Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Εἰς κοσμικούσ Χριστοῦ μαθηταί, τοῦ καλοῦ καὶ πραέος, μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς μάχαις, πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; Δώρων πανάγνων πῶς μεθέξετε ξένως; Καὶ μὴνἸούδας, ὁ προσελθὼν ἐν δόλῳ, φιλῶν μὲν ἔξω, μηνιῶν δὲ τοῖς ἔσω, ὤφθη μαθητὴς πεπρακὼς τὸν Δεσπότην. Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων, ξίφος κατ' αὐτοῦ πηγνύων τῇ καρδίᾳ, αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.