸν ἀγῶνα ἠγώνισαι, διότι ἐστερήθης τῶν ἐπιγείων, ἵνα τὰ οὐράνια κληρονομήσῃς, διότι τοῖς τοῦ μαρτυρίου ὡμίλησας ἄθλοις ἀναιμωτί, τὰ μέλη σου ἡμᾶς ἀποτεμοῦσα διὰ τὴν ἀγάπην τοῦ Κυρίου. ἀμέριμνος ἀπέρχῃ, ἀδιάθετος· οὐ γὰρ πάρεστίν σοί τι διαθέσθαι ἢ τὸ ἔνδυμά σου τὸ τρύχινον καὶ εἴ τι ἄλλο τῆς ἀσκευάστου ζωῆς σχέδιον. ἀπ' ἐντεῦθεν ἤδη γυμνὴ παρίστασαι τῷ θεῷ, καθαρὰν τῆς τῶν ὑλῶν βορβορώσεως φέρουσα τὴν ψυχήν. ἔχεις δ' ὅ τι ἡμῖν καταλείψεις, τὴν κραταιὰν εὐχήν, ἣν καὶ νηπίοις ἡμῖν οὖσι σχεδὸν κατέπεμπες, σημειοῦσα καὶ κατασφραγίζουσα ἐν ταῖς νυκτεριναῖς ὥραις, λιτὰς ἀνθ' ἡμῶν τῷ Κυρίῳ ἐν παντὶ καιρῷ προσφέρουσα. καταλείψεις δὲ καὶ τὸ ἄοκνόν σου ἐν ταῖς θείαις λειτουργίαις καὶ φίλαγνον καὶ σπουδαῖον καὶ τὸ ἀποστολικὸν καύχημα τοῦ καμάτου· τῷ ὄντι γὰρ πολὺς κάματος ἐκ τῶν ὁσίων σου χειρῶν ἐξελήλυθεν καὶ διεσκέπασεν καὶ διέθαλψεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ ἅπασαν τὴν ἀδελφότητα. οἳ καὶ ὡς μητέρα πνευματικὴν ἔχοντές σε καὶ περιέποντες τὰ ἴσα ἡμῖν καταλυποῦνταί σε καὶ ἀνακαλοῦνται. Ταῦτα ὡς μὴ γινόμενα ἐσχηματίσαμεν ἐν τοῖς γράμμασιν, παρηγορίαν ἡμῖν αὐτοῖς ποιοῦντες καὶ ὑποδεικνύοντές σοι τὰ τῆς καρδίας ἡμῶν, ἅπερ καὶ ἐξ ἑαυτῆς ἐπίστασαι. ἐγὼ τοίνυν, μῆτέρ μου ἁγία, ὡς οἶσθα, εἰ καὶ ἤθελον εἰσελθεῖν, οὐκ εἶχον πῶς διὰ τὴν φροντίδα τὴν ἐπικειμένην μοι ἀναξίως καὶ οὐκ οἶδα ποίῳ λόγῳ. ὡς θαυμαστὸν γάρ, φησίν, εἰ καὶ Σαοὺλ ἐν προφήταις, καί γε Θεόδωρος ἐν ἡγουμένοις. τοῦτό με εἶρξεν, τοῦτό με ἐδέσμευσεν· ἐπεὶ σιδηραῖς ἁλύσεσιν εἰ ἦν κατεπιασμένος, διέρρησσον αὐτὰς καὶ πρὸ προσώπου σου ἱστάμην. νῦν δὲ ἀντὶ ἐμοῦ ἔπεμψά σοι τὸν πρεσβύτερον εἰς μικρὰν παραμυθίαν, ὅτι καὶ αὐτός σοι ποθητὸς καὶ τίμιος, ἵνα ἐν πᾶσι συμπαρῇ τῇ ἀσθενείᾳ σου, ἐπισκεπτόμενος καὶ φροντίζων τὰ δέοντα, κἄν τε ἐπιμένῃς ἐν τοῖς αὐτόθι, ἐπιμένῃ, κἄν τε ἐξέρχῃ, συνεξερχόμενος ἅμα τοῦ οἰκονόμου. λοιπὸν ὡς εὐοδώσει ὁ θεὸς καὶ φέρει ἡ ἀσθένεια οὕτως, μῆτερ τιμία, καὶ διαγενοῦ, καὶ μὴ ὑπὲρ δύναμιν ταθῇς θέλουσα ἐξελθεῖν. τάχιον δὲ ὅπως διαφέρῃ ἐν τῇ νόσῳ διάγνωσιν πέμψον ἡμῖν, ἵνα εὐψυχήσωμεν μικρόν· κανόνα δὲ εὐθέως πάντες οἱ ἀδελφοὶ ἐποίησάν σοι καὶ εὐχὴν ἔχουσι διηνεκῆ περὶ τῆς ὑγείας σου. χάρισαι ἡμῖν τὴν ἁγίαν σου εὐχήν, εὐλόγησον ἡμᾶς μητρικαῖς δωρεαῖς, ἄσπασαι ἡμᾶς διὰ τοῦ γράμματος, δὸς ἡμῖν τὴν εἰρήνην, ἣν ἔχεις διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ ἕξεις εἰς αἰῶνας αἰώνων. 7 Εἰρήνῃ βασιλίσσῃ Φωνή, φησίν, ἐν Ῥαμᾷ ἠκούσθη, ὁ θεοπτικώτατος Ἱερεμίας, θρῆ- νος καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ τότε κλαίουσα τὰ τέκνα αὐτῆς. τὰ δὲ παρόντα οἷα καὶ ἡλίκα; πόθεν που χθές, δέσποινα ἡμῶν πανάγαθε, ἀναφανέντες ἄγγελοι τοῦ ἱεροῦ σου παλατίου καὶ ἀκουτίσαντες ἡμῖν πάσας τὰς γεγενημένας σου τῶν ἔργων ἄρτι αἰνέσεις, ἤχησαν ἡμῶν ἀμφότερα ὡς ἀληθῶς τὰ ὦτα. τί τοιγαροῦν; ὅτι ἦρας σύσσημον ἐν τοῖς πέρασι τηλικαύτης εὐσεβείας. καὶ ἰδοὺ ἥκουσί σοι κυκλοτέρωθεν, ὡς νεφέλαι πετόμεναι, λιταὶ παμπληθεῖς, γεραίρουσαι τὸν θεὸν ὑπὲρ τῶν αἰσίων σου καταπράξεων. φράζε ἡμῖν, ὦ δέσποινα, τίς ὁ ἐπιβιβάσας σου τὸν καθαρώτατον νοῦν ἐπὶ τὰ ὕψη τῶν νοημάτων τῆς ἀληθείας, ὥστε ὡς ἀπὸ σκοπιᾶς τινος ὑψηλῆς μετεώρου καταθρῆσαι τὰ τοιαῦτα ἀρεστὰ θεῷ καὶ ὅσια. δίδαξον ὅθεν σοι ὁ τῆς εὐσεβείας τοσοῦτος ἔρως ἐνέσκηψεν, καλῶς ἀπληστεύεσθαι τὰ θεάρεστα καὶ εἰς ὕπερ ἐλάσαι φειδοῦς τῆς ὑπὲρ τῶν Χριστιανῶν ψυχικῆς τε καὶ σωματικῆς πολυφελοῦς προμηθείας. ἢ ἐπειδὴ πολὺ τὰ θεῖα φρονοῦσα καὶ ὁμειρομένη μητρικῶς οὐκ ἀρκετὸν ἡγήσω τὸ μόνον τὸν λαόν σου τῇ ἄνωθεν ἐπικουρίᾳ ὡς ἐξ Αἰγυπτιακῆς τινος δουλείας, τῆς δυσσεβοῦς, φημί, πίστεως, λυτρώσασθαι, εἰ μὴ μετὰ τῶν προλαβόντων πολυτρόπως ἐκλαμψάντων σοι δίκην ἀστέρων ἀγαθουργημάτων καὶ τὴν παροῦσαν ὡς κολοφῶνά τινα τῶν ἀρετῶν ἐπιπροσθήσασθαι χάριν; Ἅγιος, ἅγιος, ἅγιος. εὐφράνθη ὁ οὐρανὸς ἄνωθεν, μετὰ τοῦ ἱεροφωνοτάτου Ἠσαΐου ἐπιβοήσωμεν, εἰ καὶ τολμηρόν, ὅτι ἠλέησεν ὁ θεὸς διὰ σοῦ τὸν λαὸν αὐτοῦ. ἐπλήσθη γοῦν ἡ σύμπασά σου βασιλεία χαρᾶς καὶ ἀγαλλιάσεως, ὅτι ἀφῄρηται ὁ ἄνομος ζυγὸς ὁ ἐπ' αὐτὴν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῆς τοιαύτης ἐπικρατήσεως. τίς ἤκουσε τοιαῦτα; δεῦρο, εἴπατε, ἄνδρες· καὶ τίς ἑώρακεν ἐπ' ἄλλης βασιλείας τοιοῦτον καὶ τοσοῦτον κατόρθωμα; ἐπαινέσατε αὐτὴν πάντες οἱ λαοί· μεγαλύνατε αὐτὴν σὺν ἡμῖν, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἱερεῖς τε καὶ μονασταὶ καὶ πᾶν τὸ χριστιανικὸν φῦλον. οὐδὲ γὰρ ὅτι τῶν τοσούτων τοῦ χρυσίου ταλάντων ἡ ἄφεσις γέγονε θαυμαστὸν μόνον, καίπερ ὂν ἀνυπέρβλητον, ἀλλ' ὅτι καὶ πόρος ἀδικίας πολυπλάσιος ἐν τῇ τοιαύτῃ ὑποθέσει συνεξεκόπη ὁσιώτατον. ἤρθη ἐκ μέσου στραγγαλιὰ βιαίων καὶ ψυχοφθόρων ἀπαιτημάτων λαθοῦσα τοὺς πρὸ σοῦ ἅπαντας, καίπερ τινὰς εὐσεβῶς βεβασιλευκότας· τοῦτο γὰρ σοὶ ἀπέκειτο. πέπαυται ἐφομοσία, πολυορκία, μᾶλλον δὲ ψευδορκία ἐπί τε τῶν ἀπαιτούντων καὶ ἀπαιτουμένων, ἀμφοτέρων ἐντεῦθεν ὡς τὸ συμβὰν ἀπολλυμένων, τοῦ μὲν ὅ τι ἀποκρύψειεν πειρωμένου, τοῦ δὲ ὅτι ὑπερπιάσειεν καταπολυορκοῦντος. πέπαυται ἔκθλιψις στενοχωρουμένων καὶ πενομένων φροντιστήρια, οὐχ ὅπως τῆς πτωχείας φάρμακον ἀλεξιτήριον ἐξευρεθείη ζητούντων (ἧττον γὰρ ἂν ἦν τὸ λυπηρόν), ἀλλ' ἵνα τὸ ἀσύνθετον καὶ ἄνωθέν πως ὡς ἁμαρτίας γέννημα ἐπεισφρῆσαν ἀποτίσωνται τοῖς πράκτορσιν. οὐκέτι αἱ ὁδοὶ τελωνοῦνται, ὅσαι κατὰ γῆς, ὅσαι κατὰ θάλασσαν. ἀντίφθογγα ταῦτα τῶν ὑπὸ τοῦ μεγάλου καὶ ἱεροῦ Χρυσοστόμου εἰρημένων· οὐκέτι ἠπειρῶται ἐξαργυρίζονται ἄδικα κατὰ τοὺς στενωποὺς ἐκ τῶν ἐπικαθημένων ὡσανεὶ ἀγρίου τινὸς δαίμονος ἢ ἀτιθάσσου θηρός, ἀπογευομένου πάντως ἐκ τῆς τοῦ πενομένου ὁδίτου ἐπιφορτώσεως, οὐδ' αὖ δέει τῶν τοιούτων αἰσχρῶν λημμάτων οἴκοι μένουσιν οἱ ἀπορούμενοι, μήτε τὰ ἐν ἄστει μήτε τοὺς παραθαλασσίους τόπους καταλαμβάνοντες· πανταχοῦ γὰρ οἱ τῆς ἀδικίας σκόπελοι προεστήκασιν. οὐκέτι οἱ πλωτῆρες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ ἐξορμώμενοι καὶ καταπλέοντες ὑποπνίγονται, ὡς ἂν ἐκ λαιμοῦ τοῖς στενοῖς στομίοις τὸ τελωνούμενον ἀποδώσοντες. ἀφείθησαν οἱ τὴν ἀγρευτικὴν μέθοδον μετερχόμενοι, κούφως ταύτην διαλαμβάνοντες, Εἰρήνη ἱερόψυχε. ὁ ἁλιεὺς τυχὸν τρεῖς ἰχθύας ἀν ελκύσας καὶ τοῦτο πάντως πολλὰ κεκοπιακὼς δι' ὅλης ἡμέρας τὸν ἕνα οὐκ ἀποτίννυσιν. ὁ τοξότης ἢ ὁ ἰξευτής, οὕσπερ ἐθήρευσεν ὀλίγους τάχα ὄρνεις, ἐξ ὧν αὐτῷ ἡ ἀναγκαία τροφή, ἀλογοθέτητος διαμένων εὐζωήσειεν. αἱ στρατιώτιδες, τὸ οἰκεῖον πένθος ἔχουσαι τῆς ἀνδρικῆς ἀποβολῆς, οὐκ ἐπιθρηνήσουσι πικρῶς τὴν ὑπὲρ τοῦ θανέντος ἐλεεινὴν καὶ ἀπάνθρωπον ἐξαπαίτησιν. καὶ πάρειμι τοὺς συβότας, τοὺς προβατεμπόρους, τοὺς οἰνοπράτας· ἐῶ λέγειν τοὺς κρεοπώλας, τοὺς ἱστουργοῦντας, τοὺς χαλκετύπους, τοὺς σκυτοτόμους, τοὺς δευσοποιούς, ἀρωματοπράτας τε καὶ ἀρχιτέκτονας, καὶ συλλήβδην εἰπεῖν ἅπασαν μέθοδον, ὅση κατὰ χρυσουργίαν, ὅση κατὰ ξυλουργίαν, ὅση κατὰ πᾶσαν ἄλλην ὕλην ἐπιθεωρεῖται. Ἵνα μὴ μακρὸν ἀποτίννυμι λόγον ἐν τῇ τοιαύτῃ κατακερμασίᾳ, ὦ πανάγαστε δέσποινα, ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν ἅπαντες καὶ ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, ἐκεῖνα εἰρηκότες· εὐλογήσω σε, Κύριε, ὅτι ἠλέησάς με καὶ ἐγένου μοι εἰς σωτηρίαν· διὸ πεποιθὼς ἔσομαι ἐπὶ τῇ θεοσδότῳ μου βασιλείᾳ. ταῦτα πάντα αἰνέσεως πλήρης καὶ ἐξυμνήσεως, Εἰρήνη φίλη Χριστοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. ταῦτα οὐ μόνον ἐν τῇ ἐπικρατείᾳ τῆς βασιλείας σου, ἀλλὰ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης διαδοθήσονται, καὶ ἀκούσονται ἀλλοεθνεῖς καὶ θαυμάσονται καὶ πτοηθήσονται ἀπὸ τῆς εὐπραξίας τῶν σοφῶν σου ἐπιτηδευμάτων· αἰδοῦνται γάρ, φησίν, ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὡς ὁ τῶν θεολόγων διαπρύσιος. οὕτω φυλάττεταί σου ἀρραγὲς τὸ βασίλειον, οὕτω εἴκει καὶ πείθεταί σοι ἀσμένως τὸ ὑπήκοον· ταύτῃ θεραπεύεις τὸ θεῖον, ταύτῃ ἐπευφραίνεις τοὺς ἐκλεκτοὺς θεοῦ ἀγγέλους, ἀλλ' οὖν καὶ τοὺς ὁσίως καὶ δικαίως πολιτευομένους, Εἰρήνη θεονόμαστε. ἐν τούτοις ἡ εὐσέβειά σου διαλάμπει, ἐν τούτοις πᾶν στόμα καὶ πᾶσα γλῶσσα πρὸς αἴνεσίν σου ἐξανοίγεται· αὕτη ὡς ἀληθῶς ἡ δόξα τῆς ἐκκλησίας, αὕτη ἡ σφραγὶς τῆς περιποιηθείσης σοι πατρικῆς καὶ θεοπνεύστου τῶν Χριστιανῶν ὀρθοδοξίας, ἔκδικε τοῦ θεοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχε, τηλικαῦταί σου αἱ τῶν ἀρετῶν ἐπιδόσεις. ὡς μεγάλοι καὶ ἀξιέπαινοι οἱ μισθοί σου, ὡς πολύ σου καὶ ὑπερβάλλον τὸ ἀνταπόδομα παρὰ τοῦ τῶν ὅλων θεοῦ. μέγα μὲν γὰρ καὶ τὸ ἕνα σῴζειν (πῶς γὰρ οὔ; ἐπεί, ὥς φησιν ἡ θεία Γραφή, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται), τὸ δὲ τοσαύτας ψυχὰς καὶ τὸ πᾶν τοῦ λαοῦ, πῶς οὐ μέγα καὶ σεβάσμιον καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ὄντως ἐπάξιον; σὺ οὖν, τὸ μέγα ὄντως καὶ πραγματικὸν ὄνομα, μετὰ τοῦ παντὸς καλοῦ εἰσελήλυθας εἰς τὰ βασίλεια καὶ σὺ τὰ ἐγκαταλείμματα τῆς δικαιοσύνης ἐάσειας διαιωνίζοντα. 8 Συμεὼν ἡγουμένῳ Ὑπὲρ ἡμᾶς τὰ καθ' ἡμᾶς ὑπολαμβάνουσα ἡ πατρική σου ἁγιωσύνη, διὰ τῶν δύο αὐτῆς ἱερογράφων ἐπιστολῶν ὡμίλησεν ἡμῖν τὰ ξενίζοντα καὶ ἐκπλήττοντα. ἀλλὰ περὶ μὲν τῶν γραμματηφόρων εὐδόκησεν ὁ θεός, ὑποκλιθέντος τοῦ ἡγουμένου, ἀναληφθῆναι αὐτοὺς ἐν τῷ οἰκείῳ αὐτῶν μοναστηρίῳ, καλῶς τοῦτο πραξάσης τῆς θεοσεβείας σου εἰς τὸ ἀνθυπενεγκεῖν αὐτοὺς διὰ τοῦ διδακτικοῦ αὐτῆς λόγου εἰς τὰ πατρῷα καὶ πνευματικὰ σπλάγχνα· περὶ δὲ τοῦ λιποτακτήσαντος ἀδελφοῦ ἡμῶν καὶ ὡς ἐκ παραδείσου τῆς κοινοβιακῆς ζωῆς ἐξοστρακισθέντος οὐκ οἶδ' ὅ τι εἴπωμεν, καὶ ἡμεῖς ἑωρακότες τὸν ἄνδρα τὸ πρότερον ὡς ἀληθῶς ἄμπελον θεοφύτευτον, πᾶσαν ἀληθινήν, πᾶσαν καρποφόρον. καὶ πῶς ὅτι ἄρτι ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, στραφείσης αὐτῆς, ὡς εἰπεῖν, εἰς πικρίαν θανατικήν; μὴ γὰρ ὅτι οὐ παραδοθεὶς τοῖς ἀτιθάσσοις θηρσὶ τῶν παθῶν, φιλοσαρκίας τε φημὶ καὶ φιλαρχίας, ἔστιν ἰδεῖν αὐτὸν ἄρτι τῇ τοῦ νοῦ θεωρίᾳ βιβρωσκόμενον ὑπ' αὐτῶν καὶ κατα σπαρασσόμενον οἷα ἀπὸ στόματος λεόντων; τὴν ἴσην γάρ, ὡς οἶσθα, κρίνει ἀπόπτωσιν ὁ θεῖος Βασίλειος τῷ ἀλόγως ἀναχωροῦντι καὶ ἀποσχιζομένῳ πατρὸς τοῦ καὶ αὐτὸ τὸ θεῖον ἐπάγγελμα ἀπορριπτομένου· διὰ τοῦτο καὶ τῆς αὐτῆς εἰσι καταδίκης ἐπὶ τῆς ἀκοινωνησίας καὶ τῶν ἄλλων ἐπιτιμίων. Ἀλλὰ τοῦτον μὲν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἀντωπῆσαι πάλιν πρὸς τὸ πρότερον φῶς ἐκ τῆς ἀμβλυωπαθοῦς καὶ ἐζοφωμένης αὐτοῦ ἐννοίας καὶ οἴκαδε αὖθις ἐπανιέναι πρὸς τὸν γλυκὺ πατέρα καὶ τὴν φιλτάτην συνοδίαν. αὐτοὺς δὲ τοὺς ἀδελφοὺς παρακαλοῦμεν στῆναι γενναίως πρὸς τὴν κοινοβιακὴν ἄθλησιν καὶ μὴ σαλευθῆναι ἐκ τῆς τοῦ ἀσεβοῦς καταπτώσεως, μᾶλλον δὲ καὶ μᾶλλον ἐντεῦθεν ἐπιδράξασθαι γνησιωτέρας πίστεως καὶ ἀδιασπάστου συντεύξεως, τοσοῦτον μέχρις αἵματος, καθὼς οἱ θεοφόροι πατέρες διαγορεύουσιν, ἵνα τελειότητι τοῦ ὑποτακτικοῦ αὐτῶν βίου τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσωνται ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, χορεύοντες μετὰ Δοσιθέου καὶ Ἀκακίου καὶ Δομετιανοῦ τῶν πάνυ παναγίων, τῶν πανυπηκόως τὴν πολιτείαν τετελειωκότων. σήμερον γάρ, καθὼς αἱ λοιπαὶ φωναὶ τῆς ὁσιότητός σου, ἀκρισία πᾶσα καὶ ἀνυποταξία, ἐπερειδομένων τῶν πάντων σχεδὸν εἰπεῖν ταῖς ἀνθρωπίναις συνηθείαις καὶ ταῖς τῶν προσεχεστέρων διακρατήσεσιν, ἐξ ἐναντίας ἐχούσαις τῶν ἐντολῶν τοῦ θεοῦ καὶ μᾶλλον αἱρουμένων τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἡγουμένου παρατηρεῖν τὸν βίον ἢ τῶν θεσπεσίων πατέρων ἡμῶν. ἔνθεν οἱ ποιμένες, ἐξ ὧν ἐγὼ πρῶτος, ἠφρονεύσαμεν καὶ τὸν κύριον οὐκ ἐκζητοῦμεν οὐδὲ τὸ ἀμώμητον καὶ ἀκράδαντον τῆς πολιτείας ἰχνηλατοῦμεν, ἀλλ' ὡς παλαιωθέντος τοῦ θείου νόμου καὶ ἀργήσαντος τοῦ εὐαγγελίου καὶ ἀτονησάντων τῶν πνευματικῶν θεσμῶν καί, ἵνα τι εἴπω καὶ βλασφημότερον, ὡς ἀλλοιωθέντος τοῦ ἀναλλοιώτου θεοῦ· τοῦτο γάρ ἐστι πρὸς τὸ λέγειν καὶ καταιτιᾶσθαι τοὺς χρόνους καὶ τὰς ἡμέρας καὶ τὰς γενεάς, ἀλλοίως μὲν ἐκείνας καὶ ἀλλοίως ταύτας. Ἐγὼ δὲ ἀνταποκρίνομαι ὡς οὐ παρὰ τὸ τοῦ χρόνου διάφορον τοῦτο ὑπήχθη (οὐδὲ γὰρ ἑτερόμορφος γέγονεν ὁ οὐρανὸς οὐδὲ ἑτεροκίνητος οὐδὲ ἑτερολαμπὴς ὁ δημιουργὸς τῆς ἡμέρας φωστὴρ οὐδὲ παρὰ τὴν πρὶν τάξιν φέρεταί τε καὶ διεξάγεται τὸ πᾶν· ἔστησεν γὰρ αὐτά, κατὰ τὰ λόγια, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται), ἀλλὰ τοῦτο συμβέβηκεν, ὦ ἁγιώτατε, κατὰ τὸ ἐνηλλαγμένον τῆς αὐτεξουσίου προαιρέσεως, ὀλιγωρησάσης ἐκ τοῦ θείου ἔρωτος καὶ περὶ τὰ πρόσυλα τὴν ἑαυτῆς ἔφεσιν ἐκδεδωκυίας καὶ οὐ θελούσης οὐδὲ αἱρουμένης τῶν εὐκλεῶν ἐφάψασθαι παραδειγμάτων οὐδὲ μεταγράψαι ἀπὸ τῆς ἀρχετύπου καὶ πατρίου θεοειδοῦς εἰκόνος, ἐκ δὲ τῶν δυσμόρφων καὶ ἀλλοκότων καὶ τερατουργημένων. διὰ τοῦτο τὰ ψυχικὰ ἰνδάλματα ἐπιφέρομεν, τὸ μέν τι ἀνθρωπείου μέρους ἔχοντα, τὸ δὲ κυνός, τὸ δὲ λεοπάρδου τυχόν, τὸ δὲ ἰχθύος ἤ τινος ἄλλου τῶν ἑρπετῶν, ἀναγωγικῶς ταῦτα λαμβανούσης τῆς ὁσιότητός σου. Οἱ τὰ τοιαῦτα τοιγαροῦν ἐκ φενακισμοῦ βατταρίζοντες ἢ ῥηξάτωσαν γυμνῇ τῇ κεφαλῇ τὰ εὐαγγέλια καὶ τὰ μαρτύρια καὶ τὰ δικαιώματα τοῦ Κυρίου καὶ πᾶσαν δέλτον ἁγιοπαράδοτον ἤ, τοῦτο μὴ ποιοῦντες, τὸ νηπιῶδες φρόνημα καὶ ἀλόγιστον ἀποθέμενοι, ὡς ὄντως εἰς ἄνδρα τελοῦντες τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατὰ τὰ θεοπαράδοτα λόγια καὶ περιπατείτωσαν καὶ τοὺς ἄλλους ἐκπαιδευέτωσαν· ἤ, μηδέτερον τῶν εἰρημένων ποιοῦντες, κἂν γοῦν τὸ ἑαυτῶν ἀθέλητον καὶ ἄσωτον κατηγορησάτωσαν. ἴσως γὰρ αὐτοῖς ἔσται καιρὸς ἀνανήψεως. Φεῦ δέ μοι, πάτερ τιμιώτατε, ὅτι ἔνοχος ὢν πάντων τῶν εἰρημένων καὶ πάσης διαστροφῆς καὶ ἀνευθύτητος ὑπουργὸς ὡς ἐπεμβαίνειν ἄλλοις ἠρξάμην καὶ νομοθετεῖν. κλαυσάτωσαν καὶ θρηνείτωσαν ἐπ' ἐμοὶ καὶ αὐτοὶ οἱ ἀναίσθητοι λίθοι, κινδυνεύοντι κατὰ πᾶσαν ὥραν καὶ ῥήσσοντι τὸ ποίμνιον τοῦ Χριστοῦ, ἀναξίως μοι παραδεδομένον. τοσαῦτά μοι προήχθη κελεύοντί σοι, ὦ θεοτίμητε, ἀνταποκριθῆναι. αὐτὸς δέ, ἐρηρεισμένος ὢν τῇ δυνάμει τοῦ πνεύματος καὶ τῇ περιλήψει τῶν νομίμων καὶ πατρίων ἐντολῶν, ἀκίνητος μένοις καὶ ἄσαλος καὶ ἀκαταπτόητος ἐκ τῶν παρά τινων πολυτρόπως προσεπεισφρησάντων σοι, οἷα ἀνέμων ἢ τρικυμιῶν λογυδρίων, βαίνων ἐν τῇ βασιλικῇ ὁδῷ τῆς ἀκραιφνοῦς πολιτείας καὶ τὴν ἐφ' ἑκάτερα παρατρέχων ματαιολογίαν τῶν ἀνθρώπων εὐχόμενός τε ἀδιαλείπτως ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν τὰ κράτιστα.