Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Εἰς ὁδίτην Ἐλθὼν καθέζου πᾶς τις ὕβρεως δίχα· Θεοῦ γάρ ἐστιν οἶκος ἔνθάπερ, φίλε. Κρούσας δὲ λέξον αἰτίαν, καθ' ἣν πάρει, πρὸς μικρὸν αὖτε μακροθυμῶν τὴν φάσιν. Εἴσω δὲ βαίνων σὺν φόβῳ τε καὶ πόθῳ τῷ Δεσπότῃ σου τὰς προσευχάς σου δίδου. Μηδὲν δὲ φάσκε τῶν ματαίων τοῦ βίου, συντυγχάνων γε τοῖς φυγοῦσι τὸν βίον. Ἀλλ' εἴ τι σεμνόν, εἴ τι τερπνὸν ἐν λόγοις, ἀποκρίθητι, φράζε πρὸς πᾶν, ὃ πρέπει, ἵν' εὐαγῶς ἐνθένδε καὶ σωτηρίως παλινστροφήσῃς εἰς τὰ οἰκεῖα τρέχων.