Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Εἰς τὸν κανονάρχην Ἀρχηγὸς ἑστὼς τῆς λύρας τῶν ᾀσμάτων ψάλτιγξ φάνηθι τῇ μελουργίᾳ ξένῃ· σάλπιζε καιρῷ τὸ ξύλον, καθὼς δέοι, κίνει δέ σου τὴν γλῶσσαν ὡς πλῆκτρον φέρων, ἀεὶ πρεπόντως τὸν στοχὸν συνεισάγων ἀσύγχυτον, κάλληχον, ὀργάνου δίκην, τὸ τῆς ἀδελφότητος εὐρυθμῶν στόμα· τάσσοις ἅπαντα πᾶσιν ἀξιοχρέως, μὴ πρὸς χάριν, μὴ μῆνιν ἢ λύπης δόσιν, ἀλλ' ἐν δικαίῳ τῷ λόγῳ καὶ τῷ τρόπῳ· πάντες γάρ εἰσι τοῦ Θεοῦ καὶ σοῦ μέλη. Οὕτως φρονῶν γοῦν ἐκ Θεοῦ λήψῃ στέφος.