Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Εἰς τὸν ἀριστητάριον Ἀριστοποιῶν τοῖς ἀδελφοῖς σου, τέκος, εὖ μοι στίβαζε τῶν τραπεζῶν τὰς θέσεις, σταθμῶ τὸν ἄρτον· εἴ τι δ' ἂν βρωτὸν τύχῃ, ἴσως μερίζων, τοῖς δὲ μείζοσι πλέον· διπλῆς τιμῆς γὰρ ἀξιοῦν τούτους λόγος. Φείδου δ' ὁμοίως καὶ τὸν ὑστεροστάτην· ἅπας γάρ ἐστι σὸν μέλος, κἂν οὐκ ἴσως. Καὶ μὴν παρεστὼς ὡς τραπέζῃ Δεσπότου ἀποστόλοις νόμιζε δουλείαν φέρειν. Στρέφου, θεώρει, νηρὸν ἄλλο περ νέμων, ἵν' εὖ γένηται καὶ χάρις σοι πλουσία.