Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Εἰς ὑποστρέφοντα ἀδελφὸν ἀπὸ διακονίασ Παλινστροφήσας, τέκνον, ἐκ τῆς φροντίδος σύστρεψον εὐθὺς σαρκὶ καὶ νοῦν σου πλάνον, εἰκαῖον οὐδὲν ἔνδον ἔξωθεν φέρων, ἀλλ' εἴ τι σεμνόν· καὶ τὸ τοῖς πρωτοστάταις. Λόγον γὰρ οὐ φῇς τῆς ματαιοκοσμίας· «Εἶδον, βέβρωκα· καὶ τὸ καὶ τὸ τυγχάνει», καὶ γοῦν ὁ τίς καὶ τίσδε φωνεῖ σοι τάδε. Ἀνατροπὴν γὰρ τοῖσδε κιρνῶν τῷ πέλας ἀρᾶς προφήτου χρηματίζεις ἀξίως.