Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Εἰς τὴν κέλλαν τοῦ πατρὸς ἡμῶν Θρήνει με, κέλλα, σχοῦσα νωθρὸν ἐργάτην, μόνον κάκιστον, ὧνπερ ἔσχες κτητόρων. Οὐ λαμπρύνω σε τῶν προσευχῶν τῷ φάει· οὐ δὴ πιαίνω τῇ ῥοῇ τῶν δακρύων· οὐδ' αὖ καθαίρω τῆς ἁγνείας τοῖς τρόποις. Ἀλλ' οὖν σύ, Σῶτερ, Κτίστα, Φωστὴρ τῶν ὅλων, ἔγειρον, ἐξύπνισον εἰς τὸν σὸν φόβον, πρόσγευσον εἰς ἔρωτα τῆς σῆς ἀγάπης, πτέρωσον ἀρθῆναί με τῶν παθῶν ἄνω, ἕως πάρεστι καιρὸς εἰς εὐπραξίαν, ἵνα προσοίσω δόξαν, εὐχαριστίαν σοὶ τῷ θέλοντι πᾶσι τὴν σωτηρίαν.