Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Εἰς τοὺς σκοιτεῖσ Πεδιλοποιῶν ὡς ἄριστος ἡ τέχνη· ἀποστόλου γάρ ἐστι Παύλου τοῦ πάνυ. Ζηλοῦντες αὐτοῦ τοὺς ἱδρῶτας τῶν κόπων δέξασθε θερμῶς τοὺς πόνους καθ' ἡμέραν ὡς ἐργάται Χριστοῖο, τῆσδε φροντίδος, δέρρεις τε βύρσας, ὡς δέον, τετμηκότες, παλαιὰ καινουργοῦντες, εἶτα καὶ νέα, μὴ νωθρότητι πρὸς παράχρησιν λόγου ῥιπτοῦντες, εἴ τι τῶν ῥιφῆς οὐκ ἀξίων, ἢ τὴν τομὴν φέροντες ἐλλειπῶς ὕπερ. Ἅπαντα γὰρ ποιοῦντες ἀξιοχρέως τῶν μαρτυρούντων ἐξανύσετε δρόμον. 20 Εἰς τὸ κοιμητήριον Ὁ δοὺς τὸν ὕπνον πᾶσιν εἰς λύτρον κόπων, ὧνπερ παρέσχεν ἡ διαυγὴς ἡμέρα, κἀμοὶ παράσχου, Χριστέ μου, Θεοῦ Λόγε, κοῦφον τὸν ὕπνον, ἡδὺ καὶ ταχυδρόμον, φαντασμάτων μὲν τῶν κακῶν ἐξωσμένον, ὀνειράτων δὲ τῶν καλῶν πεπλησμένον. Καί μ' ἐξέγειρον κρουσματοῦντος τοῦ ξύλου ἀνέκλυτον, σταθηρὸν εὐθύμως ἄδειν, ἱστῶν πόδας μου καρτερῶς ἐν αἰνέσει, φρουρῶν νόας μου δαιμόνων πανουργίας, γλῶσσαν τρανῶν μου πρὸς τὸ μέλπειν εὐτόνως, εἰς δόξαν, αἶνον τοῦ μεγίστου σου κράτους, ὅπως τέλειος νυκτερεύσας, ὀρθρίσας τὸ φῶς ἴδω σου τῶν ἐντολῶν πρωΐθεν.