Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Εἰς πλουσίους καὶ πένητας Ἴσθι τίς ὤν, ἄνθρωπε, καὶ τί σοι μένει, ὅπῃ παροικεῖς καὶ† μετασταίην† ἔχοις. Ὅλος γίνοιο πρὸς τ' ἄνω τῇ φροντίδι· πλῆρες γ' ἐκεῖ φῶς, ἀλλὰ καὶ κρίσις ἄληξ. Τῷ τῇδ' ὅτ' εἴποις· αὖρα, ῥοῦς καὶ νυκτόναρ, χρυσὸς χοοῦται, δόξ' ἀπανθεῖ, τ' ἄλλα ῥεῖ. Πολύστονα, θρηνηρὰ πάντα τἀνθάδε. Ἔχε προσεκτῶς, μή σε κυλίσῃ χρόνος, οὗ μὴ παλινάγραιτον ἢ παικτὸν πέλει.