Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Εἰς τὸν ταξιάρχην Τοῦ ταξιαρχεῖν τὸν λόγον δεδεγμένος, ὡς ταξίαρχος τοῦ λεὼ τοῦ Κυρίου, τάξιν φύλαττε παντὶ καιρῷ καὶ τόπῳ, ἐν εἰσόδοις ὁμοῦ τε καὶ διεξόδοις, ἐν ταῖς ὑπανταῖς ὄψεων τῶν ἐξόχων, ἐν τοῖς ἀθροισμοῖς τοῦ ναοῦ τοῦ Δεσπότου, χοροστατῶν ἅπαντας εἱρμῷ καὶ λόγῳ, τηρῶν ἑκάστου τὴν τεταγμένην βάσιν, στολὴν ἀπαιτῶν καὶ βάδισμα τὸ πρέπον. Εἰ ταῦτα ποιεῖς ἐμφρόνως καὶ συντόνως, Θεοπρεπῶς τε πραέως, κεκριμένως, ἕξεις χάριν καὶ μισθὸν ἐκ Θεοῦ μέγαν. 12 Εἰς τὸν κελλαρίτην Τίς ὡς σύ, τέκνον, ἐργάτης Θεοῦ πέλει; Ἔχεις γὰρ ἔργον σφόδρα τῶν ἄλλων πλέον, τῶν τῆς ἀδελφότητος ἄρχων βρωμάτων. Ὅλος πρόσελθε πανσθενῶς τῇ φροντίδι, διδοὺς ἑκάστῳ τὸ προσῆκον ἐν κρίσει. Πυρὰς δέχοιο τῆς πολυζητησίας, ἐκεῖνον οὕτως, ἄλλον ἀλλοίως φέρων, πράως, γαληνῶς, συμπαθῶς, οἰκτιρμόνως. Οὕτως γὰρ ἕξεις σὺν Στεφάνῳ τὸ στέφος.