Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Εἰς τὸ ξενοδοχεῖον Προβᾶτε, δεῦτε, τῇ ξενιζούσῃ στέγῃ, ἄνδρες πορευταί, τοῖς πόνοις κεκμηκότες, μετεκλάβοιτε τῶν ἐμῶν ξενισμάτων· ἄρτου ποθητοῦ, τοῦ τρέφοντος καρδίαν, ποτοῦ γλυκείου, τοῦ ῥέοντος ἀφθόνως, σκεπασμάτων τε τῶν ψύχους ἀλλοτρίων, ἅ μοι παρέσχε, τῷ Θεογνώστῳ, φίλοι, ἐκ τῶν πανόλβων δωρεῶν αὐτοῦ χάριν ὁ Δεσπότης μου Χριστός, ὁ πλουτοβρύτης· ἐπευλογοῦντες αὐτὸν ὡς κοσμοτρόφον, κἀμοὶ προσευχὴν ἀντιποιοῦντες μόνον, ὅπως ἐκεῖθεν, τῷ φιλοξένῳ τρόπῳ, τοὺςἈβραὰμ τύχοιμι κόλπους εἰσδύναι.