Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Ἄλλο Εἰ σῶμα Χριστοῦ λαμβάνομεν ἐσθίειν, τούτου πίνοντες αἷμα τὸ ζωηφόρον, πῶς οὐκ ἂν αὐτὸν δείξωμεν γεγραμμένον, οὗ καὶ τὸ σῶμα σχηματόγραπτον πέλει; Ὡς μὲν γὰρ ἁπλοῦς, οὐ περιγραφὴν ἔχει· Θεὸς γάρ ἐστι, παντὸς ἔξωθεν τόπου. Ὡς ἐνδυθεὶς δὲ τὴν καθ' ἡμᾶς οὐσίαν, ἄνθρωπός ἐστι, συνθέσει γεγραμμένος, ἔχων ἀφύρτως θάτερον κατ' οὐσίαν ὑποστάσει μιᾷ τε συντεθειμένος. Ὁ τὸν Λόγον τοιῶσδε δοξάζων μάλα πιστὸν πέφηνε θρέμμα τῆς ἐκκλησίας· ἄλλως φρονῶν γὰρ τοῦ Θεοῦ πόρρω θέει.