Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Iambi de variis argumentis
Theodorus StuditaArgu 14 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Εἰς τὸν ὀψοποιόν Τὸν ὀψοποιὸν τίς σε, τέκνον, οὐ στέφει πολὺν φέροντα τὸν κόπον καθ' ἡμέραν; Δουλευτικόν σοι χρῆμα, μισθὸς δ' οὖν μέγας· χρῆσις ῥυπώδης, ἀλλὰ πλυτρὶς πταισμάτων· φλέγει σε νῦν πῦρ, οὐ τὸ μέλλον δὲ κρίνει. Προσβὰς σταθηρὸς λοιπὸν εἰς τὴν ἑψίαν ἕωθεν εὐθὺς κλῶν δαλούς, χύτρας κλύε, βρώσεις προσεψῶν ὡς Θεοῦ τὰ τῶν τέκνων· εὐχαῖς ἁλίζοις ταῦτα, ὥσπερ ἀρτύσεις, ἵν' εὐλογηθῇς ὡςἸακὼβ τῷ πάλαι, καὶ χαῖρε τούτοις ἐκτελῶν σου τὸν δρόμον. 15 Εἰς τοὺς ῥαφεῖς ἤτοι βεστηαρίουσ Ὑμεῖς ἔπαρχοι καὶ διαιτηταὶ μάλα τῶν τῆς ἀδελφότητος ἀμφιασμάτων, ἀγὼν ὑμῖν οὐ μικρὸς ἐν τούτῳ πέλει, φροντὶς δὲ πολλὴ καὶ μέριμνα καὶ κόπος· ῥάπτειν, νεουργεῖν, ἐκκαθαίρειν καὶ πλύνειν, νέμειν ἑκάστῳ τὸ προσαρμόζον λόγῳ, ἴσως μὲν οὔκ, ἴσως δὲ φίλτρῳ καὶ πόθῳ, ἄλλου γὰρ ἄλλος ἀξιώτερος πόνῳ. Σκοπεῖτε λοιπὸν ταῦτα ποιεῖν σωφρόνως, ὅπως ἀμοιβῶν ἀντιλήψεσθε χρέος πρὸς τοῦ Θεοῦ διδοῦντος ἀξίας δόσεις.

Intertext edge

Open linked passage

Note