Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Εἰς ἁγίας εἰκόνας Ἥνπερ βλέπεις εἰκόνα, Χριστοῦ τυγχάνει· Χριστὸν δὲ καὐτὴν λέξον, ἀλλ' ὁμωνύμως· κλήσει γάρ ἐστι ταυτότης, ἀλλ' οὐ φύσει· ἀμφοῖν δὲ προσκύνησις ἀσχίστως μία. Ὁ τοίνυν ταύτην προσκυνῶν Χριστὸν σέβει, μὴ προσκυνῶν γὰρ ἐχθρὸς αὐτοῦ καὶ πάνυ, ὡς τὴν ἀναγραφεῖσαν ἔνσαρκον θέαν τούτου μεμηνὼς μὴ σεβασθῆναι θέλων.