Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου Εὕρεμα καλὸν ἐθήρασα ἐπιτυχὼν γραμματηφόρου, δι' οὗ χαράττω σου τῇ ἁγιωσύνῃ τὴν ἐν χερσὶν ἐπιστολήν, οὐδενὸς μὲν ἀξίαν λόγου ὡς ἄλλως, πλείστην δὲ ὅτι μάλιστα τὴν ἀγαπητικὴν διάθεσιν ἔχουσαν· φιλοῦμεν γάρ σε, ὦ πατέρων ἄριστε, διαφερόντως οὐ μόνον ὡς ποιμένα θεομακάριστον καθ' ὅτι προκινδυνεύων ὤφθης τῆς πίστεως, ἑλόμενος πᾶσαν κακοπάθειαν, ἐξορίαν καὶ ἀφαίρεσιν πάντων, ἀλλ' ὅτι καὶ ὁμόσχημος ἡμῖν ὑπάρχεις καὶ τῶν ἐξ ἀρχῆς γνωρίμων τε καὶ φίλων, προσθείην δ' ἄν, καὶ διὰ τὴν εὐλάβειαν, ἣν ἐν ἐγκρατείᾳ χαρακτηρίσαι ἑαυτῷ ἠγωνίσω. Χαίρομεν οὖν ὅτι τοιοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα, μᾶλλον δὲ ἔχει ἡ τοῦ θεοῦ ἐκκλησία στῦλον καὶ ἑδραίωμα ἐν τούτῳ τῷ χαλεπῷ σεισμῷ τῆς ἀσεβείας· σεισμὸς γὰρ τῷ ὄντι, ἐν ᾧ ἀσεβεῖς μὲν καταπίπτουσιν ἀνερμάτιστοι ὄντες, εὐσεβεῖς δὲ οἱ μὲν σαλεύονται, οἱ δὲ οὐδ' ὁτιοῦν πάσχουσιν ἐκ τῆς ἄγαν στερροκαρδίας. διὰ τοῦτο ὅσον πολλοὶ οἱ στῦλοι καὶ τὰ νοητὰ ἑδραιώματα, τοσοῦτον ὀχυρούμεθα καὶ ἡμεῖς οἱ ὑφειμενέστεροι. εὐλογητὸς ὁ θεὸς ὁ ὑποδείξας σου τὴν ἀρετὴν ἐν τῷ παρόντι καιρῷ μάλα τηλαυγέστερον. δοκίμιον γάρ ἐστιν ἤ, ἵν' οἰκειότερον εἴπω, χωνευτήριον ἡ πεῖρα αὕτη, ὡς ἂν οἱ ἐκλεκτοὶ φανῶσι καὶ οἱ ἄλλως ἔχοντες διελεγχθῶσιν· οὐ γὰρ ἀνήκοος εἶ πάντως, θεοτίμητε, οἷοι καὶ ὅσοι τῶν ἐξ ἑκατέρου μέρους. διὸ καὶ λυπούμενοι στένομεν τῷ διασπασμῷ τῶν μελῶν καὶ πῶς οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ ὡς ἀγγεῖα ὀστράκινα ἐλογίσθησαν. Ἐκεῖνοι μὲν οὕτως. σὲ δὲ ἡ μεγάλη τοῦ θεοῦ χεὶρ περιφυλάξειεν τὸν ποθητὸν ἡμῶν πατέρα, ὑγιαίνοντα, διαλάμποντα τῇ διδασκαλίᾳ, διαβοούμενον τῇ παρρησίᾳ, προσευχόμενόν τε ὑπέρ τε τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ περὶ ἡμῶν τῶν ἀναξίων, ἵνα κατακολουθῶν ἔσομαι τοῖς ἴχνεσιν ὑμῶν ῥυόμενος ἐκ τοῦ πονηροῦ. 76 Ἰωάννῃ ἡγουμένῳ Χαλκίτου Ἐβουλόμην διακόνῳ χρήσασθαι τοῦ παρόντος γραμματείου Σιλουανῷ τῷ πνευματικῷ ἡμῶν τέκνῳ, παρ' οὗ καὶ προσαγορίαν ἐδεξάμην ὑπὸ τῆς ἁγιωσύνης σου πεμφθεῖσάν μοι καθ' ὃν καιρὸν ἐστέλλετο τὴν διὰ Κύριον ἐξορίαν. ἀλλ' ἐπεὶ οὐκ ἐξεγένετό μοι ἐν τῷ τέως, δι' ὧν εὗρον ἄρτι ἀποκρισιαρίων ἁρμόζον ἡγησάμην προσφθέγξασθαι τὴν τιμιότητά σου. χαίροις, ὦ καλὲ ἀδελφέ, μᾶλλον δέ μοι πατέρων ποθεινότατε, συνεξορίζῃ Χριστῷ, συμπάσχεις τῷ παθόντι ὑπὲρ σοῦ· εὖγε ὅτι ἦρες ἅρμα πνευματικόν, εὖγε ὅτι ἡγήσω πάντα σκύβαλα διὰ Χριστόν. καλὸν τὸ μοναστήριον ὃ συνεστήσω διὰ πολλῶν κόπων καὶ ἱδρώτων καὶ τῶν κύκλωθεν νήσων ὑπερλάμπον τῇ τε θέσει τοῦ τόπου καὶ οὐκ ὀλίγοις ἑτέροις γνωρίσμασιν. Ἀλλ' ὅρα ὅ τι τὸ ζωηρὸν χωρίον τοῦ παραδείσου σοι προεξένησεν· καὶ τάχα καὶ αὐτὸ οὐκ ἀδυνατήσει θεὸς ἀποδοῦναί σοι, εἴπερ βούλεται. ἐξέλαμψας ἐν τοῖς ὁμοταγέσιν ἡλίου τηλαυγέστερον· ἔργῳ τὸ μοναχὸς εἶναι ἐξεπλήρωσας, μονωθεὶς ἁπάντων, καὶ πνευματικῶν τέκνων καὶ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ εἰτινοσοῦν ἄλλου διὰ τὴν ἀλήθειαν. εἴπω τι καὶ παρρησιαστικώτερον (ἔχω γὰρ τὸ παρὰ σοῦ θαρρεῖν), ἐξεπλήρωσας τὰς ὑποσχέσεις, ἥττημαι τὴν καλὴν ἧτταν καὶ χαίρω νενικημένος μάλα, ἐμὸν ποιούμενος τὸν σὸν στέφανον· τοιαῦτα γὰρ τὰ κατὰ θεὸν φίλτρα. οἶδας ὃ λέγω, ἡνίκα ὠνείδιζον ἐγὼ πρὸς τὴν τότε σύμπτωσιν, εἰ καὶ οὐκ ἐνομίζετο, ἐζήτει δὲ ἡ σὴ εὐλάβεια τὰ τελεώτερα. Ἔχεις με, ὦ φιλότης. ἀλλ' ὡς εὐγνωμονῶν ἐγὼ ἐνταῦθα φαίνοιμι, οὕτω καὐτὸς ἐκεῖσε, παρακαλῶ, συντίθεσο. τί τοῦτο; ὅτι καὶ τότε ὑπὲρ ἀληθείας ἡ φυλακή. καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτο λέγοιμι (ἄπαγε), ἀλλ' ἵνα σε θεὸς διὰ τῆς ὁμολογίας ἐκείνης κρατύνειεν κἀν ταύτῃ, ὡς ἂν ἀθλῇς νομίμως. ταῦτα ἐξ ὑπερβαλλούσης ἀγάπης εἴρη ταί μοι· ἐπεὶ πρὸς ἄλλον οὐκ ἂν ἐθάρρησα λέγειν, καίτοι γε εὔχομαι πάντας οὕτω φρονεῖν ἀπὸ κορυφῆς ἕως ποδῶν. ἄρτι γὰρ ἔξω ὑπολήψεων καὶ σκαιότητος τὰ ἡμέτερα, κἂν ὡς ἄλλως ἐν ἁμαρτίαις ἐσμέν. Γνώρισον δὲ ἡμῖν, ὦ πάτερ, καὐτὸς ἐν οἷς εἶ καὶ ὅπως καθέζῃ, μὴ ἀθυμῶν μηδὲ ἀπελπίζων τὰ ἐλέη Κυρίου· εἰ γὰρ εἴποι" 4σιώπα, πεφίμωσο" 5, ἐκόπασεν ἡ θραῦσις. ἀλλὰ καὶ προσεύχου μοι ἀδιαλείπτως, παρακαλῶ, ἵνα ῥυσθῶ ἐκ τοῦ πονηροῦ. 77 Εἰρήνῃ πατρικίᾳ Σοὶ πρέπει ὕμνος ἀληθῶς, οὐ παρ' ἐμοῦ μόνου τοῦ ἁμαρτωλοῦ, ἀλλὰ σχεδὸν καὶ παρὰ πάσης τῆς ἐκκλησίας τοῦ θεοῦ. τίνος χάριν; ὅτι ἐν τῷ παρόντι σεισμῷ τῆς ἀσεβείας, ὁπηνίκα ἱερεῖς πίπτουσιν, ἀρχιερεῖς ὄλλυνται, μονάζοντες συντρίβονται, ἄρχοντες καταρρήσσονται, ἀρχόμενοι καταλύονται, ἄνδρες ἐκλύονται, γυναῖκες δεδίασιν, μόνη ἐφάνης γυναικῶν ἀδιάπτωτος, ἀσάλευτος, ἀκράδαντος, ἄφοβος, ἀμάθαλκτος, ἀδιάρρηκτος. πόθεν τοῦτο; ὅτι ἐπὶ τὴν νοητὴν πέτραν τὴν σεαυτῆς ψυχικὴν οἰκίαν τεθεμελιωμένην ἔσχες, ἐκ προλαβουσῶν πολλῶν καὶ διαφόρων ἀγαθοεργιῶν καὶ λίθων οἱονεὶ πνευματικῶν συσφιγχθεῖσάν τε καὶ καλλιεργηθεῖσαν, ἐφ' οἷς ἕωλοι καὶ ἀνίσχυροι δυνάμει θεοῦ οἱ δαιμονικοὶ ἄνεμοι καὶ οἱ τῶν προσβολῶν νιφετοὶ ἐναπεδείχθησαν. Εὐλογημένη σὺ ἐν γυναιξί, μεμακαρισμένη σὺ ἐν ἀρχούσαις, δεδοξασμένη σὺ ἐν ταῖς ὑποζυγίοις. ἤγειρας ὄντως κέρας σωτηρίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ηὔφρανας ἀγγέλους, ᾔσχυνας δαίμονας, ἐνίκησας κακοδόξους, ἔπληξας λαοπλάνους, ἐστερέωσας σαλευομένους, ἐτραυμάτισας λειποτακτοῦντας, ἐδρίμυξας φιλοσαρκοῦντας, ὡμολόγησας Χριστὸν διὰ τῆς ἱερᾶς εἰκόνος αὐτοῦ, συνηριθμήθης τοῖς αὐτοῦ ὁμολογηταῖς. εὖγε ἀνδρειόφρων ψυχή, εὖγε μαρτυρόνους καρ δία, εὖγε ἐμοὶ μήτηρ προσκυνουμένη· ἡ γὰρ Χριστοῦ ποιήσασά τε καὶ ποιοῦσα τὸ θέλημα, πολλοῦ γε εἰπεῖν ἐμοῦ τοῦ ἀναξίου. οὕτως σε θεὸς ἐδόξασέν τε καὶ ὕψωσεν, ἀλλὰ καὶ ἔτι δοξάσειεν, ἐάνπερ μέχρι τέλους ἐπιμείνωμεν τῇ καλλίστῃ ἡμῶν ὁμολογίᾳ. καὶ τί τὸ ἀπ' αὐτῆς κέρδος; βασιλεία οὐρανῶν, ἐν ᾗ ἐκλάμψεις ὡς ὁ ἥλιος μετὰ πάντων τῶν ἁγίων. Τῇ συνάθλῳ σου καὶ ὡς ἀληθῶς ὅρπηκι προσφωνῶ τὰ εἰκότα. 78 Ζαχαρίᾳ ὑπάτῳ Ἀσπάζομαί σε, ἄνθρωπε τοῦ θεοῦ, κάλλιστε φίλων, ἐργάτα Χριστοῦ. τί παρ' ἡμῶν τῶν ἁμαρτωλῶν παθὼν ἀγαθὸν ἀνταποδίδως ἡμῖν χάριτας; καὶ χάριτας οὐκ ἐξ ὧν σὰρξ εὐφραίνεται οὐδ' ἀφ' ὧν ἐπίκηρος ἡ εὐεργεσία, ἀλλὰ τὰς ὄντως εἰς ψυχὴν διαβαινούσας καὶ οὐ κενουμένας εἰς αἰῶνας· οἶδας ἃς λέγω, ἐπί τε τοῦ θεοφιλεστάτου φημὶ ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν, ἐπί τε τοῦ πρωτοπρεσβυτέρου, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν καὶ οὗτινος ἄλλου τῶν ἡμετέρων τέκνων. ἦ τοῦ μὲν εὖ παθεῖν οὐδὲν οὐδαμῶς (πόθεν γὰρ καὶ πότε;), ἐξ ἀγαθῆς δὲ καρδίας καὶ προθέσεως φιλοθέου, καθ' ἣν καὶ πρότερον εὐηργέτησας, ὅτε βασιλεὺς ἐμαίνετο καθ' ἡμῶν ἡρωδιανίζων· οὕτω γὰρ εἰπεῖν σεμνοπρεπέστερον. Δῴη σοι τοιγαροῦν χάριν ἀντὶ χάριτος ὁ εἰς ἑαυτὸν τὰς χάριτας ἃς πεποίηκας ἐν ἡμῖν τοῖς ταπεινοῖς διὰ φιλανθρωπίαν ἀναδεχόμενος, καὶ ῥύσεταί σε πανοικεὶ ἐκ παντὸς κακοῦ καὶ μάλιστά γε τῆς λυττώσης αἱρέσεως κατὰ Χριστοῦ. 79 Ἀθανασίῳ τέκνῳ Ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ, καθὰ γέγραπται· διὰ τοῦτο, τέκνον μου περιπόθητον, οὐκ ἠβουλήθη ἐν παραβύστῳ σε παρεξελθεῖν ἐν ταῖς ἡμέραις ταύταις, ἀλλ' οἷόν τινα μαργαρίτην εὐσεβείας εἰς προῦπτον φανερωθῆναι, ἵν' ὅτι μάλιστα δοξασθῇ ὡς ἔν τισι τῶν προεχόντων ἀδελφῶν σου καὶ ἐπὶ τῇ σῇ στερροκαρδίᾳ. λυπηρὸν μὲν οὖν (πῶς γὰρ οὔ;) τὸ διαζευχθῆναί σε τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, οὐκ ἔχοντος αὐτοῦ ἰσοστάσιον τῆς ἀρετῆς σου εἰς παρηγορίαν καὶ συμβουλίαν· πλὴν οἶδεν οἰκονομεῖν θεὸς τὰ συμφέροντα, ἵνα ἀμφοτέρων ἡ βάσανος τῆς ἀρετῆς διαδειχθῇ. Χαίρω ἐπὶ σοί, τέκνον μου, καὶ ἐναβρύνομαι· Ἀθανάσιος εἶ, ἀλλὰ καὶ εἴης ἔργῳ καὶ λόγῳ εὐδοκίᾳ τοῦ δυναμοῦντος τὰ πάντα θεοῦ. ἔνεγκε, τέκνον μου, τὴν ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ φυλακήν. εἰ καί τι εὐδοκεῖ ἄλλο, δέξαιο ἀσπασίως· οὐ γὰρ τὸ παθεῖν, ἀλλὰ τὸ μὴ ὑποῖσαι διὰ Χριστὸν πάθη δυσφορώτατον καὶ ἐπιζήμιον τοῖς ἔχουσι νοῦν. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου· καταλάβοι σε ἡ εὐχὴ τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν ὁσίων ἀδελφῶν, προηγουμένως ἡ πρεσβεία τῆς ἁγίας Θεοτόκου σὺν πᾶσι τοῖς ἁγίοις. Μιμνήσκου μου τοῦ σοῦ ἁμαρτωλοῦ πατρός. 80 Τιμοθέῳ τέκνῳ Ὦ καλὲ Τιμόθεε, πάντοτέ σε οἶδα φιλόθεον, φιλοπάτορα, εὔνουν, σύμψυχον, ἄδολον, οἰκοῦρον, εὐσυμπάθητον πρὸς τὸν μακάριον πατέρα ἡμῶν, πρός με τὸν ἁμαρτωλόν, πρὸς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. δεῖξον οὖν τὸ παρὸν ἔργα δυνάμεώς σου, φιλίας, εὐπιστίας, θεοσεβείας, θεοζηλίας. τί ταῦτα; ἵνα μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδ' ὁπωσοῦν λαμβάνων ἄνεσιν ἕως ἂν καταλάβῃς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον. συμπόνησον αὐτῷ, τέκνον μου ἠγαπημένον, συνάθλησον, σφράγισον τὰ παρελθόντα τοῖς ἤδη φθάσασιν· οὕτω γὰρ εὐαρεστήσεις Κυρίῳ, οὕτω κἀμὲ τὸν ἁμαρτωλὸν θεραπεύσεις, μόνον εὐσκόπως καὶ τετηρημένως ἀπιὼν καὶ καταλαμβάνων αὐτόν, διδοὺς καὶ τὰ γράμματά μου. Εὔχου μοι ἀεί, τέκνον ποθεινόν.