Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Εἰς ἀπερχόμενον ἀδελφὸν εἰς διακονίαν Πρὶν ἐκπορεύσῃ τὴν πύλην ταύτην, τέκος, σφραγίδα προσθεὶς εἰς ἅπαν μέλους τόπον· ἴθι πρὸς ἅσπερ ἐξεπέμφθης φροντίδας, κάτω νενευκὼς [ἐξωθούμενος βλάβας], ψαλμόν, προσευχήν, ταῖν δυοῖν ἕν, προσλέγων, τὰς ἀστικώδεις ἐξωθούμενος βλάβας. Φεύγοις γυναιξὶ συντραφῆναι, κἂν τύχῃ· στραφεὶς δὲ τάχει τῆς μονῆς εἴσω μένε, μὴ ὥσπερ ἰχθὺς ἁλὸς ἔξωθεν θάνῃς.