Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Iambi de variis argumentis
Theodorus StuditaArgu 117 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
117.1
Εἰς κοιμηθεῖσαν Εὔχρηστον ὄντως σκεῦος ἡγιασμένον ἰσοστατοῦν γε χρυσοκολλήτῳ στέφει ῥαντοῖς καλοῖσι μαργάροις ηὐγασμένῳ ἡ τῇδε θεῖσα τὸ τρισόλβιον δέμας· νέου γὰρ ἀνδρὸς ἐκτομὴν ὑποστάσα, ἥρωος ἄλλου τῷ σθένει καὶ τῷ κλέει– πρὸς Ἀρμενίας τοῖν δυοῖν ὡρμημένων–, ἄριστον ἥδε τοῦτο κέκρικεν μάλα, τὰ πάντα δοῦναι τῷ Θεῷ καὶ Δεσπότῃ, ῥακοστολεῖν δὲ τῷ μοναστικῷ τρόπῳ. Ἴοι κράτιστα τοιγαροῦν ἐν τῷ βίῳ κόσμον φέρουσα τὴν ταπεινὴν καρδίαν, ἰσοσμάραγδον τὴν ῥοὴν τῶν δακρύων, ἄγρυπνον ὄμμα καὶ προσευχὴν ὡς φάος· ταύτῃ τελειοῖ καί γε θείως τὸν δρόμον ἀπροσπέλαστον αἱρετιζόντων πλάνῃ· διπλοῦν δὲ δῶρον τῷ Θεῷ προσηγμένη ἔχει τὸ χαίρειν σὺν δικαίοις εἰς ἅπαν.

Intertext edge

Open linked passage

Note