Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Εἰς τοὺς ἀφυπνιστάσ Πρὸς πᾶσιν ἄλλοις οὐδ' ὑμῖν μικρὸς κόπος· διεξανιστᾶν τοὺς ὑπνώδεις συγγόνους, συνεισελαύνειν τοὺς γυρευτὰς εἰς μέσον. Τοίνυν ἐπειδ' ἂν σαλπίσῃ τις τὸ ξύλον, ὡς ἄγγελοι παρευθὺ δεδραμηκότες εἰς πάντα κοιτωνίσκον, εἰς κρυπτὸν τόπον, ἐγείρετε πρὸς ὕμνον ἀχράντων λόγων, συνεισφέροντες εἰς νεὼν τοῦ Δεσπότου ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, ἕκαστον αὐτῶν προσκαλοῦντες εὐθέτως, ὅπως ὑμῖν τὸν μισθὸν ἄξιον νέμῃ ὁ πάντα μετρῶν καὶ νέμων κατ' ἀξίαν.